TLG 1765 003 :: VITAE AESOPI :: Vita Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) VITAE AESOPI Narr. Fict. Cf. et AESOPUS Scr. Fab. et AESOPICA (0096) Vita Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1) Citation: Page — (line) | ||
226(1t) | ΒΙΟΣ ΑΙΣΩΠΟΥ ΤΟΥ ΜΥΘΟΠΟΙΟΥ. | |
2 | Πραγμάτων φύσιν τῶν ἐν ἀνθρώποις ἠκρίβωσαν μὲν καὶ ἄλλοι, καὶ τοῖς μετ’ αὐτοὺς παρέδωκαν φέ‐ ροντες· Αἴσωπος δὲ δοκεῖ μὴ πόρρω θειοτέρας ἐπι‐ | |
---|---|---|
5 | πνοίας τῆς ἠθικῆς διδασκαλίας ἁψάμενος πολλῷ τῷ μέτρῳ τοὺς πολλοὺς αὐτῶν παρελάσαι. καὶ γὰρ οὔτ’ ἀποφαινόμενος, οὔτε συλλογιζόμενος, οὔτε μὴν ἐξ ἱστορίας, ἣν ὁ πρὸ τῆς κατ’ αὐτὸν ἡλικίας ἤνεγκε χρόνος, τὴν νουθεσίαν διατιθέμενος, ἀλλὰ μύθοις τὰ | |
10 | πάντα παιδοτριβῶν, οὕτω τὰς τῶν ἀκροωμένων ἀγρεύει ψυχάς, ὡς αἰσχύνεσθαι ταῦτα τοὺς λογικοὺς ποιεῖν ἢ φρονεῖν, ἃ μήτε ὄρνιθες μήτε ἀλώπεκες, καὶ αὖ πάλιν μὴ προσέχειν ἐκείνοις, οἷς πολλὰ τῶν ἀλό‐ | |
γων ἐν καιρῷ καὶ νουνεχῶς προσεσχηκότα μυθεύεται. | 226 | |
227 | ἐξ ὧν ἃ μὲν κινδύνους ἐπηρτημένους αὐτοῖς διέδρα, ἃ δὲ μεγίστης ἐν τοῖς καιρίοις τῆς ὠφελείας ἔτυχεν. οὗτος τοίνυν ὁ τὸν καθ’ αὑτὸν βίον φιλοσόφου πολι‐ τείας εἰκόνα προθέμενος καὶ ἔργοις μᾶλλον ἢ λόγοις | |
5 | φιλοσοφήσας, τὸ μὲν γένος ἐξ Ἀμορίου τῆς Φρυγίας κατῆγε τῆς μεγάλης ἐπίκλησιν, τὴν δὲ τύχην γέγονε δοῦλος. ἐφ’ ᾧ καὶ σφόδρα μοι δοκεῖ τὸ τοῦ Πλάτω‐ νος ἐν Γοργίᾳ καλῶς ἅμα καὶ ἀληθῶς εἰρῆσθαι· „ὡς τὰ πολλὰ γὰρ ταῦτα“ φησίν „ἐναντία ἀλλήλοις ἐστίν, | |
10 | ἥ τε φύσις καὶ ὁ νόμοσ“. Αἰσώπου γὰρ τὴν ψυχὴν ἡ μὲν φύσις ἐλευθέραν ἀπέδωκεν, ὁ δὲ παρ’ ἀνθρώπων νόμος τὸ σῶμα πρὸς δουλείαν ἀπέδοτο. ἴσχυσε μέντοι οὐδ’ οὕτω τῇ τῆς ψυχῆς ἐλευθερίᾳ λυμήνασθαι, ἀλλὰ καίτοι πρὸς πολλὰ καὶ πολλαχόσε μεταφέρων | |
15 | τὸ σῶμα, τῆς οἰκείας ἐκείνην ἕδρας οὐχ οἷός τ’ ἐγέ‐ νετο μεταστῆσαι. ἐτύγχανε δ’ ὢν οὐ μόνον δοῦλος, ἀλλὰ καὶ δυσειδέστατα τῶν ἐπ’ αὐτοῦ πάντων ἀν‐ | |
θρώπων εἶχε. καὶ γὰρ φοξὸς ἦν, σιμὸς τὴν ῥῖνα, σιμὸς | 227 | |
228 | τὸν τράχηλον, πρόχειλος, μέλας—ὅθεν καὶ τοῦ ὀνό‐ ματος ἔτυχε· ταὐτὸν γὰρ Αἴσωπος τῷ Αἰθίοπι—προ‐ γάστωρ, βλαισὸς καὶ κυφός, τάχα καὶ τὸν Ὁμηρικὸν Θερσίτην τῇ αἰσχρότητι τοῦ εἴδους ὑπερβαλλόμενος. | |
5 | τὸ δὲ δὴ πάντων ἐν αὐτῷ χείριστον ἦν τὸ βραδύ‐ γλωσσον καὶ τὸ τῆς φωνῆς ἄσημόν τε καὶ ἀδιάρθρω‐ τον. ἃ πάντα καὶ δοκεῖ τὴν δουλείαν Αἰσώπῳ παρα‐ σκευάσαι· καὶ γὰρ δὴ καὶ θαῦμα ἂν ἦν, εἰ οὕτως ἀτόπως ἔχοντι τοῦ σώματος ἐξεγένετο τὰς τῶν δου‐ | |
10 | λούντων ἄρκυς διαφυγεῖν. ἀλλὰ τὸ μὲν σῶμα τοι‐ οῦτον ἦν τῷ ἀνδρί· τὴν δὲ ψυχὴν ἀγχινούστατος ἐπεφύκει καὶ πρὸς ἐπίνοιαν πᾶσαν ἐπηβολώτατος. Ὁ κεκτημένος τοίνυν αὐτόν, ἅτε πρὸς οὐδὲν τῶν ἐντὸς οἰκίας ἔργων οἰκείως ἔχοντα, σκάπτειν εἰς ἀγρὸν | |
15 | ἐξαπέστειλεν. ὃ δ’ ἀπελθὼν, τοῦ ἔργου προθύμως εἴχετο. ἀφικομένῳ δέ ποτε καὶ τῷ δεσπότῃ πρὸς τὸν ἀγρὸν ἐφ’ ᾧ τῶν ἔργων ἐπισκοπὴν θέσθαι γεωργός τις σῦκα τῶν ἀγαθῶν δρεψάμενος δῶρον ἤνεγκεν. ὃ δ’ | |
ἐπὶ τῷ τῆς ὀπώρας ἡσθεὶς ὡραίῳ, Ἀγαθόποδι τῷ οἰ‐ | 228 | |
229 | κέτῃ—τοῦτο γὰρ ἦν ὄνομα τῷ παιδί—φυλάττειν ἐκέ‐ λευσεν, ὡς αὐτῷ μετὰ τὸ λουτρὸν παραθεῖναι. συμβὰν δ’ οὕτω, καὶ τοῦ Αἰσώπου κατὰ δή τινα χρείαν εἰσελ‐ θόντος εἰς τὴν οἰκίαν, ἀφορμῆς ὁ Ἀγαθόπους λαβό‐ | |
5 | μενος, βουλὴν τοιάνδε τῶν συνδούλων τινὶ προτείνει· „ἐμφορηθῶμεν, εἰ δοκεῖ, τῶν σύκων, ὦ οὗτος, κἂν ὁ δεσπότης ἡμῶν ταῦτα ζητήσῃ, ἀλλ’ ἡμεῖς γε τοῦ Αἰ‐ σώπου καταμαρτυρήσομεν ἄμφω ὡς εἰς τὴν οἰκίαν εἰσδραμόντος καὶ ἀδείας τυχόντος καὶ τὰ σῦκα λάθρα | |
10 | καταφαγόντος, καὶ ἐπ’ ἀληθεῖ θεμελίῳ τῇ πρὸς τὸν οἶκον εἰσόδῳ πολλὰ τῶν ψευδῶν ἐποικοδομήσομεν. καὶ τὸ μηδὲν ἔσται ὅγε εἷς πρὸς τοὺς δύο, καὶ ταῦτα μηδ’ ἄνευ ἐλέγχων διᾶραί ποτε τὴν γλῶτταν δύναμιν ἔχων“. δόξαντος δὴ τούτου πρὸς τοὔργον ἐχώρησαν, | |
15 | καὶ τῶν σύκων ἐσθίοντες ἔλεγον ἐφ’ ἑκάστῳ σὺν γέ‐ λωτι· „φεῦ σοι, δύστηνε Αἴσωπε“. ὁ τοίνυν δεσπό‐ της ἐπανελθὼν ἀπὸ τοῦ λουτροῦ, καὶ τὰ σῦκα ζητήσας καὶ ἀκούσας ὡς Αἴσωπος αὐτὰ κατεδήδοκε, τόν τε | |
Αἴσωπον σὺν ὀργῇ κελεύει κληθῆναι καὶ κληθέντι | 229 | |
230 | φησί· „λέγε μοι, ὦ κατάρατε, οὕτω μου κατεφρονήσας, ὡς εἰς τὸ ταμιεῖον εἰσελθεῖν καὶ τὰ ἑτοιμασθέντα μοι σῦκα θοινήσασθαι“; ὃ δὲ ἀκούων μὲν καὶ συνιεὶς ἦν, λαλεῖν δ’ εἶχεν οὐδ’ ὁπωσοῦν διὰ τὸ βραδύγλωσσον· | |
5 | μέλλων δὲ ἤδη τύπτεσθαι, τῶν κατηγόρων σφοδρότε‐ ρον ἐπικειμένων, πεσὼν πρὸς τοὺς τοῦ δεσπότου πό‐ δας, ἀνασχέσθαι μικρὸν ἐδεῖτο. δραμὼν δὲ καὶ χλιαρὸν ὕδωρ προσενεγκών, τούτου τε πέπωκε, καὶ τοὺς δα‐ κτύλους εἰς τὸ στόμα καθείς, αὖθις τὸ ὑγρὸν μόνον | |
10 | ἀνέβαλεν· οὔπω γὰρ τροφῆς ἁψάμενος ἔτυχεν. ἠντι‐ βόλει γοῦν αὐτὸ τοῦτο καὶ τοὺς διώκοντας δρᾶσαι, ὡς ἂν δῆλον γένηται, τίς ὁ τὰ σῦκα διαφορήσας. ὁ δὲ δεσπότης τὸ νοῆμον αὐτοῦ θαυμάσας, οὕτω ποιεῖν καὶ τοῖς ἄλλοις ἐπέταξεν. οἳ δ’ ἐβουλεύσαντο πιεῖν | |
15 | μὲν τοῦ ὕδατος, μὴ μέντοι καὶ καθεῖναι κατὰ τοῦ λαιμοῦ τοὺς δακτύλους, ἀλλ’ ἐπὶ τὰ πλάγια τῶν γνά‐ θων αὐτοὺς παραφέρειν. οὐκ ἔφθασαν δὲ πιόντες, καὶ τὸ χλιαρὸν ὕδωρ ἐκεῖνο ναυτίαν τοῖς πεπωκόσι παρα‐ χρῆμα ἐπενεγκόν, αὐτομάτην παρέσχε τὴν ὀπώραν ἀνα‐ | |
20 | δοθῆναι. τότε τοίνυν πρὸ ὀφθαλμῶν πεσόντος τοῦ | 230 |
231 | τε κακουργήματος τῶν οἰκετῶν καὶ τῆς συκοφαν‐ τίας, ὁ μὲν δεσπότης ἐκέλευσεν αὐτοὺς γυμνωθέντας μαστίζεσθαι· οἳ δ’ ἐπέγνωσαν σαφῶς κατὰ τὸν εἰ‐ πόντα ὡς | |
5 | ὅστις καθ’ ἑτέρου δόλια μηχανεύεται αὐτὸς καθ’ αὑτοῦ τοῦτο ποιῶν λανθάνει. Τῇ δ’ ἐπιούσῃ τοῦ μὲν δεσπότου εἰς ἄστυ ἐπανα‐ ζεύξαντος, τοῦ δ’ Αἰσώπου σκάπτοντος ᾗ προσετάγη, ἱερεῖς τῆς Ἀρτέμιδος εἴτ’ ἄλλοι τινὲς ἄνθρωποι τῆς | |
10 | ὁδοῦ πλανηθέντες καὶ τῷ Αἰσώπῳ περιτυχόντες, προὐτρέποντο πρὸς Διὸς ξενίου τὸν ἄνδρα τὴν εἰς ἄστυ φέρουσαν αὐτοῖς ὑποδεῖξαι. ὃ δ’ ὑπὸ σκιὰν δένδρου τοὺς ἄνδρας ἀπαγαγὼν πρότερον καὶ λιτὸν παραθέμενος δεῖπνον, εἶτα καὶ ἡγησάμενος αὐτοῖς, εἰς | |
15 | ἣν ἐζήτουν ὁδὸν εἰσήνεγκεν. οἳ μὲν οὖν τοῦτο μὲν ἐπὶ τῇ ξενίᾳ, τοῦτο δὲ καὶ ἐπὶ τῇ ὁδηγίᾳ διαφερόν‐ τως τοῦ ἀνδρὸς ἐξαρτηθέντες, τάς τε χεῖρας εἰς οὐρα‐ νὸν ἦραν καὶ εὐχῇ τὸν εὐεργέτην ἠμείψαντο. Αἴσω‐ | |
πος δ’ ὑποστρέψας καὶ εἰς ὕπνον καταπεσὼν ὑπό | 231 | |
232 | τε τοῦ συνεχοῦς πόνου καὶ καύματος, ἔδοξεν ἰδεῖν τὴν Τύχην ἐπιστᾶσαν αὐτῷ, καὶ λύσιν τῆς γλώττης καὶ λόγου δρόμον καὶ σοφίαν τὴν τῶν μύθων χαρι‐ ζομένην. εὐθὺς οὖν διυπνισθείς φησι· „βαβαί, πῶς | |
5 | ἡδέως κεκοίμημαι· ἀλλὰ καὶ καλὸν ὄνειρον ἰδεῖν ἔδοξα. καὶ ἰδού, ἀκωλύτως λαλῶ· βοῦς, ὄνος, δί‐ κελλα. νὴ τοὺς θεοὺς, συνῆκα πόθεν μοι τἀγαθὸν προσεγένετο τοῦτο· εὐσεβήσας γὰρ εἰς τοὺς ξένους, ἀντιλαμβανομένου τοῦ κρείττονος ἔτυχον. ἆρ’ οὖν | |
10 | τὸ εὖ ποιεῖν ἀγαθῶν ἐστι πλῆρες ἐλπίδων.“ Οὕτω μὲν οὖν Αἴσωπος ὑπερησθεὶς τῷ πράγματι, πάλιν ἤρξατο σκάπτειν. τοῦ δ’ ἐφεστηκότος τῷ ἀγρῷ —Ζηνᾶς ἦν αὐτῷ τοὔνομα—πρὸς τοὺς ἐργαζομένους ἐλθόντος καὶ τούτων ἕνα, ἐπειδὴ μικρὸν ἐσφάλη τοῦ | |
15 | ἔργου, τῇ ῥάβδῳ πατάξαντος, Αἴσωπος παραχρῆμα ἀνέκραγεν· „ἄνθρωπε, τοῦ χάριν τὸν μηδὲν ἠδικηκότα οὕτως αἰκίζῃ καὶ πᾶσιν εἰκῆ πληγὰς ἐμφορεῖς δι’ ἡμέ‐ ρας; πάντως ἀναγγελῶ ταῦτα τῷ κεκτημένῳ.“ Ζηνᾶς δὲ ταῦτα τοῦ Αἰσώπου ἀκούσας, ἐξεπλάγη τε οὐ μέ‐ | |
20 | σως, καὶ πρὸς ἑαυτὸν εἶπεν· „Αἴσωπος λαλεῖν ἀρξά‐ | 232 |
233 | μενος οὐδὲν ἐμοὶ ὄφελος ἔσται. φθάσας τοίνυν αὐτοῦ κατηγορήσω αὐτὸς ἐπὶ τοῦ δεσπότου, πρὶν αὐτὸς τοῦτ’ αὐτὸ δράσῃ, καί με ὁ δεσπότης τῆς ἐπιτροπῆς παραλύσῃ.“ ταῦτ’ εἰπὼν εὐθὺ τῆς πόλεως πρὸς τὸν | |
5 | δεσπότην ἤλαυνε. καὶ δὴ σὺν θορύβῳ προσελθών, „χαῖρε“ φησί „δέσποτα“. ὃ δέ „τί τεθορυβημένος πά‐ ρει;“ φησί· καὶ ὁ Ζηνᾶς· „χρῆμά τι τερατῶδες ἐν τῷ ἀγρῷ συνέβη“. καὶ ὁ δεσπότης· „ἦ πού τι δένδρον παρὰ καιρὸν [καρπὸν] ἤνεγκεν; ἢ τῶν κτηνῶν τι παρὰ φύσιν | |
10 | ἐγέννησεν“; καὶ ὅς· „οὐχ οὕτως, ἀλλ’ Αἴσωπος ἄναυ‐ δος τὸ πρότερον ὢν νυνὶ λαλεῖν ἤρξατο.“ καὶ ὁ δεσπό‐ της· „οὕτω σοι μηδὲν τῶν ἀγαθῶν γένοιτο, τοῦτο νομί‐ ζοντι τέρας εἶναι.“ ὃ δέ „καὶ μάλα·“ φησίν „ἃ μὲν γὰρ εἰς ἐμὲ περιύβρισεν, ἑκὼν παρίημι, δέσποτα· εἰς δὲ | |
15 | σὲ καὶ θεοὺς οὐ φορητὰ βλασφημεῖ.“ ἐπὶ τούτοις ὀργῇ ληφθεὶς ὁ δεσπότης τῷ Ζηνᾷ φησιν· „ἰδού σοι παρα‐ δέδοται Αἴσωπος· ἀπόδου, δώρησαι, ὃ βούλει ἐπ’ | |
αὐτῷ ποίησον.“ τοῦ δὲ Ζηνᾶ ἐπ’ αὐτῷ γενόμενον παρα‐ | 233 | |
234 | λαβόντος τὸν Αἴσωπον καὶ τὴν κατ’ αὐτοῦ δεσπο‐ τείαν αὐτῷ ἀναγγείλαντος, ἐκεῖνος „ὅ τι δήποτε βου‐ λομένῳ σοί ἐστι“ φησίν „ἔργασαι“. Κατὰ δὲ δή τινα τύχην ἀνδρός τινος κτήνη ζη‐ | |
5 | τοῦντος πρίασθαι καὶ διὰ ταῦτα τὸν ἀγρὸν διιόν‐ τος ἐκεῖνον καὶ τὸν Ζηνᾶν ἐρομένου, ἐκεῖνος „θρέμμα μὲν οὐκ ἔστι μοι“ φησίν „ἀποδόσθαι, σωμάτιον δὲ ἄρρεν· ὅπερ εἰ θέλεις ὠνήσασθαι, πάρεστι“. τοῦ δ’ ἐμπόρου φήσαντος ὑποδειχθῆναι αὐτῷ τὸ σωμάτιον, | |
10 | καὶ τοῦ Ζηνᾶ τὸν Αἴσωπον μεταπεμψαμένου, ὁ ἔμπορος ἰδὼν αὐτὸν καὶ ἀνακαγχάσας, „πόθεν σοι“ φησὶ πρὸς τὸν Ζηνᾶν „ἥδε ἡ χύτρα; πότερον στέλεχός ἐστι δένδρου ἢ ἄνθρωπος; οὗτος εἰ μὴ φωνὴν εἶχεν, οὐδὲν ἂν ἔδει μὴ οὐχὶ δοκεῖν ἀσκο‐ | |
15 | κήλη. ἵνα τί μοι τὴν πορείαν διέκοψας τουτουὶ τοῦ καθάρματος ἕνεκα;“ ταῦτ’ εἰπὼν ἀπῄει τὴν ἑαυτοῦ. ὁ δ’ Αἴσωπος μεταδιώξας αὐτόν, „μεῖνον“ φησίν. ὃ δὲ μεταστραφείς, „ἄπιθι“ φησίν „ἀπ’ ἐμοῦ, ῥυ‐ παρώτατε κύον“. καὶ ὁ Αἴσωπος· „εἰπέ μοι, τίνος | |
20 | ἕνεκεν δεῦρο ἐλήλυθασ“; καὶ ὁ ἔμπορος· „κάθαρμα, | 234 |
235 | ἵνα τι χρηστὸν πρίωμαι· σοῦ δὲ ὄντος ἀχρήστου καὶ σαπροῦ οὐ χρῄζω“. καὶ ὁ Αἴσωπος· „ὤνησαί με, καὶ εἴ τίς ἐστι πίστις, πολλά σε ὠφελῆσαι οἷός τ’ εἰμί“. καὶ ὅς· „τί δ’ ἂν σοῦ ὀναίμην, στυγήματος ὄντος | |
5 | αὐτόχρημα“; καὶ ὁ Αἴσωπος· „οὐ πάρεστί σοι παιδία οἴκοι ἀτακτοῦντα καὶ κλαίοντα; τούτοις ἐπίστησόν με παιδαγωγόν, καὶ πάντως αὐτοῖς ἀντὶ μορμοῦς ἔσομαι.“ γελάσας οὖν ἐπὶ τούτοις ὁ ἔμπορός φησι τῷ Ζηνᾷ· „πόσου τὸ κακὸν τόδε πωλεῖς ἀγγεῖον“; | |
10 | ὃ δέ „τριῶν“ φησίν „ὀβολῶν“. ὁ δ’ ἔμπορος αὐτίκα τοὺς τρεῖς ὀβολοὺς κατεβάλετο, λέγων „οὐδὲν κατε‐ θέμην, καὶ οὐδὲν ἐπριάμην“. ὁδευσάντων τοιγαροῦν καὶ ἀφικομένων αὐτῶν οἴκαδε, παιδάρια δύο ὑπὸ μητρὶ ἔτι τελοῦντα, τὸν Αἴσωπον ἰδόντα καὶ συγχυ‐ | |
15 | θέντα ἀνέκραξε. καὶ ὁ Αἴσωπος εὐθὺς τῷ ἐμπόρῳ φησίν· „ἔχεις μου τῆς ἐπαγγελίας ἀπόδειξιν“. ὃ δὲ γελάσας, „εἰσελθών“ φησίν „ἐνδοτέρω, ἄσπασαι τοὺς συνδούλους σου“. τὸν δὲ εἰσελθόντα καὶ ἀσπασά‐ μενον ἰδόντες ἐκεῖνοι, „τί ποτε ἄρα κακὸν τῷ ἡμῶν | |
20 | δεσπότῃ“ φασί „συμβέβηκεν, ὅτι σωμάτιον αἰσχρὸν | 235 |
236 | οὕτως ἐπρίατο; ἀλλ’ ὡς ἔοικεν, ἀντὶ βασκανίου τοῦτο τῆς οἰκίας ὠνήσατο“. Μετὰ δ’ οὐ πολὺ καὶ ὁ ἔμπορος εἰσελθών, τὰ πρὸς ὁδὸν εὐτρεπισθῆναι τοῖς δούλοις ἐπέσκηψε· | |
5 | μέλλειν γὰρ τὴν ἐπιοῦσαν εἰς Ἀσίαν πορεύεσθαι. οἳ μὲν οὖν αὐτίκα τὰ σκεύη διεμερίζοντο. ὁ δ’ Αἴσω‐ πος ἐδεῖτο τοῦ κουφοτάτου τῶν φορτίων αὐτῷ παρα‐ χωρεῖν, ἅτε δὴ νεωνήτῳ καὶ μήπω πρὸς τὰς τοιαύ‐ τας ὑπουργίας γεγυμνασμένῳ. τῶν δέ, καὶ εἰ μηδὲν | |
10 | ἆραι βούλεται, συγγνώμην παρεχομένων, ἐκεῖνος οὐ δεῖν ἔλεγε πάντων κοπιώντων αὐτὸν μόνον ἀσυν‐ τελῆ τυγχάνειν. τῶν δὲ ὅπερ ἂν ἆραι βούληται ἐπι‐ τρεπόντων, δεῦρο κἀκεῖσε περιβλεψάμενος, καὶ σκεύη ἀθρήσας διάφορα, σάκκους καὶ στρώματα καὶ γυρ‐ | |
15 | γάθους, ἕνα γύργαθον ἄρτων πεπληρωμένον, ὃν καὶ | |
δύο βαστάζειν ἔμελλον, αὑτῷ ἐπιτεθῆναι κελεύει. | 236 | |
237 | οἳ δὲ γελάσαντες καὶ μηδὲν εἶναι μωρότερον τοῦ χυδαίου τούτου καθάρματος φάμενοι, ὃς μικρῷ μὲν ἔμπροσθεν τὸ κουφότατον ἆραι τῶν φορτίων ἐδεῖτο, νῦν δὲ τὸ πάντων βαρύτατον εἵλετο· χρῆναι μέντοι | |
5 | τὴν ἐπιθυμίαν αὐτοῦ πληρῶσαι· ὑπολαβόντες τὸν γύργαθον ἐπιτιθέασι τῷ Αἰσώπῳ. ὃ δὲ κατὰ τῶν ὤμων τὸ φορτίον ἐπηχθισμένος, δεῦρο κἀκεῖσε διε‐ κλονεῖτο. τὸν δὲ ἰδὼν ὁ ἔμπορος ἀπεθαύμασε καί φησιν· „Αἴσωπος εἰς τὸ πονεῖν πρόθυμος ὢν ἤδη | |
10 | τὴν ἑαυτοῦ τιμὴν ἐξέτισε· κτήνους γὰρ φόρτον ἤρατο“. ἐπεὶ δὲ ὥρας οὔσης ἀρίστου κατέλυσαν, Αἴσωπος κελευσθεὶς ἀρτοδοτῆσαι, ἡμιδεᾶ τὸν γύρ‐ γαθον πολλῶν φαγόντων ἐποίησεν. ὅθεν καὶ μετὰ τὸ ἄριστον κουφοτέρου τοῦ φορτίου γεγονότος, προ‐ | |
15 | θυμότερον ὥδευε. καὶ δὴ καὶ ἑσπέρας οὗ κατήχθη‐ σαν πάλιν ἀρτοδοτήσας, τῇ ἐφεξῆς ἡμέρᾳ κενὸν παντάπασιν ἐπὶ τῶν ὤμων ἀνέχων τὸν γύργαθον, πρῶτος ἁπάντων ᾔει, ὡς καὶ τοῖς συνδούλοις, προ‐ τρέχοντα τοῦτον ὁρῶσιν, ἀμφίβολα γίνεσθαι, πότερον | |
20 | ὁ σαπρός ἐστιν Αἴσωπος ἤ τις ἕτερος· καὶ κατα‐ | 237 |
238 | μαθοῦσιν ἐκεῖνον εἶναι, θαυμάζειν ὅπως τὸ μεμελα‐ νωμένον ἀνθρώπιον νουνεχέστερα πάντων ἔπραξε, τοὺς ῥᾳδίως δαπανωμένους ἄρτους ἀράμενον, ἐκεί‐ νων τὰ στρώματα καὶ τὰ λοιπὰ τῶν σκευῶν ἐπιφορ‐ | |
5 | τισαμένων, ἃ μὴ φύσιν ἔλαχεν οὑτωσὶ δαπανᾶσθαι. ὁ μὲν οὖν ἔμπορος ἐπὶ τῇ Ἐφέσῳ γενόμενος, τὰ μὲν ἄλλα τῶν ἀνδραπόδων σὺν κέρδει ἀπέδοτο, ὑπελεί‐ φθη δ’ αὐτῷ τρία, γραμματικός, ψάλτης καὶ ὁ Αἴσω‐ πος. τῶν δέ τις αὐτῷ συνήθων συμβουλεύσας εἰς | |
10 | Σάμον ἀπᾶραι, ὡς ἐκεῖ δὴ σὺν μείζονι κέρδει ἀπεμ‐ πολήσοντι τὰ σωμάτια, πείθει. καὶ ὁ ἔμπορος ἐπιβὰς τῆς Σάμου, τὸν μὲν γραμματικὸν σὺν τῷ ψάλτῃ καινὰς στολὰς ἀμφιέσας, ἵστησιν ἄμφω ἐπὶ τοῦ πρα‐ τηρίου. τὸν δ’ Αἴσωπον ἐπεὶ μηδαμόθεν εἶχε κοσμῆ‐ | |
15 | σαι, ὅλος γὰρ ἦν ἁμάρτημα, ἐσθῆτα σάκκου τούτῳ περικαθάψας, μέσον ἀμφοῖν ἔστησεν, ὡς καὶ τοὺς ὁρῶντας ἐξίστασθαι λέγοντας „πόρεν τοῦτο τὸ βδέ‐ λυγμα, τὸ καὶ τοὺς ἄλλους ἀφανίζον;“ Αἴσωπος δὲ καίπερ ὑπὸ πολλῶν σκωπτόμενος, ἵστατο μέντοι | |
20 | τολμηρὰ πρὸς αὐτοὺς ἀτενίζων. Ξάνθος δὲ ὁ φιλό‐ | 238 |
239 | σοφος, εἷς τῶν ἐνοικούντων ὢν τηνικαῦτα τῇ Σάμῳ, προελθὼν ἐπὶ τὴν ἀγορὰν καὶ θεασάμενος τοὺς μὲν δύο παῖδας σὺν εὐπρεπείᾳ παρισταμένους, μέσον δὲ τούτων τὸν Αἴσωπον, ἠγάσατο τὴν τοῦ ἐμπόρου | |
5 | ἐπίνοιαν, ὅπως τὸν αἰσχρὸν ἐν τῷ μεταξὺ τέταχεν, ὡς τῇ παραθέσει τοῦ δυσειδοῦς καλλίους ἑαυτῶν τοὺς νεανίσκους φανῆναι. ἐγγυτέρω δ’ ἐπιστάς, ἐπύθετο τὸν ψάλτην, πόθεν ἂν εἴη. καὶ ὅς· „Καπ‐ παδόκησ“. καὶ ὁ Ξάνθος· „τί οὖν οἶδας ποιεῖν“; ὃ δέ | |
10 | „πάντα“. καὶ ἐπὶ τούτοις Αἴσωπος ἐξεγέλασε. τῶν δὲ σχολαστικῶν, οἳ τῷ Ξάνθῳ συνῆσαν, ὡς εἶδον αὐτὸν γελάσαντα καὶ παραφήναντα τοὺς ὀδόντας ἐξαίφνης, καί τι τέρας ὁρᾶν δοξάντων, καὶ τοῦ μέν „ἦ που κήλη ἐστὶν ὀδόντας ἔχουσα“ λέγοντος, τοῦ δέ | |
15 | „τί ποτε ἄρα ἰδὼν ἐγέλασε;“ τοῦ δὲ ὡς „οὐκ ἐγέ‐ λασεν, ἀλλ’ ἐρρίγωσεν“, πάντων δὲ βουλομένων γνῶναι τίς ποτε ἦν ὁ γέλως, εἷς τις αὐτῶν προσελ‐ θὼν τῷ Αἰσώπῳ φησίν· „ὅτου χάριν ἐγέλασασ“; καὶ ὅς· „ἀποχώρει, θαλάττιον πρόβατον“. τοῦ δὲ ἀμη‐ | |
20 | χανήσαντος τοῖς ὅλοις ἐπὶ τῷ λόγῳ, κἀκ τοῦ εὐθέος | 239 |
240 | ἀναχωρήσαντος, ὁ Ξάνθος τῷ ἐμπόρῳ φησί· „πόσου τιμήματος ὁ ψάλτησ“; τοῦ δέ „χιλίων ὀβολῶν“ ἀποκριναμένου, πρὸς τὸν ἕτερον ἦλθεν, ὑπερβάλλον ἀκούσας τὸ τίμημα. καὶ μέντοι καὶ τοῦτον ἐρομένου | |
5 | τοῦ φιλοσόφου, πόθεν ἂν εἴη, καὶ ἀκούσαντος ὅτι Λυδός, καὶ ἐπανερομένου „τί οὖν οἶδας ποιεῖν;“ κἀκείνου φαμένου „πάντα“, πάλιν ἐγέλασεν Αἴσω‐ πος. τῶν σχολαστικῶν δέ τινὸς διαπορουμένου „τί δή ποτε οὗτος πρὸς πάντα γελᾷ“; ἕτερος πρὸς αὐτὸν | |
10 | εἶπεν· „εἰ βούλει καὶ σὺ θαλάσσιος τράγος ἀκοῦσαι, ἐρώτησον“. ὁ δὲ Ξάνθος καὶ αὖθις ἤρετο τὸν ἔμ‐ πορον· „πόσου τιμήματος ὁ γραμματικός;“ κἀκείνου „τρισχιλίων ὀβολῶν“ ἀποκριναμένου, δυσφόρως ὁ φιλόσοφος ἤνεγκε τὴν ὑπερβολὴν τοῦ τιμήματος καὶ | |
15 | στραφεὶς ἀπῄει. τῶν δὲ σχολαστικῶν ἐρομένων, εἰ μὴ ἤρεσεν αὐτῷ τὰ σωμάτια, „ναί“, φησίν „ἀλλὰ δόγμα κεῖται, μὴ ἀνδράποδον ὠνεῖσθαι τῶν πολυτί‐ μων“. ἑνὸς δὲ τούτων φαμένου „ἀλλ’ εἰ τοῦθ’ οὕτως ἔχει, τὸν γοῦν αἰσχρὸν τοῦτον οὐδεὶς νόμος | |
20 | ἐμποδὼν ἵσταται μὴ ὠνήσασθαι· τὴν αὐτὴν γὰρ καὶ | 240 |
241 | οὗτος λειτουργίαν εἰσοίσει· καὶ ἡμεῖς τὸ τίμημα τούτου καταθησόμεθα“, Ξάνθος ἔφη· „ἀλλὰ γελοῖον ἂν εἴη ὑμᾶς μὲν ἐκτῖσαι τὸ τίμημα, ἐμὲ δὲ τὸν δοῦ‐ λον ὠνήσασθαι· ἄλλως τε καὶ τὸ γύναιόν μου καθά‐ | |
5 | ρειον ὄν, οὐκ ἂν ἀνάσχοιτο ὑπ’ αἰσχροῦ σωματίου ὑπηρετεῖσθαι“. τῶν δὲ σχολαστικῶν αὖθις εἰπόντων „ἀλλ’ ἐγγὺς ἡ γνώμη, καθηγητά, τοῦ μὴ πείθεσθαι γυναικί“, ὁ φιλόσοφος εἶπε· „λάβωμεν πρότερον πεῖραν εἰ οἶδέ τι, μή ποτε καὶ τὸ τίμημα μάτην ἀπό‐ | |
10 | ληται“. προσελθὼν γοῦν τῷ Αἰσώπῳ „χαῖρε“ φησί. καὶ ὅς· „μὴ γὰρ ἐλυπούμην“; καὶ ὁ Ξάνθος· „ἀσπά‐ ζομαί σε“. κἀκεῖνος· „κἀγὼ σέ“. καὶ ὁ Ξάνθος ἅμα τοῖς ἄλλοις ἐπὶ τῷ παραλόγῳ καὶ ἑτοίμῳ τῆς ἀποκρίσεως ἐκπλαγείς, ἤρετο· „ποταπὸς εἶ“; ὁ δέ | |
15 | „μέλασ“ φησί. καὶ ὁ Ξάνθος· „οὐ τοῦτος φημι, ἀλλὰ πόθεν γεγέννησαι“; καὶ ὅς· „ἐκ τῆς γαστρὸς τῆς μητρός μου“. καὶ ὁ Ξάνθος· „οὐ τοῦτο λέγω, ἀλλ’ ἐν ποίῳ τόπῳ γεγέννησαι;“ κἀκεῖνος· „οὐκ ἀνήγγειλέ | |
μοι ἡ μήτηρ μου, πότερον ἐν ἀνώγεῳ ἢ κατώγεῳ“. | 241 | |
242 | καὶ ὁ φιλόσοφος· „τί δὲ πράττειν ἐπίστασαι“; κἀκεῖ‐ νος· „οὐδέν“. καὶ ὁ Ξάνθος· „τίνα τρόπον“; ὃ δέ „ἐπειδήπερ οὗτοι πάντα ἐπίστασθαι ἐπηγγείλαντο, ἐμοὶ δὲ κατέλιπον οὐδὲ ἕν“. καὶ ἐπὶ τούτοις οἱ σχο‐ | |
5 | λαστικοὶ ὑπερφυῶς ἀγάμενοι, „νὴ τὴν θείαν πρό‐ νοιαν“, ἔφασαν, „πάνυ καλῶς ἀπεκρίνατο· οὐδὲ γὰρ εἷς ἐστιν ἄνθρωπος, ὃς ἅπαντα εἰδείη. διὰ γὰρ ταῦτα δηλαδὴ καὶ ἐγέλα“. αὖθις οὖν ὁ Ξάνθος φησί· „βούλει πρίωμαί σε“; καὶ ὁ Αἴσωπος· „ἐμοῦ πρὸς | |
10 | τοῦτο συμβούλου δέῃ; ὁπότερόν σοι δοκεῖ βέλτιον, ἤτοι πρίασθαι ἢ μή, ποίει· οὐδεὶς γὰρ οὐδὲν πρὸς βίαν ποιεῖ· τοῦτο παρὰ τῇ σῇ κεῖται γνώμῃ. κἂν μὲν βούλῃ, βαλαντίου θύραν ἀνοίξας ἀργύριον ἀρίθμει· εἰ δὲ μή, μὴ σκῶπτε“. πάλιν οὖν οἱ σχο‐ | |
15 | λαστικοὶ πρὸς ἀλλήλους ἔφασαν· „νὴ τοὺς θεούς, νενίκηκε τὸν καθηγητήν“. τοῦ δὲ Ξάνθου φήσαντος „ἐὰν πρίωμαί σε, δραπετεῦσαι βουλήσῃ“; γελάσας ὁ Αἴσωπος ἔφη· „τοῦτο εἰ βουλήσομαι πρᾶξαι, οὐ | |
πάντως χρήσομαί σοι συμβούλῳ, ὡς δὴ καὶ σὺ μικρῷ | 242 | |
243 | πρόσθεν ἐμοί“. καὶ ὁ Ξάνθος· „καλῶς μὲν λέγεις, ἀλλ’ αἰσχρὸς εἶ“. κἀκεῖνος· „εἰς τὸν νοῦν ἀφορᾶν δεῖ, φιλό‐ σοφε, καὶ μὴ εἰς τὴν ὄψιν“. τότε τῷ ἐμπόρῳ προ‐ σελθὼν ὁ Ξάνθος φησί· „πόσου τοῦτον πωλεῖς;“ | |
5 | καὶ ὅς· „κερτομῆσαί μου πάρει τὴν ἐμπορίαν, ὅτι τοὺς ἀξίους σου παῖδας ἀφείς, τὸν αἰσχρὸν τοῦτον εἵλου; θάτερον τῶν λοιπῶν ὤνησαι, τοῦτον δὲ πρόσ‐ δομα λάβε“. καὶ ὁ Ξάνθος· „οὐ δῆτα, ἀλλὰ τοῦ‐ τον“. καὶ ὁ ἔμπορος· „ἑξήκοντα ὀβολῶν ὤνησαι“. | |
10 | καὶ οἱ μὲν σχολαστικοὶ παραχρῆμα τὸ τίμημα συνει‐ σενεγκόντες κατέθεντο, ὁ δὲ Ξάνθος ἐκτήσατο. οἱ τοίνυν τελῶναι τὴν πρᾶσιν μεμαθηκότες παρῆσαν ἀνακρίνοντες, τίς μὲν ὁ ἀπεμπολήσας, τίς δ’ ὁ πρι‐ άμενος. αἰσχυνομένων δ’ ἀμφοτέρων ἑαυτοὺς ἀνει‐ | |
15 | πεῖν διὰ τὸ πενιχρὸν τοῦ τιμήματος, Αἴσωπος στὰς εἰς τὸ μέσον ἀνέκραξεν· „ὁ μὲν πραθείς, ἐγώ· ὁ πριάμενος δ’ οὑτοσί, καὶ ὁ πωλήσας ἐκεινοσί. εἰ δ’ αὐτοὶ σιωπῶσιν, ἐγὼ ἄρα ἐλεύθερός εἰμι“. οἱ δὲ τελῶναι διαχυθέντες. ἐχαρίσαντό τε τῷ Ξάνθῳ τὸ | |
20 | τέλος καὶ ἀπηλλάγησαν. | |
Ὁ μὲν οὖν Αἴσωπος ἠκολούθει πρὸς τὴν οἰκίαν | 243 | |
244 | ἀπιόντι τῷ Ξάνθῳ. μεσημβρινοῦ δὲ καύματος ὄντος, ὁ Ξάνθος ἐν τῷ περιπατεῖν τὸν χιτῶνα ἀνασυρά‐ μενος οὔρει. ὅπερ ἰδὼν Αἴσωπος καὶ τῶν ἱματίων ἐκείνου δραξάμενος ὄπισθεν, πρὸς ἑαυτὸν εἵλκυσε | |
5 | καί φησι· „τὴν ταχίστην με πώλησον, ἐπεὶ δραπε‐ τεύσω“. καὶ ὁ Ξάνθος· „ἀνθ’ ὅτου“; „ὅτι“ φησίν „οὐκ ἂν δυναίμην τοιούτῳ ὑπηρετεῖσθαι δεσπότῃ. εἰ γὰρ σὺ δεσπότης ὢν καὶ μηδένα φοβούμενος, ὅμως ἄνεσιν οὐ παρέσχες τῇ φύσει, ἀλλὰ βαδίζων οὐρεῖς, | |
10 | εἰ τύχοι τὸν δοῦλον ἐμὲ πρός τινα σταλῆναι διακο‐ νίαν κἀν τῷ μεταξὺ τῆς πορείας τοιόνδε τι ἀπαι‐ τῆσαι τὴν φύσιν, ἀνάγκη πᾶσα πετόμενόν με ἀπο‐ πατεῖν“. καὶ ὁ Ξάνθος· „τοῦτό σε θορυβεῖ; τρία κακὰ βουλόμενος διαδρᾶναι βαδίζων οὐρῶ.“ καὶ ὅς· | |
15 | „ποῖα“; κἀκεῖνος· „ἑστῶτί μοι τὴν μὲν κεφαλὴν κατέ‐ καυσεν ἂν ὁ ἥλιος, τοὺς δὲ πόδας τὸ τῆς γῆς ἔδαφος ὂν ἐκπεπυρωμένον, ἡ δὲ τοῦ οὔρου δριμύτης τὴν ὄσφρησιν ἂν ἐλυμήνατο“. καὶ ὁ Αἴσωπος· „βάδιζε, πέπεικάς με“. | |
20 | Ἐπεὶ δὲ καὶ τῇ οἰκίᾳ ἐπέστησαν, ὁ Ξάνθος πα‐ | 244 |
245 | ραγγείλας τῷ Αἰσώπῳ μένειν πρὸ τοῦ πυλῶνος, ἐπειδὴ καθάρειον ὂν αὐτῷ τὸ γύναιον ᾔδει καὶ οὐκ ἐχρῆν ἐξαπίνης τοιοῦτον αἶσχος αὐτῇ φανῆναι, πρίν τινα καὶ πρὸς αὐτὴν ἀστείσηται. αὐτὸς δ’ εἰσελθὼν | |
5 | λέγει· „κυρία, οὐκέτι με τοὐντεῦθεν ὀνειδίσεις τῆς θεραπείας, ἧς πρὸς τῶν θεραπαινίδων τῶν σῶν ἀπο‐ λαύω. ἤδη γὰρ κἀγὼ παῖδά σοι ἐπριάμην, ἐν ᾧ καὶ ὄψει κάλλος, οἷον οὔπω τεθέασαι· ὃς καὶ ἤδη πρὸ τοῦ πυλῶνος ἕστηκε“. κἀκεῖνος μὲν ταῦτα· αἱ δέ γε | |
10 | θεραπαινίδες ἀληθῆ νομίσασαι τὰ λεχθέντα, πρὸς ἀλλήλας οὐκ ἀγεννῶς ἠμφισβήτουν περὶ τοῦ τίνι τούτων νυμφίος ὁ νεώνητος ἔσται. τῆς δὲ τοῦ Ξάνθου γυναικὸς εἴσω κληθῆναι τὸν νεώνητον κε‐ λευσάσης, μία τῶν ἄλλων μᾶλλον ὀργῶσα, καὶ ὡς | |
15 | ἀρραβῶνα τὴν κλῆσιν ἁρπάσασα, τὸν νεώνητον ἐκ‐ δραμοῦσα ἐκάλει. κἀκείνου φαμένου „ἰδοὺ ἐγὼ | |
πάρειμι“, ἐκπλαγεῖσα „σύ“ φησίν „εἶ;“ καὶ ὅς· | 245 | |
246 | „ναί“. κἀκείνη· „ἀβάσκαντα, μὴ εἰσέλθῃς εἴσω, καὶ πάντες φύγωσι“. καὶ μέντοι καὶ ἄλλης ἐξελθούσης, καὶ ὡς εἶδεν αὐτόν, „παταχθείη σου“ φαμένης „τὸ πρόσωπον“, καὶ „δεῦρο εἴσελθε, ἀλλὰ μὴ προσεγγί‐ | |
5 | σῃς μοι“, εἰσελθὼν ἔστη ἀντικρὺ τῆς δεσποίνης. ἣ δὲ τοῦτον θεασαμένη, τὰς ὄψεις ἀπέστρεψε πρὸς τὸν ἄνδρα, φαμένη· „πόθεν μοι τοῦτο τὸ τέρας ἤνε‐ γκας; ἔκβαλε αὐτὸν τοῦ προσώπου μου“. κἀκεῖνος· „ἅλις σοι, κυρία, μὴ οὕτω σκῶπτέ μου τὸν νεώνη‐ | |
10 | τον“. ἣ δέ· „δῆλος εἶ, Ξάνθε, μισήσας με· ἑτέραν γὰρ ἀγαγέσθαι βουλόμενος καὶ ἴσως αἰδούμενος φράσαι μοι, ὡς τῆς σῆς οἰκίας ἀναχωρήσω, τὸν κυνο‐ κέφαλόν μοι τοῦτον κεκόμικας, ὡς ἂν τὴν αὐτοῦ δυσανασχετοῦσα λατρείαν φύγω. δός μοι τὴν προῖκά | |
15 | μου καὶ πορεύσομαι“. πρὸς ταῦτα τοῦ Ξάνθου μεμψαμένου τὸν Αἴσωπον, ὡς κατὰ μὲν τὴν ὁδὸν ἀστεῖά τινα φθεγξαμένου περὶ τῆς ἐν τῷ βαδίζειν οὐρήσεως, νυνὶ δὲ πρὸς τὴν γυναῖκα μηδὲν λέγον‐ τος, Αἴσωπος ἔφη· „βάλε αὐτὴν εἰς τὸ βάραθρον.“ | |
20 | καὶ ὁ Ξάνθος· „παῦε, κάθαρμα· ἦ οὐκ οἶσθ’ ὅτι ταύ‐ | 246 |
247 | την ὡς ἐμαυτὸν στέργω“; καὶ ὁ Αἴσωπος· „ἐρᾷς τοῦ γυναίου“; κἀκεῖνος· „πάνυ μὲν οὖν, δραπέτα“. καὶ πρὸς τοῦτο ὁ Αἴσωπος κροτήσας εἰς τὸ μέσον τὸν πόδα, μεγάλως ἔκραξε· „Ξάνθος ὁ φιλόσοφος | |
5 | γυναικοκρατεῖται“. καὶ στραφεὶς πρὸς τὴν αὑτοῦ δέσποιναν ἔφη· „σύ, ὦ δέσποινα, ἐβούλου τὸν φιλό‐ σοφον ὠνήσασθαί σοι δοῦλον νέον, εὐσωματοῦντα, σφριγῶντα, ὃν ἔδει γυμνήν σε κἀν τῷ βαλανείῳ θεᾶσθαι, καί σοι προσπαίζειν τὰ εἰς αἰσχύνην τοῦ | |
10 | φιλοσόφου; Εὐριπίδη, χρυσοῦν ἐγώ σου φημὶ τὸ στόμα, τοιαῦτα λέγον· πολλαὶ μὲν ὀργαὶ κυμάτων θαλαττίων, πολλαὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοαί, δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία, | |
15 | πλὴν οὐδὲν οὕτω δεινὸν, ὡς γυνὴ κακή. σὺ δ’ ὦ δέσποινα, φιλοσόφου γυνὴ οὖσα, ὑπὸ καλῶν νεα‐ νίσκων ὑπηρετεῖσθαι μὴ θέλε, μή πως ὕβριν τῷ ἀνδρί σου προστρίψῃσ“. ἣ δὲ ταῦτα ἀκούσασα καὶ πρὸς μηδὲν | |
ἀντειπεῖν δυνηθεῖσα, „πόθεν, ἄνερ“, φησί „τὸ κάλ‐ | 247 | |
248 | λος τοῦτο τεθήρακας; ἀλλὰ καὶ λάλος ὁ σαπρὸς οὗτος φαίνεται καὶ εὐτράπελος. διαλλαγήσομαι τοί‐ νυν αὐτῷ“. καὶ ὁ Ξάνθος· „Αἴσωπε, διήλλακταί σοι ἡ σὴ δέσποινα“. καὶ ὁ Αἴσωπος εἰρωνευσάμενος | |
5 | „μέγα τι χρῆμα“ φησί „τὸ πραῦναι γυναῖκα“. καὶ ὁ Ξάνθος· „σιώπα τοὐντεῦθεν· ὠνησάμην γάρ σε εἰς δουλείαν, οὐκ εἰς ἀντιλογίαν“. Τῇ δ’ ὑστεραίᾳ ὁ Ξάνθος ἕπεσθαι τῷ Αἰσώπῳ κελεύσας, πρός τινα τῶν κήπων ἧκεν ὠνησόμενος | |
10 | λάχανα. τοῦ δὲ κηπωροῦ δέσμην λαχάνων θερίσαν‐ τος, ἀνείληφεν Αἴσωπος. τοῦ δὲ Ξάνθου μέλλοντος ἤδη τῷ κηπωρῷ καταβάλλειν τὸ κέρμα, ὁ κηπωρός „ἔα κύριε“, φησίν „ἑνὸς προβλήματος παρὰ σοῦ δέομαι“. καὶ ὁ Ξάνθος· „τίνοσ“; καὶ ὅς· „τί δή | |
15 | ποτε τὰ μὲν παρ’ ἐμοῦ φυτευόμενα τῶν λαχάνων, καίπερ ἐπιμελῶς σκαλιζόμενά τε καὶ ἀρδευόμενα, βραδεῖαν ὅμως ποιεῖται τὴν αὔξησιν· οἷς δ’ αὐτο‐ μάτη ἐκ γῆς ἡ ἀνάδοσις, καίτοι μηδεμιᾶς ἐπιμελείας ἀξιουμένοις, τούτοις ὀξυτέρα ἡ βλάστησισ“; ὁ μὲν | |
20 | οὖν Ξάνθος, καίτοι φιλοσόφου τῆς ζητήσεως οὔσης, | 248 |
249 | μηδὲν ἕτερον συννοήσας εἰπεῖν, τῇ θείᾳ προνοίᾳ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις διοικεῖσθαί φησιν. ὁ δὲ Αἴσωπος, παρῆν γάρ, ἐγέλασε. καὶ πρὸς αὐτὸν ὁ φιλόσοφος· „πότερον γελᾷς ἢ καταγελᾷσ“; καὶ ὁ | |
5 | Αἴσωπος „καταγελῶ“, φησίν „ἀλλ’ οὐ σοῦ, τοῦ δὲ διδάξαντός σε. ἃ γὰρ ὑπὸ θείας προνοίας γίνεται, ταῦθ’ ὑπὸ σοφῶν ἀνδρῶν τυγχάνει τῆς λύσεως. προβαλοῦ τοίνυν ἐμέ, κἀγὼ λύσω τὸ πρόβλημα“. ἐν τούτῳ τοίνυν ὁ Ξάνθος ἐπιστραφεὶς λέγει τῷ | |
10 | κηπωρῷ· „ἥκιστα πάντων εὐπρεπές ἐστιν, ὦ τᾶν, ἐμὲ τὸν ἐν τοσούτοις ἀκροατηρίοις διαλεχθέντα τὰ νῦν ἐν κήπῳ λύειν σοφίσματα. παῖς δέ μοι οὑτοσὶ πολλῶν πεῖραν ἔχων ἀκολουθεῖ· τούτῳ προσαναθέ‐ μενος, τῆς λύσεως τεύξῃ τοῦ ζητουμένου“. καὶ ὁ | |
15 | κηπωρός· „οὗτος ὁ αἰσχρὸς γράμματα οἶδεν; οἴμοι τῆς δυστυχίας. ἀλλὰ φράσον, ὦ λῷστε, εἰ τοῦ ζη‐ τουμένου τὴν διασάφησιν ἔγνωκασ“. καὶ ὁ Αἴσωπος „ἡ γυνή“ φησίν „ἐπειδὰν πρὸς δεύτερον γάμον ἔλθῃ, τέκνα ἐκ τοῦ πρώτου ἀνδρὸς ἔχουσα, εἴπερ | |
20 | εὕροι καὶ τὸν ἄνδρα ἐκ τῆς προτέρας γυναικὸς τεκνο‐ | 249 |
250 | ποιησάμενον, ἃ μὲν αὐτὴ ἐπηγάγετο, τούτων μήτηρ ἐστίν, ἃ δ’ εὗρεν ἐν τῷ ἀνδρὶ, τούτων ἐστὶ μητρυιά. πολλὴν οὖν ἐν ἑκατέροις ἐνδείκνυται τὴν διαφοράν. τὰ μὲν γὰρ ἐξ αὐτῆς φιλοστόργως καὶ ἐπιμελῶς | |
5 | τρέφουσα διαγίνεται, τὰ δ’ ἐξ ἀλλοτρίων ὠδίνων μισεῖ, καὶ ζηλοτυπίᾳ χρωμένη, τὴν ἐκείνων τροφὴν περικόπτουσα, τοῖς ἑαυτῆς προστίθεται τέκνοις. τὰ μὲν γὰρ φύσει ὡς οἰκεῖα φιλεῖ, ἀποστέργει δὲ τὰ τοῦ ἀνδρὸς ὡς ἀλλότρια. τὸν ἴσον δὴ καὶ ἡ γῆ τρό‐ | |
10 | πον τῶν μὲν αὐτομάτως ἐξ αὐτῆς φυομένων μήτηρ ἐστίν· ἃ δ’ αὐτὸς ἐμφυτεύεις, τούτων γίνεται μη‐ τρυιά. οὗ χάριν καὶ μᾶλλον ὡς γνήσια τὰ οἰκεῖα τρέφει καὶ θάλπει, τοῖς δὲ παρὰ σοῦ φυτευομένοις οὐ τοσαύτην ὡς νόθοις τὴν τροφὴν νέμει“. ἐπὶ τού‐ | |
15 | τοις ἡσθεὶς ὁ κηπωρός „πιστεύσαις ἄν μοι“, φησίν | |
„ὅτι με ἀμηχάνου λύπης καὶ ἀδολεσχίας ἐκούφισας. | 250 | |
251 | ἄπιθι προῖκα φέρων τὰ λάχανα, καὶ ὁσάκις σοι τού‐ των δεῖ, ὡς εἰς οἰκεῖον κῆπον βαδίζων λάμβανε“. Μεθ’ ἡμέρας πάλιν εἰς τὸ βαλανεῖον ἐλθόντος τοῦ Ξάνθου καί τισιν ἐντυχόντος ἐκεῖ τῶν φίλων, | |
5 | καὶ πρὸς τὸν Αἴσωπον εἰρηκότος εἴς τε τὴν οἰκίαν προδραμεῖν καὶ φακῆν εἰς τὴν χύτραν ἐμβαλόντα ἑψῆσαι, ἐκεῖνος ἀπελθὼν κόκκον ἕνα φακῆς εἰς τὴν χύτραν ἕψει βαλών. ὁ δὲ δὴ Ξάνθος ἅμα τοῖς φίλοις λουσάμενος, ἐκάλει τούτους συναριστήσοντας. προ‐ | |
10 | εῖπε μέντοι καὶ ὡς λιτῶς, ἐπὶ φακῇ γὰρ ἔσται τὸ δεῖπνον, καὶ ὡς μὴ δεῖ τῇ ποικιλίᾳ τῶν ἐδεσμάτων τοὺς φίλους κρίνειν, ἀλλὰ δοκιμάζειν τὴν προθυμίαν. τῶν δὲ εἰξάντων καὶ πρὸς τὴν οἰκίαν ἀφικομένων, ὁ Ξάνθος φησί· „δὸς ἡμῖν ἀπὸ λουτροῦ πιεῖν, Αἴ‐ | |
15 | σωπε“. τοῦ δ’ ἐκ τῆς ἀπορροίας τοῦ λουτροῦ λαβόν‐ τος καὶ ἐπιδεδωκότος, ὁ Ξάνθος τῆς δυσωδίας ἀνα‐ πλησθείς, „φεῦ, τί τοῦτο“, φησίν „Αἴσωπε“; καὶ ὅς· „ἀπὸ λουτροῦ, ὡς ἐκέλευσασ“. τοῦ δὲ Ξάνθου τῇ παρουσίᾳ τῶν φίλων τὴν ὀργὴν ἐπισχόντος καὶ | |
20 | λεκάνην αὐτῷ παρατεθῆναι κελεύσαντος, Αἴσωπος τὴν λεκάνην θεὶς ἵστατο. καὶ ὁ Ξάνθος· „οὐ | |
νίπτεισ“; κἀκεῖνος· „ἐντέταλταί μοι ταῦτα μόνα ποι‐ | 251 | |
252 | εῖν, ὅσα ἂν ἐπιτάξῃς. σὺ δὲ νῦν οὐκ εἶπας· Βάλε ὕδωρ εἰς τὴν λεκάνην καὶ νίψον τοὺς πόδας μου, καὶ θὲς τὰς ἐμβάδας, καὶ ὅσα ἐφεξῆσ“. πρὸς δὴ ταῦτα τοῖς φίλοις ὁ Ξάνθος ἔφη· „μὴ γὰρ δοῦλον | |
5 | ἐπριάμην; οὐκ ἔστιν ὅπως· ἀλλὰ διδάσκαλον“. ἀνα‐ κλιθέντων τοίνυν αὐτῶν καὶ τοῦ Ξάνθου τὸν Αἴσω‐ πον ἐρωτήσαντος, εἰ ἕψηται ἡ φακῆ, δοίδυκι λαβὼν ἐκεῖνος τὸν τῆς φακῆς κόκκον ἀνέδωκεν. ὁ δὲ Ξάν‐ θος λαβὼν καὶ οἰηθεὶς ἕνεκεν τοῦ πεῖραν λαβεῖν τῆς | |
10 | ἑψήσεως τὴν φακῆν δέξασθαι, τοῖς δακτύλοις διατρί‐ ψας ἔφη· „καλῶς ἕψηται· κόμισον“. τοῦ δὲ μόνον τὸ ὕδωρ κενώσαντος ἐν τοῖς τρυβλίοις καὶ παραθέν‐ τος, ὁ Ξάνθος „ποῦ ἐστιν ἡ φακῆ“; φησί. καὶ ὅς· „ἔλαβες αὐτήν“. καὶ ὁ Ξάνθος· „ἕνα κόκκον ἕψησασ“; | |
15 | καὶ ὁ Αἴσωπος· „μάλιστα. φακῆν γὰρ ἑνικῶς εἶπας, ἀλλ’ οὐ φακᾶς, ὃ δὴ πληθυντικῶς λέγεται“. ὁ μὲν οὖν Ξάνθος ἀπορήσας τοῖς ὅλοις, „ἄνδρες ἑταῖροι“, | |
φησίν „οὗτος εἰς μανίαν με περιτρέψει“. εἶτα στρα‐ | 252 | |
253 | φεὶς πρὸς τὸν Αἴσωπον, εἶπεν· „ἀλλ’ ἵνα μὴ δόξω, κακὲ δοῦλε, τοῖς φίλοις ἐνυβρίζειν, ἀπελθὼν ὤνησαι πόδας χοιρείους τέτταρας, καὶ διὰ ταχέων ἑψήσας παράθεσ“. τοῦ δὲ σπουδῇ τοῦτο ποιήσαντος καὶ τῶν | |
5 | ποδῶν ἑψομένων, ὁ Ξάνθος εὐλόγως θέλων τύψαι τὸν Αἴσωπον, αὐτοῦ περί τι τῶν εἰς χρείαν ἀσχο‐ λουμένου, ἕνα τῶν ποδῶν ἐκ τῆς χύτρας λαθραίως ἀνελόμενος ἔκρυψε. μετὰ μικρὸν δὲ καὶ ὁ Αἴσωπος ἐλθὼν καὶ τὴν χύτραν ἐπισκεψάμενος, ὡς τοὺς τρεῖς | |
10 | μόνον πόδας ἑώρακε, συνῆκεν ἐπιβουλὴν αὐτῷ τινα γεγονυῖαν. καὶ δὴ καταδραμὼν ἐπὶ τὴν αὐλὴν καὶ τοῦ σιτευομένου χοίρου τὸν ἕνα τῶν ποδῶν τῇ μα‐ χαίρᾳ περιελὼν καὶ τῶν τριχῶν ψιλώσας, εἰς τὴν χύτραν ἔρριψε καὶ συνέψει τοῖς ἄλλοις. Ξάνθος δὲ | |
15 | δείσας, μή πως Αἴσωπος τὸν ὑφαιρεθέντα τῶν ποδῶν οὐχ εὑρὼν ἀποδράσῃ, αὖθις εἰς τὴν χύτραν αὐτὸν ἐνέβαλε. τοῦ δ’ Αἰσώπου τοὺς πόδας εἰς τὸ τρυ‐ βλίον κενώσαντος καὶ πέντε τούτων ἀναφανέντων, ὁ Ξάνθος „τί τοῦτο“, φησίν „Αἴσωπε; πῶς πέντε“; | |
20 | κἀκεῖνος· „τὼ δύο χοίρω πόσους ἔχετον πόδασ“; | 253 |
254 | καὶ ὁ Ξάνθος· „ὀκτώ“. καὶ ὁ Αἴσωπος· „εἰσὶν οὖν ἐνταυθὶ πέντε, καὶ ὁ σιτευόμενος χοῖρος νέμεται κάτω τρίπουσ“. καὶ ὁ Ξάνθος πάνυ βαρέως σχὼν πρὸς τοὺς φίλους φησίν· „οὐχὶ μικρῷ πρόσθεν εἶ‐ | |
5 | πον, ὡς τάχιστά με πρὸς μανίαν οὗτος δὴ περιτρέ‐ ψει“; καὶ ὁ Αἴσωπος· „δέσποτα, οὐκ οἶσθ’ ὅτι τὸ ἐκ προσθέσεως τε καὶ ἀφαιρέσεως εἰς τὸ κατὰ λόγον ποσὸν συγκεφαλαιούμενον, οὐκ ἔστιν ἁμάρτημα“; ὁ μὲν οὖν Ξάνθος μηδεμίαν εὐπρόσωπον αἰτίαν | |
10 | εὑρηκὼς μαστιγῶσαι τὸν Αἴσωπον, ἡσύχασε. Τῇ δ’ ὑστεραίᾳ τῶν σχολαστικῶν τις πολυτελὲς εὐτρεπίσας δεῖπνον, σὺν ἄλλοις σχολαστικοῖς καὶ τὸν Ξάνθον κέκληκεν. εὐωχουμένων τοίνυν, ὁ Ξάνθος μερίδας ἐκ τῶν παρακειμένων ἀνελόμενος ἐπιλέκτους | |
15 | καὶ τῷ Αἰσώπῳ ὄπισθεν ἐφεστῶτι δούς, „τῇ εὐνο‐ ούσῃ μοι“ φησὶ πρὸς αὐτόν „ταῦτα ἐπίδος ἀπελ‐ θών“. ὃ δ’ ἀπιὼν καθ’ ἑαυτὸν ἐνενόει· „νῦν καιρὸς τίσασθαί μου τὴν δέσποιναν, ἀνθ’ ὧν με ἡνίκα νεώ‐ | |
νητος ἦλθον ἔσκωπτεν. ὄψεται τοίνυν τίς τῷ δε‐ | 254 | |
255 | σπότῃ μου εὐνοεῖ.“ ἀφικόμενος οὖν εἰς τὴν οἰκίαν καὶ καθίσας ἐν τῷ προδόμῳ καὶ τὴν δέσποιναν ἐκκα‐ λέσας, τὴν σπυρίδα τῶν μερίδων ἐπίπροσθεν αὐτῆς τέθεικε καί φησι· „δέσποινα, ταῦτα πάντα ὁ δεσπότης | |
5 | πέπομφεν οὐ σοί, ἀλλὰ τῇ εὐνοούσῃ“. καὶ τὴν κύνα καλέσας καὶ εἰπών „ἐλθέ, λύκαινα, φάγε, σοὶ γὰρ ὁ δεσπότης δοθῆναι ταῦτα ἐπέταξεν“, ἀνὰ μέρος τῇ κυνὶ πάντα παρέβαλε. μετὰ δὲ τοῦτο πρὸς τὸν δεσπότην πάλιν ἐλθὼν καὶ ἐρωτηθεὶς εἰ τῇ εὐνο‐ | |
10 | ούσῃ δέδωκε πάντα, „πάντα“, φησί, „καὶ ἐνώπιον ἐμοῦ πάντα κατέφαγε“. τοῦ δὲ ἐπανερομένου „καὶ τί ποτε ἄρα ἐσθίουσα ἔλεγεν“; ἐκεῖνος· „ἐμοὶ μέν“ φησίν „οὐ δ’ ὁτιοῦν εἴρηκε, καθ’ ἑαυτὴν δέ σοι χάρι‐ τας ᾔδει“. ἡ μέντοι γυνὴ τοῦ Ξάνθου συμφορὰν | |
15 | τὸ πρᾶγμα ποιησαμένη ἅτε δὴ δευτέρα τῆς κυνὸς ἐλεγχθεῖσα τῇ πρὸς τὸν ἄνδρα εὐνοίᾳ, καὶ ἐπειποῦσα ἦ μὴν μηκέτι τοῦ λοιποῦ συνοικήσειν αὐτῷ, εἴσω παρελθοῦσα τοῦ κοιτῶνος ἐθρήνει. τοῦ δὲ πότου | |
προκόπτοντος καὶ ζητημάτων πρὸς ἀλλήλους προ‐ | 255 | |
256 | τεινομένων, καὶ ἑνὸς αὐτῶν ἀπορήσαντος πηνίκα ἂν γένοιτο μεγάλη ἐν ἀνθρώποις ἀνάγκη, Αἴσωπος ὄπισθεν ἑστὼς εἶπεν· „ἡνίκα ἂν οἱ νεκροὶ ἀνιστά‐ μενοι τὰ ἑαυτῶν ἀπαιτήσωσι κτήματα“. καὶ οἱ σχο‐ | |
5 | λαστικοὶ γελάσαντες ἔφασαν· „νοήμων ἐστὶν ὁ νεώ‐ νητοσ“. ἑτέρου δὲ πάλιν τοιόνδε τι προθέντος, ὅτου χάριν τὸ μὲν πρόβατον ἐπὶ σφαγὴν ἑλκόμενον οὐ βοᾷ, ὁ δὲ χοῖρος ὅτι μάλιστα κράζει, Αἴσωπος αὖθις ἔφη ὅτι „τὸ μὲν πρόβατον κατὰ τὸ εἰωθὸς ἀμελγό‐ | |
10 | μενον ἢ τὸ τοῦ πόκου βάρος ἀποτιθέμενον, σιγῇ ἕπεται· διὸ καὶ ὑποσκελιζόμενον καὶ τὸν σίδηρον ὁρῶν, οὐδὲν δεινὸν ὑποπτεύει, ἀλλ’ ἐκεῖνα τὰ συνήθη καὶ μόνα δοκεῖ πείσεσθαι. ὁ δὲ χοῖρος ἅτε δὴ μήτ’ ἀμελγόμενος μήτε κειρόμενος μηδὲ συνειδὼς ἑαυτῷ | |
15 | πρός τι τῶν τοιούτων ἑλκόμενος, ἀλλ’ ὅτι τῶν σαρ‐ κῶν αὐτοῦ μόνον ἐστὶ χρεία, εἰκότως βοᾷ“. τούτων οὕτω ῥηθέντων, οἱ σχολαστικοὶ πάλιν ἐπῄνεσαν αὐτόν, τραπέντες εἰς γέλωτα. παυσαμένου μέντοι | |
τοῦ πότου καὶ τοῦ Ξάνθου πρὸς τὴν οἰκίαν ἀπονο‐ | 256 | |
257 | στήσαντος, καὶ τῇ γυναικὶ συνήθως ὁρμήσαντος προσλαλεῖν, ἐκείνη τοῦτον ἀποστραφεῖσά φησι· „μή μου πλησίον γένῃ. δός μοι τὴν προῖκα καὶ ἀπελεύ‐ σομαι. οὐδὲ γὰρ ἂν μείναιμι σὺν σοὶ τοὐντεῦθεν. | |
5 | σὺ δ’ ἀπελθὼν τὴν κύνα κολάκευε, ᾗ πέπομφας τὰς μερίδασ“. καὶ ὁ Ξάνθος ἐκπλαγεὶς λέγει· „οὐκ ἔστιν ὅπως οὐκ ἤρτυσέ μοί τι κακὸν πάλιν Αἴσωποσ“. καὶ πρὸς τὴν γυναῖκά φησι· „κυρία, ἐμοῦ πεπωκό‐ τος σὺ μεθύεις; τίνι τὰς μερίδας πέπομφα, οὐχὶ | |
10 | σοί“; „μὰ Δί’, ἐμοὶ μὲν οὔ“, φησὶν ἐκείνη „τῇ δὲ κυνί“. καὶ ὁ Ξάνθος τῷ Αἰσώπῳ κληθέντι φησί· „τίνι δέδωκας τὰς μερίδασ“; κἀκεῖνος· „τῇ εὐνοούσῃ σοι“. καὶ πρὸς τὴν γυναῖκα ὁ Ξάνθος· „οὐδὲν ἔλα‐ βεσ“; κἀκείνη· „οὐδέν“. καὶ ὁ Αἴσωπος· „τίνι γὰρ | |
15 | ἐκέλευσας τὰς μερίδας δοθῆναι, ὦ δέσποτα“; κἀκεῖ‐ νος· „τῇ εὐνοούσῃ μοι“. καὶ ὁ Αἴσωπος τὴν κύνα φωνήσας, „αὕτη σοι“ φησίν „εὐνοεῖ. ἡ γὰρ γυνὴ κἂν εὐνοεῖν λέγῃ, ἀλλ’ ἐπ’ ἐλαχίστῳ ἀλγήσασα ἀντιλέγει, | |
λοιδορεῖται, ἀναχωρεῖ· τὴν μέντοι κύνα τύψον, ἀπέ‐ | 257 | |
258 | λασον, καὶ οὐκ ἀναχωρήσειεν ἄν, ἀλλ’ ἐπιλαθομένη πάντων, αὐτίκα φιλοφρόνως σαίνει καὶ σὺν χάριτι τὸν δεσπότην, ἔδει σε οὖν εἰπεῖν, δέσποτα, τῇ γυ‐ ναικὶ τὰς μερίδας κομίσαι, καὶ μὴ τῇ εὐνοούσῃ.“ | |
5 | καὶ ὁ Ξάνθος· „ὁρᾷς, ὦ κυρία, ὡς οὐκ ἐμὸν τὸ ἁμάρτημα, ἀλλὰ τοῦ κομίσαντος; ἀνάσχου τοιγαροῦν, καὶ οὐκ ἀπορήσω προφάσεως, δι’ ἣν αὐτὸν μαστι‐ γώσω“. τῆς δὲ μὴ πειθομένης, ἀλλὰ λάθρα πρὸς τοὺς ἑαυτῆς γονεῖς ἀποχωρησάσης, Αἴσωπος εἶπεν· | |
10 | „οὐκ ὀρθῶς εἶπον, ὦ δέσποτα, ὡς ἡ κύων σοι μᾶλ‐ λον εὐνοεῖ, καὶ οὐχ ἡ ἐμὴ δέσποινα;“ ἡμερῶν δέ τι‐ νων παρῳχηκυιῶν, καὶ τῆς γυναικὸς ἀδιαλλάκτου μενούσης, καὶ τοῦ Ξάνθου τῶν προσηκόντων τινὰς ὡς αὐτὴν ὡς ἂν ὑποστρέψειεν οἴκαδε πέμψαντος, | |
15 | τῆς δὲ μὴ ὑπείκειν θελούσης, καὶ τοῦ Ξάνθου δι’ αὐτὴν εἰς ἀθυμίαν πεσόντος, Αἴσωπος αὐτῷ προ‐ σελθών φησι· „μὴ ἀνιῶ, δέσποτα. ἐγὼ γὰρ αὐτὴν αὔριον ἥκειν αὐθαίρετον καὶ ἀπαράκλητον δράσω | |
πρὸς σέ.“ καὶ λαβὼν κέρμα, πρὸς τὴν ἀγορὰν ἦλθε, | 258 | |
259 | καὶ ὠνησάμενος χῆνας καὶ ὄρνιθας καὶ ἄλλ’ ἄττα τῶν πρὸς εὐωχίαν ἐπιτηδείων, βαδίζων τὰς οἰκίας περιενόστει. παρῄει τοίνυν καὶ τὴν τῶν τῆς αὐτοῦ δεσποίνης γεννητόρων οἰκίαν, μήτε ταύτην εἰδέναι | |
5 | προσποιούμενος ἐκείνων τυγχάνουσαν, μήτε μὴν ἐν αὐτῇ τὴν δέσποιναν μένουσαν. καὶ δή τινι τῶν τῆς οἰκίας ἐκείνης ἐντυχὼν ἠρώτα εἴ τί που τῶν εἰς γά‐ μους χρησίμων οἱ κατὰ τὴν οἰκίαν ἔχοιεν αὐτῷ πω‐ λῆσαι. τοῦ δὲ „καὶ τίς τούτων ἔχει τὴν χρείαν;“ | |
10 | πυνθανομένου, „Ξάνθοσ“ φησίν „ὁ φιλόσοφος· αὔ‐ ριον γὰρ γυναικὶ μέλλει συνάπτεσθαι.“ τοῦ δὲ ἀνα‐ βάντος καὶ τῇ γυναικὶ ταῦτα τοῦ Ξάνθου ὡς ἤκου‐ σεν ἀναγγείλαντος, ἐκείνη σὺν δρόμῳ καὶ σπουδῇ πρὸς τὸν Ξάνθον ἦλθεν αὐτίκα, καὶ αὐτοῦ κατεβόα | |
15 | λέγουσα πρὸς τοῖς ἄλλοις καὶ ταῦτα, ὡς „οὐκ ἂν ἐμοῦ ζώσης, ὦ Ξάνθε, ἑτέρᾳ γυναικὶ δυνηθείης συναρμοσθῆναι.“ καὶ οὕτως ἔμεινεν ἐπὶ τῆς οἰκίας δι’ Αἰσώπου, ὡς καὶ δι’ ἐκεῖνον ἀπῆρε. Μετὰ δ’ ἡμέρας πάλιν τινὰς καλέσας ὁ Ξάνθος | |
20 | σχολαστικοὺς εἰς ἄριστον, τῷ Αἰσώπῳ φησίν· „ὀψώ‐ | 259 |
260 | νησον ἀπελθὼν πᾶν ὅ τι χρηστότατόν τε καὶ βέλτι‐ στον.“ ὃ δὲ ἀπιὼν καθ’ ἑαυτὸν ἔλεγεν· „ἐγὼ διδάξω τὸν δεσπότην μὴ μωρὰ διατάττεσθαι“. γλώττας οὖν μόνας ὑείους πριάμενος καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι | |
5 | γλῶτταν ὀπτὴν ἑκάστῳ σὺν ὀξυγάρῳ παρέθηκε. τῶν δὲ σχολαστικῶν ἐπαινεσάντων ὡς φιλόσοφον τὸ πρῶ‐ τον ἔδεσμα διὰ τὴν τῆς γλώττης πρὸς τὸν λόγον ὑπηρεσίαν, πάλιν Αἴσωπος ἑφθὰς γλώττας παρέ‐ θηκε. καὶ αὖθις αὖ βρώματος αἰτηθέντος ἄλλου καὶ | |
10 | ἄλλου, ὃ δ’ οὐδὲν ἕτερον ὅτι μὴ γλώττας προὐτίθει. τῶν δὲ σχολαστικῶν ἐπὶ τῷ ταὐτῷ τῆς τροφῆς ἀγα‐ νακτησάντων καὶ „μέχρι τίνος γλώττας;“ εἰπόν‐ των, καὶ ὡς „ἡμεῖς δι’ ἡμέρας γλώττας ἐσθίοντες τὰς ἡμετέρας ἠλγήσαμεν“, ὁ Ξάνθος φησὶ πρὸς | |
15 | ὀργήν· „οὐδέν σοι πάρεστιν ἕτερον, Αἴσωπε;“ καὶ ὅς· „οὐ δῆτα“. κἀκεῖνος· „οὔκουν ἐνετειλάμην σοι, κατάρατον ἀνθρώπιον, πᾶν ὅ τι χρηστότατόν τε καὶ ἄριστον ὀψωνῆσαι“; καὶ ὁ Αἴσωπος· „πολλὰς ὁμολογῶ | |
σοι τὰς χάριτας μεμφομένῳ με φιλοσόφων ἀνδρῶν | 260 | |
261 | παρόντων· τί οὖν ἂν γένοιτο γλώττης χρηστότερόν τε καὶ βέλτιον ἐν τῷ βίῳ; πᾶσα γὰρ παιδεία καὶ φιλοσοφία δι’ αὐτῆς παιδεύεται καὶ διδάσκεται· δι’ αὐτῆς δόσεις, λήψεις, ἀγοραί, ἀσπασμοί, εὐφημίαι, | |
5 | μοῦσα πᾶσα· δι’ αὐτῆς συγκροτοῦνται γάμοι, πόλεις ἀνορθοῦνται, ἄνθρωποι διασώζονται. καὶ συνελόντι φάναι, δι’ αὐτῆς ἅπας ὁ βίος ἡμῶν συνέστηκεν. οὐδὲν ἄρα τῆς γλώττης ἄμεινον“. ἐπὶ τούτοις οἱ σχολαστικοὶ τὸν μὲν Αἴσωπον ὀρθῶς λέγειν φάμενοι, | |
10 | ἡμαρτηκέναι δὲ τὸν διδάσκαλον, διελύθησαν ἕκαστος ἐπ’ οἴκου. τῇ δ’ ὑστεραίᾳ πάλιν αἰτιωμένων αὐτῶν τὸν Ξάνθον, ἐκεῖνος ἀπελογεῖτο μὴ κατὰ γνώμην αὐτοῦ ταῦτα γεγονέναι, ἀλλὰ τοῦ ἀχρείου δούλου τῇ κακουργίᾳ. σήμερον δὲ ἀλλ’ ἀμείψει τὸ δεῖπνον· | |
15 | „κἀγὼ δὴ παρόντων ὑμῶν αὐτῷ διαλέξομαι“. καὶ καλέσας αὐτόν, πᾶν ὅ τι φαυλότατόν τε καὶ χείρι‐ στον ὀψωνῆσαι κελεύει, ὡς τῶν σχολαστικῶν σὺν | |
αὐτῷ δειπνησόντων. ὃ δὲ μηδὲν διατραπεὶς πάλιν | 261 | |
262 | γλώσσας ἐπρίατο, καὶ ἑτοιμάσας, ἀνακλιθεῖσι παρέ‐ θηκεν. οἳ δὲ πρὸς ἀλλήλους ὑπεφώνουν· „χοίρειαι πάλιν γλῶτται“; καὶ μετὰ μικρὸν αὖθις γλώττας παρέθηκε καὶ μάλα αὖθις καὶ αὖθις. τοῦ Ξάνθου | |
5 | δὲ δυσανασχετήσαντος καὶ „τί τοῦτο, Αἴσωπε“; εἰρη‐ κότος, „μὴ πάλιν ἐνετειλάμην σοι πᾶν ὅ τι χρηστό‐ τατόν τε καὶ βέλτιστον ὀψωνῆσαι; οὐχὶ πᾶν ὅ τι φαυλότατόν τε καὶ χείριστον“; ὃ δέ· „καὶ τί ποτε χεῖρον τῆς γλώττης, ὦ δέσποτα; οὐ πόλεις δι’ αὐτῆς | |
10 | καταπίπτουσιν; οὐκ ἄνθρωποι δι’ αὐτῆς ἀναιροῦν‐ ται; οὐ ψεύδη πάντα καὶ βλασφημίαι καὶ ἐπιορκίαι διὰ ταύτης περαίνονται; οὐ γάμοι καὶ ἀρχαὶ καὶ βα‐ σιλεῖαι δι’ αὐτῆς ἀνατρέπονται; οὐχ ὡς κεφάλαιον εἰπεῖν, ὁ βίος δι’ αὐτῆς ἅπας μυρίων πλημμελημά‐ | |
15 | των γέμει;“ ταῦτα τοῦ Αἰσώπου φαμένου, τῶν τις συνανακειμένων τῷ Ξάνθῳ φησίν· „οὗτος, εἰ μὴ πάνυ σεαυτὸν ἀσφαλίσῃ, οὐκ ἂν ἄπορος εἴη μανίας ἀφορμή σοι γίνεσθαι. οἵα γὰρ ἡ μορφή, τοιάδε καὶ | |
ἡ ψυχή“. καὶ ὁ Αἴσωπος πρὸς αὐτόν· „σύ μοι | 262 | |
263 | δοκεῖς, ἄνθρωπε, κακεντρεχής τις καὶ περίεργος εἶναι, δεσπότην κατὰ οἰκέτου παροξύνων.“ καὶ ὁ Ξάνθος πρὸς ταῦτα, προφάσεως ἐφιέμενος μαστιγῶσαι τὸν Αἴσωπον, „δραπέτα“ φησίν „ἐπεὶ περίεργον εἶπας | |
5 | τὸν φίλον, δεῖξόν μοι ἀγαγὼν ἀπερίεργον ἄνθρωπον“. ἐξελθὼν τοίνυν τῆς ἐπιούσης ἐπὶ τῆς λεωφόρου ὁ Αἴσωπος καὶ τοὺς παριόντας περισκοπῶν, ὁρᾷ τινα ἐφ’ ἑνὸς τόπου ἱκανὸν χρόνον καθίσαντα, ὃν καὶ δοκιμάσας καθ’ αὑτὸν ἀπράγμονά τινα καὶ ἁπλοῦν | |
10 | εἶναι, προσελθών φησιν· „ὁ δεσπότης σε καλεῖ σὺν αὐτῷ ἀριστῆσαι.“ καὶ ὁ ἄγροικος ἐκεῖνος μηδὲν περι‐ εργασάμενος, μηδὲ τίς ὢν ὑπὸ τίνος καλεῖται, εἰ‐ σῆλθεν εἰς τὴν οἰκίαν, καὶ σὺν αὐτοῖς ὑποδήμασι φαύλοις οὖσιν ἀνέπεσεν. ἐρομένου δὲ τοῦ Ξάνθου | |
15 | „τίς οὗτοσ“; Αἴσωπος εἶπεν· „ἀπερίεργος ἄνθρωποσ“. καὶ ὁ Ξάνθος εἰς οὖς εἰπὼν τῇ γυναικὶ συνυποκρι‐ θῆναι αὐτῷ καὶ ὅπερ ἂν αὐτὸς ἐπιτάττῃ, ποιεῖν, ὡς ἂν εὐπροσώπῳ λόγῳ πληγὰς τῷ Αἰσώπῳ ἐντεί‐ νειεν, εἶτα ἐν ἐπηκόῳ πάντων φησί· „κυρία, ὕδωρ | |
20 | ἐπὶ τῆς λεκάνης βαλοῦσα, τοὺς πόδας τοῦ ξένου | 263 |
264 | νίψον.“ διενοεῖτο γὰρ καθ’ αὑτὸν, ὡς πάντως ὁ μὲν ξένος εὐλαβηθήσεται, ὁ δ’ Αἴσωπος, ὡς ἐκείνου περι‐ έργου φανέντος, πληγὰς λήψεται. ἡ μὲν οὖν βα‐ λοῦσα τὸ ὕδωρ εἰς τὴν λεκάνην, ᾔει τοὺς πόδας τοῦ | |
5 | ξένου νίψουσα· ὃ δ’ ἐπιγνοὺς ταύτην οὖσαν τὴν τοῦ οἴκου δεσπότιν, καθ’ ἑαυτὸν εἶπε· „τιμῆσαί με πάντως βούλεται, καὶ τούτου δὴ χάριν αὐτοχειρίᾳ τοὺς πόδας μου βούλεται νίψαι, ἐπεὶ θεραπαινίσιν εἶχεν ἂν τοῦτ’ ἐπιτάξαι.“ προτείνας οὖν τοὺς πόδας, | |
10 | „νίψον, κυρία“ φησί. καὶ νιψάμενος ἀνεκλίθη. τοῦ δὲ Ξάνθου κελεύσαντος οἶνον τῷ ξένῳ δοθῆναι πιεῖν, πάλιν ἐκεῖνος διελογίσατο καθ’ αὑτὸν ὡς „αὐτοὺς μὲν πρότερον ἔδει πιεῖν, ἐπεὶ δ’ οὕτως αὐτοῖς ἔδοξεν, οὐδὲν ἔργον ἐμοὶ τὰ τοιαῦτα ἐρευνᾶν“, | |
15 | καὶ λαβὼν ἔπιεν. ἀριστώντων δὲ καί τινος ἐδέσ‐ σματος τῷ ξένῳ παρατεθέντος κἀκείνου ἡδέως ἐσθί‐ οντος, ὁ Ξάνθος τῷ μαγείρῳ ὡς κακῶς τοῦτο ἀρτύ‐ σαντι ἐνεκάλει καὶ μέντοι καὶ ἀποδυθέντι πληγὰς | |
ἐνεφόρει. ὁ δ’ ἀγρότης καθ’ ἑαυτὸν ἔλεγε· „τὸ μὲν | 264 | |
265 | ἔδεσμα ἄριστα ἕψηται καὶ οὐδενὸς αὐτῷ δεῖ πρὸς τὸ καλῶς ἔχειν· εἰ δὲ καὶ δίχα προφάσεως βούλεται τὸν αὑτοῦ δοῦλον μαστιγοῦν ὁ οἰκοδεσπότης, τί πρὸς ἐμέ“; τοῦ δὲ Ξάνθου ἀσχάλλοντος καὶ οὐχ | |
5 | ἡδέως διακειμένου, ἐπεὶ μηδὲν ὁ ξένος περιειργάζετο, τέλος πλακοῦντες ἠνέχθησαν. ὁ δὲ ξένος, ἅτε δὴ μήπω πλακοῦντος γευσάμενος, σωρεύων καὶ συνει‐ λῶν αὐτοὺς ὡς ψωμοὺς ἤσθιε. τοῦ δὲ Ξάνθου τὸν ἀρτοποιὸν αἰτιασαμένου καὶ „τί δή ποτε, ὦ κατά‐ | |
10 | ρατε“, φαμένου „καὶ μέλιτος δίχα καὶ πεπέρεως τοὺς πλακοῦντας ἐσκεύασασ“; ἐκεῖνος ἔφη· „εἰ μὲν ὠμός ἐστιν, ὦ δέσποτα, ὁ πλακοῦς, ἐμὲ τύπτε, εἰ δ’ οὐχ ὡς ἔδει ἐσκεύασται, μὴ ἐμὲ ἀλλὰ τὴν δέσποιναν αἰτιῶ.“ καὶ ὁ Ξάνθος· „εἰ πρὸς τῆς ἐμῆς τοῦτο | |
15 | γέγονε γυναικός, ζῶσαν αὐτὴν ἀρτίως κατακαύσω.“ καὶ πάλιν τῇ γυναικὶ νεύει αὑτῷ συνυποκριθῆναι δι’ Αἴσωπον. κελεύσας οὖν κληματίδας εἰς τὸ μέ‐ σον ἀχθῆναι, πυρὰν ἀνῆψε. καὶ λαβόμενος τῆς γυναικός, ἐγγὺς τῆς πυρᾶς ἤγαγε, προσδοκήσιμος | |
20 | ὢν αὐτὴν εἰς τὸ πῦρ ἐπαφεῖναι. διέτριβε δέ πως | 265 |
266 | καὶ περιεβλέπετο τὸν ἄγροικον, εἴ πως ἀναστὰς τοῦ τοιοῦδε τολμήματος εἶρξαι αὐτὸν ἐγχειρήσειεν. ὃ δὲ καθ’ ἑαυτὸν αὖθις διεσκοπεῖτο ὡς „αἰτίας μὴ παρού‐ σης, τί δή ποτε οὕτως ὀργίζεται“; εἶτά φησιν· „οἰκο‐ | |
5 | δεσπότα, εἰ τοῦτο κέκρικας δεῖν γενέσθαι, ὑπόμεινόν με μικρὸν μέχρις ἂν ἀπελθὼν ἐνέγκω μου καὶ αὐτὸς ἐξ ἀγροῦ τὴν γυναῖκα, ὡς ἂν ἄμφω κατὰ τὸ αὐτὸ κατακαύσῃσ“. ταῦτα τοῦ ἀνδρὸς ὁ Ξάνθος ἀκούσας καὶ τὸ τούτου ἀκέραιον καὶ γενναῖον θαυμάσας, τῷ | |
10 | Αἰσώπῳ φησίν· „ἴδε ἀληθῶς ἄνθρωπος ἀπερίεργος. ἔχεις τὰ νικητήρια λαβών, Αἴσωπε. ἅλις ἔχει σοι τοῦ λοιποῦ. τὸ δ’ ἐντεῦθεν ἐλευθερίας τῆς σῆς ἐπιτεύξῃ“. Τῆς δ’ ἐπιούσης ὁ Ξάνθος ἐπέταξε τῷ Αἰσώπῳ εἰς τὸ βαλανεῖον ἀπελθεῖν καὶ σκέψασθαι, εἰ μὴ | |
15 | πολὺς πάρεστιν ὄχλος, βούλεσθαι γὰρ αὐτὸν λου‐ θῆναι. ἀπιόντι δὲ ὁ στρατηγὸς συναντήσας καὶ τοῦ Ξάνθου γνοὺς αὐτὸν ὄντα, ἤρετο ποῖ πορεύοιτο. τοῦ δὲ „οὐκ οἶδα“ φαμένου, νομίσας ὁ στρατηγὸς τὴν | |
ἐρώτησιν αὐτοῦ παρ’ οὐδὲν λογισθῆναι, εἰς εἱρκτὴν | 266 | |
267 | αὐτὸν ἀπαχθῆναι κελεύει. ἀπαγόμενος τοίνυν ὁ Αἴσωπος ἔκραξεν· „ὁρᾷς, ὦ στρατηγέ, ὅπως ὀρθῶς ἀπεκρίθην; ἃ γὰρ μὴ προσεδόκησα, καὶ συνήντησά σοι, καὶ εἰς εἱρκτὴν ἤδη ἀπάγομαι.“ καὶ ὁ στρατη‐ | |
5 | γὸς ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ἀπολογίας ἑτοίμῳ, ἀφῆ‐ κεν ἀπιέναι· Αἴσωπος δὲ παραγενόμενος εἰς τὸ βαλανεῖον καὶ πλῆθος ἐν αὐτῷ θεασάμενος ὄχλου, καὶ λίθον ὁρᾷ κατὰ τὸ τῆς εἰσόδου μεσαίτατον κεί‐ μενον, ἐφ’ ὃν ἕκαστος τῶν εἰσιόντων τε καὶ ἐξιόν‐ | |
10 | των τὸν πόδα προσέπταιε. τοῦτον δὲ εἷς τις εἰσιὼν ἐφ’ ᾧ λούσασθαι, ἄρας μετέθηκεν. ὑποστρέψας οὖν πρὸς τὸν δεσπότην, „εἰ κελεύεισ“ φησί „δέσποτα, λούσασθαι, ἕνα ἄνθρωπον ἐν τῷ βαλανείῳ τεθέα‐ μαι“. καὶ τοῦ Ξάνθου ἐλθόντος καὶ τὸ πλῆθος τῶν | |
15 | λουομένων ἰδόντος καὶ „τί τοῦτο,“ εἰπόντος „Αἴ‐ σωπε; οὐχ ἕνα ἄνθρωπον ἔφης ἑωρακέναι;“ ὁ Αἴ‐ σωπος „ναί·“ φησί „τὸν γὰρ λίθον ἐκεῖνον“, τῇ χειρὶ δείξας, „πρὸ τῆς εἰσόδου κείμενον εὗρον, ἐφ’ ὃν οἱ εἰσιόντες πάντες καὶ ἐξιόντες προσέπταιον. | |
20 | εἷς δέ τις πρὶν ἢ προσπταῖσαι ἄρας μετέθηκεν. ἐκεῖ‐ | |
νον οὖν ἕνα ἄνθρωπον εἶπον ἑωρακέναι, προτιμήσας | 267 | |
268 | τῶν ἄλλων“. καὶ ὁ Ξάνθος· „οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.“ Ἄλλοτέ ποτε τοῦ Ξάνθου ἐξ ἀφέδρου ἐπανιόντος, καὶ πυθομένου τὸν Αἴσωπον, τί δή ποτε οἱ ἄνθρω‐ | |
5 | ποι μετ’ ἀπόπατον τὰ τῆς γαστρὸς ἐκκρίματα βλέ‐ πουσιν, ἐκεῖνος ἔφη· „κατὰ τοὺς πάλαι χρόνους ἀνήρ τις τῶν τρυφερώτερον ζώντων πολὺν χρόνον ὑπὸ σπατάλης ἐν τῇ ἀφόδῳ ἐκάθητο, ὡς καὶ τὰς οἰκείας ἐκεῖ διατρίβων ἀποπατῆσαι φρένας. ἐξ ἐκείνου τοί‐ | |
10 | νυν δεδοικότες οἱ λοιποὶ τῶν ἀνθρώπων πρὸς τὰ τῆς γαστρὸς ἑαυτῶν ἀφορῶσι λύματα, μήπως καὶ αὐτοὶ τοῦτο πεπόνθασιν. ἀλλὰ σύ, δέσποτα, μὴ φοβοῦ· οὐ γὰρ ἔχεις φρένας.“ Ἐν ἡμέρᾳ δέ τινι συμποσίου συγκροτηθέντος καὶ | |
15 | τοῦ Ξάνθου σὺν τοῖς ἄλλοις τῶν φιλοσόφων ἀνακλι‐ θέντος, καὶ τοῦ πότου ἤδη ἐπικρατήσαντος, συχνὰ προ‐ βλήματα μεταξὺ τούτων ἐκαλινδεῖτο. καὶ τοῦ Ξάνθου ἀρξαμένου ταράττεσθαι, Αἴσωπος παρεστὼς ἔφη· „δέ‐ σποτα, ὁ Διόνυσος τρεῖς κέκτηται κράσεις· τὴν μὲν πρώ‐ | |
20 | την ἡδονῆς, τὴν δὲ δευτέραν μέθης, τὴν δὲ τρίτην | |
ὕβρεως. καὶ ὑμεῖς οὖν πεπωκότες ἤδη καὶ ἡσθέντες, | 268 | |
269 | τὰ ἐφεξῆς καταλίπετε.“ καὶ ὁ Ξάνθος ἤδη μεθύων φησί· „σιώπα, τοῖς ἐν Ἅιδου συμβούλευε“. καὶ ὁ Αἴσωπος· „οὐκοῦν καὶ εἰς Ἅιδου κατασπασθήσῃ“. τῶν δὲ σχολαστικῶν τις ὑποβεβρεγμένον ἤδη τῇ | |
5 | μέθῃ τὸν Ξάνθον ἰδὼν καὶ τὸ ὅλον εἰπεῖν οἰνο‐ πλῆγα, „καθηγητά“, φησί „δύναταί τις ἐκπιεῖν τὴν θάλατταν ἄνθρωποσ“; καὶ ὅς· „πάνυ μὲν οὖν. ἐγὼ γὰρ αὐτὸς ταύτην ἐκπίομαι“. καὶ ὁ σχολαστικός· „εἰ δ’ οὐ δυνήσῃ, τί ποτέ σοι τίμημα ἐπιγράψω“; | |
10 | καὶ ὁ Ξάνθος· „τὴν οἰκίαν μου τίθημι πᾶσαν.“ καὶ ἐπὶ τούτοις καταθέμενοι τοὺς δακτυλίους, τὰς συν‐ θήκας ἐκύρωσαν. τότε μὲν οὖν διελύθησαν· τῇ δ’ ὑστεραίᾳ πρωίας ἐξεγερθέντος τοῦ Ξάνθου, καὶ τήν τε ὄψιν νιψαμένου καὶ τὸν δακτύλιον ἐν τῷ νίπτε‐ | |
15 | σθαι μὴ ἰδόντος, καὶ τὸν Αἴσωπον περὶ αὐτοῦ πυ‐ θομένου, ἐκεῖνος „οὐκ οἶδα“, φησί „τί ποτε γέγονεν. ἓν δ’ οἶδα μόνον, ὅτι τῆς οἰκίας σαυτοῦ ἀλλότριος γέγονασ“. καὶ ὁ Ξάνθος· „ὅτι τί δή“; καὶ ὁ Αἴσωπος· | |
„ὅτι τὴν χθὲς μεθύων συνέθου τὴν θάλατταν ἐκπιεῖν·“ | 269 | |
270 | κἀπὶ ταῖς ὁμολογίαις κατέθου καὶ τὸν δακτύλιον. κἀκεῖνος· „καὶ πῶς ἄρ’ ἐγὼ μεῖζον πίστεως ἔργον δυνήσομαι; ἀλλὰ σοῦ νῦν δέομαι, εἴ τις ξύνεσις, εἴ τις δεινότης καὶ ἐμπειρία, ξυμπαρίστασο καὶ | |
5 | βοήθειαν ὄρεγε, ὡς περιγενέσθαι ἢ τάς γε συνθήκας λῦσαι.“ καὶ ὁ Αἴσωπος· „περιγενέσθαι μὲν οὐκ ἔνι, λυθῆναι δὲ τὰς ὁμολογίας ποιήσω. ἐπειδὰν γὰρ αὖ‐ θις τήμερον εἰς ταὐτὸ συνέλθητε, μηδ’ ὁτιοῦν φα‐ νῇς δειλιάσας, ἀλλ’ ἅπερ ὡμολόγησας παροινῶν, | |
10 | ταῦτα καὶ νήφων λέγε. κέλευσον μέντοι στρώματα καὶ τράπεζαν παρὰ τὴν ἠιόνα τεθῆναι καὶ παῖδας ἑτοίμους σὺν ἐκπώμασιν ὀρέγειν σοι τὸ θαλάττιον ὕδωρ. ἐπειδὰν δὲ σύμπαντα θεάσῃ τὸν ὄχλον συν‐ δεδραμηκότα ἐπὶ τὴν θέαν, αὐτὸς ἀναπεσὼν κέλευ‐ | |
15 | σον ἐκ τῆς θαλάττης πλησθῆναι τὸ ἔκπωμα. καὶ τοῦτο λαβὼν ἐν ἐπηκόῳ πάντων εἰπὲ τῷ συνθηκο‐ φύλακι· „τίνας παρ’ ὑμῖν πεποιήκαμεν τὰς συνθή‐ κασ“; καὶ ὃς ἀποκρινεῖταί σοι, ὡς ὡμολόγησας τὴν | |
θάλατταν ἐκπιεῖν. στραφεὶς οὖν σὺ πρὸς ἅπαντας, | 270 | |
271 | οὕτω φράσον· „ἄνδρες Σάμιοι, ἴστε καὶ ὑμεῖς πάν‐ τως πλείστους ὅσους ποταμοὺς ἐκβάλλοντας εἰς τὴν θάλατταν. ἐγὼ δὲ συνεθέμην μόνην τὴν θάλατταν ἐκπιεῖν, οὐ μὴν καὶ τοὺς ἐξιόντας εἰς αὐτὴν ποτα‐ | |
5 | μούς. οὗτος οὖν ὁ σχολαστικὸς ἀπελθὼν πρότερον ἐπισχέτω τοὺς ποταμοὺς ἅπαντας, εἶτα δ’ εὐθὺς ἐγὼ τὴν θάλατταν μόνην ἐκπίομαι.““ ὁ δὲ Ξάνθος τὴν μέλλουσαν ἐκ τούτου τῆς συνθήκης διάλυσιν ἔσεσθαι γνούς, ὑπερήσθη. τοῦ δήμου τοίνυν παρὰ | |
10 | τὸν αἰγιαλὸν συρρεύσαντος ἐπὶ θέαν τοῦ πραχθή‐ σεσθαι μέλλοντος, καὶ τοῦ Ξάνθου κατὰ τὰ διδαχ‐ θέντα πρὸς τοῦ Αἰσώπου δράσαντος καὶ εἰπόντος, οἱ Σάμιοι ἀνεβόησαν εὐφημοῦντες αὐτὸν καὶ θαυ‐ μάζοντες. ὁ δὲ σχολαστικὸς προσπεσὼν τηνικαῦτα | |
15 | τῷ Ξάνθῳ, νενικῆσθαί τε ὡμολόγει καὶ τὰς συνθή‐ κας ἐδεῖτο λῦσαι· ὃ καὶ πεποίηκε Ξάνθος δυσωποῦν‐ τος τοῦ δήμου. Ἀφικομένων δ’ αὐτῶν εἰς τὴν οἰ‐ | |
κίαν, Αἴσωπος προσελθὼν τῷ Ξάνθῳ φησίν· „ὁ | 271 | |
272 | πάντα σοι τὸν βίον χαρισάμενος ἐγὼ οὔκουν ἄξιός εἰμι[, δέσποτα,] τυχεῖν ἐλευθερίασ“; καὶ ὁ Ξάνθος λοι‐ δορήσας αὐτὸν ἀπήλασε λέγων· „μὴ γὰρ οὐ βουλο‐ μένῳ μοι ἦν τοῦτο πρᾶξαι; ἀλλ’ ἔξελθε πρὸ τοῦ | |
5 | πυλῶνος καὶ σκέψαι. κἂν ἴδῃς δύο κορώνας, ἀνάγ‐ γειλόν μοι· ἀγαθὸς γὰρ οἰωνὸς οὗτος· ἐπεὶ εἰ μίαν ἴδοις, τοῦτο πονηρόν.“ προελθὼν οὖν ὁ Αἴσωπος καὶ συμβὰν οὕτω δύο κορώνας ἐπί τινος ἰδὼν δέν‐ δρου καθεζομένας, εἰσελθὼν τῷ Ξάνθῳ ἀνήγγειλεν. | |
10 | ἐξιόντι δὲ τῷ Ξάνθῳ ἡ ἑτέρα τούτων ἀπέπτη. καὶ ὁ Ξάνθος θατέραν μόνην ἰδὼν ἔφη· „οὐκ εἶπάς μοι, κατάρατε, δύο ἑωρακέναι“; καὶ ὅς· „οὕτως· ἀλλ’ ἡ ἑτέρα ἀπέπτη“. καὶ ὁ Ξάνθος· „ἐπέλιπέ σοι, δραπέτα, τὸ χλευάζειν με“; καὶ κελεύει αὐτὸν γυ‐ | |
15 | μνωθέντα τύπτεσθαι. τοῦ δ’ Αἰσώπου μαστιζομέ‐ νου, προσελθών τις ἐκάλει ἐπὶ δεῖπνον τὸν Ξάνθον. καὶ ὁ Αἴσωπος [ἔτι] τυπτόμενος ἀνεβόησεν· „οἴμοι | |
τῷ δυστήνῳ· ἐγὼ μὲν γὰρ ὁ τὸ δικόρωνον ἰδὼν | 272 | |
273 | τύπτομαι, σὺ δ’ ὁ μίαν ἰδὼν μόνην εἰς εὐωχίαν ἄπει. ἕωλος ἄρ’ ἦν ἡ οἰωνοσκοπία.“ καὶ ὁ Ξάνθος τὸ ἀγχί‐ νουν αὐτοῦ θαυμάσας, παύσασθαι κελεύει τυπτόμενον. Μετὰ δ’ οὐ πολλὰς ἡμέρας φιλοσόφους καὶ | |
5 | ῥήτορας καλέσας ὁ Ξάνθος, ἐκέλευσε τῷ Αἰσώπῳ πρὸ τοῦ πυλῶνος στῆναι καὶ μηδένα τῶν ἰδιω‐ τῶν εἰσελθεῖν συγχωρῆσαι, ἀλλ’ ἢ τοὺς σοφοὺς μόνους. τῇ δὲ ὥρᾳ τοῦ ἀρίστου κλείσας Αἴσωπος τὸν πυλῶνα, ἐντὸς ἐκαθέσθη. τῶν κεκλημένων δέ | |
10 | τινος ἐλθόντος καὶ τὴν θύραν κόπτοντος, Αἴσωπος ἔνδοθεν ἔφη· „τί σείει ὁ κύων;“ ὃ δὲ νομίσας κύων κληθῆναι, ὀργισθεὶς ἀνεχώρησεν. οὕτως οὖν ἕκαστος ἀφικνούμενος, αὖθις ἀπῄει σὺν ὀργῇ, νομίζων ὑβρί‐ ζεσθαι, τοῦ Αἰσώπου ταὐτὰ πάντας ἔνδοθεν ἐρω‐ | |
15 | τῶντος. ἑνὸς δ’ αὐτῶν κόψαντος καὶ „τί σείει ὁ κύων“; ἀκούσαντος, καὶ „τήν τε κέρκον καὶ τὰ ὦτα“ ἀποκριθέντος, Αἴσωπος αὐτὸν ὀρθῶς δοκιμά‐ σας ἀποκεκρίσθαι, ἀνοίξας πρὸς τὸν δεσπότην ἤγαγε καὶ φησίν· „οὐδεὶς τῶν φιλοσόφων συνεστιαθῆναί | |
20 | σοι ἦλθεν, ὦ δέσποτα, πλὴν οὗτος μόνοσ“. καὶ ὁ Ξάνθος σφόδρα ἠθύμησε, παραλελογίσθαι οἰηθεὶς | |
ὑπὸ τῶν κληθέντων. τῇ δ’ ὑστεραίᾳ συνελθόντες | 273 | |
274 | οἱ κληθέντες ἐπὶ τὴν διατριβήν, ἐνεκάλουν τῷ Ξάνθῳ, φάσκοντες· „ὡς ἔοικας, ὦ καθηγητά, ἐπε‐ θύμεις μὲν αὐτὸς ἐξουδενῶσαι ἡμᾶς, αἰδούμενος δέ, τὸν σαπρὸν ἐπὶ τοῦ πυλῶνος ἔστησας Αἴσωπον, | |
5 | ὡς προπηλακίσαι καὶ κύνας ἡμᾶς ἀποκαλέσαι.“ καὶ ὁ Ξάνθος· „ὄναρ τοῦτ’ ἔστιν, ἢ ὕπαρ“; κἀκεῖνοι· „εἰ μὴ ῥέγχομεν, ὕπαρ“. καὶ δὴ τάχος μετακληθεὶς Αἴ‐ σωπος καὶ ἐρωτηθεὶς σὺν ὀργῇ, τοῦ χάριν ἀτίμως τοὺς φίλους ἀπέστρεψεν, ἔφη· „οὐχὶ σύ μοι, δέσποτα, | |
10 | ἐνετείλω, μή τινα τῶν ἰδιωτῶν καὶ ἀμαθῶν ἀνδρῶν ἐᾶσαι πρὸς τὴν σὴν συνεισελθεῖν εὐωχίαν, ἀλλ’ ἢ τοὺς σοφοὺς μόνουσ“; καὶ ὁ Ξάνθος· „καὶ τίνες οὗτοι; οὐ τῶν σοφῶν“; καὶ ὁ Αἴσωπος· „οὐδεμιᾷ μηχανῇ· αὐτῶν γὰρ κοπτόντων τὴν θύραν, κἀμοῦ | |
15 | ἔνδοθεν ἐρωτῶντος „τί ποτε σείει ὁ κύων“, οὐδ’ ὁστι‐ σοῦν αὐτῶν συνῆκε τὸν λόγον. ἐγὼ γοῦν ὡς ἀμα‐ θῶν πάντων φανέντων, οὐδένα τούτων εἰσήγαγον, πλὴν τὸν σοφῶς τοῦτον ἀποκριθέντα μόνον.“ οὕτως οὖν τοῦ Αἰσώπου ἀπολελογημένου, ὀρθῶς ἅπαντες | |
20 | λέγειν αὐτὸν ἐψηφίσαντο. | 274 |
275 | Καὶ μεθ’ ἡμέρας πάλιν τινὰς, ὁ Ξάνθος ἑπομένου τοῦ Αἰσώπου πρὸς τὰ μνήματα παρεγένετο, καὶ ἃ ἐν ταῖς λάρναξιν ἐπιγράμματα ἦν ἀναγινώσκων, ἑαυτὸν ἔτερπε. τοῦ δ’ Αἰσώπου ἔν τινι τούτων | |
5 | ἐγκεχαραγμένα στοιχεῖα ταῦτα ἰδόντος, α. β. δ. ο. ε. θ. χ., ἐπιδείξαντός τε τῷ Ξάνθῳ καὶ ἐρομένου εἰ ἄρα ταῦτα εἰδείη, ἐπιμελῶς ἐκεῖνος σκεψάμενος, οὐχ οἷός τ’ ἐγένετο τὴν τούτων εὑρεῖν διασάφησιν, καὶ ὡμολόγησεν ἀπορῆσαι τοῖς ὅλοις. καὶ ὁ Αἴσωπος· | |
10 | „εἰ διὰ ταύτης τῆς στήλης, ὦ δέσποτα, θησαυρὸν ὑποδείξω σοι, τίνι με ἀμείψῃ;“ καὶ ὅς· „θάρσει· λήψῃ γὰρ τὴν ἐλευθερίαν σου καὶ τὸ ἥμισυ τοῦ χρυσίου.“ τότε ὁ Αἴσωπος ἀποσχὼν τῆς στήλης βήματα τέτταρα καὶ ὀρύξας, ἀνέλαβέ τε τὸν θησαυ‐ | |
15 | ρὸν καὶ ἤνεγκε τῷ δεσπότῃ, λέγων· „δός μοι τὴν ἐπαγγελίαν, δι’ ἧς εὗρες τὸν θησαυρόν“. καὶ ὁ Ξάνθος· „οὐχ ὅσα κἀμὲ εἰδέναι, εἰ μὴ καὶ τὸν νοῦν τῶν στοιχείων μοι φράσεις. τὸ γὰρ μαθεῖν τοῦτο πολὺ τοῦ εὑρήματος ἐμοὶ τιμιώτερον“. καὶ ὁ Αἴσω‐ | |
20 | πος· „ὁ τὸν θησαυρὸν κατορύξας ἐνταῦθα ὡς σοφὸς | |
ἀνὴρ τὰ στοιχεῖα διεχάραξε ταῦτα, ἃ καὶ φησίν· α, | 275 | |
276 | ἀποβάς· β, βήματα· δ, τέτταρα· ο, ὀρύξας· ε, εὑρή‐ σεις· θ, θησαυρόν· χ, χρυσίου.“ καὶ ὁ Ξάνθος· „ἐπει‐ δήπερ οὕτως ἐπήβολος εἶ καὶ πανοῦργος, οὐ λήψῃ σου τὴν ἐλευθερίαν“. καὶ ὁ Αἴσωπος· „ἀναγγελῶ | |
5 | δοθῆναι, ὦ δέσποτα, τὸ χρυσίον τῷ βασιλεῖ Βυζαν‐ τίων. ἐκείνῳ γὰρ τεταμίευται“. καὶ ὁ Ξάνθος· „πόθεν τοῦτ’ οἶσθα“; κἀκεῖνος· „ἐκ τῶν στοιχείων. τοῦτο γάρ φησιν· α, ἀπόδος· β, βασιλεῖ· δ, Διονυ‐ σίῳ· ο, ὅν· ε, εὗρες· θ, θησαυρόν· χ, χρυσίου.“ | |
10 | καὶ ὁ Ξάνθος τοῦ βασιλέως ἀκούσας εἶναι τὸ χρυ‐ σίον, τῷ Αἰσώπῳ ἔφη· „λαβὼν τὸ ἥμισυ τοῦ ἑρ‐ μαίου, ἡσύχασον“. κἀκεῖνος· „οὐ σύ μοι νῦν τοῦτο παρέχεις, ἀλλ’ ὁ τὸ χρυσίον ἐνταυθὶ κατορύξας. καὶ ὅπως, ἄκουσον. τοῦτο γὰρ λέγει τὰ γράμματα· α, | |
15 | ἀνελόμενοι· β, βαδίσαντες· δ, διέλεσθε· ο, ὅν· ε, | 276 |
277 | εὕρετε· θ, θησαυρόν· χ, χρυσίου.“ καὶ ὁ Ξάνθος „δεῦρο“ φησίν „εἰς τὴν οἰκίαν, ὡς ἂν καὶ τὸν θη‐ σαυρὸν διελώμεθα, καὶ σὺ τὴν ἐλευθερίαν ἀπολά‐ βῃσ“. ἐλθόντων οὖν, ὁ Ξάνθος φοβούμενος τὸ τοῦ | |
5 | Αἰσώπου λάλον, εἰς εἱρκτὴν αὐτὸν ἐκέλευσεν ἐμβλη‐ θῆναι. καὶ ὁ Αἴσωπος ἀπαγόμενος „τοιαῦται“ φησίν „εἰσὶν αἱ ὑποσχέσεις τῶν φιλοσόφων; οὐχ ὅτι γὰρ οὐκ ἀπολαμβάνω μου τὴν ἐλευθερίαν, ἀλλὰ καὶ εἰς δεσμωτήριον κελεύεις βληθῆναί με.“ ὁ μὲν οὖν Ξάν‐ | |
10 | θος ἐκέλευσεν αὐτὸν ἀπολυθῆναι, καὶ πρὸς αὐτὸν ἔφη· „πάνυ καλῶς φής, ἵν’ ἐλευθερίας τυχών, σφο‐ δρότερός μου γένῃ κατήγοροσ“. ὁ δὲ Αἴσωπος εἶπεν· „ὅτι ποτέ με κακὸν ἔχεις ποιεῖν, ποίει. πάντως καὶ ἄκων ἐλευθερώσεις με.“ | |
15 | Κατὰ δὲ τοὺς καιροὺς τούτους συνέπεσέ τι τοι‐ οῦτον ἐν Σάμῳ. πανδήμου ἑορτῆς ἀγομένης αἴφνης ἀετὸς καταπτὰς καὶ τὸν δημόσιον ἁρπάσας δακτύ‐ λιον, εἰς δούλου κόλπον ἀφῆκεν. οἱ μὲν οὖν Σά‐ μιοι θροηθέντες καὶ εἰς πλείστην περὶ τοῦδε τοῦ | |
20 | σημείου πεσόντες τὴν ἀγωνίαν, κατὰ ταὐτὸν ἀθροι‐ | |
σθέντες, ἤρξαντο δεῖσθαι τοῦ Ξάνθου, ἅτε πρώτου | 277 | |
278 | τῶν πολιτῶν ὄντος καὶ φιλοσόφου, σφίσι τὴν κρίσιν τοῦ σημείου διασαφῆσαι. ὃ δὲ τοῖς ὅλοις ἐπαπορῶν, χρόνον ᾔτησε. καὶ ἀφικόμενος οἴκαδε, πολὺς ἦν ἀθυμῶν καὶ τῇ λύπῃ βαπτιζόμενος, οἷα δὴ μηδὲν | |
5 | κρῖναι δυνάμενος. ὁ δ’ Αἴσωπος τὴν ἀθυμίαν συν‐ νοήσας τοῦ Ξάνθου, προσελθὼν λέγει· „τοῦ χάριν, ὦ δέσποτα, οὕτω διατελεῖς ἀθυμῶν; ἐμοὶ προσανά‐ θου, χαίρειν εἰπὼν τῷ λυπεῖσθαι· αὔριον δ’ εἰς ἀγο‐ ρὰν προελθὼν, εἰπὲ τοῖς Σαμίοις ὡς „Ἐγὼ μὲν οὔτε | |
10 | σημειολυτεῖν ἐπαιδεύθην οὔτ’ οἰωνοσκοπεῖν, παῖς δέ μοι πρόσεστι πολλῶν πεῖραν εἰδώς· αὐτὸς ὑμῖν τὸ ζητούμενον λύσει.“ κἂν μὲν αὐτὸς ἐπιτύχω τῆς λύσεως, δέσποτα, σὺ τὴν δόξαν ἀποίσῃ τοιούτῳ χρώ‐ μενος δούλῳ· ἂν δ’ ἀποτύχω, ἐμοὶ μόνῳ ἡ ἐντεῦ‐ | |
15 | θεν προστριβήσεται ὕβρις.“ πεισθεὶς οὖν ὁ Ξάνθος καὶ τῇ ὑστεραίᾳ εἰς τὸ θέατρον ἀπαντήσας καὶ κα‐ ταστὰς εἰς τὸ μέσον, κατὰ τὰς ὑποθήκας Αἰσώπου διελέχθη τοῖς συνελθοῦσιν. οἳ δ’ εὐθέως ἠξίουν κληθῆναι τὸν Αἴσωπον. τοῦ δ’ ἀφικομένου καὶ | |
20 | στάντος ἐπὶ τὸ μέσον, οἱ Σάμιοι τὴν ὄψιν αὐτοῦ | 278 |
279 | κατανοήσαντες, ἐρεσχελοῦντες ἐφώνουν· „αὕτη ἡ ὄψις σημεῖον λύσει; ἐκ τοῦ αἰσχροῦ τούτου τί ποτε καλὸν ἀκουσόμεθα;“ καὶ γελᾶν ἤρξαντο. καὶ ὁ Αἴσωπος κατασείσας τῇ χειρὶ καὶ ἡσυχίαν αἰτήσας | |
5 | γενέσθαι, φησίν· „ἄνδρες Σάμιοι, τί μου τὴν ὄψιν σκώπτετε; οὐκ εἰς τὴν ὄψιν, ἀλλ’ εἰς τὸν νοῦν ἀπο‐ βλέπειν χρή. πολλάκις γὰρ καὶ τῇ φαύλῃ μορφῇ χρηστὸν νοῦν ἡ φύσις ἐνέθηκεν. ἢ τὴν ἔξωθεν τῶν κεραμίων μορφὴν σκοπεῖτε ὑμεῖς, ἀλλ’ οὐ τὴν ἐντὸς | |
10 | γεῦσιν τοῦ οἴνου;“ ταῦτα τοῦ Αἰσώπου πάντες ἀκούσαντες, ἔλεγον· „Αἴσωπε, εἴ τι δύνασαι, λέγε τῇ πόλει“. καὶ ὃς μετὰ παρρησίας ἔφη· „ἄνδρες Σάμιοι, ἐπειδήπερ ἡ τύχη φιλόνεικος οὖσα δόξης ἀγῶνα τέθεικε δεσπότῃ καὶ δούλῳ, κἂν μὲν ὁ δοῦ‐ | |
15 | λος ἥττων τοῦ δεσπότου φανῇ, διὰ μαστίγων ἐλεύ‐ σεται, εἰ δ’ ἀμείνων, οὐδὲν ἔλαττον καὶ οὕτω πληγαῖς ξανθήσεται, εἰ ὑμεῖς διὰ τῆς ἐμῆς ἐλευ‐ θερίας παρρησίαν χαρίσοισθέ μοι, ἐγὼ νῦν ὑμῖν ἀδεῶς τὸ ζητούμενον φράσω.“ τότε ὁ δῆμος ἀπὸ | |
20 | μιᾶς γλώττης πρὸς τὸν Ξάνθον ἐβόων· „ἐλευθέρω‐ | |
σον Αἴσωπον, ὑπάκουσον Σαμίοις. χάρισαι τὴν ἐλευ‐ | 279 | |
280 | θερίαν αὐτοῦ τῇ πόλει.“ ὁ δὲ Ξάνθος οὐκ ἐπένευε. καὶ ὁ πρύτανις ἔφη· „Ξάνθε, εἰ μή σοι δοκεῖ ὑπα‐ κοῦσαι τῷ δήμῳ, ἐγὼ τῆσδε τῆς ὥρας Αἴσωπον ἀπε‐ λεύθερον ἂν ποιήσαιμι, καὶ τότε σοι ὁμότιμος ἔσται.“ | |
5 | τηνικαῦτα τοίνυν ὁ Ξάνθος ἀνάγκῃ τὴν ἐλευθερίαν ἐπέδωκε. καὶ ὁ κήρυξ ἐβόα· „Ξάνθος ὁ φιλό‐ σοφος ἐλευθεροῖ Σαμίοις Αἴσωπον.“ κἀν τούτῳ πέρας ὁ τοῦ Αἰσώπου λόγος εἰλήφει, φαμένου πρὸς τὸν Ξάνθον ὡς „καὶ ἄκων ἐλευθερώσεις | |
10 | με.“ Αἴσωπος οὖν ἐλευθερίας τυχών, στὰς εἰς τὸ μέσον ἔφη· „ἄνδρες Σάμιοι, ὁ μὲν ἀετός, ὡς ἴστε, βασιλεὺς τῶν ὀρνίθων ἐστίν. ὅτι δὲ τὸν στρατηγι‐ κὸν δακτύλιον οὗτος ἁρπάσας ἀφῆκεν εἰς δούλου κόλπον, τοῦτο σημαίνειν δῆλον, ὅτι τῶν νυνὶ βασι‐ | |
15 | λέων τις βούλεται ὑμῶν τὴν ἐλευθερίαν δουλῶ‐ σαι, καὶ τοὺς κυρίους νόμους ἀκύρους δεῖξαι.“ | |
ταῦτα οἱ μὲν Σάμιοι ἀκούσαντες, κατηφείας | 280 | |
281 | ἐπλήσθησαν. μετὰ δ’ οὐ πολὺν χρόνον καὶ γράμ‐ ματα παρὰ Κροίσου τοῦ Λυδῶν βασιλέως ἥκει Σα‐ μίοις κελεύοντα τὸ ἀπὸ τοῦδε φόρους αὐτῷ πα‐ ρέχειν, εἰ δὲ μὴ πείθοιντο, πρὸς μάχην ἑτοίμους εἶναι. | |
5 | ἐβουλεύσαντο μὲν οὖν ἅπαντες—ἔδεισαν γὰρ ὑπήκοοι γενέσθαι τῷ Κροίσῳ—συνοῖσον εἶναι μέντοι καὶ Αἴσωπον ἐρωτῆσαι. κἀκεῖνος ἐρωτηθεὶς εἶπε· „τῶν ἀρχόντων ὑμῶν γνώμην δεδωκότων εἰς φόρου ἀπαγωγὴν ὑπακούειν τῷ βασιλεῖ, συμβου‐ | |
10 | λὴν μὲν οὐδ’ ὥς, λόγον δὲ ἐρῶ ὑμῖν, καὶ εἴσεσθε τὸ συμφέρον. ἡ τύχη δύο ὁδοὺς ἔδειξεν ἐν τῷ βίῳ, θατέραν μὲν ἐλευθερίας, ἧς ἡ μὲν ἀρχὴ δύσβατος, τὸ δὲ τέλος ὁμαλόν· θατέραν δὲ δου‐ λείας, ἧς ἡ μὲν ἀρχὴ εὐπετής τε καὶ βάσιμος, τὸ | |
15 | δὲ τέλος ἐπώδυνον.“ ταῦτα ἀκούσαντες οἱ Σά‐ μιοι, ἀνεβόησαν· „ἡμεῖς ἐλεύθεροι ὄντες ἑκόντες οὐ γινόμεθα δοῦλοι“, καὶ τὸν πρεσβευτὴν οὐ σὺν εἰρήνῃ ἀπέπεμψαν. ὁ μὲν οὖν Κροῖσος ταῦτα μα‐ | |
θών, ἐβούλετο πόλεμον κατὰ Σαμίων κινεῖν, ὁ δὲ | 281 | |
282 | πρεσβευτὴς ἀνήνεγκεν, ὡς οὐκ ἂν δυνηθείη Σα‐ μίους ὑπὸ χεῖρα λαβεῖν, Αἰσώπου παρ’ αὐτοῖς ὄντος, καὶ γνώμας ὑποτιθέντος. „δύνῃ δὲ μᾶλλον,“ εἶπεν „ὦ βασιλεῦ, πρέσβεις ἀποστείλας ἐξαιτῆσαι | |
5 | παρ’ αὐτῶν Αἴσωπον, ὑποσχόμενος αὐτοῖς ἀντ’ αὐτοῦ χάριτας ἄλλας τε δώσειν, καὶ λύσιν τῶν ἐπιταττομένων φόρων. καὶ τότε τάχα οἷός τε ἔσῃ τούτων περιγενέσθαι.“ καὶ ὁ μὲν Κροῖσος κατὰ ταῦτα πρεσβευτὴν ἀποστείλας, ἔκδοτον ᾔτει | |
10 | τὸν Αἴσωπον. Σάμιοι δὲ τοῦτον ἐκδόσθαι γνώμης ἐγένοντο. Αἴσωπος δὲ τοῦτο μαθών, ἐν μέσῳ τε τῆς ἀγορᾶς ἔστη καὶ φησίν· „ἄνδρες Σάμιοι, κἀγὼ μὲν περὶ πολλοῦ ποιοῦμαι παρὰ τοὺς πόδας ἀφικέ‐ σθαι τοῦ βασιλέως· ἐθέλω δὲ ὑμῖν ἕνα μῦθον εἰπεῖν. | |
15 | καθ’ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. τῶν δὲ κυνῶν συμ‐ μαχούντων τοῖς θρέμμασι καὶ τοὺς λύκους ἀποσο‐ βούντων, οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες, ἔφα‐ | |
σαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ | 282 | |
283 | καὶ μηδένα πόλεμον ὑποπτεύειν, τοὺς κύνας αὐτοῖς ἐκδοῦναι. τῶν δὲ προβάτων ὑπ’ ἀνοίας πεισθέν‐ των καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾷστα διέφθει‐ | |
5 | ραν.“ οἱ Σάμιοι τοίνυν τὸ τοῦ μύθου βούλημα συννοήσαντες, ὥρμησαν μὲν παρ’ ἑαυτοῖς κατασχεῖν τὸν Αἴσωπον. ὃ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῷ πρεσβευτῇ συναποπλεύσας, πρὸς Κροῖσον ἀπῄει. ἀφικομένων δ’ αὐτῶν εἰς Λυδίαν, ὁ βασιλεὺς ἐπίπροσθεν αὐτοῦ | |
10 | στάντα τὸν Αἴσωπον θεασάμενος, ἠγανάκτησε λέγων· „ἴδε ποταπὸν ἀνθρώπιον ἐμποδών μοι γέγονε νῆσον ὑποτάξαι τοσαύτην;“ καὶ ὁ Αἴσωπος· „μέγιστε βα‐ σιλεῦ, οὐ βίᾳ οὐδ’ ἀνάγκῃ πρὸς σὲ παρεγενόμην, ἀλλ’ αὐθαίρετος πάρειμι. ἀνάσχου δέ μου μικρὸν | |
15 | ἀκοῦσαι. ἀνήρ τις ἀκρίδας συλλέγων καὶ ἀποκτιν‐ νύς, εἷλε καὶ τέττιγα. ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· „ἄνθρωπε, μή με μάτην | |
ἀνέλῃς. ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὐτ’ ἄλλο τι | 283 | |
284 | τῶν ἁπάντων σε ἀδικῶ, τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομαι, τέρπων τοὺς ὁδοιπόρους. φωνῆς οὖν παρ’ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις.“ κἀκεῖ‐ νος ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι. κἀγὼ γοῦν, | |
5 | ὦ βασιλεῦ, τῶν σῶν ποδῶν ἅπτομαι, μή με εἰκῆ φο‐ νεύσῃς. οὐδὲ γὰρ οἷός τ’ εἰμὶ ἀδικῆσαί τινα, ἐν εὐτελείᾳ δὲ σώματος γενναῖον φθέγγομαι λόγον.“ ὁ δὲ βασιλεὺς θαυμάσας ἅμα καὶ οἰκτείρας αὐτόν, ἔφη· „Αἴσωπε, οὔκουν ἐγώ σοι δίδωμι τὸ ζῆν, ἀλλ’ | |
10 | ἡ μοῖρα. ὃ γοῦν θέλεις, αἴτει καὶ λήψῃ.“ καὶ ὅς· „δέομαί σου, βασιλεῦ, διαλλάγηθι Σαμίοισ“. τοῦ δὲ βασιλέως εἰπόντος „διήλλαγμαι“, πεσὼν ἐκεῖνος ἐπὶ τὴν γῆν, χάριτάς τε αὐτῷ ὡμολόγει, καὶ μετὰ τοῦτο τοὺς οἰκείους συγγραψάμενος μύθους, τοὺς καὶ | |
15 | μέχρι νῦν φερομένους, παρὰ τῷ βασιλεῖ κατέλιπε. δεξάμενος δὲ παρ’ αὐτοῦ γράμματα πρὸς Σαμίους, ὡς ἕνεκεν Αἰσώπου τούτοις διήλλακται, καὶ δῶρα πολλά, πλεύσας ἐπανῆλθεν εἰς Σάμον. οἱ μὲν οὖν Σάμιοι τοῦτον ἰδόντες, στέμματά τε αὐτῷ προσή‐ | |
20 | νεγκαν καὶ χοροὺς ἐπ’ αὐτῷ συνεστήσαντο. ὃ δ’ | 284 |
285 | αὐτοῖς τά τε τοῦ βασιλέως ἀνέγνω γράμματα, καὶ ἀπέδειξεν ὡς τὴν εἰς αὐτὸν γενομένην παρὰ τοῦ δήμου ἐλευθερίαν ἐλευθερίᾳ πάλιν ἠμείψατο. Μετὰ δὲ τοῦτο τῆς νήσου ἀπάρας, περιῄει τὴν | |
5 | οἰκουμένην, τοῖς ἁπανταχοῦ τῶν φιλοσόφων διαλεγό‐ μενος. ἀφικόμενος δὲ καὶ πρὸς Βαβυλῶνα καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδειξάμενος, μέγας παρὰ τῷ βασι‐ λεῖ Λυκήρῳ ἐγένετο. κατ’ ἐκείνους γὰρ τοὺς χρό‐ νους οἱ βασιλεῖς πρὸς ἀλλήλους εἰρήνην ἔχοντες, | |
10 | καὶ τέρψεως χάριν προβλήματα τῶν σοφιστικῶν πρὸς ἀλλήλους γράφοντες ἔπεμπον. ἅπερ οἱ μὲν ἐπιλυό‐ μενοι φόρους ἐπὶ ῥητοῖς πρὸς τῶν πεμπόντων ἐλάμ‐ βανον· εἰ δὲ μὴ, τοὺς ἴσους παρεῖχον. ὁ τοίνυν Αἴσωπος τὰ πεμπόμενα τῶν προβλημάτων Λυκήρῳ | |
15 | συνὼν ἐπέλυε, καὶ εὐδοκιμεῖν ἐποίει τὸν βασιλέα. καὶ αὐτὸς δὲ διὰ Λυκήρου ἕτερα τοῖς βασιλεῦσιν ἀντέπεμπεν, ὧν ἀλύτων μενόντων, φόρους ὁ βασι‐ λεὺς ὅτι πλείστους εἰσέπραττεν. Αἴσωπος δὲ μὴ παιδοποιησάμενος, ἕνα τινὰ τῶν εὐ‐ | |
20 | γενῶν, Ἔννον τὴν κλῆσιν, εἰσεποιήσατό τε καὶ ὡς γνή‐ | |
σιον παῖδα τῷ βασιλεῖ προσενέγκας συνέστησε. μετὰ δ’ | 285 | |
286 | οὐ πολὺν χρόνον τοῦ Ἔννου τῇ τοῦ θεμένου παλ‐ λακῇ συμφθαρέντος, Αἴσωπος τοῦτο γνούς, ἀπελαύ‐ νειν ἔμελλε τῆς οἰκίας. ὃ δὲ τῇ κατ’ ἐκείνου ὀργῇ ληφθείς, ἐπιστολήν τε πλασάμενος παρ’ Αἰσώπου | |
5 | δῆθεν πρὸς τοὺς ἀντισοφιζομένους Λυκήρῳ, ὡς αὐ‐ τοῖς ἕτοιμός ἐστι προστίθεσθαι μᾶλλον ἢ τῷ Λυ‐ κήρῳ, τῷ βασιλεῖ ἐνεχείρισε, τῷ τοῦ Αἰσώπου ταύ‐ την σφραγισάμενος δακτυλίῳ. ὁ δὲ βασιλεὺς τῇ [τε] σφραγῖδι πεισθεὶς καὶ ἀπαραιτήτῳ ὀργῇ χρησάμε‐ | |
10 | νος, παραχρῆμα τῷ Ἑρμίππῳ κελεύει, μηδὲν ἐξετά‐ σαντα οἷα δὴ προδότην διαχειρίσασθαι Αἴσωπον. ὁ δὲ Ἕρμιππος φίλος τε ἦν τῷ Αἰσώπῳ καὶ τότε δὴ τὸν φίλον ἐπέδειξεν. ἔν τινι γὰρ τῶν τάφων μηδενὸς εἰδότος κρύψας τὸν ἄνθρωπον, ἐν ἀπορρή‐ | |
15 | τοις ἔτρεφεν. Ἔννος δέ, τοῦ βασιλέως κελεύσαντος, πᾶσαν τὴν διοίκησιν Αἰσώπου παρέλαβε. Μετὰ δέ | |
τινα χρόνον Νεκτεναβὼ βασιλεὺς Αἰγυπτίων πυθό‐ | 286 | |
287 | μενος Αἴσωπον τεθνηκέναι, πέμπει Λυκήρῳ παρα‐ χρῆμα ἐπιστολήν, οἰκοδόμους αὐτῷ ἀποστεῖλαι κελεύ‐ ουσαν, οἳ πύργον οἰκοδομήσουσι μήτ’ οὐρανοῦ μήτε γῆς ἁπτόμενον, ἀλλὰ καὶ τὸν ἀποκρινούμενον | |
5 | ἀεὶ πρὸς πάνθ’ ὅσα ἂν ἐρωτῴη. καὶ τοῦτο ποιή‐ σαντα, φόρους εἰσπράττειν, εἰ δὲ μή, κατατίθεσθαι. ταῦτα τῷ Λυκήρῳ ἀναγνωσθέντα εἰς ἀθυμίαν ἐνέ‐ βαλε, μηδενὸς τῶν φίλων δυναμένου τὸ πρόβλημα τὸ περὶ τοῦ πύργου συνεῖναι. ὁ μέντοι βασιλεὺς | |
10 | καὶ κίονα τῆς ἑαυτοῦ βασιλείας ἔλεγεν ἀπολωλεκέναι τὸν Αἴσωπον. Ἕρμιππος δὲ τὴν τοῦ βασιλέως δι’ Αἴσωπον λύπην μαθὼν, προσῆλθε τῷ βασιλεῖ καὶ ζῆν ἐκεῖνον εὐηγγελίσατο, προσθεὶς ὡς τοῦδε χάριν αὐτὸν οὐκ ἀνεῖλεν, εἰδὼς ὡς μεταμελήσει ποτὲ τῷ | |
15 | βασιλεῖ τῆς ἀποφάσεως. τοῦ δὲ βασιλέως διαφερόν‐ τως ἐπὶ τούτοις ἡσθέντος, Αἴσωπος ῥυπῶν καὶ αὐχμῶν ὅλος προσηνέχθη, καὶ τοῦ βασιλέως, ὡς εἶδεν | |
αὐτὸν, δακρύσαντος καὶ λούσασθαί τε καὶ τῆς ἄλ‐ | 287 | |
288 | λης ἐπιμελείας ἀξιωθῆναι κελεύσαντος, Αἴσωπος μετὰ τοῦτο καὶ ὑπὲρ ὧν κατηγορήθη τὰς αἰτίας ἀπε‐ σκευάσατο· ἐφ’ οἷς καὶ τοῦ βασιλέως τὸν Ἔννον ἀναι‐ ρεῖν μέλλοντος, Αἴσωπος αὐτῷ συγγνώμην ᾐτήσατο. | |
5 | ἑπομένως δὲ τούτοις ὁ βασιλεὺς τὴν τοῦ Αἰγυπτίου ἐπιστολὴν τῷ Αἰσώπῳ ἐπέδωκεν ἀναγνῶναι. ὃ δ’ αὐτίκα τὴν λύσιν συνεὶς τοῦ προβλήματος, ἐγέλασέ τε καὶ ἀντιγράφειν ἐκέλευσεν, ὡς ἐπειδὰν χειμὼν παρέλθῃ, πεμφθῆναι τούς τε τὸν πύργον οἰκοδομή‐ | |
10 | σοντας καὶ τὸν ἀποκρινούμενον πρὸς τὰ ἐρωτώμενα. ὁ βασιλεὺς οὖν τοὺς μὲν Αἰγυπτίους πρέσβεις ἀπέ‐ στειλεν, Αἰσώπῳ δὲ τὴν ἐξ ἀρχῆς διοίκησιν ἐνεχείρι‐ σεν ἅπασαν, ἔκδοτον αὐτῷ παραδοὺς καὶ τὸν Ἔννον. ὁ δὲ Αἴσωπος παραλαβὼν τὸν Ἔννον, οὐδὲν ἀηδὲς | |
15 | αὐτὸν ἔδρασεν, ἀλλ’ ὡς υἱῷ πάλιν προσσχών, ἄλλους τε καὶ τούτους ὑπετίθει τοὺς λόγους. „Τέκνον, πρὸ πάντων σέβου τὸ θεῖον, τὸν βασι‐ λέα δὲ τίμα· καὶ τοῖς μὲν ἐχθροῖς σου δεινὸν σεαυ‐ | |
τὸν παρασκεύαζε, ἵνα μὴ καταφρονῶσί σου· τοῖς δὲ | 288 | |
289 | φίλοις πρᾶον καὶ εὐμετάδοτον, ὡς εὐνουστέρους σοι μᾶλλον γίνεσθαι. ἔτι τε τοὺς μὲν ἐχθροὺς νοσεῖν εὔχου καὶ πένεσθαι, ὡς μὴ οἵους τε εἶναι λυπεῖν σε· τοὺς δὲ φίλους κατὰ πάντα εὖ πράττειν βούλου. | |
5 | αἰεὶ τῇ γυναικί σου χρηστῶς ὁμίλει, ὅπως ἑτέρου ἀνδρὸς πεῖραν μὴ ζητήσῃ λαβεῖν. κοῦφον γὰρ τὸ τῶν γυναικῶν ἐστι φῦλον καὶ κολακευόμενον ἐλάττω φρονεῖ κακά. ὀξεῖαν μὲν πρὸς λόγον κτῆσαι τὴν ἀκοήν, τῆς δὲ γλώττης ἐγκρατὴς ἔσο. τοῖς εὖ πράτ‐ | |
10 | τουσι μὴ φθόνει, ἀλλὰ σύγχαιρε. φθονῶν γὰρ σεαυ‐ τὸν μᾶλλον βλάψεις. τῶν οἰκετῶν σου ἐπιμελοῦ, ἵνα μὴ μόνον ὡς δεσπότην σε φοβῶνται, ἀλλὰ καὶ ὡς εὐεργέτην αἰδῶνται. μὴ αἰσχύνου μανθάνειν ἀεὶ τὰ κρείττω. τῇ γυναικὶ μηδέποτε πιστεύσῃς ἀπόρ‐ | |
15 | ρητα, ἀεὶ γὰρ ὁπλίζεται, πῶς σου κυριεύσει. καθ’ ἡμέραν καὶ εἰς τὴν αὔριον ἀποταμιεύου. βέλτιον γὰρ τελευτῶντα ἐχθροῖς καταλεῖψαι, ἢ ζῶντα τῶν φίλων ἐπιδεῖσθαι. εὐπροσήγορος ἔσο τοῖς συ‐ ναντῶσιν, εἰδὼς ὡς καὶ τῷ κυναρίῳ ἄρτον ἡ οὐρὰ | |
20 | προσπορίζει. ἀγαθὸς γενόμενος μὴ μετανόει. | 289 |
290 | ψίθυρον ἄνδρα ἔκβαλε σῆς οἰκίας, τὰ γὰρ ὑπὸ σοῦ λεγόμενα καὶ πραττόμενα ἑτέροις φέρων ἀναθήσει. πρᾶττε μὲν τὰ μὴ λυπήσοντά σε, ἐπὶ δὲ τοῖς συμ‐ βαίνουσι μὴ λυποῦ. μήτε πονηρὰ βουλεύσῃ ποτὲ | |
5 | μήτε τρόπους κακῶν μιμήσῃ“ Τούτοις τοῦ Αἰσώ‐ που τὸν Ἔννον νουθετήσαντος, ἐκεῖνος τοῖς τε λόγοις καὶ τῇ οἰκείᾳ συνειδήσει οἷά τινι βέλει πληγεὶς τὴν ψυχήν, μετ’ οὐ πολλὰς ἡμέρας τὸν βίον μετήλλαξεν. Αἴσωπος δὲ τοὺς ἰξευτὰς πάντας προσκαλεσά‐ | |
10 | μενος, ἀετῶν νεοττοὺς τέτταρας συλληφθῆναι κε‐ λεύει. συλληφθέντας οὖν οὕτως ἔθρεψεν, ὡς λέγε‐ ται, καὶ ἐπαίδευσεν, ὅπερ οὐ πάνυ τί με πειθόμενον ἔχει, ὡς παῖδας διὰ θυλάκων αὐτοῖς προσηρτημένων βαστάζοντας εἰς ὕψος αἴρεσθαι, καὶ οὕτως ὑπηκόους | |
15 | τοῖς παισὶν εἶναι, ὡς ὅποιπερ ἂν ἐκεῖνοι βούλοιντο ἵπτασθαι ἄν τε εἰς ὕψος, ἄν τε εἰς γῆν χαμάζε. τῆς δὲ χειμερινῆς ὥρας παραδραμούσης καὶ ἦρος διαγε‐ λάσαντος, ἅπαντα τὰ πρὸς τὴν ὁδὸν συσκευασάμενος | |
Αἴσωπος, καὶ τούς τε παῖδας λαβὼν καὶ τοὺς ἀετούς, | 290 | |
291 | ἀπῆρεν εἰς Αἴγυπτον, πολλῇ φαντασίᾳ καὶ δόξῃ πρὸς κατάπληξιν τῶν ἐκεῖ κεχρημένος. Νεκτεναβὼ δ’ ἀκούσας παραγεγονέναι τὸν Αἴσωπον, „ἐνήδρευ‐ μαι“, φησὶ τοῖς φίλοις, „μεμαθηκὼς Αἴσωπον τε‐ | |
5 | θνηκέναι“. τῇ δ’ ἐπιούσῃ κελεύσας ὁ βασιλεὺς πάν‐ τας τοὺς ἐν τέλει λευκὰς περιβαλέσθαι στολάς, αὐτὸς κιρρὰν ἐνεδύσατο καὶ διάδημα καὶ διάλιθον κί‐ ταριν. καὶ καθεσθεὶς ἐφ’ ὑψηλοῦ δίφρου, καὶ τὸν Αἴσωπον εἰσαχθῆναι κελεύσας, „τίνι με εἰκάζεις,“ | |
10 | εἰσελθόντι φησίν „Αἴσωπε, καὶ τοὺς σὺν ἐμοί“; καὶ ὅς· „σὲ μὲν ἡλίῳ ἐαρινῷ, τοὺς δὲ περὶ σὲ τού‐ τους ὡραίοις στάχυσι.“ καὶ ὁ βασιλεὺς θαυμάσας αὐτὸν καὶ δώροις ἐδεξιώσατο. τῇ δὲ μετ’ ἐκείνην ἡμέρᾳ πάλιν ὁ μὲν βασιλεὺς στολὴν λευκοτάτην ἐν‐ | |
15 | σκευασάμενος, τοῖς δὲ φίλοις φοινικᾶς κελεύσας λα‐ βεῖν, εἰσελθόντα τὸν Αἴσωπον τὴν προτέραν αὖθις πεῦσιν ἐπύθετο. καὶ ὁ Αἴσωπος „σὲ μὲν“ εἶπεν | |
„εἰκάζω ἡλίῳ, τοὺς δὲ περὶ σὲ τούτους ἀκτῖσι“. καὶ | 291 | |
292 | ὁ Νεκτεναβώ· „οἶμαι μηδὲν εἶναι Λυκῆρον πρός γε τὴν ἐμὴν βασιλείαν“. καὶ ὁ Αἴσωπος μειδιάσας ἔφη· „μὴ εὐχερῶς οὕτω περὶ ἐκείνου, ὦ βασιλεῦ, λογίζου· πρὸς μὲν γὰρ τὸ ὑμέτερον ἔθνος ἡ ὑμῶν | |
5 | ἐπιδεικνυμένη βασιλεία δίκην ἡλίου σελαγεῖ· εἰ δὲ Λυκήρῳ παραβληθείη, οὐδὲν ἂν δέοι μὴ τὸ φῶς τοῦτο ζόφον ἀποδειχθῆναι“. καὶ ὁ Νεκτεναβὼ τὴν τῶν λόγων εὐστοχίαν ἐκπλαγείς, „ἤνεγκας ἡμῖν“ ἔφη „τοὺς μέλλοντας τὸν πύργον οἰκοδομεῖν;“ καὶ | |
10 | ὅς· „ἕτοιμοί εἰσιν, εἰ μόνον ὑποδείξεις τὸν τόπον“. μετὰ τοῦτο ἐξελθὼν ἔξω τῆς πόλεως ὁ βασιλεὺς ἐπὶ τὸ πεδίον, ὑπέδειξε διαμετρήσας τὸν χῶρον. ἀγαγὼν τοίνυν Αἴσωπος ἐπὶ τὰς ὑποδειχθείσας τοῦ τόπου γωνίας τέτταρας τοὺς τέτταρας τῶν ἀετῶν ἅμα τοῖς | |
15 | παισὶ διὰ τῶν θυλάκων ἀπηρτημένοις, καὶ οἰκοδό‐ μων τοῖς παισὶ μετὰ χεῖρας δοὺς ἐργαλεῖα, ἐκέλευσεν ἀναπτῆναι. οἳ δὲ πρὸς ὕψος γενόμενοι „δότε ἡμῖν“ | |
ἐφώνουν „λίθους, δότε κονίαν, δότε ξύλα, καὶ τἄλλα | 292 | |
293 | τῶν πρὸς οἰκοδομὴν ἐπιτηδείων.“ ὁ δὲ Νεκτεναβὼ τοὺς παῖδας θεασάμενος εἰς ὕψος ὑπὸ τῶν ἀετῶν ἀναφερομένους, ἔφη· „πόθεν ἐμοὶ πτηνοὶ ἄνθρω‐ ποι;“ καὶ ὁ Αἴσωπος· „ἀλλὰ Λυκῆρος ἔχει. σὺ δὲ | |
5 | θέλεις ἄνθρωπος ὢν ἰσοθέῳ ἐρίζειν βασιλεῖ“; καὶ ὁ Νεκτεναβώ· „Αἴσωπε, ἥττημαι. ἐρήσομαι δέ σε, σὺ δέ μοι ἀπόκριναι.“ καὶ φησίν· „εἰσί μοι θήλειαι ὧδε ἵπποι, αἵπερ ἐπειδὰν ἀκούσωσι τῶν ἐν Βαβυ‐ λῶνι ἵππων χρεμετιζόντων, εὐθὺς συλλαμβάνουσιν. | |
10 | εἴ σοι πρὸς τοῦτο πάρεστι σοφία, ἐπίδειξαι.“ καὶ ὁ Αἴσωπος· „αὔριον ἀποκρινοῦμαί σοι, βασιλεῦ.“ ἐλθὼν δ’ οὗ κατήγετο, αἴλουρον τοῖς παισὶν ἐκέλευσε συλ‐ λαβεῖν, καὶ συλληφθέντα δημοσίᾳ περιάγεσθαι μα‐ στιζόμενον. οἱ δὲ Αἰγύπτιοι τὸ ζῷον σεβόμενοι, | |
15 | οὕτω κακῶς πάσχον αὐτὸ θεασάμενοι, συνέδραμον, καὶ τὸν αἴλουρον τῆς χειρὸς τῶν μαστιγούντων ἐκσπάσαντες, ἀναγγέλλουσιν ὡς τάχος τῷ βασιλεῖ | |
τὸ πάθος. ὃ δὲ καλέσας τὸν Αἴσωπον, „οὐκ ᾔδεισ“ | 293 | |
294 | φησίν „Αἴσωπε, ὡς θεὸς σεβόμενος παρ’ ἡμῖν ἔστιν αἴλουρος; ἵνα τί γοῦν τοῦτο πεποίηκας;“ καὶ ὅς· „Λυκῆρον τὸν βασιλέα ἠδίκησεν, ὦ βασιλεῦ, τῆς παρελθούσης νυκτὸς οὗτος ὁ αἴλουρος· ἀλεκτρυόνα | |
5 | γὰρ αὐτοῦ πεφόνευκε μάχιμον καὶ γενναῖον, προ‐ σέτι μὴν καὶ τὰς ὥρας αὐτῷ τῆς νυκτὸς σημαίνοντα.“ καὶ ὁ βασιλεύς· „οὐκ αἰσχύνῃ ψευδόμενος, Αἴσωπε; πῶς γὰρ ἐν μιᾷ νυκτὶ αἴλουρος ἀπ’ Αἰγύπτου ἦλθεν εἰς Βαβυλῶνα“; κἀκεῖνος μειδιάσας φησί· „καὶ πῶς, | |
10 | ὦ βασιλεῦ, ἐν Βαβυλῶνι τῶν ἵππων χρεμετιζόντων, αἱ ἐνθάδε θήλειαι ἵπποι συλλαμβάνουσιν;“ ὁ δὲ βασι‐ λεὺς ταῦτα ἀκούσας, τὴν αὐτοῦ φρόνησιν ἐμακάρισε. μετὰ δὲ ταῦτα μεταπεμψάμενος τῶν ἀφ’ Ἡλίου πό‐ λεως ἄνδρας ζητημάτων σοφιστικῶν ἐπιστήμονας, | |
15 | καὶ περὶ τοῦ Αἰσώπου διαλεχθεὶς αὐτοῖς, ἐκάλεσεν ἅμα τῷ Αἰσώπῳ ἐπ’ εὐωχίαν. ἀνακλιθέντων οὖν | |
αὐτῶν, τῶν Ἡλίου πολιτῶν τίς φησι πρὸς τὸν Αἴσω‐ | 294 | |
295 | πον· „ἀπεστάλην παρὰ τοῦ θεοῦ μου πεῦσίν τινα πυθέσθαι σου, ὡς ἂν αὐτὴν ἐπιλύσῃς.“ καὶ ὁ Αἴ‐ σωπος· „ψεύδῃ· θεὸς γὰρ παρὰ ἀνθρώπου οὐδὲν δεῖ‐ ται μαθεῖν. σὺ δ’ οὐ μόνον σαυτοῦ κατηγορεῖς, | |
5 | ἀλλὰ καὶ τοῦ θεοῦ σου.“ ἕτερος πάλιν εἶπεν· „ἔστι ναὸς μέγας καὶ ἐν αὐτῷ στῦλος, δώδεκα πόλεις ἔχων, ὧν ἑκάστη τριάκοντα δοκοῖς ἐστέγασται. τούτους δὲ περιίασι δύο γυναῖκες.“ καὶ ὁ Αἴσωπος ἔφη· „τοῦτο τὸ πρόβλημα καὶ οἱ παρ’ ἡμῖν ἐπιλύσονται παῖδες· | |
10 | ναὸς μὲν γάρ ἐστιν οὗτος ὁ κόσμος, στῦλος δὲ ὁ ἐνιαυτός, αἱ δὲ πόλεις οἱ μῆνες, καὶ δοκοὶ αἱ τού‐ των ἡμέραι, ἡμέρα δὲ καὶ νὺξ αἱ δύο γυναῖκες, αἳ παραλλὰξ ἀλλήλας διαδέχονται.“ τῇ δὲ ἐφεξῆς ἡμέρᾳ συγκαλέσας τοὺς φίλους ἅπαντας ὁ Νεκτεναβώ φησι· | |
15 | „διὰ τὸν Αἴσωπον τοῦτον ὀφλήσομεν φόρους τῷ βα‐ σιλεῖ Λυκήρῳ.“ εἷς δέ τις αὐτῶν εἶπε· „κελεύσωμεν | |
αὐτῷ προβλήματα φράσαι ἡμῖν, περὶ ὧν οὔτ’ εἴδο‐ | 295 | |
296 | μεν, οὔτ’ ἠκούσαμεν“. ἀρεστὸν οὖν τοῦτο τῷ Νεκτε‐ ναβῷ δόξαν, καλέσας τὸν Αἴσωπον ἔφη· „φράσον ἡμῖν, Αἴσωπε, πρόβλημα περὶ οὗ οὔτ’ εἴδομεν οὔτ’ ἠκούσαμεν.“ καὶ ὅς· „αὔριον περὶ τούτου ὑμῖν ἀπο‐ | |
5 | κρινοῦμαι“. ἀπελθὼν οὖν καὶ συνταξάμενος γραμ‐ ματεῖον, ἐν ᾧ περιείχετο Νεκτεναβὼ ὁμολογῶν χίλια τάλαντα τῷ Λυκήρῳ ὀφείλειν, πρωίας ἐπανελθὼν τῷ βασιλεῖ τὸ γραμματεῖον ἐπέδωκεν. οἱ δὲ τοῦ βασι‐ λέως φίλοι πρὶν ἀνοιχθῆναι τὸ γραμματεῖον, πάντες | |
10 | ἔλεγον· „καὶ εἴδομεν τοῦτο καὶ ἠκούσαμεν, καὶ ἀλη‐ θῶς ἐπιστάμεθα.“ καὶ ὁ Αἴσωπος· „χάριν ὑμῖν οἶδα τῆς ἀποδόσεως ἕνεκεν“. ὁ δὲ Νεκτεναβὼ τὴν ὁμολογίαν τῆς ὀφειλῆς ἀναγνοὺς, εἶπεν· „ἐμοῦ Λυ‐ κήρῳ μηδὲν ὀφείλοντος πάντες ὑμεῖς μαρτυρεῖτε;“ | |
15 | κἀκεῖνοι μεταβαλόντες εἶπον· „οὔτ’ εἴδομεν οὔτ’ ἠκούσαμεν“. καὶ ὁ Αἴσωπος· „καὶ εἰ ταῦθ’ οὕτως ἔχει, λέλυται τὸ ζητούμενον“. καὶ ὁ Νεκτεναβὼ πρὸς ταῦτα· „μακάριός ἐστι Λυκῆρος τοιαύτην σοφίαν ἐν | |
τῇ βασιλείᾳ ἑαυτοῦ κεκτημένοσ“. τοὺς οὖν συμφω‐ | 296 | |
297 | νηθέντας φόρους παραδοὺς τῷ Αἰσώπῳ, ἐν εἰρήνῃ ἀπέστειλεν. Αἴσωπος δ’ εἰς Βαβυλῶνα παραγενό‐ μενος, διεξῆλθέ τε Λυκήρῳ τὰ ἐν Αἰγύπτῳ πρα‐ χθέντα πάντα καὶ τοὺς φόρους ἀπέδωκε. Λυκῆρος | |
5 | δ’ ἐκέλευσεν ἀνδριάντα χρυσοῦν τῷ Αἰσώπῳ ἀνα‐ τεθῆναι. μετὰ δ’ οὐ πολὺν χρόνον Αἴσωπος εἰς Ἑλ‐ λάδα ἐβουλεύσατο πλεῦσαι. καὶ δὴ τῷ βασιλεῖ συν‐ ταξάμενος ἀπεδήμησεν, ὅρκον δοὺς αὐτῷ πρότερον, ἦ μὴν ἐπανήξειν εἰς Βαβυλῶνα κἀκεῖ τοῦ λοιποῦ | |
10 | διαβιώσειν. περιιὼν δὲ τὰς Ἑλληνίδας πόλεις καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδεικνύμενος, ἦλθε καὶ εἰς Δελφούς. οἱ δὲ Δελφοὶ διαλεγομένου μὲν ἠκροῶντο ἡδέως, τιμῆς δὲ καὶ θεραπείας εἰς αὐτὸν οὐδ’ ὁτι‐ οῦν ἔδρασαν. ὃ δὲ πρὸς αὐτοὺς ὑπολαβὼν ἔφη· | |
15 | „ἄνδρες Δελφοί, ἔπεισί μοι ξύλῳ ὑμᾶς εἰκάζειν τῷ ἐν θαλάσσῃ φερομένῳ· κἀκεῖνο γὰρ ὁρῶντες ἐκ πολ‐ λοῦ διαστήματος ὑπὸ κυμάτων φερόμενον, πολλοῦ τινος ἄξιον εἶναι οἰόμεθα, ἐπειδὰν δ’ ἐγγυτάτω | |
προσέλθῃ, εὐτελέστατον φαίνεται. κἀγὼ γοῦν πόρ‐ | 297 | |
298 | ρωθεν τῆς ὑμῶν πόλεως ὤν, ὥς τινας τῶν ἀξίων λόγου ὑμᾶς ἐθαύμαζον· νυνὶ δ’ ἐλθὼν ὡς ὑμᾶς, πάντων ὡς εἰπεῖν ἀνθρώπων εὗρον ἀχρειοτέρους· οὕτω πεπλάνημαι.“ ταῦτα ἀκούσαντες οἱ Δελφοὶ | |
5 | καὶ δείσαντες μήπως Αἴσωπος καὶ πρὸς τὰς ἄλλας πόλεις βαδίζων κακῶς αὐτοὺς λέγῃ, βουλὴν ἐβουλεύ‐ σαντο δόλῳ τὸν ἄνθρωπον ἀνελεῖν. καὶ δῆτα χρυσῆν φιάλην ἐκ τοῦ παρ’ αὐτοῖς ἱεροῦ τοῦ Ἀπόλλωνος ἀνε‐ λόμενοι, λάθρα τοῖς Αἰσώπου κατέκρυψαν στρώμασι. | |
10 | τοῦ δ’ Αἰσώπου τὰ ὐπ’ αὐτῶν ἀγνοοῦντος σκαιω‐ ρηθέντα, ἐξελθὼν ἐπορεύετο εἰς Φωκίδα. οἱ Δελ‐ φοὶ δ’ ἐπιδραμόντες καὶ κατασχόντες αὐτόν, ἀνέ‐ κρινον ὡς ἱεροσυληκότα. τοῦ δ’ ἀρνουμένου μηδὲν πεπραχέναι τοιοῦτον, ἐκεῖνοι πρὸς βίαν τὰ στρώματα | |
15 | ἀναπτύξαντες τὴν χρυσῆν εὗρον φιάλην. ἣν καὶ ἀναλαβόντες, τοῖς ἐν τῇ πόλει πᾶσιν ἐπεδείκνυσαν οὐ σὺν ὀλίγῳ θορύβῳ. ὁ μὲν οὖν Αἴσωπος τὴν | |
ἐκείνων συννοήσας ἐπιβουλήν, ἐδεῖτο αὐτῶν ἀπολυ‐ | 298 | |
299 | θῆναι. οἳ δ’ οὐ μόνον οὐκ ἀπέλυσαν, ἀλλ’ ὡς ἱερο‐ συλήσαντα καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλον, θάνα‐ τον αὐτοῦ καταψηφισάμενοι. Αἴσωπος δὲ μηδεμιᾷ μηχανῇ τῆς πονηρᾶς τῆσδε τύχης σωθῆναι δυνάμε‐ | |
5 | νος, ἑαυτὸν ἐπὶ τῆς εἱρκτῆς ἐθρήνει καθήμενος. τῶν συνήθων δέ τις αὐτῷ, Δημᾶς τοὔνομα, πρὸς αὐτὸν εἰσελθὼν καὶ ἰδὼν οὕτως ὀλοφυρόμενον, τὴν αἰτίαν τοῦ πάθους ἤρετο. καὶ ὃς ἔφη· „γυνή τις προσφά‐ τως τὸν ἑαυτῆς ἄνδρα θάψασα, καθ’ ἡμέραν ἀπιοῦσα | |
10 | πρὸς τὸ μνημεῖον ἐθρήνει. ἀροτριῶν δέ τις οὐ πόρρω τοῦ μνήματος, εἰς ἐπιθυμίαν ἧκε τῆς γυναικός. καὶ καταλιπὼν τοὺς βόας, ἦλθε καὶ αὐτὸς πρὸς τὸ μνῆμα καὶ καθίσας συνεθρήνει τῇ γυναικί. τῆς δὲ πυθομέ‐ νης τί δήποτε καὶ αὐτὸς οὕτως ὀδύρεται, „ὅτι κἀγώ“ | |
15 | φησίν „εὐπρεπῆ γυναῖκα κατώρυξα. καὶ ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“ ἣ δέ· „κἀμοὶ τοῦτ’ αὐτὸ προσγίνεται“. κἀκεῖνος· „εἰ τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε ἀλλήλοις μὴ | |
σύνιμεν; ἐγώ τε γὰρ φιλήσω σὲ ὡς ἐκείνην, κἀμὲ σὺ | 299 | |
300 | πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.“ ταῦτα ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. ἐν τούτῳ δὲ κλέπτης ἐλθὼν καὶ τοὺς βόας λύσας ἀπήλασεν. ὃ δ’ ἐπανελ‐ θὼν καὶ τοὺς βόας μὴ εὑρηκώς, κόπτεσθαί τε καὶ | |
5 | οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. ἐλθοῦσα δὲ καὶ ἡ γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί· „πάλιν κλαίεισ“; κἀκεῖνος „νῦν“ εἶπεν „ἐπ’ ἀληθείας κλαίω“ κἀγὼ γοῦν πολλοὺς διαδρὰς κινδύνους, νῦν τῷ ὄντι θρηνῶ, λύσιν τοῦ κακοῦ μηδαμόθεν εὑρίσκων.“ | |
10 | μετὰ ταῦτα παρῆσαν καὶ οἱ Δελφοὶ καὶ ἐκβαλόντες αὐτὸν τῆς εἱρκτῆς εἷλκον βιαίως ἐπὶ τοῦ κρημνοῦ. ὃ δὲ πρὸς αὐτοὺς ἔλεγεν· „ὅτε ἦν ὁμόφωνα τὰ ζῶα, μῦς βατράχῳ φιλιωθείς, εἰς δεῖπνον αὐτὸν ἐκάλεσε. καὶ ἀγαγὼν εἰς ταμιεῖον πλουσίου, ἔνθα πλεῖστα τῶν | |
15 | ἐδωδίμων ἦν, „εὐωχοῦ“ φησί „φίλε βάτραχε“. μετὰ δὲ τὴν ἑστίασιν καὶ ὁ βάτραχος τὸν μῦν ἐπὶ τὴν | |
οἰκείαν ἐκάλεσε δίαιταν. „ἀλλ’ ἵνα μὴ ἀποκάμῃσ“ | 300 | |
301 | φησί „νηχόμενος, μηρίνθῳ λεπτῇ τὸν σὸν πόδα τῷ ἐμαυτοῦ προσαρτήσω“. καὶ τοῦτο πράξας, ἥλατο εἰς τὴν λίμνην. αὐτοῦ δὲ καταδύντος εἰς βάθος, ὁ μῦς ἀπεπνίγετο, καὶ θνήσκων εἶπεν· „ἐγὼ μὲν ὑπὸ σοῦ | |
5 | θνήσκω· ἐκδικηθήσομαι δὲ ὑπὸ μείζονος.“ ἐπιπλέοντος τοίνυν τοῦ μυὸς ἐν τῇ λίμνῃ νεκροῦ, καταπτὰς ἀε‐ τός, τοῦτον ἀφήρπασε, σὺν αὐτῷ δὲ προσηρτημένον ὁμοῦ καὶ τὸν βάτραχον. καὶ οὕτως ἄμφω κατεθοι‐ νήσατο. κἀγὼ τοίνυν βίᾳ πρὸς ὑμῶν ἀποθνήσκων, | |
10 | ἕξω τὸν ἀμυνοῦντα. Βαβυλὼν γὰρ καὶ Ἑλλὰς πᾶσα τὸν ἐμὸν παρ’ ὑμῶν ἀπαιτήσουσι θάνατον.“ οἱ μὲν οὖν Δελφοὶ οὐδ’ ὣς ἐφείδοντο τοῦ Αἰσώπου. ὃ δ’ ἐπὶ τὸ τοῦ Ἀπόλλωνος κατέφυγεν ἱερόν. οἳ δὲ κἀκεῖ‐ θεν ἀποσπάσαντες μετ’ ὀργῆς, ἐπὶ τὸν κρημνὸν αὖ‐ | |
15 | θις. εἷλκον. ὃ δ’ ἀπαγόμενος ἔλεγεν· „ἀκούσατέ μου, Δελφοί· λαγωὸς ὑπ’ ἀετοῦ διωκόμενος, πρὸς κοίτην κανθάρου κατέφυγε, δεόμενος ὑπ’ αὐτοῦ σωθῆναι. | |
ὁ δὲ κάνθαρος ἠξίου τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέ‐ | 301 | |
302 | την, ὁρκίζων αὐτὸν καὶ κατὰ τοῦ μεγίστου Διός, ἦ μὴν μὴ καταφρονῆσαι τῆς μικρότητος αὐτοῦ. ὃ δὲ μετ’ ὀργῆς τῇ πτέρυγι ῥαπίσας τὸν κάνθαρον, τὸν λαγωὸν ἁρπάσας κατέφαγεν. ὁ δὲ κάνθαρος τῷ τε | |
5 | ἀετῷ συναπέπτη, ὡς τὴν καλιὰν τούτου καταμαθεῖν. καὶ δὴ προσελθών, τὰ ὠὰ τούτου κατακυλίσας διέ‐ φθειρε. τοῦ δὲ δεινὸν ποιησαμένου, εἴ τις τοῦτο τολμήσειε, κἀπὶ μετεωροτέρου τόπου τὸ δεύτερον νεοττοποιησαμένου, κἀκεῖ πάλιν ὁ κάνθαρος τὰ ἴσα | |
10 | τοῦτον διέθηκεν. ὁ δ’ ἀετὸς ἀμηχανήσας τοῖς ὅλοις, ἀναβὰς ἐπὶ τὸν Δία, τούτου γὰρ ἱερὸς εἶναι λέγεται, τοῖς αὐτοῦ γόνασι τὴν τρίτην γονὴν τῶν ὠῶν ἐπέ‐ θηκε, τῷ θεῷ ταῦτα παραθέμενος, καὶ ἱκετεύσας φυλάττειν. ὁ κάνθαρος δὲ κόπρου σφαῖραν ποιήσας, | |
15 | καὶ ἀναβάς, ἐπὶ τοῦ κόλπου τοῦ Διὸς ταύτην καθῆ‐ | |
κεν ὁ δὲ Ζεὺς ἀναστὰς ἐφ’ ᾧ τὴν ὄνθον ἀποτινά‐ | 302 | |
303 | ξασθαι, καὶ τὰ ὠὰ διέρριψεν ἐκλαθόμενος· ἃ καὶ συνετρίβη πεσόντα. μαθὼν δὲ πρὸς τοῦ κανθάρου, ὅτι ταῦτ’ ἔδρασε τὸν ἀετὸν ἀμυνόμενος, οὐ γὰρ δὴ τὸν κάνθαρον ἐκεῖνος μόνον ἠδίκησεν, ἀλλὰ καὶ τὸν | |
5 | Δία αὐτὸν ἠσέβησε, πρὸς τὸν ἀετὸν εἶπεν ἐλθόντα, κάνθαρον εἶναι τὸν λυποῦντα, καὶ δὴ καὶ δικαίως λυπεῖν. μὴ βουλόμενος οὖν τὸ γένος τὸ τῶν ἀετῶν σπανισθῆναι, συνεβούλευε τῷ κανθάρῳ διαλλαγὰς πρὸς τὸν ἀετὸν θέσθαι· τοῦ δὲ μὴ πειθομένου, ἐκεῖ‐ | |
10 | νος εἰς καιρὸν ἕτερον τὸν τῶν ἀετῶν μετέθηκε τοκε‐ τόν, ἡνίκα ἂν μὴ φαίνωνται κάνθαροι. καὶ ὑμεῖς οὖν, ὦ ἄνδρες Δελφοί, μὴ ἀτιμάσητε τοῦτον δὴ τὸν θεόν, εἰς ὃν κατέφυγον, εἰ καὶ μικροῦ τετύχηκεν ἱεροῦ. οὐδὲ γὰρ ἀσεβηθεὶς περιόψεται.“ οἱ δὲ Δελ‐ | |
15 | φοὶ τούτων ὀλίγα φροντίζοντες, τὴν ἐπὶ τὸν θάνατον ὁμοίως ἦγον. Αἴσωπος δὲ μηδενὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων ὁρῶν καμπτομένους, πάλιν φησίν· „ἄν‐ δρες ἀνήμεροι καὶ φονῶντες, ἀκούσατε· γεωργός τις ἐπ’ ἀγροῦ γεγηρακώς, ἐπεὶ μηδέποτε εἰσῆλθεν εἰς | |
20 | ἄστυ, παρεκάλει τοὺς οἰκείους τοῦτο θεάσασθαι. οἳ | 303 |
304 | δὲ ζεύξαντες ὀνάρια καὶ ἐπὶ τῆς ἀπήνης αὐτὸν ἀνα‐ βιβασάμενοι, μόνον ἐκέλευσαν ἐλαύνειν. ὁδεύοντι δὲ χειμῶνος καὶ θυέλλης τὸν ἀέρα καταλαβόντων καὶ ζόφου γενομένου, τὰ ὀνάρια τῆς ὁδοῦ πλανηθέντα, | |
5 | εἴς τινα κρημνὸν ἐξετόπισαν τὸν πρεσβύτην. ὃ δὲ μέλλων ἤδη κατακρημνίζεσθαι, ‘ὦ Ζεῦ‘ εἷπε, ‘τί ποτέ σε ἠδίκησα, ὅτι οὕτω παρὰ λόγον ἀπόλλυμαι, καὶ ταῦτα οὔθ’ ὑφ’ ἵππων γενναίων οὔθ’ ἡμιόνων ἀγα‐ θῶν, ἀλλ’ ὀναρίων εὐτελεστάτων;‘ κἀγὼ τοίνυν | |
10 | ἐπὶ τοῖς ἴσοις νῦν δυσχεραίνω, ὅτι μὴ ὑπ’ ἐντίμων ἀνδρῶν ἢ ἐλλογίμων, ἀλλ’ ὑπ’ ἀχρείων καὶ κακί‐ στων ἀπόλλυμαι.“ μέλλων δὲ ἤδη κατὰ τοῦ κρημνοῦ ἀφίεσθαι, τοιοῦτον εἴρηκε πάλιν μῦθον· „ἀνήρ τις τῆς οἰκείας ἐρασθεὶς θυγατρός, εἰς ἀγρὸν ἀπέστειλε | |
15 | τὴν γυναῖκα, μόνην δὲ τὴν θυγατέρα ἀπολαβὼν ἐβιάζετο. ἣ δὲ ‘πάτερ‘, εἶπεν, ‘ἀνόσια πράττεις· ηὐχόμην μέντοι ὑπὸ πολλῶν ἀνδρῶν αἰσχυνθῆναι, | |
ἢ ὑπὸ σοῦ τοῦ γεννησαμένου.‘ τοῦτο τοίνυν καὶ | 304 | |
305 | ἐφ’ ὑμῶν, ὦ παράνομοι Δελφοί, λέγω· ὡς ᾑρού‐ μην Σκύλλῃ καὶ Χαρύβδει περιπεσεῖν καὶ ταῖς ἐν Ἀφρικῇ Σύρτεσιν, ἢ παρ’ ὑμῶν ἀδίκως καὶ ἀναξίως ἀποθανεῖν. καταρῶμαι γοῦν ὑμῶν τῇ πατρίδι, καὶ | |
5 | θεοὺς μαρτύρομαι, ὡς ἔξω πάσης δίκης ἀπόλλυμαι, οἵ μοι τιμωρήσουσιν εἰσακούσαντες.“ ἔρριψαν μὲν οὖν αὐτὸν οἱ Δελφοὶ κατὰ τοῦ κρημνοῦ, καὶ ἀπέ‐ θανεν. οὐ πολλῷ δ’ ὕστερον λοιμῷ συσχεθέντες, χρησμὸν ἔλαβον ἐξιλάσκεσθαι τὸν Αἰσώπου θάνατον. | |
10 | ᾧ καὶ ὡς συνειδότες [ἑαυτοῖς] ἀδίκως φονευθέντι, καὶ στήλην ἀνέστησαν. οἱ δ’ ἐν τῇ Ἑλλάδι πρωτεύ‐ οντες καὶ ὅσοι τῶν σοφωτέρων, καὶ αὐτοὶ τὰ εἰς Αἴσωπον πεπραγμένα μαθόντες, εἴς τε Δελφοὺς παρεγένοντο καὶ σὺν ἐκείνοις σκεψάμενοι, τιμωροὶ | |
15 | καὶ αὐτοὶ τῷ Αἰσώπου θανάτῳ γεγόνασιν. | 305 |