TLG 1765 002 :: VITAE AESOPI :: Vita W (vita Aesopi Westermanniana) (recensio 2) VITAE AESOPI Narr. Fict. Cf. et AESOPUS Scr. Fab. et AESOPICA (0096) Vita W (vita Aesopi Westermanniana) (recensio 2) Source: Perry, B.E. (ed.), Aesopica, vol. 1. Urbana: University of Illinois Press, 1952: 81–107. Citation: Section — (line) | ||
t | ΒΙΟΣ ΑΙΣΩΠΟΥ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ | |
1 | Ὁ κατὰ πάντα τὸν βίον γενόμενος βιωφελέστατος Αἴσωπος, ὁ λογομυθοποιός, τῇ μὲν τύχῃ γέγονε δοῦλος τῷ δὲ γένει Φρὺξ ἐξ Ἀμορίου τῆς Φρυγίας, κακοειδὴς μὲν εἰς ὑπερβολήν, προκέφαλος, κοντοδείρης, σιμός, μέλας, μυστάκων, προγάστωρ, γαλιάγκων, στρεβλός, ὑπόκυρτος, ἡμερινὸν ἁμάρτημα. | |
5 | πρὸς τούτοις δέ, ἦν καὶ βραδύγλωσσος καὶ βομβόφωνος φαῦλός τε καὶ δεινὸς πανουργίᾳ. | |
---|---|---|
2 | Τοῦτον οὖν ὁ δεσπότης ὡς ἄχρηστον τῆς πολιτικῆς ὑπηρεσίας ἐξέπεμψεν εἰς ἓν τῶν κτημάτων αὐτοῦ σκάπτειν. καὶ δή ποτε παραγενομένου αὐτοῦ ἐπὶ τὸν ἀγρόν, γεωργός τις κάλλιστα τρυγήσας σῦκα ἤνεγκε τῷ τοῦ Αἰσώπου δεσπότῃ καί φησι “λάβε, δέσποτα, ἀπὸ τῶν σῶν καρπῶν ὀπώραν πρώϊμον.” ὁ δὲ τερφθεὶς ἔφη “νὴ | |
5 | τὴν σωτηρίαν μου, καλὰ σῦκα.” καί φησι τῷ οἰκέτῃ “Ἀγαθόπου, λάβε καὶ φύλαξόν μοι αὐτά· μετὰ δὲ τὸ λούσασθαι καὶ ἀριστῆσαι παράθες μοι τὴν ὀπώραν.” συνέβη δὲ κατὰ τὴν ὥραν ἀνανεῦσαι τὸν Αἴσωπον ἀπὸ τοῦ ἔργου καὶ εἰσελθόντα ζητεῖν τὸ ἐφήμερον ἄριστον. ὁ δὲ Ἀγαθόπους λαβὼν τὰ σῦκα καὶ λιμανθείς, φαγὼν ἐξ αὐτῶν ἓν καὶ δύο λέγει πρός τινα τῶν συνδούλων αὐτοῦ “ἤθελον κορεσθῆναι τῶν | |
10 | σύκων καὶ φοβοῦμαι.” ὁ δὲ πρὸς αὐτὸν εἶπεν “ἐὰν κἀγὼ φάγω μετὰ σοῦ, δώσω σοι γνώμην, ἵνα φαγόντες μὴ δαρῶμεν.” καὶ ὁ Ἀγαθόπους φησί “πῶς;” ὁ δέ· “φάγωμεν οἱ δύο τὰ σῦκα, καὶ ἐὰν ὁ δεσπότης ζητήσῃ εἰπὲ αὐτῷ ὅτι ὁ Αἴσωπος ἄδειαν εὑρὼν εἰσελθὼν κατέφαγε τὰ σῦκα. καὶ ὁ μὲν Αἴσωπος βραδύγλωσσος ὢν πρὸς ἀπολογίαν δαρήσεται, καὶ ἡμεῖς τὴν ἐπιθυμίαν ἐκπληροῦμεν.” καὶ παρακαθεσθέντες τοῖς | |
15 | σύκοις ἓν ἓν ἐσθίοντες ἔλεγον “οὐαί σοι, Αἴσωπε.” συμφωνήσαντες οὖν εἰς ἑαυτοὺς ἵνα, ὅ τι 〈ἂν〉 ἀπόληται ἢ ἐκχυθῇ, εἴπωσι ὅτι ὁ Αἴσωπος ἐποίησε, κατέφαγον τὰ σῦκα. | |
3 | ὁ δὲ κύριος αὐτῶν, μετὰ τὸ λούσασθαι καὶ ἀριστῆσαι, φησίν “Ἀγαθόπου, δός μοι τὰ σῦκα.” κἀκεῖνος ἔφη “δέσποτα, Αἴσωπος εὐκαιρήσας καὶ εὑρὼν τὸ ταμεῖον ἀνεῳγμένον εἰσελθὼν ἔφαγε τὰ σῦκα.” ὁ δὲ θυμωθεὶς ἔφη “Αἴσωπόν μοί τις καλεσάτω.” ὁ δὲ παρεγένετο. καί φησιν ὁ δεσπότης “λέγε μοι, κατάρατε, οὕτω μου κατεφρόνησας | |
5 | ὅτι εἰς τὸ ταμεῖον εἰσελθὼν τὰ ἐμοὶ ἡτοιμασμένα σῦκα κατέφαγες;” ὁ δὲ ἀκούσας, λαλεῖν δὲ μὴ δυνάμενος διὰ τὸ τῆς γλώσσης βραδύ, θεωρῶν τοὺς κατηγόρους αὐτοῦ εἰς ὄψιν ἑστῶτας, μέλλων δέρεσθαι, πεσὼν παρὰ τοὺς πόδας τοῦ δεσπότου παρεκάλει μικρὸν ἀνασχεῖν. καὶ λαβὼν ξέστην καὶ ὕδατι χλιαρῷ συγκεράσας, λεκάνην τε παραθεὶς καὶ πιών, ἐχάλασε τοὺς δακτύλους εἰς τὸ ἴδιον στόμα καὶ σπαράξας ἑαυτὸν | |
10 | ἀνέβαλε τὸ ὕδωρ μόνον ὃ ἐπεπώκει· οὐδενὸς γὰρ ἦν ἑτέρου γευσάμενος. ἐδέετο δὲ καὶ τοὺς κατηγόρους ὁμοίως ποιῆσαι, “καὶ ἐπιγνώσῃ τὸν βεβρωκότα τὰ σῦκα.” ὁ δὲ θαυμάσας αὐτοῦ τὸ νοερὸν ἐπέταξε καὶ τοῖς ἄλλοις ποιῆσαι ὁμοίως. οἱ δὲ δοῦλοι ἐβουλεύσαντο τοὺς δακτύλους πέμψαι παρὰ τὰς γνάθους καὶ κάτω μὴ χαλάσαι· ἅμα δὲ τῷ πιεῖν αὐτοὺς τὸ χλιαρὸν ὕδωρ καὶ συγκύψαι τὰ σῦκα χολοποιὰ ὄντα | |
15 | προσανέβλυσαν καὶ αὐτομάτως ἀνέδραμον. τότε ὁ δεσπότης εἶπε “τί καταψεύδεσθε τοῦ μὴ δυναμένου λαλεῖν;” καὶ ἐκέλευσεν αὐτοὺς γυμνωθέντας τύπτεσθαι· ἔγνωσαν | |
δὲ σαφῶς ὅτι ὅστις καθ’ ἑτέρου δόλια μηχανεύεται, αὐτὸς καθ’ αὑτοῦ τοῦτο ποιῶν λανθάνει. | 81 | |
4 | Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ὁ δεσπότης αὐτοῦ ζεύγῳ καθίσας εἰς τὴν πόλιν εἰσῄει. τοῦ δὲ Αἰσώπου εἰς τὸν ἀγρὸν σκάπτοντος συνέβη τοὺς τῆς Ἴσιδος ἱερεῖς πλανηθέντας τῆς λεωφόρου ἐλθεῖν εἰς τὸν ἀγρόν, οἳ καὶ παρεκάλουν τὸν Αἴσωπον δεῖξαι τὴν ἀπάγουσαν ὁδὸν εἰς τὴν πόλιν. ὁ δὲ Αἴσωπος ἀγαγὼν αὐτοὺς ὑπὸ σύσκιον | |
5 | δένδρον παρέθηκεν αὐτοῖς ἄρτον καὶ ἐλαίας καὶ ἰσχάδας καὶ ἠνάγκασε φαγεῖν, καὶ δραμὼν εἰς τὸ φρέαρ ἀνιμήσατο ὕδωρ καὶ ἤνεγκεν αὐτοῖς πιεῖν, καὶ κρατήσας τῆς χειρὸς ἐξήγαγεν αὐτοὺς εἰς τὴν εὐθεῖαν καὶ τετριμμένην ὁδόν. | |
5 | οἱ δὲ ἐπάραντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν καὶ εὐξάμενοι αὐτῷ ὡς ὑπ’ αὐτοῦ εὐεργετηθέντες ὑπεχώρη‐ σαν. | |
6 | Αἴσωπος δὲ στραφεὶς καὶ ὑπὸ τοῦ καύματος χαυνωθεὶς εἰς ὕπνον ἐτράπη. | |
7 | ἡ δὲ Τύχη ἐπιστᾶσα καθ’ ὕπνους ἐχαρίσατο αὐτῷ ἄριστον λόγον καὶ τὸ ταχὺ τῆς γλώττης καὶ ἑτοιμολογίας εὕρεσιν διὰ ποικίλων μύθων, ὡς φιλοθέῳ ὄντι καὶ φιλοξένῳ. | |
8 | ὁ δὲ Αἴσωπος ἐκ τοῦ ὕπνου ἐγερθείς φησιν “οὐᾶ, πῶς ἡδέως κεκοίμημαι· ἀλλὰ καὶ καλὸν ὄναρ ἐθεασάμην, καὶ ἰδού, νῦν ἀκωλύτως λαλῶ καὶ τὰ βλεπόμενα ὀνομάζω· δίκελλα, ὄνος, βοῦς, ἅμαξα. λαλῶ, νὴ τοὺς θεούς. πόθεν ἔλαβον τὴν χάριν; νενόηκα,” φησίν, “εὐσεβήσας εἰς τοὺς ξένους, ὥστε εὐπρόσδεκτον παρὰ τῷ θεῷ τὸ | |
5 | ἀγαθοποιεῖν· ὁ δὲ καλῶς πράσσων λήψεται καλὰς ἐλπίδας.” | |
9 | Περιχαρὴς οὖν γενόμενος ὁ Αἴσωπος καὶ πάλιν τὴν δίκελλαν λαβὼν ἤρξατο σκάπτειν. ὁ δὲ τῶν ἀγρῶν οἰκονόμος εἰς τὸ ἔργον παραγενόμενος ἕνα τῶν οἰκετῶν ῥάβδῳ κατέξαινεν. ὁ δὲ Αἴσωπος προσπαθήσας ἔφη “ἄνθρωπε, τί τὸν μηδέν σε ἀδικήσαντα οὕτως εἰκῇ καὶ μάτην κατὰ πᾶσαν ἀποκτείνεις ἡμέραν, μηδὲν αὐτὸς | |
5 | ἐργαζόμενος; ἀλλ’ ἐγὼ τῷ δεσπότῃ ἀπαγγελῶ ἅπαντα.” ὁ δὲ Ζηνᾶς ἀκούσας τοῦ Αἰσώπου οὕτως λαλοῦντος ἐθαμβήθη καί φησιν “Αἴσωπος λαλεῖν ἀρξάμενος ἐμὲ κέκρουκε· προκαταλάβωμαι αὐτοῦ, ἐπεὶ τοῦ δεσπότου ἐλθόντος κατηγορήσας μετα‐ στήσει με τῆς οἰκονομίας.” | |
10 | καὶ ταῦτα εἰπὼν ὑποζυγίῳ ἐπιβὰς εἰς τὴν πόλιν εἰσῄει. παραγενόμενος δὲ πρὸς τὸν δεσπότην εἶπε “χαίροις.” ὁ δέ φησι “τί τεταραγ‐ μένος πάρει;” καὶ ὁ Ζηνᾶς· “δέσποτα, πρᾶγμά τι τερατῶδες ἐν τῷ ἀγρῷ σου συνέβη.” ὁ δὲ “τί,” φησι, “μὴ δένδρον ὄψιμον παρὰ καιρόν τινα καρπὸν ἤνεγκεν, ἢ κτῆνος | |
5 | τετράπουν παρὰ φύσιν ἐγέννησεν;” ὁ δὲ “οὔ,” φησιν, “ἀλλ’ Αἴσωπος ὁ σαπρὸς λαλεῖν ἤρξατο στωμύλως.” καὶ ὁ δεσπότης· “μηδέν σοι τῶν ἀγαθῶν γένοιτο, τοῦτο νομίζεις τερατῶδες εἶναι σημεῖον;” “καὶ μάλα,” φησίν. 〈ὁ δεσπότης· “διὰ τί; εἰ〉 οἱ θεοὶ χολωθέντες ἀνθρώπῳ πρὸς ὀλίγον 〈χρόνον ἀφείλαντο τὴν φωνὴν αὐτοῦ, νῦν δὲ〉 πάλιν διαλλαγέντες ἐχαρίσαντο.” ὁ δὲ Ζηνᾶς· “δέσποτα, λαλεῖν ἀρξάμενος | |
10 | πάντα ὑπὲρ ἄνθρωπον φθέγγεται· εἰς ἐμὲ γὰρ ὕβρεις τραχείας φέρει, εἰς σὲ δὲ καὶ τοὺς θεοὺς μεγάλα βλασφημεῖ.” | |
11 | ὁ δὲ ὀργισθεὶς λέγει τῷ Ζηνᾷ “ἰδού, ἀπὸ τοῦ | |
νῦν κεχάρισταί σοι· πώλησον, χάρισον, ἀπόλυσον, ὃ βούλει εἰς αὐτὸν πρᾶξον.” ὁ δὲ Ζηνᾶς λαβὼν αὐτοῦ τὴν ἐξουσίαν, ἐλθὼν εἰς τὸν ἀγρὸν τῷ Αἰσώπῳ ἔφη “ἐχαρίσθης μοι παρὰ τοῦ δεσπότου ἵνα ὃ δοκήσει μοι εἰς σὲ διαπράξω. συνεῖδον οὖν πιπράσαι σε.” | 82 | |
12 | Ἔτυχεν οὖν σωματέμπορόν τινα διὰ τοῦ ἀγροῦ παριέναι, καὶ ὃς ζητῶν μισθώσασθαι κτήνη, συναντήσας τῷ Ζηνᾷ γνωστῷ αὐτῷ ὄντι, ἠσπάσατο αὐτὸν καί φησιν “ἔχεις μοι κτήνη μισθώσασθαι ἢ πωλῆσαι;” Ζηνᾶς εἶπεν “οὔ, σωμάτιον δὲ ἔχω ἀρρενικὸν εὔωνον· εἰ θέλεις, ἀγόρασον.” ὁ ἔμπορος ἔφη “δεῖξόν μοι αὐτό.” | |
13 | ὁ δὲ Ζηνᾶς στείλας ἤνεγκε τὸν Αἴσωπον καί φησιν “ἰδοὺ ὁ παῖς, καταμαθὼν ἀγόρασον.” | |
14 | στραφεὶς δὲ ὁ ἔμπορος καὶ τὸν Αἴσωπον ἰδών, γελάσας ἔφη “πόθεν σοι ἡ χύτρα αὕτη; ῥιζοκάλαμός ἐστιν ἢ ἄνθρωπος; οὗτος τῆς τερατομαχίας σαλπιστής ἐστιν. εἰ μὴ φωνὴν εἶχεν εἰρήκειν ἂν ὅτι ἀσκοκήλη ἐστίν. ὦ Ζηνᾶ, μόνον τῆς ὁδοῦ με ἐπλάνησας ἕνεκα τοῦ καθάρματος τούτου, δοκῶν τι ἀγαθὸν πιπράσκειν;” καὶ ταῦτα | |
5 | εἰπὼν ἐπορεύετο. | |
15 | καταδραμὼν δὲ ὁ Αἴσωπος ἔφη “περίμεινον.” ὁ δὲ πρὸς αὐτόν· “ἄφες με, μηδέν σοι τῶν ἀγαθῶν γένοιτο· τί προσεκαλέσω με;” [παρατήρημα]. Αἴσωπος ἔφη “ἕνεκα τίνος ἐνθάδε ἐλήλυθας;” ὁ ἔμπορος· “δοκῶν τι ἀγαθὸν ὠνήσεσθαι, σαπρὸς δὲ εἶ πάνυ καὶ κακὸν οὐ χρῄζω.” Αἴσωπος λέγει “ἀγόρασόν με καὶ πολύ σε | |
5 | ὠφελήσω.” ὁ δὲ πρὸς αὐτόν· “τί δύνασαι σὺ ὠφελῆσαί με;” καὶ ὁ Αἴσωπος· “οὐκ ἔχεις ἐν τῷ σωματεμπορίῳ σου παιδία κλαίοντα ἢ ἀτακτοῦντα; ἀγόρασόν με καὶ κατάστησόν με παιδαγωγόν, καὶ ἔσομαι αὐτοῖς ἀντὶ μορμολυκίου.” ὁ δὲ ἔμπορος πεισθεὶς τῷ λόγῳ καὶ στραφεὶς λέγει τῷ Ζηνᾷ “πόσου τὸ κακὸν τοῦτο πωλεῖς;” Ζηνᾶς λέγει “δὸς τριώβολον.” ὁ δὲ ἔμπορος γελάσας ἔδωκε τὸ τριώβολον, λογιζόμενος | |
10 | ὅτι οὐδὲν τοῦ μηδενὸς ἠγοράκει. | |
16 | Ὁδεύσαντες δὲ εἰς τὴν πόλιν εἰσῆλθον εἰς τὸ σωματεμπόριον. δύο δὲ παιδία ὑπὸ μητέρα ὄντα, ὡς εἶδον τὸν Αἴσωπον, ἀνέκραξαν καὶ κατεκρύβησαν. ὁ δὲ Αἴσωπος τῷ ἐμπόρῳ ἔφη “ἔχεις μου ἤδη τῆς ἐπαγγελίας ἀπόδειξιν, ὅτι κατὰ παιδίων προυνικῶν ἕτοιμον ὠνήσω μορμολύκιον.” ὁ δὲ γελάσας λέγει “Αἴσωπε, | |
5 | εἴσελθε εἰς τὸν ἐνδότερον τρίκλινον καὶ ἄσπασαι τοὺς συνδούλους σου.” εἰσελθὼν οὖν εὑρίσκει παῖδας καλλίστους καὶ ἀμώμους, καὶ ἀσπάζεται αὐτοὺς λέγων “χαίρετε, σύνδουλοι.” οἱ δὲ ὁμοφώνως εἶπον “σαπρόν, νὴ τὸν Ἥλιον. τί γέγονε τῷ δεσπότῃ, ὅτι τοιοῦτον [οὐδέποτε] κακοπινὲς ἠγόρακε σωμάτιον; πλὴν πρὸς βασκανίαν τοῦ σωματεμπορίου αὐτὸν ὠνήσατο.” | |
17 | ὁ δὲ ἔμπορος πρὸς τοὺς παῖδας εἰσελθὼν ἔφη “στενάξατε τὴν ἑαυτῶν τύχην· κτήνη γὰρ οὔτε ἀγοράσαι οὔτε μισθώσασθαι εὗρον. διέλεσθε οὖν τὰ ἐφόδια σκεύη· αὔριον γὰρ ἀπαίρομεν εἰς τὴν Ἀσίαν.” οἱ οὖν παῖδες σύνδυο γενόμενοι ἐμερίζοντο τὰ σκεύη. ὁ δὲ Αἴσωπος ὑποπεσὼν εἶπε “καλοὶ | |
5 | σύνδουλοι, ἐπεὶ νεώνητός εἰμι καὶ ἀσθενής, παραχωρήσατέ μοι τὸ ἐλαφρότερον φορτίον.” οἱ δέ φασιν “ἐὰν οὐ δύνῃ, μηδὲν ἄρῃς.” Αἴσωπος λέγει “ἀπόπληκτόν ἐστι πάντων κοπιώντων ἐμὲ μόνον τῷ δεσπότῃ ἀχάριστον φαίνεσθαι.” οἱ δέ φασιν “ὃ θέλεις ἆρον.” | |
18 | ὁ δὲ περιβλεψάμενος ὧδε κἀκεῖσε θεωρεῖ σκεύη καὶ ἀγγεῖα διάφορα τὰ πρὸς ἐκδημίαν, σάκκους καὶ στρώματα καὶ γοργάθους. ἰδὼν δὲ ἕνα γόργαθον μεστὸν ἄρτων, ὃν ἐβούλοντο δύο ἆραι, εἶπεν “ἐμοὶ τοῦτον φορτώσατε.” οἱ δὲ ἔλεγον “τί μωρότερον τοῦ ἀνθρώπου τούτου; παρεκάλει τὸ πάντων ἐλαφρότερον φορτίον | |
5 | ἆραι καὶ τὸ βαρύτερον πάντων ἐξελέξατο. τὴν ἐπιθυμίαν αὐτοῦ πληρώσωμεν.” ἐπιτιθέασιν οὖν αὐτῷ τὸν γόργαθον καὶ ἐκίνησε διακλονούμενος. ὁ δὲ ἔμπορος ἰδὼν | |
αὐτὸν ἐθαύμασε καί φησιν “Αἴσωπος πρόθυμος εἰς τὸ κοπιᾶν, καὶ τοὺς λοιποὺς προτρεπόμενος γενναίως φέρειν. ἤδη αὐτοῦ τὴν τιμὴν ἔσωσα· κτήνους γὰρ φορτίον ἦρεν.” | 83 | |
19 | οἱ δὲ λοιποὶ σύνδυο βαστάζοντες κατεγέλων αὐτοῦ. ἐκεῖνος δὲ εἰς τὴν ὁδὸν ἐλθών, τὸν γόργαθον θεὶς περιπατεῖν ἐδίδασκεν· εἰ γὰρ εἰς ἀνάβασιν ἐληλύθει, ταῖς χερσὶ καὶ τοῖς ὀδοῦσιν ἕλκων ἀνεκύλιε τὸν γόργαθον, εἰ δὲ εἰς κατάβασιν, συντο‐ μώτερον ἐκύλιε αὐτόν. καὶ οὕτως ἐκοπία ἕως εἰς πανδοχεῖον ἦλθον. ὁ δὲ ἔμπορος θέλων | |
5 | τὰ σωμάτια ἀναλαβέσθαι ἐκέλευσεν αὐτοὺς ἀναπεσεῖν. καί φησι τῷ Αἰσώπῳ “ἀρτο‐ δότησον.” ὁ δὲ ἑκάστῳ ζεύγει ἄρτον παρέθηκε. πολλῶν δὲ ἄρτων δοθέντων ἡμίκενος ὁ γόργαθος ἐγένετο. μετὰ δὲ τὸ ἀναλαβέσθαι τὰ σωμάτια, πάλιν ὁδοιπορούντων ὁ Αἴσωπος προθυμότερος εἰς τὴν μονὴν παρεγένετο. ἀρτοδοτήσας δὲ τῇ ἑσπέρᾳ τὸν γόργαθον ἐκένωσε. τῇ δὲ ἐπαύριον κενὸν αὐτὸν ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἔμπροσθεν | |
10 | πάντων ἔτρεχεν. οἱ δὲ σύνδουλοι εἰς ἀλλήλους ἔλεγον “τίς ἐστιν ὁ ἔμπροσθεν τρέχων; ξένος ἢ ἐξ ἡμῶν ἐστιν;” ἄλλος ἔφη “ὁ σαπρὸς ἐκεῖνός ἐστιν.” ἄλλος ἔφη “οὐκ οἴδατε τὸ ἀνθρωπάριον τοῦτο πῶς φρονίμως ἔδρασεν ὑπὲρ πάντας ἡμᾶς· ἡμεῖς γὰρ στρώματα καὶ τὰ λοιπὰ σκεύη τὰ μὴ δυνάμενα δαπανηθῆναι ἄραντες κοπιῶμεν, ἐκεῖνος δὲ τοὺς προχείρως δαπανωμένους ἄρτους ὡς πανοῦργος ἦρεν.” | |
20 | Ὁδοιπορήσαντες οὖν ἦλθον εἰς Ἔφεσον, καὶ πιπράσας ἐκεῖ τὰ σωμάτια ἐκέρδησε. κατελείφθησαν δὲ αὐτῷ τρία· γραμματικός, ψάλτης, καὶ ὁ Αἴσωπος. φίλος δέ τις λέγει τῷ ἐμπόρῳ “ἐὰν θέλῃς τὰ σωμάτια πιπράσαι, πέρασον εἰς τὴν Σάμον· Ξάνθος γὰρ ὁ φιλόσοφος ἐκεῖ οἰκεῖ καὶ πολλοὶ τῆς Ἑλλάδος καὶ | |
5 | τῶν νήσων πρὸς αὐτὸν φοιτῶσιν ἐν εὐπορίᾳ ὄντες, 〈καὶ〉 ἀγοράσουσιν αὐτούς.” πεισθεὶς οὖν ὁ ἔμπορος τῇ τοῦ φίλου γνώμῃ παρεγένετο εἰς τὴν Σάμον. | |
21 | καὶ τὸν μὲν ψάλτην εὔκνημον ὄντα λευκοὺς ὑπενέδυσε χιτῶνας καὶ ὑποδήματα, καὶ τὴν τρίχα κτενίσας ἔστησεν ἐπὶ τοῦ πρατείου· τὸν δὲ γραμματικὸν λεπτὸν ὄντα βαθεῖς ἐνέδυσε χιτῶνας καὶ ὑποδήματα, κτενίσας δὲ τὴν τρίχα καὶ σουδάριον δοὺς ἔστησεν | |
5 | ἐπὶ τοῦ πρατείου. τοῦ δὲ Αἰσώπου μὴ ἔχων τι ἀποκρύψαι ἤ τι κοσμῆσαι, ἐπείπερ ὅλως ἦν ἁμάρτημα, ἐνέδυσεν αὐτὸν σακκοχίτωνα καὶ τῶν καλῶν ἔστησεν εἰς μέσον. πολλοὶ δὲ κατανοοῦντες τὰ σωμάτια, ὁρῶντες τὸν Αἴσωπον πρὸς ἀλλήλους ἔλεγον “πόθεν τὸ κακὸν τοῦτο; οὗτος καὶ τοὺς ἄλλους ἀφανίζει.” ὁ δὲ Αἴσωπος ὑπὸ πολλῶν σκωπτόμενος τολμηρῶς εἱστήκει. | |
22 | Ὁ δὲ Ξάνθος εἰς τὴν σχολὴν προελθὼν καὶ τὴν μελέτην στερεώσας ἧκε σὺν τοῖς φίλοις εἰς τὴν ἀγοράν. | |
23 | θεασάμενος δὲ τοὺς μὲν δύο παῖδας εὐπρεπεῖς, τὸν δὲ μέσον σαπρόν, ἐθαύμασε τοῦ ἐμπόρου τὴν ἐπίνοιαν, καί φησι πρὸς τοὺς φίλους “ὁ ἔμπορος οὐ χάριν τῆς πράσεως τοὺς μὲν εὐειδεῖς παῖδας ἔξωθεν ἔστησε καὶ μέσον τὸν σαπρόν, ἀλλὰ ἵνα τὸ ἀειδὲς τῷ κάλλει παρατεθὲν τὴν τούτων ἀρετὴν ἐμφανεστέραν | |
5 | δείξῃ.” | |
24 | ἐπιστὰς οὖν τῷ πρώτῳ παιδὶ εἶπε “πόθεν εἶ καὶ τί σου τὸ ὄνομα;” ἐκεῖνος ἔφη “Καππάδοξ εἰμί, Τύρος καλοῦμαι.” “τί οὖν οἶδας ποιεῖν;” ὁ δέ, “πάντα.” Αἴσωπος ἑστὼς ἐγέλασεν. οἱ δὲ σχολαστικοὶ ὡς εἶδον αὐτὸν ἐξαίφνης γελάσαντα καὶ τὸ πρόσωπον αὐτοῦ στυγνὸν καὶ σκυθρωπὸν γεγονός, μόνον δὲ τοὺς ὀδόντας | |
5 | φανεροὺς ὄντας, τέρας ἐδόκουν θεωρεῖν. ἔλεγον δὲ πρὸς ἀλλήλους “οὐχὶ κήλη ἐστὶν ὀδόντας ἔχουσα;” ἄλλος ἔλεγε “τί ἰδὼν ἐγέλασεν;” ἕτερος ἔφη “οὐ γελᾷ, ἀλλὰ ῥιγᾷ. γνώσωμεν δὲ τί λαλεῖ.” ἐλθὼν οὖν εἵλκυσεν αὐτὸν ἐξόπισθεν καί φησι “κομ‐ ψότατε, τί ἐγέλασας;” ὁ δὲ στραφεὶς πρὸς αὐτὸν λέγει “ὑποχώρει, θαλάσσιον πρό‐ | |
βατον.” ὁ δὲ σχολαστικὸς διαπορηθεὶς ἐπὶ τὸ ῥηθὲν ὑπεχώρησεν. ὁ δὲ Ξάνθος τῷ | 84 | |
10 | ἐμπόρῳ ἔφη “πόσου ὁ ψάλτης οὗτος;” ὁ δέ, “χιλίων δηναρίων.” ὡς οὖν ἤκουσεν ἐν ὑπερβολῇ τὸ τίμημα, πρὸς τὸν ἕτερον ἦλθε καί φησι “σὺ πόθεν εἶ;” ὁ δὲ ἔφη “Λυδός.” “ὄνομα δέ σοι τί;” ὁ δέ, “Φιλόκαλος.” Ξάνθος λέγει “τί οἶδας ποιεῖν;” ὁ παῖς λέγει “πάντα”. καὶ ὁ Αἴσωπος πάλιν ἐγέλασεν. οἱ δὲ σχολαστικοὶ ἰδόντες ἔλεγον “τί ἄρα πρὸς πάντα γελᾷ;” ἕτερος εἶπεν “ἐὰν θέλω πάλιν θαλάσσιος τράγος | |
15 | ἀκοῦσαι, ἐπερωτήσω αὐτόν.” Ξάνθος τῷ ἐμπόρῳ ἔφη “πόσου τὸν γραμματικὸν πωλεῖς;” ὁ δέ, “τρισχιλίων δηναρίων.” ὁ Ξάνθος ἀκούσας ἠκηδίασε καὶ στραφεὶς ἐπορεύετο. οἱ δὲ σχολαστικοὶ εἶπον “καθηγητά, οὐκ ἤρεσάν σοι τὰ σωμάτια;” “ναί,” φησίν, “ἀλλὰ δόγμα ἐστὶ πολύτιμα μὴ ὠνεῖσθαι παιδάρια, δι’ εὐτελῶν δὲ σωματίων δουλεύεσθαι.” εἷς δὲ τῶν σχολαστικῶν φησι “εἰ παράγγελμά ἐστι πολυτελῆ | |
20 | μὴ ὠνεῖσθαι, ἀγόρασον τοῦτον τὸν ἀειδῆ· τὴν γὰρ αὐτὴν παρέχεται διακονίαν, ἡμεῖς δὲ κατὰ κοινοῦ δώσομεν τὸ τίμημα.” ὁ δέ φησι “γελοῖόν ἐστιν ὑμῶν τὴν τιμὴν διδόντων ἐμὲ δοῦλον ἀγοράσαι, καὶ καθαρὸν ὂν τὸ γύναιον οὐκ ἀνέξεται ὑπὸ αἰσχροῦ δουλεύεσθαι σωματίου.” οἱ δὲ σχολαστικοὶ εἶπον “καθηγητά, αἱ πλείους σου διδαχαί εἰσι μὴ πείθεσθαι γυναικί.” | |
25 | ὁ Ξάνθος ἔφη “ἐπιγνῶμεν εἰ οἶδέ τι, μὴ καὶ τὸ τίμημα κενῇ χάριτι προσαπόληται.” προσελθὼν οὖν τῷ Αἰσώπῳ ἔφη “χαῖρε”. ὁ δέ φησι “τί γὰρ λυποῦμαι;” ὁ Ξάνθος ἔφη “ἀσπάζομαί σε.” ὁ δέ, “κἀγὼ σέ.” ὁ δὲ Ξάνθος καταπλαγεὶς ἐπὶ τὸ ἕτοιμον τῆς ἀπολογίας πάλιν πρὸς αὐτὸν λέγει | |
5 | “ποταπὸς εἶ;” ὁ δέ, “Σάρκινος.” καὶ ὁ Ξάνθος· “οὐ τοῦτο λέγω, ἀλλὰ ποῦ ἐγεννήθης;” “ἐν τῇ κοιλίᾳ τῆς μητρός μου,” ἔφη. “οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ ποίῳ τόπῳ ἐγεννήθης;” καὶ ὁ Αἴσωπος· “οὐκ ἀνήγγειλέ μοι ἡ μήτηρ μου πότερον ἐν κοιτῶνι ἢ ἐν τρικλίνῳ.” ὁ Ξάνθος ἔφη “τί οἶδας ποιεῖν;” ὁ δέ· “παντελῶς οὐδέν.” “διὰ τί;” φησιν. “ὅτι οὗτοι πάντα εἰδέναι σοι ἐπηγγείλαντο.” οἱ δὲ σχολαστικοὶ θαυμάσαντες εἶπον | |
10 | “καλῶς ἀπελογήθη, οὐκ ἔστι γὰρ ἄνθρωπος πάντα εἰδώς· διὰ γὰρ τοῦτο καὶ ἐγέλα‐ σεν.” | |
26 | ὁ Ξάνθος εἶπε “θέλεις ἀγοράσω σε;” καὶ ὁ Αἴσωπος· “ἐμοῦ εἰς τοῦτο συμβουλίας δεῖ σοί; θέλεις ἀγόρασον, θέλεις πορεύου· οὐδείς σου βίαν ποιεῖ· τῆς σῆς ἐξουσίας τοῦτο. καὶ εἰ μὲν βούλει, λύσας θύρας βαλαντίου ἀργύριον ἀρίθμει, εἰ δὲ οὐ βούλει, μή με σκῶπτε.” ὁ Ξάνθος εἶπε “τί οὕτω πολύλαλος εἶ;” Αἴσωπος | |
5 | εἶπεν “εἰ πετεινὸν λαλεῖ, πολύτιμον εὑρίσκεται· τί με ἐξουθενεῖς;” οἱ σχολαστικοί· “καλῶς, νὴ τοὺς θεούς, ἔστησε τὸν καθηγητήν.” ὁ Ξάνθος εἶπεν “ἐάν σε ἀγοράσω, μὴ δραπετεύσεις;” Αἴσωπος γελάσας εἶπε “τοῦτο εἰ θελήσω πρᾶξαι, οὐ λήψομαι σὲ σύμβουλον, ὡς σὺ ἐμέ, τὸ δὲ δραπετεύειν ἐν σοί ἐστιν, οὐχὶ ἐν ἐμοί· ἐὰν γὰρ ᾖς καλόδουλος, οὐδεὶς τὸ καλὸν φεύγει, ἐὰν δὲ ᾖς κακόδουλος καὶ φθορὰν ἐργάζῃ τῶν | |
10 | ἀναγκαίων μὴ φροντίζων, ὥραν μίαν οὐ μένω πρὸς σέ.” καὶ ὁ Ξάνθος· “καλῶς λέγεις, ἀλλὰ σαπρὸς εἶ.” ὁ Αἴσωπος ἔφη “εἰς τὸν νοῦν δεῖ ἀποβλέπειν, καὶ οὐκ εἰς τὴν θέαν.” | |
27 | προσελθὼν οὖν ὁ Ξάνθος τῷ σωματεμπόρῳ λέγει “πόσου τοῦτον πωλεῖς;” ὁ δὲ ἔφη “σκῶψαί μου πάρει τὴν ἐμπορίαν.” καὶ ὁ Ξάνθος “διὰ τί;” φησιν. ὁ δέ· “ὅτι ἀφεὶς τοὺς ἀξίους σου παῖδας τὸν σαπρὸν ᾑρετίσω. ἕνα ἐκείνων ὤνησαι καὶ τοῦτον λάβε πρόσδομα.” ὁ Ξάνθος· “εἰπὲ τὴν τούτου τιμήν.” ὁ δὲ πρὸς αὐτόν· “δὸς | |
5 | ἑξήκοντα δηνάρια καὶ λάβε αὐτόν.” οἱ δὲ σχολαστικοὶ δεδώκασι μέν, ὁ Ξάνθος δ’ ἠγόρασε. μαθόντες δὲ οἱ τελῶναι τὴν πρᾶσιν παρεγένοντο ἐρωτῶντες τίς πέπρακε, τίς ἠγόρακε. διετρέποντο οὖν ἀμφότεροι εἰπεῖν διὰ τὸ ἐλάχιστον τίμημα, ὁ δὲ Αἴσωπος | |
ἀνακέκραγεν “ὁ πραθεὶς ἐγώ, ὁ πωλήσας οὗτος, καὶ οὗτος ὁ ἀγοράσας. εἰ δὲ οὗτοι σιωπῶσιν, ἐγὼ ἐλεύθερός εἰμι.” οἱ δὲ τελῶναι γελάσαντες ἐχαρίσαντο τῷ Ξάνθῳ | 85 | |
10 | τὸ τέλος, ἀλλήλοις δὲ συνταξάμενοι ἐχωρίσθησαν. | |
28 | Ὁ δὲ Αἴσωπος ἠκολούθει τῷ Ξάνθῳ. καύματος δὲ μεσημβρινοῦ ὄντος καὶ τῆς ὁδοῦ ἐκκαείσης ὁ Ξάνθος περιπατῶν, τὰ ἱμάτια ἀνασυράμενος, οὔρει. ὁ δὲ Αἴσωπος θεασάμενος καὶ ἐκ τῶν ὄπισθεν τὸ ἱμάτιον δραξάμενος εἵλκυσε καί φησι “πώλησόν με ταχύ, ἐπεὶ δραπετεύω.” ὁ Ξάνθος ἔφη “τί ἔχεις;” ὁ δέ φησιν | |
5 | “οὐ δύναμαι τοιούτῳ ἀνδρὶ δουλεύειν.” ὁ Ξάνθος· “διὰ τί;” καὶ ὁ Αἴσωπος· “ἐπειδὴ σύ, δεσπότης ὢν καὶ μηδένα φοβούμενος εἰ καὶ τύχοι βραδῦναί σε, οὐκ ἔδωκας τῇ φύσει ἄνεσιν, ἀλλὰ περιπατῶν οὐρεῖς, εἰ τύχοι ἐμὲ τὸν δοῦλον ἐπὶ διακονίᾳ ταχῦναι σταλέντα, ἀνάγκη πετόμενον χέζειν.” ὁ Ξάνθος· “τούτου ἕνεκεν ἐταράχθης; τρία βουλόμενος ἐκφυγεῖν κακὰ περιπατῶν οὔρησα.” ὁ δέ· “ποῖα ταῦτα;” ὁ Ξάνθος· | |
10 | “ἑστῶτός μου τὴν κεφαλὴν ὁ ἥλιος κατέφλεξεν ἄν, τοὺς δὲ πόδας μου ἐν τῷ οὐρεῖν ἑστῶτος ἡ γῆ κατέκαυσεν, ἡ δὲ τοῦ οὔρου δριμύτης τὰς ὀσφρήσεις μου ἔβλαψεν ἄν. ταῦτα οὖν τὰ τρία ἐκφεύγων φαῦλα περιπατῶν οὔρησα.” ὁ Αἴσωπος λέγει “περιπάτει, πέπεικάς με.” | |
29 | Ξάνθος λέγει “Αἴσωπε, ἐπεὶ καθάριόν μοί ἐστι τὸ γύναιον, μὴ θέλον ὑπὸ αἰσχροῦ σωματίου δουλεύεσθαι, μεῖνον πρὸ τοῦ πυλῶνος ἕως οὖ εἰσελθὼν πρὸς τὴν κυρίαν σου ἐγκώμιόν τι γελοίου ἀπαγγείλω, ἵνα μή σου ἐξαίφνης τὴν σαπρίαν ἰδοῦσα, ἀπαιτήσασα τὴν προῖκα φύγῃ.” Αἴσωπος εἶπεν “ἄπιθι καὶ ταχὺ ποίει.” | |
5 | εἰσελθὼν δὲ ὁ Ξάνθος πρὸς τὴν γυναῖκα φησί “κυρία, οὐκέτι με ὀνειδίσεις ὅτι ἀπὸ σῶν δουλεύομαι παιδισκαρίων· ἴδε κἀγὼ σοὶ παῖδα ἠγόρασα, καὶ ὄψει κάλλος οἷον οὐδέποτε ἐθεάσω.” | |
30 | αἱ δὲ θεραπαινίδες ἀκούσασαι καὶ νομίσασαι ἀληθῆ εἶναι τὰ λεγόμενα ἤρξαντο πρὸς ἑαυτὰς μάχεσθαι καὶ λέγειν “ἐμοὶ ὁ δεσπότης ἄνδρα ἠγόρασεν.” ἄλλη δέ φησι “κενή σοι ἡ χαρά, ἐμοὶ γὰρ εἰς ὕπνους τοῦτον συνέθετο.” ἄλλη δὲ ἔφη “ἐγὼ ἐν ὀνείροις ἐνυμφευόμην.” τούτων δὴ διαμαχομένων ἡ γυνὴ τῷ | |
5 | Ξάνθῳ ἔφη “περὶ οὗ τοσαῦτα κατεβάλου ἐγκώμια, ποῦ ἐστιν;” ὁ δὲ ἔφη “μέχρι τοῦ πυλῶνος ἠκολούθησε, μὴ κληθεὶς δὲ εἰσελθεῖν ἔξω ἔμεινεν.” ἡ δέ φησι “τὸν νεώνητόν τις καλεσάτω.” μία οὖν καπριῶσα, τῶν ἄλλων μαχομένων, “προδραμοῦμαι,” φησί, “καὶ ἀρραβωνήσομαι αὐτόν.” ἐξελθοῦσα δὲ πρὸ τοῦ πυλῶνος ἐβόα “ποῦ ὁ νεώνητος, ὁ ἐμοὶ ἀγορασθείς;” Αἴσωπος ἔφη “ὧδέ εἰμι.” ἡ δὲ κόρη θαμβηθεῖσα | |
10 | εἶπε “σὺ εἶ;” ὁ δέ “ναί, ἐγώ.” ἡ δέ φησιν “ἀβάσκαντε, ποῦ σου ἡ κέρκος; μὴ εἰσέλθῃς αἰφνιδίως καὶ φύγωσι πάντες.” προλαβοῦσα δὲ ἐκείνη ταῖς λοιπαῖς ἔφη “ἐξελθοῦσαι ὄψεσθε πηλίκον κακόν, περὶ οὗ πᾶσαι διαμαχόμεθα.” ἐξελθοῦσα δὲ ἄλλη καὶ ἰδοῦσα αὐτὸν εἶπε “ψῶ! παταχθήτω σου τὸ πρόσωπον. δεῦρο εἴσελθε, καὶ μή μοι κολλῶ.” εἰσελθὼν δὲ ἄντικρυς ἔστη τῆς δεσποίνης. | |
31 | θεασαμένη δὲ αὐτὸν ἐκείνη ἀπεστράφη καί φησι πρὸς τὸν ἄνδρα “πόθεν μοι τὸ τέρας τοῦτο; οὗτός ἐστιν ὃν ἐγκωμιάζεις; ἔκβαλε αὐτὸν ἀπὸ τῆς ὄψεώς μου.” ὁ Ξάνθος εἶπεν “ἀρκεῖ, κυρία, μὴ σκῶπτέ μοι τὸν νεώνητον.” ἡ γυνὴ ἔφη “μεμίσηκάς με, Ξάνθε· ἑτέραν γῆμαι θέλων καὶ αἰδούμενός | |
5 | μοι εἰπεῖν, ἵνα τῆς οἰκίας ὑποχωρήσω, ἤνεγκάς μοι τὸν κυνοκέφαλον τοῦτον ἐπίτηδες, ἵνα μὴ θέλουσα ὑπ’ αὐτοῦ δουλεύεσθαι φύγω. δός μοι οὖν τὴν προῖκά μου καὶ πορεύ‐ σομαι.” ὁ δὲ Ξάνθος τῷ Αἰσώπῳ ἔφη “ἵνα μὴ εἰς τὴν ὁδὸν περιπατῶν οὐρήσω τοιαῦτά μοι ἔφης ῥήματα, καὶ νῦν οὐδὲν λέγεις πρὸς αὐτήν;” Αἴσωπος εἶπε “ῥῖψον αὐτὴν | |
εἰς τὸ σκότος.” ὁ δέ· “σιώπα, κάθαρμα· οὐκ οἶδας ὅτι θέλω αὐτὴν ὡς ἐμαυτόν; Αἴσωπος | 86 | |
10 | λέγει “ποθεῖς τὸ γύναιον;” ὁ Ξάνθος· “ναί, δραπέτα.” ῥίψας δὲ τὸν πόδα ὁ Αἴσωπος εἰς τὸ μέσον ἀνέκραγεν “Ξάνθος ὁ φιλόσοφος γυναικοκρατεῖται. | |
32 | σὺ δέ, κυρία, ἐβούλου ἵνα ὁ ἀνήρ σου ὠνήσηταί σοι παῖδα νέον, εὐόμματον, οὐλόκομον, λευκόν, ὀφείλοντα εἰς τὸ βαλανεῖον ὑπηρετεῖν καὶ γυμνὴν βλέπειν σε καὶ εἰς τὸν κοιτῶνα κιρνᾶν καὶ τοὺς πόδας σου τρίβειν καὶ προσπαίξαντά σοι αἰσχῦναι τὸν φιλόσοφον. | |
5 | ἀλλ’ ὦ Εὐριπίδη, χρυσοῦν σου τὸ ἀψευδὲς στόμα, ὅτε ἔλεγες πολλαὶ μὲν ὀργαὶ κυμάτων θαλασσίων, δειναὶ δὲ ποταμῶν καὶ πυρὸς θερμοῦ πνοιαί, δεινὸν δὲ πενία, δεινὰ δ’ ἄλλα μυρία, πλὴν οὐδὲν οὕτως ὡς γυνὴ ἐν ὑπερβολῇ κακῶν. | |
10 | σὺ δὲ φιλοσόφου γυνὴ οὖσα ὑπὸ καλῶν νεανιῶν δουλεύεσθαι θέλεις, ἵνα βινητιῶσα ὕβριν τῷ ἀνδρὶ ὑπενέγκῃς;” ἡ δὲ ταῦτα ἀκούσασα ἔφη “πόθεν τοῦτο τὸ κακὸν ἤγρευσας; ὅμως στωμύλος μοι ὁ σαπρὸς φαίνεται καὶ εὐτράπελος. διαλλαγήσομαι αὐτῷ.” ὁ Ξάνθος ἔφη “Αἴσωπε, διήλλακταί σοι ἡ κυρία.” ὁ δέ φησι “μέγα πρᾶγμα εἰ γύναιον πτῆξαν κατεπραΰνθη ... | |
34 | Ὁ Ξάνθος ἔφη “σιώπα τοῦ λοιποῦ· ὠνησάμην σε εἰς δουλείαν, οὐ μὴν δὲ εἰς ἀντιλογίαν. ἄρας οὖν ὠμόλινον ἀκολούθει μοι, ὅπως ἀπὸ τῶν κήπων πριώμεθα λάχανα.” ὁ δὲ θεὶς ἐπὶ τῶν ὤμων τὸ ὠμόλινον ἠκολούθει τῷ Ξάνθῳ. ἐλθόντων δὲ αὐτῶν εἰς ἕνα κῆπον λέγει τῷ κηπουρῷ “δὸς ἡμῖν λάχανα.” ὁ δὲ λαβὼν τὸ δρέπανον | |
5 | ἀπεθέριζεν αὐτῷ ἀσπαράγους, σεῦτλα, μαλάχας καὶ ἀρτύματα. εὐτελὲς δὲ δεσμήσας φορτίον ἐπέδωκε τῷ Αἰσώπῳ. ὁ δὲ Ξάνθος ἀνοίξας τὸ μαρσίπιον ἐπεδίδου τὸ κέρμα τῶν λαχάνων. | |
35 | ὁ δὲ κηπουρὸς ἔφη πρὸς τὸν Ξάνθον “ἔα, κύριε· ἑνὸς γάρ σου λόγου χρείαν ποιοῦμαι ζητήματος ἕνεκεν.” ὁ δέ φησιν “ὃ βούλει λέγε.” καὶ ὁ κηπουρός· “καθηγητά, διὰ τί τὰ παρ’ ἐμοῦ βαλλόμενα λάχανα εἰς τὴν γῆν σκαλιζόμενά τε καὶ ἀρδευόμενα βραδεῖαν ἔχει τὴν αὔξησιν, τὰ δὲ αὐτοματὶ ἀπὸ τῆς γῆς φυόμενα | |
5 | καὶ μηδαμῶς ἐπιμελούμενα τάχιον αὔξεται;” ὁ δὲ ἀκούσας ἐμφιλόσοφον ζήτημα καὶ μὴ εὑρὼν λῦσαι, “τῇ θείᾳ προνοίᾳ,” ἔφη, “πάντα διοικεῖται.” | |
36 | Αἴσωπος δὲ ἀκούσας ἐγέλασε. καὶ ὁ Ξάνθος φησὶ πρὸς αὐτόν “γελᾷς ἢ καταγελᾷς;” ὁ δὲ “κατα‐ γελῶ,” φησιν, “οὐ σοῦ ἀλλὰ τοῦ διδάξαντός σε· τὰ γὰρ ὑπὸ θείας προνοίας διοικούμενα ὑπὸ σοφῶν διαλύονται. ὑπόσχου οὖν, κἀγὼ διαλύσω αὐτό.” | |
37 | ὁ Ξάνθος τῷ κηπουρῷ λέγει “κομψότατε, ἀπρεπές ἐστιν ἐμὲ τὸν ἐν τοσούτοις ἀκροατηρίοις διαλεχθέντα νῦν ἐν κήποις αἰνίγματα διαλύειν. παῖς δὲ πολύπειρος ἀκολουθεῖ μοι· αὐτῷ προσανάθου καὶ διαλύσει τὸ ζήτημα.” ὁ κηπουρὸς ἔφη “οὗτος ὁ σαπρὸς γράμματα οἶδεν; οὐαὶ | |
5 | τῇ ἀτυχίᾳ. εἰπέ” φησιν “εἰ ἐπίστασαι.” καὶ ὁ Αἴσωπος· “τοῦτο ζητεῖς ἀκοῦσαι, διὰ ποίαν αἰτίαν τὰ φυτὰ εἰς τὴν γῆν βάλλεις καὶ ταῦτα ἐπιμελῶς ἐργάζῃ, τὰ δὲ ἄγρια τάχιον ἀναβαίνει καὶ μᾶλλον τῶν ὑπὸ σοῦ βαλλομένων· ἄκουε καὶ πρόσεχε. ὃν τρόπον γυνὴ πρὸς δεύτερον ἐρχομένη γάμον, τέκνα ἔχουσα ἐκ προτέρου ἀνδρός, εὗρε δὲ καὶ τὸν ἄνδρα τέκνα ἔχοντα ἐκ προτέρας γυναικός· γίνεται ὧν μὲν ἐπιφέρεται | |
10 | μήτηρ, ὧν δὲ εὑρίσκεται μητρυιά. τούτων δὲ ἡ διαφορὰ γίνεται πολλή. τὰ γὰρ ἐξ αὐτῆς γεννηθέντα φιλοστόργως τρέφει, τὰ δὲ ἐξ ἀλλοτρίων ὠδίνων τεχθέντα μισεῖ ζήλῳ χρωμένη, καὶ περικόπτουσα μᾶλλον τὴν ἐκείνων τροφὴν τοῖς ἰδίοις δίδωσι τέκνοις. τὰ γὰρ ἴδια ὡς φύσει φιλεῖ, τὰ δὲ τοῦ ἀνδρὸς ὡς ξένα μισεῖ. τὸν αὐτὸν | |
οὖν τρόπον καὶ ἡ γῆ τῶν μὲν αὐτομάτως φυομένων ἐστὶ μήτηρ, τῶν δὲ παρὰ σοῦ | 87 | |
15 | βαλλομένων ἐστὶ μητρυιά, καὶ μᾶλλον τὰ ἴδια τρέφουσα θάλλειν ποιεῖ ἢ τὰ παρὰ σοῦ ὡς νόθα φυτευθέντα.” ἀκούσας δὲ ὁ κηπουρὸς λέγει “πολύ με τῆς λύπης ἐκούφισας. ἔχε τὰ λάχανα δωρεάν. ἐὰν δέ τινος ἑτέρου χρείαν ἔχῃς ὡς εἰς ἴδιον παραγίνου κῆπον.” | |
39 | Ἐγένετο δὲ μεθ’ ἡμέρας τινὰς λουομένου τοῦ Ξάνθου εὑρεῖν φίλους, καί φησι τῷ Αἰσώπῳ “πρόλαβε εἰς τὸν οἶκον καὶ βαλὼν φακὸν εἰς κάκκαβον ἕψησον ἡμῖν.” δραμὼν δὲ ὁ Αἴσωπος καὶ εἰσελθὼν εἰς τὸ ταμεῖον, λαβὼν ἕνα κόκκον φακοῦ εἰς κάκκαβον βαλὼν ἥψει. ὁ δὲ Ξάνθος σὺν τοῖς φίλοις λουσάμενος “καταξιώσατε” | |
5 | φησί “εὐτελῶς ἀριστῆσαι· πρὸς φακὸν ἡμῖν ἐστιν. οὐ δεῖ γὰρ τῇ ποικιλίᾳ τῶν ἐδεσ‐ μάτων τοὺς φίλους κρίνειν, ἀλλὰ τῇ προθυμίᾳ δοκιμάζειν.” | |
40 | καὶ ἀγαγὼν αὐτοὺς εἰς τὴν οἰκίαν φησίν “Αἴσωπε, δὸς πιεῖν ἀπὸ βαλανείου.” ὁ δὲ τὸν ξέστην λαβὼν καὶ εἰς τὸ βαλανεῖον δραμὼν πλήσας τε ἐκ τοῦ ἀπορρύματος καὶ κεράσας ἐπέδωκε τῷ Ξάνθῳ. ὁ δὲ δυσωδίᾳ ληφθείς φησι “ψῶ, Αἴσωπε, τί τοῦτο;” ὁ δὲ “ἀπὸ βαλανείου” | |
5 | ἔφη. ὁ δὲ Ξάνθος καὶ ἐν τούτῳ γυμνάσας αὐτοῦ τὸν νοῦν ἡσύχασε. καί φησι “παράθες μοι λεκάνην.” θεὶς δὲ κενὴν τὴν λεκάνην εἱστήκει. καὶ ὁ Ξάνθος· “οὐ νίπτεις;” Αἴσωπος ἔφη “ἐντέταλκάς μοι ἵνα, ὅσα ἂν ἀκούσω, ἐκεῖνα καὶ πράξω. οὐκ εἶπας ‘βάλε ὕδωρ εἰς τὴν λεκάνην καὶ νίψον μου τοὺς πόδας καὶ θὲς τὰ σανδάλια‘ καὶ ὅσα καθεξῆς.” ὁ δὲ Ξάνθος τοῖς φίλοις ἔφη “μὴ γὰρ δοῦλον ἑαυτῷ ἠγόρασα; μᾶλλον δὲ καθηγητήν.” | |
41 | ἀνακλιθέντων δὲ τῶν φίλων ὁ Ξάνθος φησίν “Αἴσωπε, ὁ φακὸς ἕψηται; δός, φαγώμεθα.” ὁ δὲ ἀναλαβὼν κοχλιαρίῳ τὸν κόκκον τοῦ φακοῦ ἐπέδωκεν αὐτῷ. λαβὼν δὲ ὁ Ξάνθος καὶ δοκῶν ὅτι πρὸς τὸ πειρᾶσαι τὴν ἕψησιν ἐπεδόθη, ἐκθλίψας ἔφη “καλῶς ἕψηται, κόμιζε καὶ φαγώμεθα.” τοῦ δὲ βραδύνοντος ἔφη “ποῦ ὁ φακός;” “ἔλαβες | |
5 | αὐτόν,” φησίν. ὁ Ξάνθος εἶπεν “ἕνα κόκκον ἕψησας;” ὁ δὲ “ναί,” φησι· “φακὸν γὰρ εἶπας καὶ οὐ φακούς. τὸ μὲν γὰρ ἑνικόν ἐστι, τὸ δὲ πληθυντικόν.” ὁ Ξάνθος φησί “ἄνδρες σοφοί, οὗτός με ταχὺ εἰς μανίαν περιτρέψει. | |
42 | ἀλλ’ ἵνα μὴ δόξω τοὺς φίλους ὑβρίζειν, ἀπελθὼν ὤνησαι χοίρου ἑνὸς πόδας τέσσαρας καὶ ἐκζέσας παράθες”. ὁ δὲ Αἴσωπος λαβὼν ἕψει. ὁ Ξάνθος οὖν θέλων εὐλόγως δαμάσαι αὐτόν, τοῦ Αἰσώπου διά τινα χρείαν εἰς τὸ ταμεῖον εἰσελθόντος, λαβὼν ἀπὸ τῆς χύτρας | |
5 | ἕνα πόδα ἔκρυψεν. Αἴσωπος δὲ ἐλθὼν καὶ εἰς τὴν χύτραν βλέψας, ὡς εἶδε τρεῖς μόνον πόδας, ἔγνω ὅτι ἐνέδρα αὐτῷ ἐγένετο, καὶ κατελθὼν εἰς τὸ περιαύλιον, μάχαιραν λαβών, τοῦ σιτουμένου χοίρου τὸν πόδα κόψας μαδίσας τε καὶ ἁλμίσας, εἰς τὴν χύτραν ἔρριψε καὶ συνήψει. ὁ δὲ Ξάνθος, ὑποπτεύσας μή πως ὁ Αἴσωπος τὸν λείποντα πόδα μὴ εὑρὼν δραπετεύσῃ, πάλιν αὐτὸν εἰς τὴν χύτραν ἔβαλε. γίνονται οὖν πόδες | |
10 | πέντε, οὐδεὶς δὲ αὐτῶν ᾔδει τὸ γεγονός. | |
43 | καὶ μετ’ ὀλίγον ἔφη “Αἴσωπε, εἰ τοὺς χοιρείους ἕψησας πόδας, δός, φάγωμεν.” ὁ οὖν Αἴσωπος κατακενοῖ τοὺς πόδας εἰς τὸν πίνακα καὶ ἰδού, πέντε. ὁ δὲ Ξάνθος· “τί τοῦτο;” Αἴσωπος ὠχριάσας ἔφη “οἱ δύο χοῖροι πόσους πόδας ἔχουσιν;” ὁ Ξάνθος ἔφη “ὀκτώ.” Αἴσωπος εἶπεν “εἰσὶν | |
5 | ὧδε πέντε καὶ ὁ χοῖρος κάτω τρίπους νέμεται.” ὁ δὲ Ξάνθος τοῖς φίλοις ἔφη “οὐκ εἶπον ὅτι οὗτος ταχέως εἰς μανίαν με περιτρέψει;” Αἴσωπος ἔφη “δέσποτα, ἔδει σε μὴ ὁρίσαι μοι νόμον καὶ διηκόνησα ἄν σοι πρεπόντως. τὰ γὰρ ἐκ περισσείας λεγόμενα κατὰ προσθήκην καὶ ὑφειλμὸν οὐ μέτριά εἰσιν ἁμαρτήματα.” ὁ οὖν Ξάνθος | |
μηδεμίαν ἀφορμὴν εὑρηκὼς τοῦ μαστιγῶσαι αὐτὸν ἡσύχασε. | 88 | |
44 | Τῇ δὲ ἑξῆς εἰς τὸ ἀκροατήριον σὺν αὐτῷ παρεγένετο. εἷς δὲ τῶν σχολαστικῶν δεῖπνον μέγα παρασκευάσας ἐκάλεσε τὸν Ξάνθον ἅμα τοῖς λοιποῖς σχολαστικοῖς. ὁ οὖν Ξάνθος ἐν τῷ δείπνῳ λαβὼν μέρη πολλὰ ἐπέδωκε τῷ Αἰσώπῳ καί φησιν “ὕπαγε, δὸς τῇ εὐνοούσῃ.” ὁ δὲ ἐν ἑαυτῷ ἔφη “νῦν καιρὸς τοῦ ἀνταμύνασθαί | |
5 | με τὴν κυρίαν μου ἀνθ’ ὧν ἀγορασθέντα με ἔσκωπτεν. ὄψεται τοίνυν τίς τῷ κυρίῳ εὐνοεῖ.” | |
45 | ἐλθὼν οὖν εἰς τὴν οἰκίαν ἐκάλεσε τὴν κυρίαν αὐτοῦ, παρέθηκε τὴν σπυρίδα ἔμπροσθεν αὐτῆς, καί φησι “κυρία, μή τι τέτρωκται;” ἡ δέ· “πάντα ὑγιῆ καὶ ἀσινῆ.” Αἴσωπος εἶπεν “ταῦτα πάντα ὁ δεσπότης πέπομφεν οὐ σοί, ἀλλὰ τῇ εὐνοούσῃ.” καὶ ἡ γυνὴ τοῦ Ξάνθου φησί “καὶ τίς αὐτῷ πλεῖον μου εὐνοεῖ;” ὁ δὲ ἔφη “μεῖνον | |
5 | καὶ ὄψει.” φωνήσας οὖν τὴν κύνα, “ἔρχου” φησι “Λύκαινα καὶ φάγε.” ἡ δὲ ποππύσασα προσέδραμεν αὐτῷ, καὶ ἔρριψε τῇ κυνὶ ἓν καθ’ ἓν ὅλα τὰ μέρη, λέγων “σοὶ εἶπεν ὁ δεσπότης δοθῆναι.” μετὰ οὖν τὸ φαγεῖν τὴν κύνα ἀπῆλθεν Αἴσωπος πάλιν πρὸς τὸν δεσπότην. | |
46 | ὁ δὲ Ξάνθος λέγει αὐτῷ “δέδωκας τῇ εὐνοούσῃ τὰ μέρη;” ὁ δὲ ἔφη “πάντα λαβοῦσα ἐνώπιόν μου κατέφαγε.” καὶ ὁ Ξάνθος· “τί ἔλεγεν ἐσθίουσα;” Αἴσωπος εἶπεν “ἐμοὶ μὲν οὐδέν, τοῖς δὲ νεύμασιν ἐν ἑαυτῇ ηὔχετό σοι.” ἡ δὲ γυνὴ τοῦ Ξάνθου περίλυπος γενομένη ἔλεγε “τὴν κύνα προκέκρικέ μου, πῶς αὐτῷ εὐνοήσω; | |
5 | οὐ μένω μετ’ αὐτοῦ.” καὶ εἰσελθοῦσα εἰς τὸν κοιτῶνα ἐπένθει. | |
47 | Τοῦ δὲ πότου προκόπτοντος ζητήματα πρὸς ἀλλήλους ἐτίθεντο. ἑνὸς δὲ εἰπόντος “πῶς ἔσται μεγάλη ταραχὴ ἐν ἀνθρώποις;” Αἴσωπος ὄπισθεν ἑστὼς ἔφη “ἐὰν οἱ νεκροὶ ἀνιστάμενοι τὰ ἴδια ἀπαιτήσωσι.” γελάσαντες οὖν οἱ σχολαστικοὶ “νοήμων,” ἔφησαν, “ὁ νεώνητος καὶ οὐκ ἄχαρις. ἀλλὰ πάντα ὁ Ξάνθος ἐξάπινα διδάσκει αὐτὸν, | |
5 | πλὴν πάντα καλῶς λέγει.” | |
48 | ἄλλος ἔφη “διὰ τί τὸ μὲν πρόβατον ἑλκόμενον εἰς θυσίαν οὐ βοᾷ, ὁ δὲ χοῖρος μεγάλα κράζει;” Αἴσωπος πάλιν ἑστὼς ἔφη “τὸ μὲν πρόβατον συνήθως ἀμελγόμενον καὶ κειρόμενον ἑλκόμενον ἀκολουθεῖ, σκελιζόμενον δὲ καὶ τὸν σίδηρον βλέπον οὐδὲν ὑποπτεύει· δοκεῖ γὰρ τὸ τοῦ πόκου βάρος ἀποτίθεσθαι | |
5 | καὶ τὴν τοῦ γάλακτος ἄμελξιν. ὁ δὲ χοῖρος μήτε γάλα εὔχρηστον ἔχων μήτε τρίχας, εἰδὼς ὅτι πρὸς χρῆσιν τῶν κρεῶν τὸ αἷμα αὐτοῦ τις κενῶσαι θέλει, κέκραγε, μὴ ἔχων τι ἕτερον προσδοῦναι.” οἱ δὲ σχολαστικοὶ θαυμάσαντες ἐπῄνεσαν αὐτόν. καὶ οὕτως ἀνέλυσαν ἐκ τοῦ δείπνου. | |
49 | Ὁ δὲ Ξάνθος εἰσελθὼν πρὸς τὴν γυναῖκα αὐτοῦ ἐν τῷ κοιτῶνι ἐκολάκευεν αὐτήν. ἡ δὲ αὐτὸν ἀπεστρέφετο λέγουσα “μὴ θίγῃς μου· δός μοι τὴν προῖκά μου, οὐκέτι μένω μετὰ σοῦ. ἀπελθὼν τὴν κύνα κολάκευε, ᾗτινι τὰ μέρη πέπομφας.” ὁ Ξάνθος ἐν ἑαυτῷ· “τί ποτέ μοι πάλιν ὁ Αἴσωπος ἤρτυσε;” καί φησι “κυρία, ἐγὼ | |
5 | πέπωκα καὶ σὺ μεθύεις. τίνι ἔστειλα τὰ μέρη, οὐχὶ σοί;” ἡ δὲ ἔφη “οὐκ ἐμοί, ἀλλὰ τῇ κυνί.” Ξάνθος εἶπεν “Αἴσωπόν μοί τις καλεσάτω.” | |
50 | ἐλθόντος δὲ αὐτοῦ λέγει “τίνι ἔδωκας τὰ μέρη;” ὁ δὲ ἔφη “τῇ εὐνοούσῃ.” ὁ Ξάνθος φησίν “οὐδὲν ἔλαβε.” καὶ ἡ γυνὴ ἐφώνησεν “οὐδὲν εἴληφα ἐγώ.” Αἴσωπος ἔφη “τίνι εἶπας δοθῆναι τὰ μέρη;” ὁ Ξάνθος εἶπε “τῇ εὐνοούσῃ.” καὶ ὁ Αἴσωπος· “μὴ οὖν αὕτη σοι εὐνοεῖ;” ὁ Ξάνθος· | |
5 | “ἀλλὰ τίς, δραπέτα;” Αἴσωπος φωνήσας τὴν κύνα φησίν “αὕτη σοι μᾶλλον εὐνοεῖ· γυνὴ δὲ κἂν λέγῃ εὐνοεῖν οὐκ εὐνοεῖ. εἰ γὰρ ἐπ’ ἐλαχίστῳ λυπηθῇ, ὑβρίζει, ἀντιλέγει, ἀναχωρεῖ. τὴν δὲ κύνα δεῖρον, δίωξον, καὶ οὐ μὴ ὑποχωρήσει, ἀλλ’ εὐθὺς ἐπιλαθομένη | |
πάλιν τὴν κέρκον τῷ δεσπότῃ σείει. ἔδει σε οὖν εἰπεῖν ‘τῇ γυναικί μου ταῦτα ἀπόφερε‘ καὶ μὴ ‘τῇ εὐνοούσῃ‘.” ὁ Ξάνθος τῇ γυναικὶ εἶπε “βλέπεις, κυρία, ὅτι οὐκ ἐμὸν τὸ | 89 | |
10 | αἴτιον, ἀλλὰ τοῦ ἐνέγκαντος. μακροθύμησον οὖν καὶ εὑρήσω πρόφασιν δι’ ἧς αὐτὸν μαστιγώσω.” | |
50a | Ἡ δέ· “ἀπὸ τοῦ νῦν οὐ συνοικήσω μετὰ σοῦ οὐκέτι.” ἐξελθοῦσα δὲ λαθραίως ἐπορεύθη πρὸς τοὺς ἑαυτῆς γονεῖς. ὁ δὲ Αἴσωπος ἔφη τῷ κυρίῳ αὐτοῦ· “οὐκ εἶπόν σοι ὅτι ἡ κύων σοι εὐνοεῖ καὶ οὐχὶ ἡ κυρία μου;” ἡμερῶν δὲ διελθουσῶν καὶ αὐτῆς ἀδιαλλάκτου μενούσης ἔπεμψέ τινας ὁ Ξάνθος παρακαλῶν ὅπως ὑποστρέψει πρὸς | |
5 | αὐτόν. ἡ δὲ οὐκ ἐπείθετο· ἐν πολλῇ οὖν ἀθυμίᾳ ὑπάρχων ὁ Ξάνθος διὰ τὴν τῆς γυναικὸς στέρησιν, προσελθὼν ὁ Αἴσωπος λέγει αὐτῷ “μὴ λυποῦ, ὦ κύριέ μου· ἐγὼ γὰρ τὴν αὔριον αὐτὴν ποιήσω ὅπως μόνη ἀνακάμψει πρὸς σέ.” καὶ λαβὼν νομίσματα ἐξῄει εἰς τὴν ἀγοράν, καὶ ὠνησάμενος ὄρνιθας, χῆνάς τε καὶ ἕτερά τινα ἀπῄει βαστάζων αὐτά, διερχόμενος κατὰ τὸν τόπον ἐν ᾧ ἦν ἡ κυρία αὐτοῦ, προσποιούμενος δῆθεν μὴ | |
10 | γινώσκειν ὅτι ἐκεῖσε ὑπάρχει ἡ τοῦ Ξάνθου γυνή. εὑρὼν δέ τινα τῶν οἰκετῶν τῶν αὐτῆς γονέων ἔφη αὐτῷ “ἆρά γε, ἀδελφέ, μὴ ἔχωσιν ἐν τῷδε τῷ οἴκῳ χῆνας ἢ ἄλλο τι τῶν πρεπόντων εἰς γάμους;” ὁ δέ· “καὶ τί τούτων χρείαν ἔχεις;” καὶ ὁ Αἴσωπος· “Ξάνθος ὁ φιλόσοφος τῇ αὔριον μέλλει γυναικὶ συζευχθῆναι.” ὁ δὲ δρομαίως ἀναβὰς ἀπήγγειλε ταῦτα τῇ τοῦ Ξάνθου γυναικί. ἡ δὲ ἀκούσασα ἀπῄει μετὰ πολλῆς σπουδῆς | |
15 | πρὸς τὸν Ξάνθον καὶ κατεβόα αὐτοῦ λέγουσα “ὦ Ξάνθε, ἐμοῦ ἐν τοῖς ζῶσιν ὑπαρχούσης ἑτέρᾳ γυναικὶ ἁρμοσθῆναι οὐ δύνασαι.” | |
51 | Μεθ’ ἡμέρας δὲ ὀλίγας καλέσας ὁ Ξάνθος σχολαστικούς τινας εἰς ἄριστον τῷ Αἰσώπῳ ἔφη “ἄπελθε καὶ ὀψώνησον εἴ τι καλὸν καὶ χρηστόν.” Αἴσωπος ἀπιὼν πρὸς ἑαυτὸν ἔλεγεν “ἐγὼ αὐτῷ δείξω μὴ μωρὰ διατάσσεσθαι.” φθάσας δὲ εἰς τὸ μάκελλον πάντων τῶν τεθυμένων χοίρων ἠγόρασε τὰς γλώσσας, καὶ ἐλθὼν | |
5 | ἐσκεύασεν. ἀνακλιθέντων δὲ τῶν φίλων σὺν τῷ Ξάνθῳ μετὰ τὸ πιεῖν “Αἴσωπε,” φησί, “δὸς ἡμῖν φαγεῖν.” ὁ δὲ παρέθηκεν ἑκάστῳ γλῶσσαν ἐκζεστὴν καὶ ὀξύγαρον. οἱ δὲ σχολαστικοὶ τὸν Ξάνθον ἐπῄνεσαν λέγοντες “ὦ καθηγητά, καὶ τὸ ἄριστόν σου φιλοσοφίας μεστόν. εὐθέως γὰρ γλώττας ἐπέδωκας, δι’ ἧς πᾶσα φιλοσοφία ἐκπέμπεται, καὶ τὸ κρεῖττον ἐξ ὕδατος· πᾶσα γὰρ γλῶσσα ἐν ὑγρῷ καθέστηκεν.” ἔφαγον οὖν | |
10 | ἡδέως. | |
52 | μετὰ δὲ τὸ πιεῖν ὁ Ξάνθος φησίν “Αἴσωπε, δὸς ἡμῖν τι φαγεῖν.” ὁ δὲ παρέθηκεν ἑκάστῳ γλῶσσαν ὀπτὴν δι’ ἁλὸς καὶ πεπέρεως. οἱ δὲ σχολαστικοὶ εἶπον “οὐᾶ, καθηγητά, οἰκείως καὶ μεγάλως γλῶσσα ὀπτή· πᾶσα γὰρ γλῶσσα πυρὶ ἠκόνηται. καὶ τὸ κρεῖττον δι’ ἁλοπεπέρεως· τὸ γὰρ ἁλυκὸν τῷ δριμεῖ συγκέκραται καὶ τὸ δάκνον | |
5 | ἐπιδέξεται.” πάλιν οὖν ἔφαγον ἡδέως. καὶ μετ’ ὀλίγον ὁ Ξάνθος· “Αἴσωπε, δὸς ἡμῖν φαγεῖν.” ὁ δὲ ἑκάστῳ γλῶσσαν ἔθηκεν ἀρτυτήν. οἱ σχολαστικοὶ πρὸς ἀλλήλους ἔλεγον “ἡμεῖς τὰς γλώσσας ἠλγήσαμεν γλώσσας τρώγοντες. οὐκ ἔχομέν τι ἕτερον φαγεῖν;” πάλιν Αἴσωπος ἑκάστῳ γλῶσσαν παρέθηκε ζωμευτήν. οἱ δὲ σχολαστικοὶ ἀγανακτοῦντες ἔλεγον “ἕως πότε γλώσσας; ψῶ, τὸ ἄριστον τοῦτο.” θυμωθεὶς | |
10 | οὖν ὁ Ξάνθος ἔφη “Αἴσωπε, οὐκ ἔχεις τι ἕτερον;” ὁ δὲ εἶπεν “οὔ.” | |
53 | καὶ ὁ Ξάνθος· | |
“οὐκ εἶπόν σοι, κατάρατε, εἴ τι καλὸν καὶ χρηστόν, ὤνησαι;” ὁ δέ φησι “χάριν ἔχω ὅτι ἀνδρῶν φιλολόγων παρόντων μέμφῃ μοι. εἶπας εἴ τι καλὸν καὶ χρηστόν. καὶ τί μεῖζον ἐν βίῳ γλώσσης; διὰ γλώσσης πᾶσα φιλοσοφία καὶ παιδεία συνέστηκε, | 90 | |
5 | διὰ γλώσσης δόσις, λῆψις, ἀσπασμοί, ἀγορασίαι, δόξαι, μοῦσαι, γάμοι, πόλεις ἀνορθοῦνται καὶ πάλιν καταβάλλονται, γλῶσσα ἄνδρα ταπεινοῖ καὶ πάλιν ὑψοῖ, διὰ γλώσσης πᾶς ὁ βίος συνέστηκεν. οὐδὲν οὖν αὐτῆς ἐστι κρεῖττον.” οἱ δὲ σχολαστικοὶ εἶπον “καλῶς λέγει, οὐδὲν κρεῖττον γλώσσης. σὺ ἥμαρτες, καθηγητά.” ὕβριν δὲ τοῦτο λογισάμενοι ἀνέστησαν τοῦ δείπνου, ὁλονυκτὶ δυσφορήσαντες. | |
54 | τῇ δὲ ἑξῆς ἡμέρᾳ μεμφθεὶς ὑπὸ τῶν φίλων ὁ Ξάνθος ἔφη “οὐ γέγονε κατὰ τὴν ἐμὴν θέλησιν, ἀλλὰ κατὰ τὴν τοῦ ἀχρείου δούλου. σήμερον ἀνταλλάξω τὸ δεῖπνον καὶ ἐνώπιον ὑμῶν διαλεχθήσομαι αὐτῷ.” καί φησιν “Αἴσωπε, ἐπεὶ δοκεῖ σοι τὰ εὔχρηστα λαλεῖν, | |
5 | κἀγώ σοι τὰ ἐναντία διατάξομαι. ἀπελθὼν ἀγόρασον, εἴ τι σαπρόν, εἴ τι χεῖρον, ἐπεὶ πρὸς δεῖπνον καλῶ τοὺς σχολαστικούς.” Αἴσωπος δὲ μηδὲν ταραχθεὶς ἀπῆλθεν εἰς τὸ μάκελλον καὶ πάλιν γλώσσας ἀγοράσας ἐποίησεν ὡσαύτως. ἐλθόντες οὖν οἱ σχολαστικοὶ κατεκλίθησαν. μετὰ δὲ τὸ πιεῖν ἑκάστῳ γλῶσσαν παρέθηκεν ἐξ ὕδατος καὶ ὄξους. οἱ δὲ πρὸς ἑαυτοὺς ἔλεγον “χοίρειαι πάλιν γλῶσσαι. πάντως θέλων ἀπὸ | |
10 | τῆς χθὲς διαρροίας τὸν στόμαχον τῷ ὄξει ἀνακτήσασθαι ταῦτα προσήνεγκεν.” καὶ μετ’ ὀλίγον πάλιν παρέθηκε γλώσσας. οἱ δὲ σχολαστικοὶ ἐταράχθησαν. | |
55 | ὁ δὲ Ξάνθος φησίν “Αἴσωπε, τί τοῦτο; μὴ εἶπόν σοι ‘εἴ τι καλόν, εἴ τι χρηστόν‘; οὐκ εἶπόν σοι ‘εἴ τι σαπρόν, εἴ τι χεῖρον‘;” ὁ δὲ ἔφη “καὶ τί ἐστι χεῖρον γλώσσης; διὰ γλώσσης ἔχθραι, διαβολαί, μέμψεις, ἔριδες, φθόνοι, ζηλοτυπίαι, καὶ πόλεων ἀφανισμοί. καὶ τί λέγω τὰ πολλά; οὐδέν ἐστι χεῖρον γλώσσης.” εἷς δὲ τῶν ἀνακει‐ | |
5 | μένων τῷ Ξάνθῳ ἔφη “καθηγητά, τούτῳ ἐὰν πρόσσχῃς εἰς μανίαν σε περιτρέψει· οἵα γὰρ ἡ μορφή, τοιάδε καὶ ἡ ψυχή.” Αἴσωπος ἔφη “σύ μοι δοκεῖς κακεντρεχέστερος εἶναι παροξύνων δεσπότην κατ’ οἰκέτου, ὡς περίεργος καὶ τὰ ἀλλότρια μεριμνῶν.” | |
56 | Ὁ δὲ Ξάνθος ζητῶν ἀφορμὴν τοῦ μαστιγῶσαι τὸν Αἴσωπον λέγει “δραπέτα, ἐπεὶ περίεργον εἶπας τὸν φίλον, δεῖξόν μοι ἄνθρωπον ἀπερίεργον.” ὁ δέ φησι “δέσποτα, εἰσὶ πολλοὶ τὰ οἰκεῖα τρώγοντες καὶ πίνοντες καὶ τὰ ἴδια μεριμνῶντες, ἔνιοι δὲ τῶν ἀνθρώπων τὰ ἴδια οὐ μνημονεύοντες τὰ ἀλλότρια περιερ‐ | |
5 | γάζονται.” Ξάνθος εἶπεν “ἕτερον δεῖπνον ἑτοιμάσω· σὺ δὲ πορευθεὶς κάλει μοι ἄνθρωπον ἀπερίεργον, ἵνα ὃ ἐὰν ἴδῃ ἢ ἀκούσῃ μὴ περιεργάσηται.” | |
57 | ὁ δὲ Αἴσωπος ἐξελθὼν ἐζήτει ἄνθρωπον ἀπερίεργον. καὶ ἐλθὼν εἰς τὴν ἀγορὰν εὗρε γινομένην μάχην καὶ ὄχλον πολὺν συνεστῶτα, ἕνα δὲ παρὰ ἓν μέρος αὐτῶν καθεζόμενον καὶ ἀναγιγνώσκοντα. Αἴσωπός φησι καθ’ ἑαυτόν “τοῦτον καλέσω, ἀπερίεργος φαίνεται, | |
5 | καὶ μενῶ ἄπληγος.” ἀπελθὼν οὖν πρὸς αὐτόν, φησί “κομψότατε, Ξάνθος ὁ φιλόσοφος μαθών σου τὴν πραότητα ἐπὶ δεῖπνόν σε καλεῖ.” ὁ δέ φησιν “ἐλεύσομαι, εὑρήσεις δέ με πρὸ τοῦ πυλῶνος.” ἐλθὼν οὖν ὁ Αἴσωπος ηὐτρέπισε τὸ δεῖπνον. ὁ δὲ Ξάνθος φησίν “Αἴσωπε, ποῦ ὁ ἀπερίεργος ἄνθρωπος;” ὁ δέ· “πρὸ τοῦ πυλῶνος ἕστηκε.” τῇ δὲ τακτῇ ὥρᾳ εἰσήγαγεν αὐτόν, καὶ κατεκλίθη μετὰ τῶν φίλων. | |
58 | ὁ δὲ Ξάνθος ἔταξε δοθῆναι τῷ ξένῳ πρῶτον οἰνόμελι. ὁ δέ φησιν “οὐχί, κύριε· σὺ πρῶτον πίε, εἶτα ἡ γυνή σου, ἔπειτα ἡμεῖς οἱ φίλοι σου.” ὁ δὲ Ξάνθος νεύει τῷ Αἰσώπῳ· “ἔχω ἅπαξ.” καί πως ἐφαίνετο [ἀ]περίεργος. εἶτα ἰχθύων λοπὰς παρετέθη. ὁ Ξάνθος ἐπαφορμι‐ | |
5 | ζόμενος ἔφη “τοσαῦτά μου ἀρτύματα δεδωκότος κατεφρονήθη μου ἡ μαγειρία· οὔτε | |
γὰρ ἀρώματα οὔτε ἔλαιον, οὔτε ὁ ζωμὸς σύγχυλος. τυφθήτω ὁ μάγειρος.” ὁ ξένος φησί “παῦσαι, δέσποτα, οὐδὲν αἴτιον, πάντα καλά.” ὁ Ξάνθος πάλιν νεύει τῷ Αἰσώπῳ· “ἴδε, δύο.” εἶτα εἰσφέρεται πλακοῦς πολυσήσαμος. ὁ Ξάνθος γευσάμενος λέγει “κάλει τὸν ἀρτοκόπον. διὰ τί ὁ πλακοῦς οὔτε μέλι οὔτε σταφίδας ἔχει;” ὁ | 91 | |
10 | ξένος πάλιν ἔφη “δέσποτα, καὶ ὁ πλακοῦς καλὸς καὶ οὐδὲν τῷ δείπνῳ λείπει· μὴ εἰκῆ τύψῃς τοὺς δούλους.” ὁ Ξάνθος πάλιν νεύει τῷ Αἰσώπῳ· “ἰδού, τρίτον.” ὁ δὲ “ἀνέχω” φησίν. ἀναστάντων δὲ αὐτῶν ἀπὸ τοῦ δείπνου κρεμᾶται ὁ Αἴσωπος καὶ τύπτεται. ὁ Ξάνθος αὐτῷ φησι “καὶ ταῦτα μὲν ἔχεις. εἰ δὲ μὴ καλέσῃς μοι ἄνθρωπον ἀπερίεργον, πεδήσας διαρρήξω σε.” | |
59 | Τῇ δὲ ἐπαύριον ἔξω τῆς πόλεως ἀπελθὼν ἐζήτει εὑρεῖν ἄνθρωπον ἀπερίεργον. πολλοὺς οὖν βλέπων παροδίτας εἶδέ τινα τῇ μὲν θέᾳ ἄγροικον, τοῖς δὲ ἤθεσι πολιτικὸν ὄντα, ὀνάριον ἐλαύνοντα μεστὸν ξύλων καὶ τῆς λεωφόρου ὁδοῦ ἐκνενευκότα καὶ τὴν τῶν πολλῶν ἀπάντησιν ὑπεσταλμένον καὶ πρὸς τὸ ὀνάριον λαλοῦντα. ὁ δὲ ἐπηκολούθει | |
5 | αὐτῷ, τοῦτον ἀπερίεργον στοχασάμενος. ὁ δὲ χωρικὸς τῷ ὀναρίῳ φησί “περιπάτει, ὅπως ταχέως φθάσωμεν εἰς τὴν πόλιν καὶ πραθῶσι τὰ ξυλάρια ἀσσαρίων δώδεκα. καὶ ἕξεις σὺ δύο εἰς χόρτον καὶ κριθήν, κἀγὼ δύο εἰς ἐμαυτόν, τὰ δὲ ὀκτὼ τηρήσωμεν εἰς ἑτέρας τύχας, μή τις ἀσθένεια ἐπιδράμῃ ἢ αἰφνιδίως γένηται χειμών.” | |
60 | Αἴσωπος λέγει ἐν ἑαυτῷ “τί ταῦτα; τῷ ὀναρίῳ διαλέγεται; ὡς μᾶλλον ἀπερίεργός ἐστιν· ἀσπάσομαι αὐτόν.” καὶ ἀσπασάμενος “χαῖρε” φησίν. ὁ δὲ ἀντησπάσατο. Αἴσωπός φησι “πόσου τὰ ξυλάρια;” ὁ χωρικὸς ἔφη “δώδεκα ἀσσαρίων.” Αἴσωπος λέγει | |
5 | “Ξάνθον οἶδας τὸν φιλόσοφον;” ὁ δέ φησιν “οὔ, τέκνον.” Αἴσωπος λέγει “διὰ τί;” ὁ ξένος ἔφη “ἐγὼ ἄγροικός εἰμι, οὐδένα ἐπίσταμαι.” ὁ Αἴσωπος ἔφη “ἐκείνου δοῦλός εἰμι.” ὁ ξένος ἔφη ”〈μή〉 τι ἠρώτησά σε πότερον δοῦλος εἶ ἢ ἐλεύθερος; ἐμοὶ τί διαφέρει;” Αἴσωπος ἔφη “ἀγαθά σοι γένοιτο, ἀκολούθει μοι κἀγώ σοι δώσω τὸ ἀργύριον μετὰ καὶ τοῦ ἀρίστου.” | |
61 | ἀγαγὼν δὲ αὐτὸν εἰς τὴν οἰκίαν καθεῖλε τὰ ξυλάρια δεδωκὼς τὸ τίμημα, καί φησιν “ὁ δεσπότης μου ἐρωτᾷ παρ’ αὐτῷ ἀριστῆσαι.” ὁ δὲ ἄγροικος οὐ περιεργασάμενος διὰ ποίαν αἰτίαν καλεῖται, εἰσελθὼν σὺν τῷ πηλῷ καὶ τοῖς ὑποδήμασιν οὕτως ἀνέπεσεν. ὁ Ξάνθος ἔφη “τίς οὗτος;” Αἴσωπος | |
5 | ἔφη “ἄνθρωπος ἀπερίεργος.” ἰδὼν δὲ αὐτὸν ἐκεῖνος ἄγροικον ὄντα λέγει τῇ γυναικί “κυρία, ὑποκρίθητί μοι ἵνα δαμάσω τὸν Αἴσωπον. καὶ ἀναστᾶσα, βαλοῦσα ὕδωρ εἰς τὴν λεκάνην πρόσφερε τῷ ξένῳ ὡς νίψουσα αὐτοῦ τοὺς πόδας· ἴσως εὐλαβηθεὶς φανῇ περίεργος καὶ ὁ Αἴσωπος δαρήσεται.” ἡ δὲ θέλουσα τὸν Αἴσωπον τυφθῆναι ὑπεκρίθη, καὶ λαβοῦσα λέντιον προσέφερε τῷ ξένῳ τὴν λεκάνην. ὁ δὲ θεασάμενος καὶ γνοὺς | |
10 | ὅτι ἐστὶν ἡ οἰκοδέσποινα, φησὶ πρὸς ἑαυτόν “πάντως τιμῆσαί με θέλει, καὶ διὰ τοῦτο αὐτοχείρως νίπτει μου τοὺς πόδας· εἰ δὲ ἤθελέ μου τοὺς πόδας ὑπὸ δούλου νιφθῆναι εἶχεν ἂν ἐπιτάξαι,” καὶ προτείνας τοὺς πόδας φησί “νίψον, κυρία,” καὶ νιψάμενος ἀνέπεσεν. | |
62 | ὁ Ξάνθος φησί “δοθήτω τῷ ξένῳ πρῶτον οἰνόμελι.” ὁ ξένος πρὸς ἑαυτόν· “αὐτοὺς μὲν ἔδει πρῶτον πιεῖν, ἐπεὶ δὲ αὐτοῖς οὕτως δοκεῖ, οὐ περιεργάσομαι.” καὶ λαβὼν ἔπιεν. ἀριστώντων δὲ αὐτῶν παρετέθη ἰχθύων λοπάς. ὁ Ξάνθος τῷ ξένῳ λέγει “φάγε.” ὁ δὲ ὡς δελφὶς ἤσθιε τοὺς ἰχθύας. ὁ Ξάνθος ἐπαφορμιζόμενος λέγει | |
5 | τῷ μαγείρῳ “διὰ τί κακῶς ἤρτυσας; ἐκδυθήτω καὶ δαρήτω.” ὁ ἄγροικος ἐν ἑαυτῷ· “καλῶς ἕψηται καὶ οὐδὲν λείπει· εἰ δὲ διὰ προφάσεως θέλει δεῖραι τὸν δοῦλον, τί πρὸς ἐμέ;” δαρέντος δὲ τοῦ δούλου καὶ τοῦ ξένου σιωπῶντος ὁ Ξάνθος ἠδολέσχει. καὶ μετὰ μικρὸν ἠνέχθη πλακοῦς. ὁ ξένος μηδέπω ἰδὼν τοιοῦτον ἤρξατο ψωμοὺς ποιεῖν ὡς πλίνθους καὶ ἐσθίειν. | |
63 | ἰδὼν δὲ αὐτὸν ὁ Ξάνθος ἡδέως τρώγοντα ἀνέκραγε τὸν ἀρτοκόπον καί φησι “διὰ τί, κατάρατε, ὁ πλακοῦς οὔτε μέλι οὔτε πέπερι ἔχει, ἀλλὰ καὶ ὤξισεν;” ὁ δὲ ἔφη “εἰ ὠμός ἐστιν ὁ πλακοῦς, ἐμὲ δεῖρον, εἰ δὲ οὐκ ἤρτυται καλῶς, οὐκ ἐγὼ αἴτιος ἀλλ’ ἡ κυρία βραδύνασα δοῦναι τὴν ἄρτυσιν.” ὁ Ξάνθος ἔφη | 92 |
5 | “ἐὰν παρὰ τὴν τῆς γυναικὸς ἀμέλειαν γέγονε, ζῶσαν αὐτὴν κατακαύσω.” τῇ δὲ γυναικὶ ἔφη “συνυποκρίθητί μοι.” καί φησιν “Αἴσωπε, ἄγαγέ μοι κληματίδας καὶ ἅψον εἰς τὸ μέσον.” ὁ δὲ ἐνέγκας ἀνῆψε πυράν. φωνήσας δὲ τὴν γυναῖκα ἤγαγεν εἰς τὸ μέσον ὥστε δοκεῖν καυθῆναι, διεβλέπετο δὲ τὸν ἄγροικον, εἰ ἀναπηδήσας διακωλύσει αὐτὸν τοῦτο πρᾶξαι. | |
64 | ὁ δὲ ἄγροικος πρὸς ἑαυτὸν ἔλεγεν “αἰτίου μὴ ὄντος, τί οὗτος θυμοῦται;” καί φησι πρὸς αὐτόν “οἰκοδέσποτα, εἰ τοῦτο κέκρικας, μικρὸν μεῖνον, ἕως κἀγὼ ἀπελθὼν ἐνέγκω μου τὴν γυναῖκα ἀπὸ τοῦ ἀγροῦ, καὶ τὰς δύο ὁμοῦ κατάκαυσον.” ὁ δὲ Ξάνθος ἀκούσας καὶ θαυμάσας τὸ ἔμψυχον τοῦ ἀγροίκου | |
5 | πρὸς τὸν Αἴσωπον ἔφη “ἴδε, ἀληθῶς ἄνθρωπος ἀπερίεργος. νενίκηκας· ἀρκεῖ· τὸ λοιπὸν πιστῶς καὶ εὐνοϊκῶς δούλευσόν μοι, ἵνα τύχῃς παρ’ ἐμοῦ ἐλευθερίας.” ὁ δὲ ἔφη “οὐκέτι με μέμψει, δέσποτα.” | |
65 | Τῇ δὲ ἐπαύριον λέγει ὁ Ξάνθος τῷ Αἰσώπῳ “τῇ τακτῇ ὥρᾳ ἄπελθε εἰς τὸ βαλανεῖον καὶ βλέπε ἐὰν οὐ πολυοχλῇ, ἵνα λούσωμαι.” πορευομένου δὲ τοῦ Αἰσώπου ὑπήντησεν αὐτῷ ὁ στρατηγός, καὶ γνωρίσας ὅτι τοῦ Ξάνθου ἐστίν, λέγει αὐτῷ “ποῦ πορεύει;” ὁ δὲ Αἴσωπός φησιν “οὐκ οἶδα.” δόξας δὲ ὁ στρατηγὸς | |
5 | ὅτι καταγελᾷ αὐτοῦ, ἐκέλευσε βληθῆναι αὐτὸν εἰς τὴν φυλακήν. Αἴσωπος δὲ ἀπαγό‐ μενος ἔφη “ὁρᾷς ὅτι καλῶς σοι ἀπεκρίθην· μὴ προσδοκῶν γάρ, ὑπηντηκώς σοι εἰς φυλακὴν ἄπειμι.” ἐκπλαγεὶς δὲ ὁ στρατηγὸς εἰς τὸ εὐαπολόγητον αὐτοῦ παρῆκεν αὐτόν. | |
66 | ὁ δὲ Αἴσωπος παραγενόμενος εἰς τὸ βαλανεῖον εἶδε πλῆθος λαοῦ καὶ πρὸς τὸ μέσον τῆς εἰσόδου κείμενον εἰκῇ λίθον, ἐν ᾧ ἕκαστος τῶν εἰσερχομένων προσ‐ κόπτων κατηρᾶτο τὸν τεθεικότα· εἷς δέ τις μεταθεὶς αὐτὸν εἰσῆλθε λούσασθαι. ὁ δὲ Αἴσωπος εἰς τὸν οἶκον ἐλθὼν λέγει τῷ κυρίῳ “εἰ κελεύεις, δέσποτα, λούσασθαι, ἕνα | |
5 | ἄνθρωπον εἶδον ἐν τῷ βαλανείῳ.” ὁ Ξάνθος λέγει “καλόν ἐστι τὸ εὐρυχώρως λούσα‐ σθαι· ἆρον τὰ πρὸς βαλανεῖον καὶ ὕπαγε.” εἰσελθὼν δὲ ὁ Ξάνθος καὶ ἰδὼν τὸ πλῆθος τῶν λουομένων λέγει “Αἴσωπε, οὐκ εἶπας ‘ἕνα μόνον ἄνθρωπον εἶδον‘;” ὁ δέ “καὶ μάλα” φησίν· “εἶδον γὰρ τὸν λίθον τοῦτον πρὸ τῆς εἰσόδου κείμενον, πρὸς ὃν εἰσιόντες πάντες προσέκοπτον· εἷς δὲ μὴ προσκόψας ἄρας μετέθηκε πρὸς τὸ μηδένα προσκόπτειν. | |
10 | ἐκεῖνον κρίνας παρὰ τοὺς λοιποὺς ἄνθρωπον εἶναι ἐδήλωσά σοι τὴν ἀλήθειαν.” ὁ Ξάνθος εἶπεν “οὐδὲν παρὰ τῷ Αἰσώπῳ ἀργὸν πρὸς ἀπολογίαν.” | |
67 | Λουσάμενος δὲ παρεγένετο ἐπὶ τὸν δεῖπνον. μετὰ δὲ τὸ δειπνῆσαι τῆς γαστρὸς νυξάσης ἐξῆλθε πρὸς ὑποχώρησιν. τοῦ δὲ Αἰσώπου παρεστῶτος καὶ ξέστην ὕδατος ἐπιφερομένου, λέγει ὁ Ξάνθος “δύνασαί μοι εἰπεῖν διὰ τί ἔθος τοῖς ἀνθρώποις, ὅταν καθεζώμεθα εἰς τὰ ἀναγκαῖα, πυκνῶς τὰ ἑαυτῶν βλέπομεν ἀφοδεύματα;” Αἴσωπος | |
5 | ἔφη “κατὰ τοὺς παλαιοὺς σοφός τις διὰ σπατάλην πολὺν χρόνον ἐκαθέζετο εἰς τὰ ἀναγκαῖα, μέχρις οὗ καθεζόμενος τὰς ἰδίας ἔχεσε φρένας. ἀπ’ ἐκείνου οὖν οἱ ἄνθρωποι φοβούμενοι διαβλέπουσι τὰ ἴδια ἀφοδεύματα, μὴ καὶ αὐτοὶ τὰς ἰδίας χέσωσι φρένας. ἀλλὰ σύ, δέσποτα, μηδὲν ἀγωνιάσῃς· οὐ γὰρ ἔχεις φρένας.” | |
68 | Τῇ δὲ ἐπαύριον τοῦ Ξάνθου ἐπὶ πότου μετὰ φίλων ἀνακλιθέντος, καὶ τοῦ πότου ἐπικρατοῦντος, ἐγένετο προβλήματα ἱκανά. τοῦ δὲ Ξάνθου ἀρξαμένου | |
συνταράττεσθαι, ἐπιγνοὺς ὁ Αἴσωπος ὅτι μέλλει μάχην ποιεῖν, λέγει “δέσποτα, Διόνυσος 〈εὑρὼν〉 τὸ οἰνικὸν πόμα τρεῖς κράσεις τῷ ἀνθρώπῳ διὰ πόματος χρήσασθαι | 93 | |
5 | εἶπε· τὴν μὲν πρώτην ἡδονῆς εἶναι, τὴν δὲ δευτέραν εὐφροσύνης, τὴν δὲ τρίτην ὕβρεως. διό, δέσποτα, πιόντες καὶ εὐφρανθέντες παραχωρήσατε 〈τὴν τῆς ὕβρεως τοῖς νέοις· ἔχεις γὰρ ἀκροατήρια〉 ἐν οἷς δεδώκατε ἀπόδειξιν.” ὁ δὲ Ξάνθος μεθύων φησί “σιώπα, σύμβουλε Ἅιδου.” Αἴσωπος εἶπεν “ἔκδεξαι, καὶ εἰς Ἅιδου καταβαί‐ νεις.” | |
69 | τὶς δὲ τῶν σχολαστικῶν ἰδὼν τὸν Ξάνθον περιφερόμενον λέγει “καθηγητά, εἰ πάντα δυνατὰ ἀνθρώπῳ;” ὁ Ξάνθος ἔφη “πανοῦργον τὸ ζῷον καὶ δυνατὸν ἐν πᾶσι τὰ ὑπὲρ λόγον πράττειν.” ὁ δὲ σχολαστικὸς εἶπεν “δύναται ἄνθρωπος τὴν θάλασσαν ἐκπιεῖν;” καὶ ὁ Ξάνθος “ναί” φησι, “κἀγὼ αὐτὸς δύναμαι τὴν θάλασσαν | |
5 | ἐκπιεῖν.” καὶ ὁ σχολαστικός· “ἐὰν δὲ μὴ ἐκπίῃς, τί;” ὁ Ξάνθος, νενικημένος ὑπὸ τοῦ οἴνου, ἔφη “τίθημι τὰς συνθήκας ὑπὲρ παντὸς τοῦ βίου μου.” καὶ ἐπὶ τούτοις προβαλόντες τοὺς δακτυλίους ἐκύρωσαν τὰς συνθήκας. | |
70 | πρωίας δὲ γενομένης ἀναστὰς ὁ Ξάνθος καὶ τὴν ὄψιν νιπτόμενος, οὐκ ἰδὼν τὸν δακτύλιον ἐζήτει. καί φησιν “Αἴσωπε, τί μοι γέγονεν ὁ δακτύλιος; Αἴσωπος ἔφη “οὐκ οἶδα, ἀλλὰ τοῦτο γινώσκω, ὅτι ξένος ἐγένου τοῦ βίου σου.” ὁ δὲ Ξάνθος· “τί λέγεις;” Αἴσωπος ἔφη “παρὰ τῷ | |
5 | χθὲς πότῳ συνθήκας ἔθου τὴν θάλασσαν ἐκπιεῖν ὑπὲρ ὅλου τοῦ βίου σου, καὶ τὸν δακτύλιον προεβάλου.” ὁ Ξάνθος εἶπε “καὶ πῶς ἐγὼ δύναμαι τὴν θάλασσαν ἐκπιεῖν; ἀλλὰ δέομαί σου, εἰ δυνατὸς εἶ διὰ τῆς ἐνούσης σοι ἐμπειρίας, βοήθησόν μοι, ἵνα διὰ προφάσεώς τινος νικήσω ἢ λύσω τὰς συνθήκας.” Αἴσωπος ἔφη “νικῆσαι μὲν οὐ δυνατόν, λυθῆναι δὲ ποιήσω.” ὁ Ξάνθος “δός μοι γνώμην,” φησί, “ποίῳ λόγῳ.” | |
71 | Αἴσωπος ἔφη “ὅταν ἔλθῃ ὁ συνθηκοφύλαξ ἅμα τῷ ἀντιδίκῳ σου, λέγοντες τὴν θάλασσαν ἐκπιεῖν, μὴ ἀρνοῦ, ἀλλὰ ἅπερ παροινῶν συνέθου, ταῦτα καὶ νήφων λέγε. καὶ κέλευσον στρώματα παρὰ τὸν αἰγιαλὸν καὶ τράπεζαν τεθῆναι, καὶ παῖδας πιγκέρνας παραστῆναι. ὅταν δὲ ἴδῃς ὅτι πάντα πεπλήρωται, τοῦ ὄχλου ἐπὶ τὴν | |
5 | θέαν συνδραμόντος, ἀναπεσὼν κέλευσον πλησθῆναι σκύφον ἐκ τῆς θαλάσσης, καὶ εἰπὲ δημοσίᾳ πρὸς τὸν συνθηκοφύλακα ‘πῶς τεθείκαμεν τὰς συνθήκας;‘ καὶ ἐρεῖ σοι ‘ἵνα τὴν θάλασσαν ἐκπίῃς.‘ εἰπὲ οὖν ‘μή τι πλέον;‘ ἐρεῖ ‘οὔ.‘ καὶ τοῦτο μαρτυρά‐ μενος λέγε ‘ἄνδρες πολῖται, πολλοί εἰσι ποταμοὶ χείμαρροι καὶ ἀένναοι οἵτινες τῇ θαλάσσῃ ἐπιχέονται· συνεθέμην οὖν μόνην τὴν θάλασσαν ἐκπιεῖν, οὐχὶ δὲ καὶ | |
10 | τοὺς ἐπιρρέοντας ποταμούς· ἄπελθε οὖν καὶ ἐπίστρεψον τὰ εἰσερχόμενα ὕδατα, κἀγὼ τὴν θάλασσαν ἐκπίω.‘ καὶ οὕτως τὸ ἀδύνατον τῷ ἀδυνάτῳ λυθήσεται.” | |
72 | ὁ δὲ Ξάνθος ἐπιγνοὺς περιχαρὴς ἐγένετο. ὁ δὲ τὴν συνθήκην θεὶς ἅμα τοῖς ἐντιμοτέροις τῆς πόλεως ἐξεδέχετο πρὸ τοῦ πυλῶνος, προελθόντος δὲ τοῦ Ξάνθου ἐζήτει ἐκβιβασ‐ θῆναι τὴν συνθήκην. Αἴσωπος εἶπε “σὺ μὲν δίδου τὸν σὸν βίον τῷ δεσπότῃ μου, αὐτῷ γὰρ ἤδη ἡμίκενος γέγονεν ἡ θάλασσα.” ὁ σχολαστικὸς ἔφη “ἐμὸς εἶ, Αἴσωπε, | |
5 | οὐκέτι Ξάνθου.” ὁ δὲ Ξάνθος ἐκέλευσε κλίνην πρὸς τῷ αἰγιαλῷ στρωθῆναι καὶ τράπεζαν τεθῆναι, τὸ δὲ πλῆθος τῆς πόλεως συνέδραμεν ἰδεῖν. τοῦ δὲ Ξάνθου ἀναπεσόντος, δραμὼν Αἴσωπος καὶ σκύφον λαβὼν καὶ πλήσας ἐκ τῆς θαλάσσης ἐπέδωκε τῷ Ξάνθῳ. | |
73 | ὁ δὲ λαβὼν λέγει τῷ συνθηκοφύλακι “εἰπὲ δημοσίᾳ, πῶς τεθείκαμεν τὰς συνθή‐ κας;” ὁ δὲ λέγει “ἵνα τὴν θάλασσαν ἐκπίῃς.” ὁ Ξάνθος· “μή τι ἕτερον;” ὁ δέ· “οὔ.” καὶ ὁ Ξάνθος· “ἄνδρες πολῖται, πολλοὶ ποταμοὶ ἐν τῇ θαλάσσῃ ὕδωρ εἰσά‐ γουσιν· ἀποκλεισάτω οὖν ὁ ἀντίδικός μου τὰ τούτων στόματα, κἀγὼ ἰσχύσω μόνην | |
5 | ἐκπιεῖν τὴν θάλασσαν.” ἀνέκραξαν δὲ ἅπαντες εὐφημοῦντες τὸν Ξάνθον, ὁ δὲ σχο‐ λαστικὸς πεσὼν πρὸς τοὺς πόδας τοῦ Ξάνθου λέγει “μέγας εἶ, καθηγητά, νενίκηκάς με, παρακαλῶ λυθῆναι τὰς συνθήκας.” | 94 |
74 | Ἐλθόντος δὲ αὐτοῦ εἰς τὴν οἰκίαν, προσελθὼν αὐτῷ ὁ Αἴσωπος λέγει “ὁ πάντα σου τὸν βίον σώσας ἄξιός εἰμι τυχεῖν ἐλευθερίας.” ὁ δὲ Ξάνθος ὑβρίσας ἐξεδίωξεν αὐτὸν λέγων “τί; ἐγὼ τοῦτο οὐκ ἐνεθυμούμην;” Αἴσωπος δὲ ἀχαριστηθεὶς ἐλυπήθη, καί φησι “μεῖνόν με· ἐγώ σε ἀνταμυνοῦμαι.” | |
75 | Ἐν μιᾷ οὖν τῶν ἡμερῶν μονωθείς, ἐκδυσάμενος καὶ τὰς χεῖρας ἑαυτοῦ κροτῶν καὶ τινάσσων, ἤρξατο ποιεῖν τὸ ποιμενικὸν καὶ ἄτακτον σχῆμα. ἡ δὲ τοῦ Ξάνθου γυνή, ἐκ τοῦ οἴκου αἴφνης καταλαβοῦσα, φησίν “Αἴσωπε, τί τοῦτο,” ὁ δὲ λέγει “κυρία, εὐεργετοῦμαι καὶ τὴν γαστέρα ὠφελεῖ.” θεασαμένη δὲ ἐκείνη τὸ μῆκος καὶ | |
5 | τὸ πάχος τῆς αἰδοῦς αὐτοῦ ἑάλω, καὶ ἐπιλαθομένη τῆς ἀμορφίας αὐτοῦ εἰς ἔρωτα ἐτρώθη. φωνήσασα δὲ αὐτὸν κατ’ ἰδίαν φησί “νῦν μοι ἐὰν τὰ ἀρεστὰ ποιήσῃς μὴ ἀντιπίπτων, ἔσῃ εὐφραινόμενος πλεῖον τοῦ κυρίου σου.” ὁ δὲ πρὸς αὐτήν· “οἶδας ὅτι 〈ἐὰν〉 ὁ δεσπότης μου τοῦτο μάθῃ οὐ μικρὸν ἐπάξιον λυγρὸν ἀνταμείψει.” ἡ δὲ γελάσασα ἔφη “ἐάν μοι δεκάκις συνέλθῃς, στολήν σοι ἱματίων χαρίσομαι.” ὁ δέ | |
10 | φησιν “ὄμοσόν μοι.” ἐκείνη δὲ καπριῶσα ὤμοσεν αὐτῷ. ὁ δὲ Αἴσωπος πιστεύσας, θέλων δὲ καὶ τῷ δεσπότῃ ἀνταμύνασθαι, ἐπετέλει τὸ πάθος ἕως ἐννέα, καί φησι “κυρία, ἄλλο οὐ δύναμαι.” ἡ δὲ πεῖραν λαβοῦσα λέγει “εἰ μὴ τὰ δέκα πληρώσεις οὐδὲν λαμβάνεις.” πολλὰ οὖν κοπιάσας τὸ δέκατον εἰς τὸν μηρὸν ἐτέλεσεν, καί φησι “δός μοι τὰ ἱμάτια, ἐπεὶ ἐγκαλῶ κατὰ σοῦ τῷ δεσπότῃ.” ἔφη δὲ ἡ γυνή “ἐγὼ εἰς | |
15 | τὸν ἐμόν σε ἐμισθωσάμην ἀγρὸν σκάπτειν· σὺ δὲ ὑπερβὰς τὸ μεσότοιχον εἰς τὰ τοῦ γείτονος ἔσκαψας. ἀπόδος οὖν, καὶ λάβε τὴν στολήν.” | |
76 | ὁ δὲ Αἴσωπος ἐλθόντι τῷ Ξάνθῳ προσῆλθε καί φησι “κριθῆναί 〈με〉 μετὰ τῆς κυρίας μου ἐπὶ σοί.” ὁ δὲ ἀκούσας, “τί;” φησι. καὶ ὁ Αἴσωπος· “δέσποτα, ἡ κυρία μετ’ ἐμοῦ πορευομένη εἶδε κοκκυμηλέαν κατάκαρπον. θεασαμένη κλάδον ἕνα πλήρη ἐπιθυμήσασα λέγει ‘ἐὰν | |
5 | δυνήσῃ ἑνὶ λίθῳ βαλεῖν μοι δέκα κοκκύμηλα παρέχω σοι στολὴν ἱματίων.‘ βαλὼν οὖν ἐγὼ εὐστόχως ἑνὶ λίθῳ ἤνεγκα αὐτῇ δέκα, ἓν δὲ ἐξ αὐτῶν ἔλαχεν εἰς κόπρον ἐμπεσεῖν, καὶ νῦν οὐ θέλει μοι τὴν στολὴν δοῦναι.” ἀκούσασα δ’ ἐκείνη λέγει τῷ ἀνδρί “ὁμολογῶ εἰληφέναι τὰ ἐννέα, τὸ δὲ εἰς τὴν κόπρον οὐ λογίζομαι· βαλλέτω οὖν πάλιν καὶ ἐκτιναξάτω μοι τὸ ἓν κοκκύμηλον, καὶ λαμβανέτω τὰ ἱμάτια.” Αἴσωπος | |
10 | ἔφη “οὐκέτι μου ὁ καρπὸς εὐγονεῖ.” ἔκρινεν οὖν Ξάνθος δοθῆναι τῷ Αἰσώπῳ τὴν στολὴν καί φησι πρὸς αὐτόν “Αἴσωπε, πορευσώμεθα ἕως τῆς ἀγορᾶς, ὅτι νωχλεύω· ἅμα δὲ ἐκτινάξεις μοι τὰ κοκκύμηλα ὅπως καὶ τῇ κυρίᾳ ἐνέγκωμεν.” ἡ δὲ εἶπεν ”〈οὕτως ποιείτω, κύριε〉 [μὴ θέλη κύρι ἵνα σὺ βάλλει ἐξ αὐτῶν], ἐγὼ δὲ ὡς ἐκέλευσας δώσω τὰ ἱμάτια.” | |
77 | Ὁ Ξάνθος τῷ Αἰσώπῳ λέγει “οἰωνιστής εἰμι· ἔξελθε οὖν πρὸ τοῦ πυλῶνος, καὶ ἐὰν ἴδῃς δικόρωνον ἀνάγγειλόν μοι, ὅτι καλὸν τὸ σημεῖον, εἰ δὲ μονοκόρωνον, κακὴ ἡ οἰωνοσκοπία.” ἐξελθὼν δὲ ὁ Αἴσωπος εἶδε κατὰ τύχην δικόρωνον πρὸ τοῦ πυλῶνος καὶ εἰσελθὼν ἀπήγγειλε τῷ Ξάνθῳ. ἐν δὲ τῷ ἐξέρχεσθαι αὐτὸν ἡ μία ἀνέπτη, | |
5 | τὴν δὲ μίαν ἰδὼν ἔφη “οὐκ εἶπάς μοι, κατάρατε, ὅτι δικόρωνον εἱστήκει πρὸ τοῦ πυλῶνος;” Αἴσωπος ἔφη “ναί, ἀλλ’ ἡ μία ἔπτη.” ὁ δὲ Ξάνθος φησί “ἔθος σοι τοῦ χλευάζειν με,” καὶ ἐκέλευσεν αὐτὸν ἐκδυθέντα τύπτεσθαι. τυπτομένου δὲ αὐτοῦ | |
ἐλθών τις ἐπὶ μέγα δεῖπνον ἐκάλει τὸν Ξάνθον. ὁ δὲ Αἴσωπος ἔφη “οἴμοι ὁ τάλας, ἐγὼ ἰδὼν δικόρωνον ἐμαστιγώθην, σὺ δὲ μονοκόρωνον ἰδὼν ἐπὶ τρυφὴν πορεύῃ· οὐκοῦν | 95 | |
10 | μάτην οἰωνοσκοπία καὶ ὀρνεοσκοπία.” ὁ δὲ Ξάνθος θαυμάσας αὐτοῦ τὸν λόγον “μη‐ κέτι,” φησί, “τυπτέσθω.” | |
77a | Μεθ’ ἡμέρας δέ τινας προσκαλεσάμενος ὁ Ξάνθος τὸν Αἴσωπον ἔφη πρὸς αὐτόν “ποίησον ἡμῖν ἄριστον καλόν· σχολαστικοὺς γὰρ κέκληκα.” ὁ δὲ Αἴσωπος τὰ πρὸς τὴν ἑστίασιν αὐτῶν εὐτρεπίσας, καὶ τῆς κυρίας αὐτοῦ ἐπὶ τῆς κλίνης ἀνακειμένης, ἔφη πρὸς αὐτὴν ὁ Αἴσωπος “πρόσεχε τῇ τραπέζῃ, κυρία μου, | |
5 | μή πως ἐλθοῦσα ἡ κύνα καταφάγῃ τι τῶν ἐδεσμάτων.” ἡ δὲ ἔφη πρὸς αὐτόν “ἄπελθε μηδὲν περὶ τούτων φροντίζων· ἐμοῦ γὰρ καὶ ὁ κῶλος ὀφθαλμοὺς ἔχει.” τοῦ δὲ Αἰσώπου εἰς ἑτέραν χρείαν ἀσχολουμένου καὶ πάλιν ἐπὶ τῆς τραπέζης ἐλθόντος, εὗρε τὴν κυρίαν αὐτοῦ κοιμωμένην καὶ τὰ ὄπισθεν αὐτῆς ἐπὶ τῆς τραπέζης ὑπάρχοντα. ὁ δὲ φοβηθεὶς μή πως ἡ κύνα ἀνελθοῦσα ἀχρειώσῃ τὴν τράπεζαν, ἀναμνησθεὶς τῆς κυρίας | |
10 | αὐτοῦ εἰπούσης ὅτι “ἐμοῦ καὶ ὁ κῶλος ὀφθαλμοὺς ἔχει,” ἀνακομβώσας αὐτῆς τοὺς χιτῶνας καὶ τὰ ὄπισθεν αὐτῆς γυμνώσας εἴασεν αὐτὴν κεῖσθαι οὕτως. τοῦ δὲ Ξάνθου σὺν τοῖς σχολαστικοῖς ἐλθόντος ἀνῆλθον ἐπὶ τὸ ἄριστον. ἰδόντες οὖν αὐτὴν γεγυμ‐ νωμένην καὶ ὑπνώττουσαν, αἰσχυνθέντες ἀπέστρεψαν τὰς ὄψεις αὐτῶν. ὁ δὲ Ξάνθος ἔφη πρὸς τὸν Αἴσωπον “τί τοῦτο, ὦ κατάρατε;” ὁ δέ φησι “δέσποτα, ἐμοῦ πρὸς | |
15 | τὴν θεραπείαν ὑμῶν ἠσχολημένου εἶπον τῇ κυρίᾳ μου προσέχειν τῇ τραπέζῃ, μή πως ἀνελθοῦσα ἡ κύνα καταφάγῃ τι. αὐτὴ δὲ ἔφη πρός με ‘ἄπελθε μηδὲν περὶ τούτου φροντίζων· ἐμοῦ γὰρ καὶ ὁ κῶλος ὀφθαλμοὺς ἔχει.‘ ἀρτίως οὖν, ὡς ὁρᾷς, κύριέ μου, ὑπνοῖ· ἐγὼ δὲ ἐγύμνωσα αὐτὴν ὅπως οἱ τοῦ κώλου αὐτῆς ὀφθαλμοὶ ὁρῶσι τὴν τράπε‐ ζαν.” καὶ ὁ Ξάνθος· “πλειστάκις με, ὦ δραπέτα, ἠχρείωσας, τούτου δὲ ἀχρειότερον | |
20 | οὔπω εἰργάσω, αἰσχύνας κἀμὲ καὶ τὴν κυρίαν σου. ἀλλὰ διὰ τοὺς κεκλημένους οὐκ ὀργισθήσομαι· εὑρήσω γὰρ ὥραν ὅτε μαστιγώσω σε σφοδρῶς καὶ ἀπολέσω σε.” | |
77b | Μετ’ οὐ πολὺ δὲ ῥήτορας καὶ φιλοσόφους τοῦ Ξάνθου καλέσαντος ἔφη τῷ Αἰσώπῳ “πρὸ τοῦ πυλῶνος σταθεὶς μὴ ἐάσῃς τινι τῶν ἰδιωτῶν ἀνδρῶν εἰσελθεῖν ἐν τῷ οἴκῳ μου, ἀλλ’ ἢ μόνους τοὺς σοφούς.” τῇ δὲ ὥρᾳ τοῦ ἀρίστου κλείσας ὁ Αἴσωπος τοὺς τοῦ οἴκου πυλῶνας ἐκαθέζετο ἔσωθεν. ἐλθόντος δέ τινος τῶν κεκλημένων καὶ | |
5 | κρούσαντος τῷ πυλῶνι ὁ Αἴσωπος ἔφη αὐτῷ “τί σείει ὁ κύων;” ὁ δὲ ἡγησάμενος ὅτι κύνα αὐτὸν ἀπεκάλεσεν, ὀργισθεὶς ἀνεχώρησεν. οὕτως οὖν τοῦ Αἰσώπου 〈πρὸσ〉 πολλοὺς ἀπολογουμένου ἀνεχώρουν ἅπαντες, ὕβριν τὸν λόγον νομίζοντες εἶναι. εἷς δὲ ἐλθὼν καὶ τῷ πυλῶνι κρούσας, ἔφη αὐτῷ ὁ Αἴσωπος “τί σείει ὁ κύων;” ὁ δέ φησι “τὴν κέρκον.” καὶ ὁ Αἴσωπος τοῦτον ἀκούσας καλῶς ἀπολογησάμενον ἀνοίξας | |
10 | εἰσήγαγεν αὐτόν. ἀπελθὼν δὲ πρὸς τὸν κύριον αὐτοῦ ἔφη “δέσποτα, ἕτερος φιλόσοφος οὐκ ἦλθε τοῦ συνεστιαθῆναί σοι, εἰ μὴ οὗτος μόνος.” ὁ δὲ Ξάνθος ἐλυπήθη πάνυ, προσδοκῶν ὅτι παρελογίσαντο αὐτόν. τῇ οὖν ἐπαύριον ἐλθόντων αὐτῶν ἐν τῇ διατριβῇ, λέγουσι τῷ Ξάνθῳ “καθηγητά, ὡς ἔοικεν ἐπιθυμῶν τοῦ ἐξουδενῆσαι ἡμᾶς, καὶ αἰδού‐ μενος, ἔστησας πρὸ τοῦ πυλῶνος τὸν σαπρὸν Αἴσωπον, ὅπως ὑβρίσει καὶ κύνας | |
15 | ἡμᾶς ἀποκαλέσει.” καὶ ὁ Ξάνθος· “ὅραμα τοῦτο ἢ ἀληθές;” καὶ οἱ σχολαστικοί· “εἰ οὐ κοιμώμεθα, ἀλήθειά ἐστι.” καὶ ὁ Ξάνθος· “Αἴσωπόν μοί τις καλεσάτω.” | |
τούτου δὲ ἐλθόντος ἔφη ὁ Ξάνθος “λέγε μοι, κάθαρμα, διὰ τί τοὺς ἐμοὺς φίλους καὶ φοιτητάς, ἀντὶ τοῦ μετὰ πάσης τιμῆς εἰσαγαγεῖν σε αὐτοὺς ἐν τῷ οἴκῳ μου τοῦ συνευφρανθῆναί μοι, ἐξουθένησας καὶ ὕβρισας καὶ ἀτίμους αὐτοὺς ἀπέστρεψας;” | 96 | |
20 | καὶ ὁ Αἴσωπος· “δέσποτα, οὐ σύ μοι εἴρηκας ‘μὴ ἐάσῃς τινὶ τῶν ἀνοήτων ἀνδρῶν εἰσελθεῖν ἐν τῷ οἴκῳ μου, εἰ μὴ ῥήτορας καὶ φιλοσόφους;‘” καὶ ὁ Ξάνθος “ναί,” φησι, “καὶ τί, μορμολύκιον; οὗτοι οὐκ εἰσὶ τῶν σοφῶν;” καὶ ὁ Αἴσωπος· “οὐχί, ἀλλὰ καὶ πάνυ ἰδιῶται ὑπάρχουσι. τῷ γὰρ πυλῶνι τῷ σῷ προσκεκρουκότες, ἐμοῦ ἔσωθεν ἑστῶτος, ἠρώτων αὐτούς ‘τί σείει ὁ κύων;‘ καὶ οὐδεὶς ἐξ αὐτῶν ἐπέγνω τὸ | |
25 | ῥῆμα τοῦτο, καὶ διὰ τὸ ἀνοήτους ὑπάρχειν οὐκ εἰσήγαγον αὐτούς, εἰ μὴ τοῦτον μόνον τὸν σοφῶς ἀποκριθέντα μοι,” ὑποδείξας τοῦτον τὸν συνεστιαθέντα τῷ κυρίῳ αὐτοῦ. οὕτως τοῦ Αἰσώπου ἀπολογουμένου ἔφησαν αὐτὸν ὀρθῶς λέγειν. | |
78 | Μεθ’ ἡμέρας δέ τινας ὁ Ξάνθος ἅμα τῷ Αἰσώπῳ ἐπὶ τὰ μνήματα παρεγένετο καὶ τὰ ἐν τοῖς λάρναξιν ἐπιτάφια ἀναγινώσκων ἐτέρπετο. ὁ δὲ Αἴσωπος ἰδὼν ἐφ’ ἑνὶ λάρνακι ἀσύμφωνα στοιχεῖα κεχαραγμένα, Α Β Δ Ο Ε Θ Χ, ἐπιδείξας τῷ Ξάνθῳ φησί “τί ἐστιν ἄρα ταῦτα;” ὁ δὲ ἐπιμελῶς καταμαθὼν καὶ | |
5 | πολλὰ στρεβλωθεὶς οὐχ εὗρε τὴν τούτων λύσιν, καί φησιν “Αἴσωπε, ἠπόρησα, σὺ δὲ τὸ ζήτημα διασάφησον.” ὁ δὲ πρὸς αὐτόν· “δέσποτα, ἐὰν διὰ ταύτης τῆς στήλης θησαυρόν σοι χρυσίου δώσω, τί μοι χαρίζει;” ὁ Ξάνθος ἀκούσας λέγει “θάρσει, Αἴσωπε, λήψῃ τὴν ἐλευθερίαν καὶ τὸ ἥμισυ τοῦ χρυσίου.” | |
79 | ὁ δὲ Αἴσωπος ἀκούσας, ὄστρακον λαβὼν ἀνεπόδισεν ἀπὸ τῆς στήλης βήματα τέσσαρα καὶ ὀρύξας τὸν θησαυρὸν ἀνελάβετο καὶ τῷ δεσπότῃ προσήνεγκε. καί φησι “δέσποτα, δός μοι τὴν ἐπαγγελίαν.” ὁ δὲ Ξάνθος “οὐ δώσω” φησίν, “ἐὰν μή μοι φράσῃς ποίᾳ ἐπινοίᾳ εὗρες τὸν θησαυρόν· | |
5 | τὸ γὰρ μαθεῖν πολὺ τοῦ εὑρέματος τιμιώτερον.” Αἴσωπος ἔφη “δέσποτα, ὁ τὸν θησαυρὸν καταθέμενος ὡς φιλόσοφος τὰ ἑπτὰ ἐχάραξε στοιχεῖα, ἃ λέγει Α ἀποβάς, Β βήματα, Δ τέσσαρα, Ο ὀρύξας, Ε εὑρήσεις, Θ θησαυρόν, Χ χρυσίου.” Ξάνθος λέγει “ἐπείπερ τοιοῦτος εἶ πανοῦργος καὶ συνετός, οὐ τεύξῃ τῆς ἐλευθερίας.” ὁ δὲ πρὸς αὐτόν· “δέσποτα, παραγγέλλω τὸ χρυσίον ἀποδοθῆναι τῷ βασιλεῖ τῶν | |
10 | Βυζαντίων Διονυσίῳ.” “πόθεν οἶδας;” φησίν. Αἴσωπος ἔφη “ἐκ τῶν γραμμάτων ἐπέγνων, ὡς λέγει Α ἀπόδος, Β βασιλεῖ, Δ Διονυσίῳ, Ο ὃν εὗρες, Ε ἐνθάδε, Θ θησαυρόν, Χ χρυσίου.” | |
80 | ὁ δὲ Ξάνθος ἀκούσας τοῦ βασιλέως εἶναι τὸ χρυσίον λέγει “λαβὼν τὸ ἥμισυ τοῦ εὑρέματος ἡσύχαζε.” Αἴσωπος ἔφη “οὐχὶ σύ μοι χαρίζει, ἀλλ’ ὁ τὸ χρυσίον καταθέμενος. ἄκουε γάρ” φησίν· “Α ἀνελόμενοι, Β βαδίσαντες, Δ διέλεσθε, Ο ὃν εὕρετε, Ε ἐνθάδε, Θ θησαυρόν, Χ χρυσίου.” ὁ δὲ Ξάνθος “δεῦρό” φησιν “εἰς | |
5 | τὴν οἰκίαν, ἵνα καὶ τὸ χρυσίον διελώμεθα καὶ τὴν ἐλευθερίαν λάβῃς.” ἐλθόντων δὲ αὐτῶν καὶ φοβούμενος ὁ Ξάνθος τὴν γλῶσσαν αὐτοῦ ἐκέλευσεν αὐτὸν ἐμβληθῆναι εἰς τὴν φυλακήν. καὶ ὁ Αἴσωπός φησιν “ἔχε τὸ χρυσίον, καὶ δός μοι τὴν ἐλευθερίαν.” καὶ ὁ Ξάνθος· “γενναίως εἶπας, ἵνα ἐλευθερίας τυχὼν ἰσχυρότερόν μου κατηγορήσῃς.” Αἴσωπος ἔφη “ἄκων ἔχεις τοῦτο εἰς ἐμὲ πρᾶξαι.” | |
81 | Κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον συνέβη τι σημεῖον ἐν τῇ Σάμῳ γενέσθαι· πανδήμου γὰρ ἑορτῆς ἀγομένης καὶ τῶν θυμελικῶν παιζομένων ἄφνω ἀετὸς καταπτὰς καὶ τὸν δημόσιον ἁρπάσας δακτύλιον ἔρριψεν αὐτὸν εἰς δούλου κόλπον. οἱ δὲ Σάμιοι θροηθέντες ἐν πολλῷ γεγόνασιν ἀγῶνι περὶ τοῦ σημείου. ἐκκλησίαν οὖν συναθροί‐ | |
5 | σαντες ἤρξαντο δέεσθαι τοῦ Ξάνθου ὡς πρωτοπολίτου καὶ φιλοσόφου ὅπως διαλύσῃ αὐτοῖς τὸ σημεῖον. | 97 |
82 | ὁ δὲ Ξάνθος διαπορῶν, αἰτήσας διορίαν εἰς τὸν ἴδιον ἦλθεν οἶκον. | |
83-85 | ἐν πολλῇ δὲ γενόμενος ἀθυμίᾳ ἔμελλεν ἑαυτὸν διαχειρίσασθαι, μὴ δυνάμενος τὸ ζήτημα λῦσαι. ὁ δὲ Αἴσωπος διαγνούς, ἤδη σοφὸς καὶ φιλοδέσποτος ὤν, προσῆλθε τῷ Ξάνθῳ καί φησι “δέσποτα, τί σύννους εἶ καὶ οὕτω δυσθυμεῖς ὥστε κινδυνεύειν; ἐμοὶ τοῦτο προσανάθου καὶ μὴ δυσθύμει. ἕωθεν δὲ προσελθὼν εἰπὲ τοῖς | |
5 | Σαμίοις ‘οὐκέτι εἰμὶ ἐγὼ σημειολύτης οὐδὲ ὀρνεοσκόπος, οἰκέτην δὲ ἔχω πολύπειρον καὶ οὗτος ὑμῖν τὸ σημεῖον διαλύσει.‘ καὶ ἐὰν μὲν ἐπιτύχω, σὺ ἕξεις τὴν δόξαν, ἐὰν δ’ ἀποτύχω, ὑπὲρ δόξης δεσπότου ἐγὼ ὑβρισθήσομαι.” | |
86 | πεισθεὶς οὖν ὁ Ξάνθος τῷ Αἰσώπῳ ἕωθεν προθύμως ὑπήντησεν εἰς τὸ θέατρον καὶ στὰς ἐν τῷ μέσῳ ἔφη τοὺς λόγους οὓς ὑπέδειξεν αὐτῷ ὁ Αἴσωπος. οἱ δὲ παρεκάλουν ἐλθεῖν τὸν οἰκέτην αὐτοῦ. | |
87 | Ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ μέσον, κατανοήσαντες οἱ Σάμιοι τὴν τούτου μορφὴν ἐμπαίζοντες αὐτῷ ἔλεγον “αὕτη ἡ ὄψις σημειολύτου; ἐκ τοῦ σαπροῦ τούτου τί ἀγαθὸν ἀκουσόμεθα;” καὶ ἤρξαντο γελᾶν. ὁ δὲ Αἴσωπος ἐφ’ ὑψηλοῦ στὰς καὶ τὴν χεῖρα τῷ ὄχλῳ κατασείσας ᾔτησεν ἡσυχίαν, σιγῆς δὲ γενομένης ἔφη· | |
88 | “ἄνδρες Σάμιοι, τί μου σκώπτετε τὴν θέαν; οὐκ εἰς τὴν ὄψιν ἀποβλέπειν δεῖ, ἀλλ’ εἰς τὴν διάνοιαν· πολλάκις γὰρ κακίστῃ μορφῇ ἡ φύσις ἔδωκε νοῦν σώφρονα. οὐδ’ εἰς τὴν ἀρετὴν τῶν κεραμίων σκοπεῖν δεῖ, ἀλλ’ εἰς τὴν ἔνδοθεν τοῦ οἴνου γεῦσιν.” ταῦτα ἀκούσαντες | |
5 | οἱ ὄχλοι διεπόππυζον εἰς ἀλλήλους καὶ ἔλεγον “Αἴσωπε, δυνάμενος λέγειν τῇ πόλει, λέγε.” ὁ δὲ γνοὺς ἑαυτὸν ἐπαινούμενον μετὰ παρρησίας ἔφη· | |
88a | [“ἄνδρες Σάμιοι, εὐκαταφρονήτους ἡ ἀμορφία εἴωθε ποιεῖν τοὺς νοῦν ἔχοντας σώφρονα καὶ ὄντας εὐγενεῖς τὸ λαλεῖν· καὶ γὰρ ἐν ἀκάνθαις φύεται κάλλιστα ῥόδα.” οἱ δὲ ὄχλοι πεισ‐ θέντες αὐτοῦ τῇ πιθανολογίᾳ εἶπον “θάρσει, Αἴσωπε, καὶ εὐψύχει λέγων· καλῶς λέγεις.” ὁ δὲ Αἴσωπος σιγὴν αἰτήσας εἶπεν] | |
89 | “ἄνδρες Σάμιοι, ἐπεὶ ἡ Τύχη φιλόκαλος οὖσα ἀγῶνα δόξης τέθεικε δεσπότῃ τε καὶ δούλῳ, καὶ ὁ μὲν δοῦλος, ἐὰν ἀμείνων τοῦ δεσπότου φανῇ, τὰς διὰ μαστίγων λήψεται ὕβρεις—ἐὰν οὖν μοι δι’ ἐλευθερίας τὴν παρρησίαν χαρίσησθε, μετὰ πάσης ἀδείας κἀγὼ φράσω τὰ ζητούμενα.” | |
90 | οἱ δὲ ὄχλοι παμπληθεὶ ἔκραζον “ἐλευθέρωσον Αἴσωπον, ὑπάκουσον Σαμίοις, χάρισαι τῇ πόλει τὴν ἐλευθερίαν.” ὁ δὲ Ξάνθος “οὐκ ἐλευθερῶ δοῦλον” ἔφη “ὀλίγον μοι ὑπηρετήσαντα χρόνον.” ὁ δὲ πρύτανις ἔφη “ἐὰν μὴ τῷ πλήθει ὑπακούσῃς, ποιήσω αὐτὸν ἀπελεύθερον τῆς Ἥρας, καὶ ἔσται σοὶ | |
5 | ὁμότιμος.” οἱ δὲ φίλοι συμβουλεύοντες τῷ Ξάνθῳ ἔλεγον “ἐλευθέρωσον αὐτὸν σύ· ἐὰν γὰρ τῆς Ἥρας ἀπελεύθερος γένηται, ἐλευθερικὰ κατέχει δίκαια.” ἀναγκασθεὶς οὖν ὁ Ξάνθος ἔδωκε τὴν ἐλευθερίαν, καὶ ὁ κῆρυξ ἐβόα “Ξάνθος Δεξικράτους Σαμίοις Αἴσωπον ἐλευθεροῖ.” | |
91 | τούτου δὲ γενομένου ἐλθὼν εἰς τὸ μέσον ὁ Αἴσωπος καὶ σιγὴν αἰτήσας ἔφη “ἄνδρες εὐσεβεῖς, ἐπεὶ ὁ ἀετὸς τῶν ὀρνέων ἐστὶ κύριος, ὡς βασιλεὺς τῶν ἀνθρώπων, τὸν δὲ ἀπὸ τῶν νόμων στρατηγικὸν δακτύλιον ἁρπάσας ἔβαλεν εἰς δούλου κόλπον, τὶς τῶν νῦν βασιλέων θέλει ὑμῶν τὴν ἐλευθερίαν καταδουλῶσαι | |
5 | καὶ τοὺς νόμους ἀκυρῶσαι.” | |
92 | Ταῦτα ἐν τῷ θεάτρῳ παρὰ τοῦ Αἰσώπου ἀκούσαντες οἱ ὄχλοι περίλυποι γεγόνασι. καὶ ὄντων συνηθροισμένων ἰδοὺ γραμματοφόρος ἐν χλανίδι διαλεύκῳ ζητῶν τοὺς ἄρχοντας Σαμίων· μαθὼν δὲ ἐκκλησίαν γίνεσθαι παρῄει εἰς | |
τὸ θέατρον καὶ δέδωκε τοῖς ἐξάρχοις τὰ γράμματα. λύσαντες δὲ εὗρον οὕτως· “Κροῖσος | 98 | |
5 | βασιλεὺς Λυδῶν Σαμίων ἄρχουσι, βουλῇ καὶ δήμῳ χαίρειν κελεύω ὑμᾶς ἀπὸ τοῦ νῦν φόρους μοι παρέχειν καὶ τέλη χορηγεῖν, ἐὰν δὲ μὴ πεισθῆτε, ὅσον ἡ ἐμὴ ἰσχύει βασιλεία τοσοῦτον ὑμᾶς βλάψω.” | |
93 | ἐβουλεύσαντο οὖν ἅπαντες ὑπήκοοι τῷ βασιλεῖ γενέσθαι, συνεῖδον δὲ καὶ τὸν Αἴσωπον ἐρωτῆσαι τί δεῖ ποιεῖν. ὁ δὲ Αἴσωπος ἔφη “τῶν ἀρχόντων ὑμῶν πεισθέντων φόρους τῷ βασιλεῖ χορηγεῖν, γνώμην μὲν οὐ δώσω, λόγον δὲ ἐρῶ ὑμῖν καὶ τὸ συμφέρον γνῶτε· | |
94 | ἡ Τύχη δύο ἔδειξεν ὁδοὺς ἐν τῷ βίῳ, μίαν μὲν ἐλευθερίας, ἧς ἡ ἀρχὴ τραχεῖα καὶ δύσβατος, τὸ δὲ τέλος ὁμαλὸν καὶ ἴσον, ἑτέραν δὲ δουλείας, ἧς ἡ ἀρχὴ πεδινή, τὸ δὲ τέλος σκληρὸν καὶ ἐπικίνδυνον.” | |
95 | ταῦτα ἀκούσαντες οἱ Σάμιοι καὶ τὸ συμφέρον γνόντες ἀνεφώνησαν “ἐλεύθεροι ὄντες δοῦλοι οὐ γινόμεθα,” καὶ σκληρῶς τὸν ἀποκρισιάριον ἀπεπέμψαντο. ὁ δὲ διωχθεὶς ἀπήγγειλε Κροίσῳ τῷ βασιλεῖ ἅπαντα τὰ γενόμενα. ὁ δὲ Κροῖσος ἀκούσας ἐταράχθη καὶ ἐβουλεύσατο πρὸς ὑπόδειγμα τῶν ἄλλων τὴν Σάμον κατασκάψαι. ὁ δὲ ἀποκρι‐ | |
5 | σιάριος ἔφη τῷ βασιλεῖ “οὐ δύνασαι Σαμίους ὑποτάξαι τοῦ Αἰσώπου αὐτοῖς γνώμας διδόντος. δύνασαι οὖν δόλῳ πέμψαι πρεσβύτας καὶ αἰτῆσαι παρ’ αὐτῶν τὸν Αἴσωπον ἔκδοτον, ὑποσχόμενος ἀντ’ αὐτοῦ χάριτας δοῦναι καὶ φόρους μὴ λαβεῖν, καὶ ἴσως τότε δυνήσῃ ἐγκρατὴς αὐτῶν γενέσθαι.” | |
96 | ὁ δὲ Κροῖσος ἀρεσθεὶς τῷ σκοπῷ ἕνα τῶν ἀρχόντων αὐτοῦ ἔστειλεν εἰς τὴν Σάμον. ὁ δὲ παραγενόμενος καὶ ἐκκλησίαν συναγαγὼν ἔπεισε τοὺς Σαμίους ἔκδοτον δοῦναι τὸν Αἴσωπον. ὁ δὲ Αἴσωπος εἰς μέσον ἐλθὼν ἔφη “ἄνδρες Σάμιοι, κἀμοὶ πόθος ἐστὶ παρὰ τοὺς πόδας τοῦ βασιλέως | |
5 | γενέσθαι. θέλω δὲ ὑμῖν λόγον εἰπεῖν· | |
97 | καθ’ ὃν καιρὸν ἦν ὁμόφωνα τὰ ζῷα, πόλεμον ἔσχον οἱ λύκοι μετὰ τῶν προβάτων. οἱ οὖν λύκοι κατεδυνάστευον. τῶν δὲ κυνῶν συμ‐ μαχησάντων τοῖς προβάτοις ἀπεσόβησαν τοὺς λύκους. οἱ δὲ λύκοι ἕνα πρέσβυν στεί‐ λαντες πρὸς τὰ πρόβατα εἶπον ‘ἐὰν θέλετε μετ’ εἰρήνης ζῆν καὶ πολέμου ὑποψίαν | |
5 | μὴ ἔχειν, ἔκδοτε ἡμῖν τοὺς κύνας.‘ τὰ δὲ πρόβατα μωρὰ ὄντα ἐπείσθησαν τοῖς λύκοις καὶ παρέδωκαν τοὺς κύνας. οἱ δὲ λύκοι τοὺς κύνας διασπαράξαντες εὐκαίρως διέφθειραν τὰ πρόβατα. ὁ μῦθος οὖν ἔδειξε μὴ εἰκῇ τοὺς εὐχρήστους προδιδόναι.” | |
98 | Οἱ δὲ Σάμιοι ταῦτα νοήσαντες ἠβουλήθησαν κατασχεῖν τὸν Αἴσωπον. ὁ δὲ οὐκ ἠνέσχετο μεῖναι, ἀλλὰ μετὰ τοῦ πρεσβύτου συμπλεύσας ἀφίκετο πρὸς τὸν βασιλέα Κροῖσον, καὶ εἰσελθὼν ἔστη ἐνώπιον αὐτοῦ. ὁ δὲ βασιλεὺς ἰδὼν τὸν Αἴσωπον ἠγανάκτησε λέγων “ἴδε τίς ἐκώλυσέ με τοσοῦτον μὴ ὑποτάξαι λαόν.” Αἴσωπος | |
5 | ἔφη “μέγιστε βασιλεῦ, οὐ βίᾳ οὐδὲ ἀνάγκῃ ἑλκόμενος ἥκω πρὸς σέ, ἀλλ’ αὐτοβούλως πάρειμι. ὅμοια δὲ πάσχετε οἱ ἐξ ἀκοῆς ὀργιζόμενοι τοῖς αἰφνιδίως τραυματιζομένοις καὶ ἀνακράζουσι. καὶ τὰ μὲν τραύματα ἐπιστήμῃ ἰατρῶν ὑγιάζεται, τὴν δὲ σὴν ὀργὴν ὁ ἐμὸς θεραπεύσει λόγος. ἐὰν γὰρ ἐγὼ αὐτοθελῶς ἐλθὼν πρὸς σὲ παρὰ τοῖς ποσί σου ἀποθάνω, καταγράψω σου τὴν βασιλείαν εἰς ἐλάττωσιν γενέσθαι. τοὺς | |
10 | γὰρ φίλους σου ἐναντίας σοι ἀναγκάσεις γνώμας συμβουλεύειν. ἐὰν γὰρ οἱ τὰ ὀρθὰ συμβουλεύοντες κακῶς παρὰ σοὶ κρίνωνται, πάντοτε τὰ ἐναντία σοι ἐροῦσιν. οἱ δὲ ταχὺ ἐμπιστεύοντες λόγοις ὥσπερ τὰ κενὰ τῶν ἀγγείων τοῖς ὠταρίοις εὐβάστακτα εὑρίσκονται. | |
99 | ἄκουσον δέ,” φησίν· “ἄνθρωπος πένης ἀκρίδας θηρεύων ἤγρευσε καὶ τὴν εὔλαλον τερετιστρίαν τέττιγα καὶ ἤθελεν ἀποκτεῖναι, ἡ δὲ πρὸς αὐτὸν | |
εἶπε ‘μή με μάτην ἀποκτείνῃς· οὐ στάχυν ἀδικήσω οὔτ’ ἀκρέμονας βλάψω, συνθέσει δὲ πτερῶν καὶ ποδῶν ἁρμονίᾳ χρηστὰ φθέγγομαι ὁδοιποροῦντας τέρπουσα, φωνῆς | 99 | |
5 | δὲ πλεῖον παρ’ ἐμοὶ οὐδὲν εὑρήσεις.‘ ὁ δὲ ταῦτα ἀκούσας ἀφῆκεν αὐτήν. κἀγώ, βασιλεῦ, δέομαί σου τῶν ποδῶν, μὴ εἰκῆ με ἀποκτείνῃς· οὔτε γὰρ δυνατός εἰμί τινα ἀδικῆσαι, ἐν εὐτελείᾳ δὲ σώματος χρηστὰ φθέγγομαι βίους μερόπων ὠφελῶν.” | |
100 | ὁ δὲ βασιλεὺς θαυμάσας, ἅμα δὲ καὶ συμπαθήσας αὐτῷ, ἔφη “Αἴσωπε, ἐγώ σοι τὸ ζῆν οὐ δίδωμι, ἀλλ’ ἡ μοῖρα. ὃ δὲ θέλεις αἴτησαί με καὶ λήψει.” Αἴσωπος ἔφη “δέομαί σου, δέσποτα, διαλλάγηθι Σαμίοις.” εἰπόντος δὲ τοῦ βασιλέως “κατήλλαγμαι” | |
5 | προσπεσὼν Αἴσωπος ηὐχαρίστησε. συγγράψας οὖν τοὺς ἰδίους μύθους τοὺς μέχρι νῦν ἀναγινωσκομένους κατέλιπε τῷ βασιλεῖ. καὶ λαβὼν παρ’ αὐτοῦ γράμματα πρὸς τοὺς Σαμίους, ὡς ἕνεκεν Αἰσώπου κατηλλάχθη αὐτοῖς, πολλά τε δῶρα εἰληφώς, πλεύσας ἦλθεν εἰς τὴν Σάμον. ὡς οὖν εἶδον αὐτὸν οἱ Σάμιοι, στέμματα καὶ χορείαν ἤγειραν εἰς τὴν πόλιν. ὁ δὲ ἐκκλησίαν ἐπιστησάμενος ἀνέγνω αὐτοῖς τὰ τοῦ βασιλέως | |
10 | γράμματα, δείξας αὐτοῖς ἀνταμοιβὴν τῆς παρ’ αὐτῶν γενομένης εἰς αὐτὸν ἐλευθερίας. οἱ δὲ Σάμιοι εὐεργετηθέντες τιμὰς καὶ τέμενος αὐτῷ ἐψηφίσαντο, καλέσαντες τὸν τόπον ἐκεῖνον Αἰσώπειον. | |
101 | Μετὰ δὲ ταῦτα ἐπορεύετο τὴν οἰκουμένην καὶ ἐν τοῖς ἀκροατηρίοις διελέγετο. παραγενομένου δὲ αὐτοῦ ἐν Βαβυλῶνι καὶ τὴν ἑαυτοῦ ἐπιδειξαμένου σοφίαν, μέγας ἐγένετο παρὰ Λυκούργῳ τῷ βασιλεῖ. | |
102 | ἐν ἐκείνοις γὰρ τοῖς καιροῖς οἱ βασιλεῖς πρὸς ἀλλήλους εἰρηνεύοντες καὶ τερπόμενοι προβλήματα φιλοσο‐ φίας διὰ γραμμάτων ἔστελλον πρὸς ἀλλήλους, καὶ οἱ μὴ διαλυσάμενοι φόρους παρεῖχον τοῖς προτιθεμένοις. ὁ δὲ Αἴσωπος τὰ στελλόμενα τῷ Λυκούργῳ προβλήματα ἐπιλύων | |
5 | εὐδοκιμεῖν ἐποίει τὸν βασιλέα, αὐτὸς δὲ διὰ τοῦ Λυκούργου τοῖς βασιλεῦσι προβλή‐ ματα ἔπεμπε καὶ μὴ δυνάμενοι λῦσαι φόρους παρεῖχον τῷ Λυκούργῳ. καὶ οὕτως ἡ τῶν Βαβυλωνίων προέκοπτε βασιλεία. | |
103 | ὁ δὲ Αἴσωπος ἄτεκνος ὑπάρχων ἰδιοποιήσατο παῖδα εὐγενῆ ὀνόματι Αἶνον, καὶ τῷ βασιλεῖ προσήνεγκεν ὡς οἰκεῖον τέκνον, προπαιδείαν καὶ πᾶσαν διδάξας σοφίαν. ὁ δὲ Αἶνος γαμητιῶν μιᾷ τῶν τοῦ βασιλέως παλλακῶν συνεπλάκη. γνοὺς δὲ ὁ Αἴσωπος πικρὸν αὐτῷ ἠπείλησε θάνατον. | |
104 | ὁ δὲ Αἶνος φόβῳ συσχεθεὶς ψευδέσι λόγοις ὑποβάλλει τὸν Αἴσωπον πρὸς τὸν βασιλέα· γράψας γὰρ πλαστὴν ἐπιστολήν, ὡς ἐκ τοῦ Αἰσώπου πρὸς τοὺς ἀντιδίκους Λυκούργου, ὡς ἐκείνοις βοηθοῦντος, καὶ σφραγίσας τῷ τοῦ Αἰσώπου δακτυλίῳ, ὑπέδειξε τῷ Λυκούργῳ. ὁ δὲ βασιλεὺς πεισθεὶς | |
5 | τῇ σφραγῖδι καὶ ὀργισθεὶς τῷ Αἰσώπῳ ἐκέλευσε τῷ ἐπάρχῳ Ἑρμίππῳ τοῦτον ὡς προδότην ἀποκτεῖναι. ὁ δὲ Ἕρμιππος φίλος ὢν τοῦ Αἰσώπου ἔκρυψεν αὐτὸν ἐν τάφῳ μηδενὸς εἰδότος, καὶ ἔτρεφεν αὐτὸν ἐν τῷ κρυπτῷ. ὁ δὲ Αἶνος τὴν τοῦ Αἰσώπου διοίκησιν παρέλαβε. | |
105 | μετὰ δὲ χρόνον τινὰ ἀκούσας ὁ βασιλεὺς Αἰγύπτου Νεκ‐ τεναβὼ τὸν Αἴσωπον τεθνηκέναι ἔστειλεν ἐξ Αἰγύπτου πρὸς τὸν Λυκοῦργον δι’ ἐπιστολῆς ζητήματα προβλημάτων ἔχοντα οὕτως· “Νεκτεναβὼ βασιλεὺς Αἰγυπτίων Λυκούργῳ βασιλεῖ Βαβυλωνίων χαίρειν. ἐπειδὴ θέλω οἰκοδομῆσαι πύργον μήτε γῆς | |
5 | μήτ’ οὐρανοῦ ἁπτόμενον, ἀπόστειλόν μοι τοὺς οἰκοδομοῦντας τὸν πύργον καὶ τὸν ἀποκριθησόμενόν μοι ὅσα ἂν ἐπερωτήσω αὐτόν, καὶ λάβε παρ’ ἐμοῦ ὑπὲρ ὅλης τῆς | |
ὑπ’ ἐμὲ ἀρχῆς φόρους ἐτῶν δέκα· εἰ δ’ ἀπορεῖς, πέμψον μοι ὑπὲρ πάσης τῆς ὑπὸ σὲ γῆς φόρους ἐτῶν δέκα.” | 100 | |
106 | ταῦτα ἀκούσας Λυκοῦργος περίλυπος ἐγένετο τῇ τοιαύτῃ ἀποτομίᾳ τοῦ Νεκτεναβώ, καὶ συγκαλέσας τοὺς ἑαυτοῦ φίλους ἅπαντας ἔφη “δύνασθε λῦσαι τοῦ πύργου τὸ ζήτημα;” πάντων δὲ ἀπορησάντων καθίσας εἰς τὸ ἔδαφος ἐθρήνει τὸν Αἴσωπον, καὶ στενάζων ἔλεγε “τὸν κίονα τῆς βασιλείας | |
5 | μου ἀπώλεσα διὰ τὴν ἀβουλίαν μου. ποία με εἱμαρμένη ἐζώγρησεν ἀπολέσαι τὸν Αἴσωπον;” | |
107 | ἐπιγνοὺς δὲ ὁ Ἕρμιππος ὅτι περίλυπος ἦν ὁ βασιλεὺς διὰ τὸν Αἴσωπον, θέλων τὸ ἑαυτοῦ ἁμάρτημα εὔκαιρον δεῖξαι, προσελθὼν τῷ βασιλεῖ εἶπε “δέσποτα βασιλεῦ, μὴ οὕτω κατάλυπος γίνου· τὴν γὰρ ἀπόφασιν ἣν δέδωκας τῷ Αἰσώπῳ ἐγὼ οὐκ ἐποίησα, εἰδὼς ὅτι μετάμελον ἔχεις. Αἴσωπος ζῇ. ἀλλὰ διὰ τὸν | |
5 | βασιλικὸν νόμον ζῶντα αὐτὸν εἰς τάφον ἔβαλον, τρέφων αὐτὸν ἄρτῳ καὶ ὕδατι.” ὁ δὲ βασιλεὺς ἐξ ἀνελπίστου χαρᾶς πλησθείς, ἀναστὰς ἀπὸ τῆς γῆς ἠσπάσατο τὸν Ἕρμιππον καί φησιν “εἴθε ἠδυνάμην τὴν σήμερον ἡμέραν αἰωνίαν ποιῆσαι, ἐὰν ἀληθεύῃς ὅτι Αἴσωπος ζῇ· ἐκεῖνον γὰρ τηρήσας τὴν ἐμὴν ἐφύλαξας βασιλείαν.” καὶ κελεύει αὐτὸν κληθῆναι. παραγενομένου δὲ τοῦ Αἰσώπου ἐν ῥύπῳ καὶ κόμῃ δυσειδεῖ | |
10 | διὰ τὴν χρονίαν συνοχήν, ἀποστραφεὶς ὁ βασιλεὺς ἐδάκρυσε, καὶ ἐκέλευσεν αὐτὸν λουσάμενον ἀλλάξαι. | |
108 | ὁ δὲ Αἴσωπος εἰς ἑαυτὸν καταστὰς ἠσπάσατο τὸν βασιλέα καὶ ἀπελογήσατο ὑπὲρ ὧν κατηγόρησεν αὐτοῦ ὁ Αἶνος, ὁ παρ’ αὐτοῦ υἱοποιηθείς. τοῦ δὲ βασιλέως μέλλοντος ἀνελεῖν τὸν Αἶνον, ὡς εἰς πατέρα ἀσεβήσαντα, ᾐτήσατο αὐτὸν ὁ Αἴσωπος εἰπών “τεθνεῶτα αὐτὸν ὄψει· εἰς ἑαυτὸν γὰρ ἀπὸ τῆς αἰσχύνης | |
5 | τῆς συνειδήσεως ἔχει τὸν θάνατον.” ἐκείνῳ οὖν τὸ ζῆν συγχωρήσας τῷ Αἰσώπῳ ἔφη “λαβὼν τὴν ἐπιστολὴν τοῦ βασιλέως τῶν Αἰγυπτίων ἀνάγνωθι.” ἐπιγνοὺς δὲ ὁ Αἴσωπος τὸ ζήτημα μειδιάσας ἔφη “ἀντίγραψον αὐτῷ· ‘ἐὰν ὁ χειμὼν παρέλθῃ, πέμψω σοι τοὺς τὸν πύργον οἰκοδομοῦντας καὶ τὸν ἀποκριθησόμενόν σοι.‘” γράψας οὖν ταῦτα ἀπέστειλε τοὺς πρέσβεις τῶν Αἰγυπτίων, τῷ δὲ Αἰσώπῳ πάντα τὰ αὐτοῦ | |
10 | ἀποδοὺς τὴν ἐξ ἀρχῆς διοίκησιν τῶν πραγμάτων ἐχαρίσατο, δοὺς αὐτῷ καὶ τὸν Αἶνον ἔκδοτον. ὁ δὲ λαβὼν αὐτὸν ἐνουθέτει λέγων· | |
109 | “Ἄκουσον τῶν ἐμῶν λόγων, τέκνον, καὶ φύλαξον ἐν τῇ καρδίᾳ σου, κἂν μέχρι τοῦ νῦν οὐ δικαίας μοι χάριτας ἀνταπέδωκας. πάντες ἐσμὲν εἰς τὸ νουθετεῖν σοφοί, αὐτοὶ δ’ ἁμαρτάνοντες οὐ γινώσκομεν. ἄνθρωπος ὢν μέμνησο τῆς κοινῆς τύχης· αἱ ταύτης γὰρ δόσεις οὐκ εἰσὶν ἔμμονοι. πρὸ πάντων σέβου τὸ θεῖον, βασιλέα | |
5 | δὲ τίμα. ἄνθρωπος ὢν ἀνθρώπινα φρόνει· ἄγει γὰρ τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην. ἄδικον τὸ λυπεῖν ἑκουσίως τοὺς φίλους, τὰ δὲ συμβαίνοντα ἀνδρὶ γενναίως δεῖ φέρειν. τοῖς ἐχθροῖς σου δεινὸν ἑαυτὸν κατασκεύαζε, ἵνα μὴ καταφρονήσωσί σου, τοῖς δὲ φίλοις πρᾶον καὶ μεταδοτικόν, ἵνα εὐνοϊκώτεροί σοι γίνωνται. τοὺς ἐχθρούς σου εὔχου ἀρρωστεῖν καὶ πένεσθαι, ἵνα ἀδυνατῶσι βλάπτειν σε, τοὺς δὲ | |
10 | φίλους κατὰ πάντα εὐτυχεῖν θέλε. τῇ συγκοίτῳ σου χρηστὰ ὁμίλει, ὅπως ἄλλου ἀνδρὸς μὴ ζητήσῃ πεῖραν λαβεῖν· κοῦφον γάρ ἐστι τὸ γυναικεῖον γένος καὶ κολακευό‐ μενον ἐλάττω φρονεῖ κακά. πάντα δεινὸν ἄνδρα φεῦγε, ἐπιστάμενος αὐτοῦ ἰσχυρότερον ἀνταγωνιστὴν μὴ εἶναι. ἀνὴρ πονηρὸς δυστυχεῖ κἂν εὐτυχῇ. ὀξυτέραν τοῦ λέγειν κτῆσαι τὴν ἀκοήν, τῆς δὲ γλώττης ἐγκρατὴς γίνου. ἐν οἴνῳ μὴ βαττολόγει σοφίαν | |
15 | ἐπιδεικνύμενος· ἀκαίρως γὰρ κατασοφιζόμενος καταγελασθήσῃ. τοῖς εὖ πράττουσι μὴ φθόνει ἀλλὰ σύγχαιρε· φθονῶν γὰρ ἑαυτὸν βλάψεις. τῶν οἰκετῶν σου ἐπιμελοῦ | |
ἐν ἀφθονίᾳ, ἵνα μὴ μόνον ὡς κύριον ἀλλὰ καὶ ὡς εὐεργέτην ἐντρέπωνται. θυμοῦ κράτει· ἀεὶ γὰρ ὁ θυμὸς αἴτιός ἐστι τοῦ βλάπτειν, ἀεὶ δὲ τὸ φρονεῖν αἴτιόν ἐστι τοῦ πλουτεῖν. παρηκμακὼς μανθάνειν μὴ αἰσχύνου τὰ κρείττονα· βέλτιον γὰρ ὀψιμαθῆ καλεῖσθαι | 101 | |
20 | ἢ ἀμαθῆ. τῇ γυναικί σου μηδέποτε ἀπόρρητα φθέγγου· ἀεὶ γὰρ ὁπλίζεται πῶς σου κυριεύσει. | |
110 | τὸν καθημερινὸν ζήτει προσλαμβάνειν ἄρτον καὶ εἰς τὴν αὔριον ἀποθησαύριζε· βέλτιον γὰρ τελευτῶντα ἐχθροῖς καταλιπεῖν ἢ ζῶντα τῶν φίλων ἐπιδέεσθαι. εὐπροσήγορος ἔσο τοῖς συναντῶσί σοι, εἰδὼς ὅτι καὶ τῷ κυνὶ ἡ οὐρὰ ἄρτον προσπορίζεται. αἰσχρὸν ἀτυχοῦντι ἐπιγελᾶν. ἀεὶ θέλε χρήσιμα προσμαν‐ | |
5 | θάνειν καὶ φρόνιμα ἐπιτάσσειν. πάντα γὰρ καιρῷ ἰδίῳ χάριν ἔχει· πάντα γὰρ θάλλει καὶ πάντα μαραίνεται· καιρὸς γὰρ παρέχει καὶ πάλιν ἀφαιρεῖται. λαβών τι ταχὺ ἀπόδος προθύμως, ἵνα πάλιν λάβῃς. δυνάμενος ἀγαθοποιεῖν μὴ ἀπαναίνου. ψίθυρον καὶ διάβολον ἄνδρα πρότερον ἐρωτῶντα ἔκβαλε θυρῶν· ὡσαύτως γὰρ τὰ ὑπὸ σοῦ λεγόμενα καὶ πραττόμενα ἑτέροις ἀναθήσεται. πράσσε τὰ μὴ λυποῦντά σε, ἐπὶ | |
10 | δὲ τοῖς συμβαίνουσι μὴ λυποῦ, ἀλλ’ ὑπόφερε. πονηρὰ μὴ βουλεύου μηδὲ τρόπους κακοὺς μιμοῦ. ξένους ξένιζε καὶ προτίμα, μήποτε καὶ σὺ ξένος γένῃ. ὁ λόγος ἰατρός ἐστι τῶν κατὰ ψυχὴν πόνων. μακάριος ὅστις ἔτυχε γνησίου φίλου. μακάριος ὃς χάριτας καλὰς ἐκτίνειν οἶδεν. οὐδεὶς γὰρ κακῶς πράσσοντι γίνεται καλὸς φίλος. πάντα δὲ τὰ καλυπτόμενα ὁ χρόνος εἰς φῶς ἄγει.” ταῦτα εἰπὼν τῷ νεανίᾳ ὁ Αἴσωπος | |
15 | ἐχωρίσθη. ὁ δὲ Αἶνος διὰ λόγων μαστιγωθείς, καὶ ὑπὸ τῆς συνειδήσεως τρυχόμενος ἐπὶ τῷ ἠδικηκέναι Αἴσωπον, ἀποκρημνισάμενος ἑαυτὸν μετήλλαξε τὸν βίον. | |
111 | Μετὰ δὲ ταῦτα συγκαλέσας Αἴσωπος πάντας τοὺς ἰχνευτὰς ἐκέλευσεν συλληφθῆναι ἀετῶν πρωτείων νεοσσοὺς τέσσαρας. συλληφθέντων δὲ αὐτῶν ἀφείλετο τὰ ἔσχατα πτερά, οὕτως τε αὐτοὺς 〈ἐκέλευσε〉 τρέφεσθαι καὶ μανθά‐ νειν παῖδας διὰ θυλάκων βαστάζειν. γενόμενοι δὲ τέλειοι οἱ ἀετοὶ καὶ τοὺς παῖδας | |
5 | ἤδη βαστάζοντες ἀνίπταντο εἰς ὕψος δεδεμένοι κάλῳς, ὑπήκοοι δὲ τοῖς παισὶν ἐγένοντο πρὸς τὸ ἐκείνων βούλημα φερόμενοι· ὅτε γὰρ ἤθελον οἱ παῖδες ἀνίπταντο εἰς τὸν ἀέρα ἄνω, ὅτε δὲ πάλιν ἐβούλοντο κατῄεσαν εἰς τὴν γῆν. τῆς δὲ χειμερινῆς παρελθούσης τροπῆς πάντα εὐτρεπίσας Αἴσωπος τὰ πρὸς ὁδοιπορίαν, συνταξάμενος τῷ Λυκούργῳ ἀπέπλευσεν εἰς τὴν Αἴγυπτον σὺν τοῖς παισὶ καὶ τοῖς ἀετοῖς, μετὰ καὶ ἑτέρας παρα‐ | |
10 | σκευῆς πολλῆς πρὸς κατάπληξιν τῶν Αἰγυπτίων. | |
112 | ἰδόντες δὲ οἱ Αἰγύπτιοι τὸν Αἴσωπον μυσαρὸν ὄντα τῇ θέᾳ ἔδοξαν παίγνιον εἶναι, μὴ εἰδότες ὅτι ἐν σαπροῖς σκεύεσι βάλσαμον πολυτελὲς ἢ οἶνος κάλλιστος ἐγκατοικίζεται. ἀκούσας δὲ Νεκτεναβὼ Αἴσωπον παραγεγονέναι, μετακαλεσάμενος τοὺς φίλους εἶπεν “ἐνεδρεύθην μεμαθηκὼς | |
5 | Αἴσωπον τεθνάναι.” τῇ δὲ ἐπαύριον ἐκέλευσε πάντας αὐτοῦ τοὺς ἄρχοντας λευκὰς στολὰς περιβαλέσθαι, αὐτὸς δὲ περιεβάλετο στολὴν ἱερὰν καὶ κίδαριν καὶ διάδημα κατὰ τῆς κεφαλῆς ἔχον κέρατα διάλιθα. προκαθίσας δὲ ἐπὶ θρόνου ὑψηλοῦ ἐκέλευσε τὸν Αἴσωπον εἰσελθεῖν. | |
113 | εἰσελθὼν δὲ καὶ τὴν παρασκευὴν θεασάμενος προσκυνήσας ἔστη. ὁ δὲ Νεκτεναβὼ πρὸς αὐτὸν ἔφη “τίνι ἴκελον βλέπεις με καὶ τοὺς περὶ ἐμέ;” Αἴσωπος ἔφη “σὲ μὲν τὴν σεληνιακὴν διχομηνίαν ἔχοντα, τοὺς δὲ περὶ σὲ τοῖς ἄστροις· ὥσπερ γὰρ ἡ σελήνη διαφέρει τῶν λοιπῶν ἄστρων οὕτω καὶ σὺ τῇ κερατοειδεῖ μορφῇ | |
5 | σελήνης τρόπον ἔχεις, οἱ δὲ ἄρχοντές σου τοῖς περὶ ἐκείνην ἄστροις.” ταῦτα ἀκούσας Νεκτεναβὼ καὶ θαυμάσας ἔδωκεν αὐτῷ δῶρα. | |
114 | τῇ δὲ ἐχομένῃ ἡμέρᾳ ἐνδυσάμενος | |
Νεκτεναβὼ πορφύραν ἐμφανῆ ἔστη σὺν τοῖς περὶ αὐτὸν ἔχων ἄνθεα πολλὰ καὶ ἐκέλευσε τὸν Αἴσωπον εἰσελθεῖν. εἰσελθόντος δὲ ἐπηρώτησε λέγων “τίνι ἴκελόν με βλέπεις καὶ τοὺς περὶ ἐμέ;” ὁ δὲ ἔφη “σὲ μὲν ἡλίῳ τῷ τῆς ἐαρινῆς ὥρας, τοὺς δὲ | 102 | |
5 | περὶ σὲ τοῖς ἐκ τῆς γῆς καρποῖς· ὡς γὰρ βασιλεὺς πορφυρίζουσαν ἔχεις τὴν ἀπὸ τῆς ὁράσεως τέρψιν, καὶ τοὺς καρποὺς εὐανθεῖς ἀναλαμβάνεις.” ὁ δὲ βασιλεὺς θαυμάσας αὐτοῦ τὸ νοερὸν δῶρα ἐπέδωκε. | |
115 | τῇ δὲ ἐχομένῃ ἡμέρᾳ στολὴν λευκὴν καὶ καθαρὰν ἐνδυσάμενος καὶ τοῖς φίλοις κόκκινα περιθεὶς ἐλθόντος τοῦ Αἰσώπου ὡσαύτως ἐπύθετο· “τίνι ἴκελον νομίζεις με εἶναι;” Αἴσωπος ἔφη “σὲ μὲν τῷ ἡλίῳ, τοὺς δὲ περὶ σὲ ταῖς ἀκτῖσιν· ὥσπερ γὰρ ὁ ἥλιος λαμπρὸς καὶ διαυγὴς ὑπάρχει, οὕτως καὶ σὺ λαμπρὸς | |
5 | καὶ καθαρὸς εἶ ὡς ὁ ἡλιακὸς κύκλος, οὗτοι δὲ διάπυροι ὡς αἱ τοῦ ἡλίου ἀκτῖνες.” ὁ δὲ Νεκτεναβὼ ἔφη “ὥστε κατὰ τὴν ἐμὴν βασιλείαν μηδὲν εἶναι Λυκούργῳ.” ὁ δὲ Αἴσωπος μειδιάσας ἔφη “μὴ εὐχερῶς ἐκεῖνον πρόφερε· πρὸς γὰρ τὸ ἴδιον ἔθνος ἐπιδεικνυμένη ὡς ἡλίου καὶ σελήνης αὐγὴ φαίνει ἡ ὑμῶν βασιλεία, ἐὰν δὲ Λυκοῦργος ὀργισθῇ, ταύτης τὴν λαμπρότητα ἀφανῆ ποιήσει. πάντων γὰρ τῇ ὑπεροχῇ διαφέρει.” | |
116 | καταπλαγεὶς δὲ Νεκτεναβὼ τὴν εὐστοχίαν τῶν λόγων αὐτοῦ μετ’ ὀλίγον ἔφη “ἤνεγκας τοὺς οἰκοδομοῦντας τὸν πύργον;” Αἴσωπος ἔφη “ἕτοιμοί εἰσιν, ἐὰν τὸν τόπον δείξῃς.” ὁ δὲ βασιλεὺς ἔξω τῆς πόλεως εἰς τὸ πεδίον σὺν τῷ Αἰσώπῳ ἀφίκετο καὶ μέτρα ποιησάμενος ἔδωκεν. ὁ δὲ Αἴσωπος στήσας κατὰ γωνίαν τοῦ δοθέντος | |
5 | τόπου τοὺς ἀετούς, καὶ τοὺς παῖδας διὰ τῶν [ἡμιτελῶν] θυλάκων τοῖς ποσὶν ἀπαρ‐ τήσας, καὶ μύστρα αὐτοῖς ἐπιδούς, ἐκέλευσεν ἀναπτῆναι. οἱ δὲ εἰς ὕψος γενόμενοι ἐφώνουν “δότε πηλόν, δότε πλίνθους, δότε ξύλα, καὶ ὅσα πρὸς οἰκοδομὴν χρὴ ὧδε κομίσατε.” ὁ δὲ Νεκτεναβὼ θεασάμενος τοὺς παῖδας ὑπὸ τῶν ἀετῶν εἰς ὕψος φερομένους ἔφη “πόθεν ἐμοὶ πτηνοὶ ἄνθρωποι;” Αἴσωπός φησιν “ἀλλὰ Λυκοῦργος ἔχει. σὺ | |
10 | δὲ θέλεις ἄνθρωπος ὢν ἰσοθέῳ ἐρίζειν βασιλεῖ;” ὁ δὲ Νεκτεναβὼ ἔφη “Αἴσωπε, ἥττημαι. ὃ δὲ ἐρωτήσω ἀποκρίνου μοι.” | |
117 | καί φησι “μετεπεμψάμην ἵππους ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἐνθάδε συνέμιξα ἵπποις. αἱ οὖν θήλειαι ὅταν ἀκούσωσι τῶν ἐν Βαβυλῶνι ἵππων χρεμετιζόντων ἐκτιτρώσκουσιν.” Αἴσωπος ἔφη “αὔριόν σοι περὶ τούτου ἀποκριθήσομαι.” ἐλθὼν δὲ εἰς τὴν οἰκίαν ἐκέλευσε τοῖς ἰδίοις αἴλουρον | |
5 | συλλαβέσθαι. συλλαβόντες δὲ ἕνα παμμεγέθη ἤρξαντο δημοσίᾳ μαστίζειν. οἱ δὲ Αἰγύπτιοι θεασάμενοι καὶ δεινοπαθοῦντες συνέδραμον εἰς τὴν οἰκίαν τοῦ Αἰσώπου ἀπαιτοῦντες τὸν αἴλουρον, ὁ δὲ οὐ προσεποιεῖτο. ἐλθόντες δὲ προσεφώνησαν τῷ βασιλεῖ, ὁ δὲ ἀγανακτήσας μεταπέμπεται τὸν Αἴσωπον. ἐλθόντος δὲ αὐτοῦ ἔφη “κακῶς πέπραχας, Αἴσωπε· θεᾶς γὰρ Βουβάστεως τοῦτο εἴδωλόν ἐστιν, ὃ μάλιστα | |
10 | σέβονται οἱ Αἰγύπτιοι.” | |
118 | Αἴσωπος ἔφη “Λυκοῦργος ὁ βασιλεὺς ὑπ’ αὐτοῦ ἠδικήθη· ἐν τῇ νυκτὶ γὰρ ταύτῃ ὁ αἴλουρος οὗτος ὃν εἶχεν ἀλεκτρυόνα γενναῖον καὶ μάχιμον, ἔτι δὲ καὶ τὰς ὥρας αὐτῷ σημαίνοντα, ἀπέκτεινεν.” ὁ δὲ Νεκτεναβὼ ἔφη “οὐκ αἰσχύνῃ ψευδόμενος; πῶς γὰρ ἐν μιᾷ νυκτὶ αἴλουρος ἀπ’ Αἰγύπτου εἰς | |
5 | Βαβυλῶνα ἐπορεύθη;” ὁ δὲ μειδιάσας ἔφη “πῶς ἐν Βαβυλῶνι τῶν ἵππων χρεμετιζόν‐ των ἐνθάδε αἱ θήλειαι ἀκούουσαι ἐκτιτρώσκουσιν;” ἀκούσας δὲ ὁ βασιλεὺς ἐμακάρισεν αὐτοῦ τὴν φρόνησιν. | |
119 | Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ μετεπέμψατο ἀπὸ Ἡλιουπόλεως ἄνδρας σοφοὺς ἐπισταμένους τὰ φυσικὰ ἐπερωτήματα, καὶ διαλεχθεὶς αὐτοῖς περὶ Αἰσώπου ἅμα | |
αὐτῷ ἐκάλεσεν ἐπὶ δεῖπνον. ἀνακλιθέντων δὲ αὐτῶν, τὶς τῶν Ἡλιουπολιτῶν πρὸς τὸν Αἴσωπον ἔφη “ἀπεστάλημεν παρὰ θεοῦ πρὸς σὲ λόγους εἰπεῖν, ὅπως αὐτοὺς | 103 | |
5 | διαλύσῃς.” ὁ δὲ “ψεύδῃ” φησί, “θεὸς γὰρ παρὰ ἀνθρώπου οὐδὲν βούλεται μαθεῖν, ἐτάζειν δὲ οἶδεν ἑκάστου τὸν νοῦν καὶ τὸν τρόπον. ὑμεῖς δὲ καὶ ἑαυτῶν κατηγορεῖτε καὶ τοῦ θεοῦ ὑμῶν. πλὴν εἴπατε ὃ θέλετε.” | |
120 | οἱ δέ φασιν “ἔστι ναὸς καὶ στῦλος ἐπὶ τῷ ναῷ ἔχων πόλεις δώδεκα, ἑκάστη δὲ πόλις ἐστεγασμένη τριάκοντα δοκοῖς. ταύτας περιτρέχουσι δύο γυναῖκες.” Αἴσωπος ἔφη “τοῦτο τὸ πρόβλημα καὶ οἱ παρ’ ἡμῖν παῖδες διαλύσουσι. ὁ ναὸς οὖν ἐστιν ἡ οἰκουμένη, διὰ τὸ περιέχειν ἅπαντα, | |
5 | ὁ δὲ ἐπὶ τῷ ναῷ στῦλος ὁ ἐνιαυτός ἐστιν, αἱ δὲ ἐπὶ τούτῳ δώδεκα πόλεις οἱ δώδεκα μῆνές εἰσιν, οἱ δὲ τριάκοντα δοκοὶ αἱ τοῦ μηνὸς τριάκοντά εἰσιν ἡμέραι, αἱ δὲ περιερχό‐ μεναι δύο γυναῖκες ἡ ἡμέρα ἐστὶ καὶ ἡ νύξ, ἄλλη παρ’ ἄλλην πορευόμεναι, τὸν καθη‐ μερινὸν μερόπων εὐθύνουσαι βίον.” καὶ ταῦτα εἰπὼν ἐπέλυσεν αὐτῶν τὸ ζήτημα. | |
121 | τῇ δὲ ἑξῆς συναγαγὼν ὁ Νεκτεναβὼ πάντας τοὺς φίλους αὐτοῦ λέγει πρὸς αὐτούς “διὰ τὸν Αἴσωπον τοῦτον μέλλομεν φόρους τελεῖν Λυκούργῳ τῷ βασιλεῖ τῶν Βαβυλωνίων.” εἷς δὲ τῶν φίλων αὐτοῦ ἔφη “ἐπερωτήσωμεν αὐτῷ πρόβλημα, ὅπως φράσει ἡμῖν ὃ οὔτε ἠκούσαμεν οὔτε εἴδομεν, καὶ ὃ ἐὰν εἴπῃ, ἐροῦμεν ‘τοῦτο | |
5 | ἡμεῖς ἠκούσαμεν καὶ εἴδομεν.‘” ἀρεσθεὶς οὖν ὁ Νεκτεναβὼ εἶπεν “Αἴσωπε, φράσον ἡμῖν ὃ οὔτε ἠκούσαμεν οὔτε εἴδομεν.” ὁ δέ φησι “ἔνδοτέ μοι ἡμέρας τρεῖς καὶ ἀποκρι‐ θήσομαι.” | |
122 | πανοῦργος δὲ ὢν τυποῦται συγγραφὴν δανείου τοιαύτην, τῷ Νεκτε‐ ναβῷ δεδανεισμένα παρὰ Λυκούργου τάλαντα χίλια, προσθεὶς χρόνον τὸν παρελη‐ λυθότα. μετὰ δὲ τὰς τρεῖς ἡμέρας ἦλθεν ὁ Αἴσωπος καὶ εὗρε τὸν Νεκτεναβὼ μετὰ τῶν φίλων ἐκδεχόμενον. εἰσελθὼν δὲ ἐπέδωκε τὸν χάρτην. οἱ δὲ πρὸ τοῦ τὴν δύναμιν | |
5 | διαγνῶναι ἔφασαν τοῦτο ἐπίστασθαι. ὁ δὲ Αἴσωπος ἔφη “χάριν ἔχω· ἡ γὰρ προθεσμία τῆς ἀποδόσεως παρῆλθεν.” ἀναγνοὺς δὲ ὁ Νεκτεναβὼ εἶπεν “ἐμοῦ μηδὲν Λυκούργῳ χρεωστοῦντος ὑμεῖς μαρτυρεῖτε;” οἱ δὲ εἶπον “οὔτε εἴδομεν οὔτε ἠκούσαμεν.” Αἴσωπος ἔφη “εἰ ταῦτα οὕτως δοκεῖ, λέλυται τὸ ζήτημα.” | |
123 | ὁ δὲ Νεκτεναβὼ ἔφη “μακάριος Λυκοῦργος ἔχων τοιαύτην φιλοσοφίαν ἐν τῇ βασιλείᾳ αὐτοῦ.” δοὺς δὲ αὐτῷ φόρους ἐτῶν δέκα ἀπέπεμψεν. ὁ δὲ Αἴσωπος παραγενόμενος εἰς Βαβυλῶνα διηγήσατο Λυκούρ‐ γῳ πάντα τὰ ἐν Αἰγύπτῳ πραχθέντα, ἀποδοὺς καὶ τὰ χρήματα. ὁ δὲ Λυκοῦργος | |
5 | ἐκέλευσεν ἀνδριάντα χρυσοῦν ἀνατεθῆναι τοῦ Αἰσώπου, καὶ ἐτίμησε μεγάλως εὐφη‐ μοῦντα αὐτόν. | |
124 | Μετ’ ὀλίγον δὲ χρόνον τῷ βασιλεῖ συνταξάμενος ἐβουλεύσατο εἰς τὴν Ἑλλάδα πλεῦσαι, ὀμόσας αὐτῷ ὑποστρέψαι εἰς Βαβυλῶνα κἀκεῖ τὸν λοιπὸν βιῶσαι χρόνον. περιερχόμενος οὖν τὰς πόλεις τῆς Ἑλλάδος καὶ τὴν ἑαυτοῦ ἐπιδεικ‐ νύμενος σοφίαν παρεγένετο ἐν Δελφοῖς. οἱ δὲ ὄχλοι ἡδέως μὲν αὐτοῦ ἠκροῶντο, | |
5 | οὐδὲν δὲ αὐτὸν ἐτίμησαν. | |
125 | προσκρούσας δὲ πρὸς αὐτοὺς ἔφη “ὅμοιοί ἐστε ξύλῳ ἐν θαλάσσῃ φερομένῳ· ἐκεῖνο γὰρ θεωροῦντες ἐκ πολλοῦ διαστήματος ὑπὸ κυμάτων φερόμενον δοκοῦμέν τινος χρυσίου ἄξιον εἶναι, ἐπειδὰν δὲ ἐγγυτάτω προσέλθωμεν ἐλάχιστον ὁρῶμεν. κἀγὼ δὲ πόρρωθεν ὑπάρχων τῆς ὑμῶν πόλεως κατεπλησσόμην | |
5 | ὑμᾶς ὡς μεγάλους, ἐλθὼν δὲ πρὸς ὑμᾶς, ὦ Δελφοί, εὗρον ὑμᾶς ταπεινοτέρους τῶν ἄλλων ἀνθρώπων. πεπλάνημαι οὖν καλὴν ἔχων ὑπὲρ ὑμῶν διάνοιαν. οὐδὲν ἀνάξιον ποιεῖτε τῶν προγόνων ὑμῶν.” | |
126 | ταῦτα ἀκούσαντες οἱ Δελφοὶ ἔφησαν “τίνες | |
γὰρ ἦσαν οἱ πρόγονοι ἡμῶν;” ὁ δέ· “ἀπόδουλοι· εἰ δὲ ἀγνοεῖτε, μάθετε. νόμος ἦν παρὰ τοῖς Ἕλλησιν, ἐὰν πόλεις καταβάλωνται, τῶν λαφύρων τὸ δέκατον μέρος πέμπειν, ἀπό τε βοῶν, προβάτων, αἰγῶν, καὶ τῶν λοιπῶν κτηνῶν, ἀπὸ χρημάτων, | 104 | |
5 | ἀπὸ σωμάτων ἀνδρῶν τε καὶ γυναικῶν. ἐκ τούτων οὖν ὑμεῖς γεννηθέντες ἀνελεύθεροί ἐστε, ἐκεῖθεν γεννηθέντες τῶν Ἑλλήνων δοῦλοι καθεστήκατε.” ταῦτα εἰπὼν ὁ Αἴσωπος περὶ ἐκδημίαν ἐγένετο. | |
127 | οἱ δὲ Δελφοί, λογισάμενοι ὅτι, ἐὰν εἰς ἑτέρας πόλεις ἀπέλθῃ ὁ Αἴσωπος, χεῖρον αὐτοὺς κακολογήσει, ἐβουλεύσαντο δόλῳ αὐτὸν ἀνελεῖν καὶ ὡς ἱερόσυλον αὐτὸν καταδικάσαι. παρατηρησάμενοι οὖν τὸν δοῦλον αὐτοῦ πρὸ τῆς πύλης τῆς πόλεως σκεύη φέροντα ἔκρυψαν εἰς τὰ στρώματα ἣν ἔλαβον φιάλην | |
5 | χρυσῆν ἐκ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος. ὁ δὲ Αἴσωπος ἀγνοῶν τὰ συνεσκευασμένα αὐτῷ ὥδευσεν εἰς τὴν Φωκίδα. | |
128 | οἱ δὲ Δελφοὶ δραμόντες ἐκράτησαν αὐτὸν καὶ εἰσήγαγον εἰς τὴν πόλιν. διαπορουμένου δὲ τοῦ Αἰσώπου, “τί τοῦτο;” ἔφησαν, “ἃ ἔκλεψας ἐκ τοῦ ἱεροῦ ἡμεῖς διαβεβαιούμεθα.” τοῦ δὲ ἀπολέσθαι λέγοντος ἐὰν καταγνωσθῇ, ἐκτινάξαντες ἐκεῖνοι τὰ σκεύη εὗρον τὴν χρυσῆν φιάλην τοῦ Ἀπόλλωνος, | |
5 | ἐπεδείκνυόν τε πᾶσι τοῖς ἐν τῇ πόλει, μετὰ θορύβου καὶ ταραχῆς περιβομβίζοντες αὐτόν. ὁ δὲ Αἴσωπος αἰσθόμενος τὴν ἐπιβουλὴν πολλὰ ἐδέετο ἀπολυθῆναι. οἱ δὲ ἐνέκλεισαν αὐτὸν εἰς φυλακήν. ὁ δὲ Αἴσωπος οὐχ εὑρίσκων μηχανὴν τῆς πονηρᾶς τύχης, ὡς θνητὸς ὢν δυνήσεται τὸ μέλλον ἐκφυγεῖν, ἐπένθει. | |
129 | Φίλος δὲ αὐτοῦ τις, Δημέας ὀνόματι, παρακαλέσας τοὺς φύλακας εἰσῆλθε πρὸς αὐτὸν καὶ ἰδὼν αὐτὸν κλαίοντα ἔλεγεν “τί πενθεῖς οὕτω;” ὁ δὲ Αἴσωπος λόγον αὐτῷ εἶπε· “γυνή τις τὸν ἄνδρα θάψασα, καθημένη πρὸς τὸ μνῆμα αὐτοῦ ἔκλαιεν. ἀροτριῶν δέ τις σύνεγγυς ἐπεθύμησε μετ’ αὐτῆς συγγενέσθαι. καταλιπὼν οὖν τοὺς | |
5 | βόας ἐλθὼν ἔκλαιε μετὰ τῆς γυναικός. ἡ δὲ ἐπύθετο αὐτοῦ διὰ τί καὶ αὐτὸς κλαίει. ὁ δὲ εἶπε ‘κἀγὼ οὖν γυναῖκα καλὴν κατώρυξα, καὶ ὅταν κλαύσω τῆς λύπης κουφίζομαι.‘ ἡ δὲ ἔφη ‘κἀγὼ τὸ αὐτὸ πάσχω.‘ κἀκεῖνός φησιν ‘εἰ τοίνυν ταῖς αὐταῖς περιεπέσαμεν λύπαις, τί οὐκ ἐπισυγγινόμεθα ἑαυτοῖς; ἐγὼ μὲν γὰρ ἀγαπήσω σὲ ὡς ἐκείνην, σὺ δὲ ἐμὲ ὡς τὸν ἄνδρα σου.‘ ταῦτα λέγων ἔπεισε τὴν γυναῖκα καὶ συγγενόμενος ἐνέ‐ | |
10 | παιξεν αὐτήν. ἐλθὼν δέ τις καὶ λύσας τοὺς βόας ἀπήλασεν. ὁ δὲ ἐλθὼν καὶ μηδὲν εὑρὼν ἤρξατο θρηνεῖν καὶ κόπτεσθαι ὀδυρόμενος. ἡ δὲ γυνὴ εὑροῦσα αὐτὸν ὀλοφυρόμενον ἔφη ‘πάλιν κλαίεις;‘ ὁ δέ· ‘ἄρτι ἐν ἀκριβείᾳ τῷ ὄντι πενθῶ.‘ καὶ ἐκεῖνος μὲν οὕτως. σὺ δὲ βλέπων τὴν ἔχουσάν με ἐξ ἐνέδρας τύχην διὰ τί ὀδύρομαι ἐρωτᾷς;” | |
130 | ὁ δὲ ἐπ’ αὐτῷ λυπούμενος ἔφη “τί γάρ σοι ἔδοξεν ὑβρίζειν τοὺς Δελφούς; ἡ τοιαύτη σου σοφία εἰς τὸ ὑβρίζειν πολίτας κατέληξε, καὶ μάλιστα ἐν τῇ ἰδίᾳ πατρίδι;” ὁ δὲ Αἴσωπος πάλιν αὐτῷ ἕτερον λόγον εἶπε· | |
131 | “γυνή τις εἶχε θυγατέρα παρθένον μωράν. πάντοτε οὖν ηὔχετο τὴν θυγατέρα νοῦν ἔχειν. εὐχομένης δὲ αὐτῆς παρρησίᾳ ἡ παρθένος ἤκουσε καὶ τὸν λόγον κατέσχε. μεθ’ ἡμέρας δέ τινας σὺν τῇ μητρὶ εἰς ἀγρὸν ἐξελθοῦσα καὶ τῆς προαυλίου προκύψασα θύρας, εἶδεν ὄνον θήλειαν ὑπὸ ἀνθρώπου | |
5 | βιαζομένην. καὶ προσελθοῦσα τῷ ἀνθρώπῳ εἶπε ‘τί ποιεῖς;‘ ὁ δέ φησι ‘νοῦν αὐτῇ ἐντίθημι.‘ ἀναμνησθεῖσα δὲ ἡ μωρὰ ὅτι καθ’ ἑκάστην ἡ μήτηρ αὐτῆς νοῦν αὐτὴν ἔχειν ηὔχετο, παρεκάλει λέγουσα ‘ἔνθες, ἄνθρωπε, κἀμοὶ νοῦν· καὶ γὰρ ἡ μήτηρ μου πολύ σοι πρὸς τοῦτο εὐχαριστήσει.‘ ὁ δὲ ὑπακούσας, καταλιπὼν τὴν ὄνον διεπαρ‐ θενεύσατο αὐτήν. ἡ δὲ ἀναβᾶσα πρὸς τὴν μητέρα εἶπεν ‘ἰδού, μῆτερ, κατὰ τὴν | |
10 | εὐχήν σου νοῦν ἔλαβον.‘ ἡ δὲ μήτηρ αὐτῆς φησιν ‘ἐπήκουσάν μου τῶν εὐχῶν οἱ θεοί.‘ ἡ μωρὰ ἔφη ‘ναί, μῆτερ.‘ ‘καὶ πῶς,‘ φησιν, ‘οἶδας, τέκνον;‘ ἡ δὲ εἶπεν ‘ὁ τοῦτόν μοι ἐνθεὶς μακρὸν πυρρὸν νευρῶδες ἔσω καὶ ἔξω ἐντρέχον ἐνέβαλέ μοι, κἀγὼ ἐτερπόμην.‘ ἡ δὲ μήτηρ ἀκούσασα ἔφη ‘ὦ τέκνον, ἀπώλεσας καὶ ὃν πρῶτον εἶχες νοῦν.‘” | 105 |
132 | Ὁ οὖν φίλος πρὸς αὐτὸν ἔφη “σὲ οἱ Δελφοὶ ἀνέκαμψαν ψηφισάμενοι ὡς βλάσφημον καὶ ἀλαζόνα καὶ ἱερόσυλον ἀπὸ κρημνοῦ βληθῆναι, ἵνα μηδὲ ταφῆς τύχῃς.” ταῦτα αὐτοῦ ἐν τῇ φυλακῇ τῷ Αἰσώπῳ λαλοῦντος, ἐλθόντες οἱ Δελφοὶ καὶ ἐκβαλόντες τὸν Αἴσωπον ἐκ τῆς φυλακῆς εἷλκον μετὰ βίας ἐπὶ τὸ κρημνίσαι αὐτόν. | |
5 | ὁ δὲ Αἴσωπος παρεκάλει αὐτοὺς ἐπὶ τὸ ἀκοῦσαι αὐτοῦ. ἐπιτρεψάντων δὲ αὐτῶν, ἔφη· | |
133 | “ὅτε ἦν ὁμόφωνα τὰ ζῷα, μῦς βατράχῳ φιλιωθεὶς ἐκάλεσεν αὐτὸν εἰς δεῖπνον καὶ ἀπήγαγεν αὐτὸν εἰς ταμεῖον πλουσίου, ὅπου ἦν ἄρτος, τυρός, μέλι, ἰσχάδες καὶ ὅσα ἀγαθά, καί φησιν ‘ἔσθιε, βάτραχε, ἐξ ὧν βούλει.‘ μετὰ δὲ τὸ εὐφρανθῆναι αὐτοὺς ἔφη ὁ βάτραχος πρὸς τὸν μῦν ‘ἐλθὲ νῦν καὶ σὺ πρὸς ἐμέ, καὶ πλήσθητι τῶν ἀγαθῶν | |
5 | μου. ἀλλ’ ἵνα μὴ ὄκνος σοι γένηται, προσαρτήσω τὸν πόδα σου τῷ ποδί μου.‘ δήσας οὖν τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ ἥλατο εἰς τὴν λίμνην, ἕλκων τὸν μῦν δέσμιον. ὁ δὲ μῦς πνιγόμενος ἔλεγεν ‘ἐγὼ μὲν ὑπὸ σοῦ νεκρωθήσομαι, ἐκδικηθήσομαι δὲ ὑπὸ ζῶντος.‘ κόραξ δὲ θεασάμενος τὸν μῦν πλέοντα καταπτὰς ἥρπασεν. ἐφέλκεται οὖν σὺν αὐτῷ καὶ ὁ βάτραχος, καὶ οὕτως ἀμφοτέρους διεσπάραξεν. οὕτως οὖν καὶ αὐτὸς ἐγὼ ἀβούλως | |
10 | παρ’ ὑμῶν ἀποθανὼν νόμῳ ἐκδικηθήσομαι. Βαβυλὼν δὲ καὶ ἡ Ἑλλὰς ὅλη τὸν ἐμὸν ἐκζητήσουσι θάνατον.” | |
134 | τοῦτο ἀκούσαντες οἱ Δελφοὶ οὐκ ἐφείσαντο αὐτοῦ ἀλλ’ ἤγαγον ἐπὶ τὸν κρημνόν. τοῦ δὲ Αἰσώπου δραμόντος καὶ ἐπὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καταφυγόντος οὐκ ἠλέησαν, ἀλλ’ εἷλκον αὐτὸν μετ’ ὀργῆς. ἀπαγόμενος δὲ ὁ Αἴσωπος ἔφη “ἀκούσατε, ὦ Δελφοί, τόνδε τὸν λόγον. | |
135 | λαγωὸς ὑπὸ ἀετοῦ διωκόμενος κατέφυγε πρὸς κοίτην κανθάρου, δεόμενος διασωθῆναι. ὁ δὲ κάνθαρος ἱκέτευε τὸν ἀετὸν μὴ ἀνελεῖν τὸν ἱκέτην, καὶ ἐξώρκιζεν αὐτὸν κατὰ τοῦ μεγάλου Διὸς μὴ κατα‐ φρονῆσαι αὐτοῦ τῆς σμικρότητος. ὀργισθεὶς δὲ ὁ ἀετὸς καὶ ταῖς πτέρυξι ῥαπίσας | |
5 | τὸν κάνθαρον, ἁρπάσας τὸν λαγωὸν κατέφαγεν. | |
136 | ὁ δὲ κάνθαρος λυπηθεὶς συνεπε‐ τάσθη τῷ ἀετῷ καὶ παρατηρησάμενος αὐτοῦ τὴν νοσσιὰν διέφθειρε τὰ ὠά. ὁ δὲ ἀετὸς ἐδεινοπάθει ἐπὶ τῇ διαφθορᾷ τῶν ἰδίων ὠῶν καὶ ἐζήτει τὸν τοῦτο τολμήσαντα ποιῆσαι. τοῦ δὲ καιροῦ πάλιν ἐλθόντος εἰς ὑψηλότερον ὁ ἀετὸς ὠοποίησε τόπον. | |
5 | ὁ δὲ κάνθαρος τὰ αὐτὰ διαπραξάμενος πάλιν τὰ ὠὰ διέφθειρεν. ἐλθὼν δὲ ὁ ἀετὸς καὶ τὸ συμβὰν εὑρηκὼς ἐθρήνει, λέγων ἐκ θεῶν εἶναι τὸν χόλον, ἵνα τὸ γένος τῶν ἀετῶν σπανισθῇ. | |
137 | τοῦ δὲ καιροῦ πάλιν ἀνοίξαντος δυσφορῶν ὁ ἀετὸς οὐκέτι εἰς τὴν νοσσιὰν ἔθηκε τὰ ὠά, ἀλλ’ ἀναβὰς ἐπὶ τὰ γόνατα τοῦ Διὸς ἱκετεύσας ἔφη ‘δεύτερον ἤδη ἠρήμωμαι, τὸ δὲ τρίτον σοὶ τὰ ὠὰ παρατίθημι, ἵνα μοι αὐτὰ διατη‐ ρήσῃς.‘ καὶ ἔθηκεν αὐτὰ ἐπὶ τοῖς τοῦ Διὸς γόνασιν. ὁ δὲ κάνθαρος ἐπιγνοὺς κατέπασεν | |
5 | ἑαυτὸν πλῆθος κόπρου, ἀναβάς τε πρὸς τὸν Δία καὶ περινοστῶν διετινάξατο τὴν κόπρον ἐπὶ τὸ τοῦ Διὸς πρόσωπον. ὁ δὲ ἀναπηδήσας καὶ ἐπιλαθόμενος ὅτι ἐν τῷ κόλπῳ εἶχε τὰ τοῦ ἀετοῦ ὠά, ῥίψας αὐτὰ κατέαξε. | |
138 | γνοὺς δὲ ὁ Ζεὺς τὴν ἀδικίαν καὶ παραπόνησιν τοῦ κανθάρου ᾔσθετο τὴν ἐξ αὐτοῦ πρὸς τὸν ἀετὸν βλάβην. καὶ δὴ παραγενομένου αὐτοῦ ἔφη ‘δικαίως ἀπώλεσας τὰ τέκνα σου· κάνθαρός ἐστιν ὁ ἀδικήσας σε.‘ ὁ δὲ κάνθαρος ἔφη ‘οὐκ ἐμὲ μόνον ἠδίκησεν, ἀλλὰ καὶ εἰς σὲ ἠσέβησεν· | |
5 | ὁρκισθεὶς γὰρ οὐκ ἐπείσθη, ἀλλὰ τὸν ἱκέτην ἀπέκτεινεν. οὐ παύσομαι δὲ εἰ μὴ τελείως αὐτὸν ἀνταμύνομαι.‘ | |
139 | ὁ δὲ Ζεὺς μὴ θέλων τὸ τῶν ἀετῶν γένος σπανισθῆναι συνεβούλευσε τῷ κανθάρῳ διαλλαγῆναι. τοῦ δὲ μὴ βουλομένου ὑπακοῦσαι μετέβαλεν ὁ Ζεὺς τὸν τοκετὸν τῶν ἀετῶν, ὁπότε μὴ φαίνεται κάνθαρος μήτε βλάπτειν δύναται. καὶ ὑμεῖς, ἄνδρες Δελφοί, μὴ ἀτιμάσητε τὸν θεὸν τοῦτον διότι τὸ ἱερὸν αὐτοῦ τοῦτο | 106 |
5 | μικρὸν ὑπάρχει. ἐνθυμήθητε δὲ τὸ τοῦ κανθάρου καὶ αἰδέσθητε τὸν Ἀπόλλωνα διὰ τὸ ἐμὲ εἰς αὐτὸν καταφυγεῖν.” | |
140 | Οἱ δὲ τοῖς ὑπ’ αὐτοῦ λεγομένοις μὴ πεισθέντες ἀπήγαγον αὐτὸν ἐπὶ τὸν κρημνὸν καὶ ἔστησαν αὐτὸν ἐπὶ τοῦ ἄκρου. ὁ δὲ Αἴσωπος βλέπων τὸν ἑαυτοῦ μόρον εἶπεν· “ἄνδρες ἀτίθασσοι, ἐπεὶ παντοίως ὑμᾶς οὐ πείθω, ἀκούσατέ μου τόνδε τὸν λόγον· γεωργός τις γηράσας ἐπ’ ἀγροῦ καὶ μηδέποτε εἰς πόλιν εἰσελθὼν παρεκάλει | |
5 | τοὺς ἰδίους τὴν πόλιν θεάσασθαι. οἱ δὲ οἰκεῖοι αὐτοῦ ἔζευξαν ἅμαξαν καὶ ὀνάρια εἰπόντες ‘ἔλαυνε μόνον καὶ αὐτά σε καταστήσει εἰς τὴν πόλιν.‘ χειμῶνος δὲ γενομένου σκοτο‐ ειδοῦς κατὰ τὴν ὁδὸν τὰ ὀνάρια πλανηθέντα εἰσῆλθον εἴς τινα τόπον ἀπόκρημνον. ὁ δὲ τὸν ἴδιον θεασάμενος κίνδυνον ἔφη ‘ὦ Ζεῦ, τί σε ἠδίκησα ὅτι οὕτως ἀπόλλυμαι, καὶ ταῦτα οὐχ ὑπὸ ἵππων ἐντίμων οὔτε ὑπὸ ἡμιόνων γενναίων, ἀλλὰ ὑπὸ ὀναρίων | |
10 | ἐλαχίστων;‘ κἀγὼ δὲ ὡσαύτως δυσφορῶ, ὅτι οὐχ ὑπὸ ἐντίμων ἢ ἐλλογίμων ἀνδρῶν ἀλλ’ ὑπὸ κακίστων καὶ ἀχρείων δούλων ἀπόλλυμαι.” | |
141 | μέλλων δὲ ἀπὸ τοῦ κρημνοῦ ἐκκυλίεσθαι ἕτερον ἔφη λόγον· “ἀνήρ τις ἐρασθεὶς τῆς ἰδίας θυγατρὸς καὶ εἰς ἔρωτα τρωθεὶς ἔπεμψεν εἰς τὸν ἀγρὸν τὴν γυναῖκα αὐτοῦ, τὴν δὲ θυγατέρα κρα‐ τήσας ἐβιάσατο. ἡ δὲ ἔλεγε ‘πάτερ, ἀνόσια πράσσεις· ἤθελον μᾶλλον ἑκατὸν ἀνδράσι | |
5 | με παρασχεῖν ἢ σοί.‘ τοῦτο κἀγὼ πρὸς ὑμᾶς, ὦ Δελφοί. προῃρούμην Σικελίαν ὅλην κακοπαθῶν κυκλεῦσαι ἢ ἐνθάδε παραλόγως ὑφ’ ὑμῶν ἀποθανεῖν. | |
142 | καταρῶμαι οὖν ὑμῶν τὴν πατρίδα καὶ θεοὺς μαρτύρομαι, οἳ ἐπακούσουσί μου ἀδίκως ἀπολλυμένου καὶ ἐκδικήσουσί με.” οἱ δὲ ὠθήσαντες ἔρριψαν αὐτὸν κατὰ τοῦ κρημνοῦ, καὶ οὕτως ἀπέθανε. λοιμῷ οὖν καὶ συνοχῇ ἰσχυρᾷ κατασχεθέντες οἱ Δελφοὶ χρησμὸν ἔλαβον | |
5 | ἐξιλεώσασθαι τὸν τοῦ Αἰσώπου μόρον. ἐτύπτοντο γὰρ ὑπὸ τῆς συνειδήσεως δολοφονήσαντες τὸν Αἴσωπον. ναοποιήσαντες οὖν ἔστησαν αὐτῷ στήλην. μετὰ δὲ ταῦτα ἀκούσαντες οἱ τῆς Ἑλλάδος ἔξαρχοι καὶ οἱ λοιποὶ διδάσκαλοι τὸ εἰς τὸν Αἴσωπον πραχθέν, παραγενόμενοι ἐν Δελφοῖς καὶ συζήτησιν ποιησάμενοι ἐξεδίκησαν | |
τὸν τοῦ Αἰσώπου μόρον. | 107 |