TLG 1760 002 :: Gaius SUETONIUS TRANQUILLUS :: Περὶ τῶν παρ’ Ἕλλησι παιδιῶν Gaius SUETONIUS TRANQUILLUS Gramm.
Hist. Περὶ τῶν παρ’ Ἕλλησι παιδιῶν Citation: Section — (line) | ||
t | 〈ΠΕΡΙ ΤΩΝ ΠΑΡ’ ΕΛΛΗΣΙ ΠΑΙΔΙΩΝ〉 | |
1 | 〈Παλαιοτάτη ἡ κυβευτικὴ παιδιά〉. Κύβους καὶ πεσσοὺς Παλαμήδης εὗρε 〈ἐν Ἰλίῳ εἰς παραμύθιον λιμοῦ κατασχόντος τὴν στρατιάν. Τῆς δὲ τοιαύτης ἐπινοίας τοῦ Παλαμήδους μάρτυς Σοφοκλῆς ὃς ἐν δράματι ὁμωνύμῳ τῷ εὑρετῇ Παλαμήδει φησίν (fr. 479 Pearson)· | |
5 | οὐ λιμὸν οὗτος τῶνδ’ ἀπῶσε, σὺν θεῷ εἰπεῖν, χρόνου τε διατριβὰς σοφωτάτας ἐφεῦρε φλοίσβου μετὰ κοπὴν καθημένοις πεσσοὺς κύβους τε τερπνὸν ἀργίας ἄκος;〉 〈καὶ Εὐφορίωνος τὸ (61 Powell)· πεσσὰ Ναυπλιάδαο〉. 〈Ἐν μὲν | |
---|---|---|
10 | Ἰλίῳ δείκνυται λίθοσ〉, 〈καθὰ Πολέμων (fr. 32 Preller) ἱστορεῖ〉, 〈ἐφ’ οὗ ἐπέσσευον οἱ Ἀχαιοί, ἐν δὲ Ἄργει ὁ λεγόμενος Παλαμήδους πεσσόσ〉. Πλάτων δὲ ὁ φιλόσοφος Αἰγυπτίοις τὴν εὕρεσιν αὐτῶν ἀνατίθησιν ἐν τῷ Φαίδρῳ (274 c—d) γράφων οὕτως· «ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ | |
15 | ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ. Τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείαν τε καὶ κυβείαν, καὶ δὴ γράμματα». Πλὴν οἱ ὑπομνηματισάμενοι τὸν Πλάτωνα οὐ τὴν παρὰ τοῖς Ἕλλησι πεττείαν αὐτὸν σημαίνειν ἐξηγοῦνται, τὴν δὲ τοῦ πεττευτηρίου λεγομένου· κατα‐ | |
20 | γράφεσθαι γάρ τι πλινθίον ὥσπερ ἐν τῇ πεττευτικῇ παιδιᾷ δι’ οὗ τὰ κινήματα τοῦ τε ἡλίου καὶ τῆς σελήνης, ἔτι δὲ καὶ τὰ ἐκλειπτικά, πραγματεύονται | |
Αἰγύπτιοι. 〈Ἐχρῶντο οἱ παλαιοὶ τρισὶ κύβοις καὶ οὐχ ὥσπερ οἱ νῦν δυσί. Ὅθεν καὶ παροιμία ἐπὶ τῶν μηδὲν διὰ μέσου κινδυνευόντων τό· ἢ τρὶς ἓξ ἢ τρεῖς | 64 | |
25 | κύβους, ἀπὸ τοῦ μεγίστου καὶ ἐλαχίστου ἀριθμοῦ· ἧς μέμνηται Πλάτων ἐν Νόμοις (XII, 968 e) εἰπών· ἢ τρεῖς κύβους βάλλοντες, τουτέστι τρεῖς μονάδας. Κύβον γὰρ διχῶς ἔλεγον, αὐτό τε τὸ ἀναρριπτούμενον, ὅθεν παροιμία τραγικὴ τό (Sophocl. fr. 895 Pearson)· ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι, καὶ τὴν ἐν αὐτῷ μονάδα. Ὅθεν λυθείη ἂν καὶ τὸ ζητούμενον | |
30 | ἐν τῷ παρὰ Ἀριστοφάνους κωμῳδουμένῳ στίχῳ (Ran. 1400)· βέβληκ’ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα καὶ ἑξῆς (?). Λέγει γὰρ δύο μονάδας καὶ τέτταρα〉. 〈Ὃν στίχον Εὐριπίδης ἐν Τηλέφῳ (fr. 888 Nauck2) θείς, ὅπου κυβεύοντας ἥρωας εἰσήγαγε, καὶ μαθὼν ἐπ’ αὐτῷ χλευασθῆναι ὡς εὐτελεῖ, καθὰ σκώπτει καὶ ὁ Κωμικός, αἰδεσθεὶς περιεῖλεν ὅλον τὸ ἐπεισό‐ | |
35 | διον. Καὶ καθ’ ἕκαστον κύβον, ἤγουν καθ’ ἑκάστην μονάδα, ἔπαιζον ἀργύριον ὁρίσαντεσ〉. Τοὺς δὲ κυβευτὰς 〈τοὺς τῇ παιδιᾷ ταύτῃ χρωμένουσ〉 τρηματίκτας ἔλεγον ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων καὶ τρηματί‐ ζοντας· 〈καὶ χρῆσις Σώφρονος τό (fr. 129 Kaibel)· δειπνήσας ὠστίζεται | |
40 | τοῖς τρηματιζόντεσσι. Καὶ ἐσπουδάζετο ἡ κυβεία οὐ μόνον παρὰ Σικελοῖς, ἀλλὰ καὶ Ἀθηναίοις οἳ καὶ ἐν ἱεροῖς ἀθροιζόμενοι ἐκύβευον καὶ μάλιστα ἐν τῷ τῆς Σκιράδος Ἀθηνᾶς τῷ ἐπὶ Σκίρῳ· ἀφ’ οὗ〉 σκιράφεια ἐκάλουν τὰ κυβευτήρια. Ὅθεν καὶ τοὺς πανούργους 〈καὶ πάντα τὰ πανουργήματα〉 σκιράφους | |
45 | ἐκάλουν Ἱππῶνάξ τε καὶ ἕτεροι ἀπὸ τῆς ἐν τοῖς σκιραφείοις δηλονότι ῥᾳδιουργίας. 〈Ἱππῶναξ (fr. 129 a Masson)· τί με σκιράφοις ἀτιτάλλεις; Πεποίηνται δὲ καὶ προστάται τοῦ οὕτω παίζειν Ἑρμῆς καὶ Πάν, καθὰ τῆς μουσικῆς Ἀπόλλων καὶ Μοῦσαι. Οἱ δὲ πεσσοὶ ψῆφοι ἦσαν πέντε αἷς ἐπὶ πέντε γραμμῶν ἔπαιζον ἑκατέ‐ | |
1(50) | ρωθεν, ἵνα ἕκαστος (sic) τῶν πεττευόντων ἔχῃ τὰς καθ’ ἑαυτόν. Σοφοκλῆς | |
(fr. 429 Pearson)· καὶ πεσσὰ πεντέγραμμα καὶ κύβων βολαί〉. Παρετείνετο γὰρ διὰ τῶν πεσσῶν μέση γραμμὴ ἣν ἱερὰν ὠνόμαζον, ἐπειδὴ ὁ ἡττώμενος ἐπ’ ἐσχάτην αὐτὴν ἵεται. Ἐντεῦθεν δὲ καὶ ἡ παροιμία τό· κινήσω τὸν ἀφ’ ἱερᾶς, ἐπὶ τῶν ἀπεγνωσμένων καὶ ἐσχάτης βοηθείας | 65 | |
55 | δεομένων. 〈Χρῆσις δὲ ταύτης καὶ παρὰ Σώφρονι ἐν τῷ (fr. 127 Kaibel)· κινήσω δ’ ἤδη καὶ τὸν ἀφ’ ἱερᾶς, ἔνθα λείπει τὸ πεσσὸν ἢ λίθον. Ἀλκαῖος οὖν ἐκ πλήρους ἔφη τό (fr. 82 Bergk4)〉· 〈νῦν δ’ οὖτος ἐπικρέτει κινήσαις τὸν ἀπ’ ἴρας πύκινον (?) λίθον〉. | |
60 | 〈Θεόκριτος δέ, ἐν τῷ (VI, 18)· καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον, ἰδίως τῇ ἐλλείψει χρῆται παραπέμψας ἤγουν σιωπήσας τὴν ἱεράν〉. 〈Διοδώρου δὲ τοῦ Μεγαρικοῦ ἀνάγοντος τὸν τοιοῦτον λίθον εἰς ὁμοιότητα τῆς τῶν ἄστρων χορείας, Κλέαρχος (fr. 44 a Müller) τοῖς πέντε φησὶ πλάνησιν ἀναλογεῖν. | |
65 | Εἶδός τι κυβείας καὶ πόλις ἐν ᾗ ψήφων πολλῶν ἐν διαγεγραμμέναις τισὶ χώραις πεττευτικῶς κειμένων ἐγίνετο ἀνταναίρεσις. Καὶ ἐκαλοῦντο αἱ μὲν γραμμικαὶ χῶραι πόλεις ἀστειότερον, αἱ δὲ ἀντεπιβουλεύουσαι ἀλλήλαις ψῆφοι κύνεσ〉. 〈Δοκεῖ δὲ παρὰ τὸ γράμμα καὶ ῥῆμα εἶναι γραμμίζειν, ἀφ’ οὗ παιδιά | |
70 | τις ὁ διαγραμμισμός. Ἐγίνετο δὲ αὕτη κυβείας οὖσα εἶδος διὰ τῶν ἐν πλινθίοις ψήφων ἑξήκοντα λευκῶν τε ἅμα καὶ μελαινῶν. Χρῆσις τοῦ παιγνίου τοῦδε παρὰ Φιλήμονι ἐν τῷ (fr. 209 Kock)· μεθύει, διαγραμ‐ μίζει, κυβεύει〉. 〈Ἀστραγαλίζειν τὸ ἀστραγάλοις παίζειν ὅπερ καὶ ἀστρίζειν ἔλεγον, | |
75 | ἐπεὶ καὶ τοὺς ἀστραγάλουσ〉 〈ἀστρίας ἢ〉 〈ἄστριας ἐκάλουν. Καλλίμαχος (fr. 676 Pfeiffer2)· ζορκός τοι, φίλε κοῦρε, Λιβυστίδος αὐτίκα δώσω | |
πέντε νεοσμήκτους ἄστριας. Ἔνιοι δὲ ἀστρίχους φασίν. Παίζεται δὲ ἀστραγάλοις τέσσαρσιν καὶ | 66 | |
80 | εἷς ἕκαστος ἀστράγαλος πτώσεις ἔχει τέσσαρας, ἐξ ἑβδομάδος κατὰ ἀντίθετον συγκειμένας ὥσπερ ὁ κύβος· ἔχει δὲ ἀντικείμενα μονάδα καὶ ἑξάδα, εἶτα τριάδα καὶ τετράδα. Ἡ γὰρ δυὰς καὶ πεντὰς ἐπὶ τῶν κύβων μόνων παρα‐ λαμβάνεται διὰ τὸ ἐκείνους ἐπιφανείας ἔχειν ἕξ. Εἰσὶ δὲ αἱ σύμπασαι τῶν ἀστραγάλων πτώσεις ὁμοῦ τεσσάρων | |
85 | παραλαμβανομένων πέντε καὶ τριάκοντα. Τούτων δὲ αἱ μὲν θεῶν εἰσιν ἐπώνυμοι, αἱ δὲ ἡρώων, αἱ δὲ βασιλέων, αἱ δὲ ἐνδόξων ἀνδρῶν, αἱ δὲ ἑταιρίδων· αἱ δὲ ἀπό τινων συμβεβηκότων ἤτοι τιμῆς ἕνεκα ἢ χλεύης προσηγόρευνται. Λέγεται δέ τις ἐν αὐταῖς Στησίχορος καὶ ἑτέρα Εὐριπίδης, Στησίχορος μὲν ὁ σημαίνων τὴν ὀκτάδα, ἐπεὶ ὁ ἐν Ἱμέρᾳ〉 〈τῇ | |
90 | Σικελικῇ〉 〈τοῦ μελοποιοῦ τάφος ἐξ ὀκτὼ γωνιῶν συνέκειτο, Εὐριπίδης δὲ ὁ τὸν μʹ. Εἷς γὰρ Εὐριπίδης τῶν τεσσαράκοντα Ἀθήνησι προστατῶν τῶν μετὰ τὴν τῶν λʹ τυράννων κατάλυσιν κατασταθέντων. Τῶν δὲ βόλων ὁ μὲν τὰ ἓξ δυνάμενος Κῷος καὶ ἑξίτης ἐλέγετο, Χῖος δὲ ὁ τὸ ἓν καὶ κύων. Λέγεται δέ τις καὶ παροιμία ἀπὸ τούτου, οἷον· Χῖος παραστὰς Κῷον | |
95 | οὐκ ἐάσω· ἀφ’ οὗ καὶ Στράττις Λημνομέδᾳ (fr. 23 Kock)· Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν. Ἔπαιζον δὲ ἀστραγάλοις καὶ πολλοῖς, καθάπερ καρύοις. Τοῦ δὲ εἴδους τῶν πολλῶν τὸ μὲν ἀρτιασμὸν ἔλεγον, τὸ δὲ τρόπα, τὸ δὲ ὤμιλλαν. Ἀρτιασ‐ μὸς μὲν οὖν ἐστι τὸ δραξάμενον ἀστραγάλων ἤ τινων ἄλλων ἐξετάζειν τὸν | |
1(100) | συμπαίζοντα, πότερον ἀρτίους ἢ περισσοὺς κατέχει· Ἀριστοφάνης Πλούτῳ (v. 816)· στατῆρσι δ’ οἱ θεράποντες ἀρτιάζομεν. Τρόπα δ’ ἐστὶν ἡ εἰς βόθυνον ἐκ διαστήματος βολή. Κρατῖνος Πυλαίᾳ (fr. 170 Kock)· † ἡ Διονύσοις ἀκοίλοις παίζουσιν ἀνέμενοι τρόπα. Ἡ δὲ ὤμιλλά ἐστιν | |
ὅταν περιγράψαντες κύκλον ἐπιρρίπτωσιν ἀστραγάλους ἤ τι ἄλλο, ὡς τῇ | 67 | |
105 | μὲν ἐντὸς βολῇ νικώντων, τῇ δὲ ἐκτὸς ἡττωμένων. Εὔπολις Χρυσῷ γένει μεταφέρων ἐπὶ τὴν εἰς Κυκλώπων κατάκλισιν τοὔνομα οὕτως φησίν (fr. 288 Kock)· κἄπειτ’ εἴσειμ’, ἐνθάδε μείνας, εἰς ὤμιλλαν, κἂν μὴ μετίῃ〉. | |
2 | 〈Πάλαι ποτὲ τὸ σφαιρίζειν διὰ σπουδῆς ἤγετο, οὐχ ἁπλοῦν ὂν οὐδὲ αὐτό, ἀλλὰ διαφορὰς ἔχον. Μάλιστα δὲ ἐπεμελήθησαν ὕστερον σφαιριστικῆς πόλεων μὲν κοινῇ Λακεδαιμόνιοι, βασιλέων δὲ ὁ μέγας Ἀλέξανδρος, ἰδιωτῶν δὲ Σοφοκλῆς ὁ τραγικὸς ὃς καί, ὅτε τὰς Πλυντρίας ἐδίδασκε, τὸ τῆς | |
5 | Ναυσικάας πρόσωπον σφαίρᾳ παιζούσης ὑποκρινόμενος ἰσχυρῶς εὐδο‐ κίμησεν〉. 〈Ὅτι δὲ τὸ σφαιρίζειν οὐκ ὀλίγη μοῖρα ἐνομίζετο γυμναστικῆς, ἔστι συμβάλλειν καὶ ἐκ τῆς Ἡροφίλου τοῦ ἰατροῦ εἰκόνος. Παράκειται γὰρ αὐτῇ σὺν ἑτέροις τισὶ γυμναστικοῖς ὀργάνοις καὶ σφαῖρα〉. 〈Μιλήσιοι μέντοι τὴν γυμνασίαν ταύτην παρῃτήσαντο. Αἴτιον δέ, ὅτι, | |
10 | περιττῶς ἐξασκήσαντες τὰ ἀθλητικὰ καὶ πολλὰς ἐκ τῶν στεφανιτῶν ἀγώνων ἀπενεγκάμενοι νίκας, τὴν σφαῖραν εἰς οὐδὲν τούτων χρησίμην ἔγνων· διὸ καὶ παραιτητέαν αὐτὴν ἔκριναν〉. 〈Τῆς διὰ σφαίρας παιδιᾶς ἡ μέν τις ἐλέγετο οὐρανία, ἡ δὲ ἀπόρραξις, ἡ δὲ ἐπίσκυρος, ἡ δὲ φαινίνδα. Οὐρανία μὲν ἡ εἰς οὐρανὸν τῆς σφαίρας ἀναβολὴ ἣν ὁ ποιητὴς ἐμφαίνειν δοκεῖ ἐν τῷ | |
15 | (Hom. θ 372 sqq.)· Οἱ δ’ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο πορφυρέην〉, 〈τήν σφι Πόλυβος ποίησε δαΐφρων, τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα ἰδνωθεὶς ὀπίσω, ὁ δ’ ἀπὸ χθονὸς ὑψός’ ἀερθεὶς | |
20 | ῥηϊδίως μεθέλεσκε πάρος ποσὶν οὖδας ἱκέσθαι〉. 〈Ἀπόρραξις δέ, ὅταν τὴν σφαῖραν μὴ πρὸς τοῖχον, ἀλλὰ πρὸς τὸ ἔδαφος σκληρῶς ῥάττωσιν ὥστε ἀποκρουομένην ἅλλεσθαι πάλιν. Ἐπίσκυρος δέ, ᾗ ἐχρῶντο οἱ παίζοντες κατὰ πλήθη, καλουμένη διὰ τοῦτο καὶ ἐπίκοινος· ἡ δ’ αὐτὴ καὶ ἐφηβική. Ὠνόμαστο δὲ ἐπίσκυρος, ἐπειδὴ οἱ κατ’ αὐτὴν | |
25 | σφαιρίζοντες ἐπὶ λατύπης ἑστῶτες, ἣν σκῦρόν φαμεν, βολῇ σφαίρας | |
ἀλλήλους ἐξεδίωκον· καὶ τοιαύτη μὲν ἡ ἐπίσκυρος. Φαινίνδα δέ, ὅταν ἑτέρῳ τὴν σφαῖραν προδεικνύντες, ἑτέρῳ αὐτὴν ἐπιπέμπωσιν〉. 〈Τῶν οὖν παιζόντων ταῦτα τοὺς μὲν νικῶντας βασιλεῖς ἐκάλουν καὶ ὅ τι ἂν προσέτασσον τοῖς ἄλλοις ὑπήκουον, τοὺς δ’ ἡττωμένους ὄνουσ〉. 〈Πλάτων | 68 | |
30 | Θεαιτήτῃ (146 a)· «ὁ δὲ ἁμαρτὼν καθεδεῖται, ὥσπερ φασὶν οἱ σφαι‐ ρίζοντες, ὄνος· ὃς δ’ ἂν παραγένηται ἀναμάρτητος, βασιλεὺς ἡμῶν»〉. 〈Κρατῖνος δὲ Χείρωσι (fr. 229 Kock) χαριέντως ὁμοῦ ἐγκαταμίξας καὶ τὴν «ὄνος λύραν» παροιμίαν ἔπλεξε τὸν λόγον οὕτως· «ὄνοι δ’ ἀπωτέρω κάθηνται τῆς λύρας». Τοὺς γὰρ ἡττωμένους, ὡς ἔφαμεν, ὄνους καθῆσθαι | |
35 | ἔλεγον, βασιλεῖς δὲ τοὺς νικῶντασ〉. | |
3 | Γρίφους ἐκάλουν τὰ αἰνιγματώδη ζητήματα ἅπερ ἐν τοῖς συμποσίοις προὔβαλλον. 〈Αἴνιγμα κείμενον παρὰ Κλεάρχῳ, εἰπόντι ἐμμέτρως οὕτω· Αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνὴρ ὄρνιθα κοὐκ ὄρνιθ’ ἰδών τε κοὐκ ἰδὼν | |
5 | ἐπὶ ξύλου τε κοὐ ξύλου καθημένην λίθῳ τε κοὐ λίθῳ βάλοι τε κοὐ βάλοι〉. | |
4-5 | 〈Τράγκυλλος Σουητῖνός τις ἐν παιδιαῖς Ἑλλήνων πολλὰς μὲν ἄλλας παιδιὰς καὶ συμποσίων λέγει· ὧν συμποσίων μία μὲν ἡ ἑωλοκρασία, ἑτέρα δὲ ὁ κότταβος ὁμοῦ καὶ ἡ λατάγη. | |
5 | Οἱ νέοι γὰρ κωμάζοντες τόποις ἀφωρισμένοις, περὶ ἑσπέραν τοὺς χοᾶς καὶ τοὺς βίκους τιθέντες, ἕκαστος ἀνδριζόμενος ἔπινε τὸν οἰκεῖον· ὃς δὲ πιεῖν οὐκ ἴσχυσε τὸν ἑαυτοῦ χοέα περιεχεῖτο ἕωθεν τῶν συμποτῶν γελώντων. | |
10 | Τόδ’ ἑωλοκρασία μέν, τὸν κότταβον δὲ μάθε· Τῷ συμποσίῳ ἵστατο ζυγὸς καὶ λεκανίσκαι παρ’ ἑκατέρῳ τοῦ ζυγοῦ κάτωθεν τῶν πλαστίγγων. Αἱ λεκανίσκαι μέσον δὲ εἶχον ἀνδριαντίσκους, | |
ἀνδριαντίσκους οὓς μανᾶς ὠνόμαζον οἱ τότε. | 69 | |
15 | Οἱ κωμασταὶ πληροῦντες οὖν οἴνου τὸ τούτων στόμα, ὃ λάταξ καὶ λατάγη δή, ἤγουν ὑγρὸν καὶ ῥύσις, τοῦτο ἀπεκοττάβιζον εἰς μίαν τῶν πλαστίγγων, τουτέστιν ἐξετίνασσον, ἀπέπτυον, ἐκένουν. Κότταβον καὶ τὸ ὄργανον ἅπαν ἐκάλουν τοῦτο. | |
20 | Ἂν οὖν ἡ πλάστιγξ τῇ φορᾷ κατέρρεψε τοῦ οἴνου καὶ τὸν μανᾶν εἰς κεφαλὴν ἤχησε κεκρουκυῖα, ὁ κωμαστὴς συγκωμασταῖς ἐδόκει τῶν γενναίων· εἰ δ’ οὔ, πολὺν ἐλάμβανεν ὡς ἀσθενὴς τὸν γέλων〉. | |
6 | Μηλάνθη· ζῷόν ἐστι μεῖζον σφηκὸς ἐκ τῆς ἀνθήσεως τῶν μηλεῶν γεννώμενον 〈ἢ ἀρχομέναις ἀνθεῖν προσιπτάμενον· οὗ παῖδες λίνον τρίπηχυ ἐξάπτοντες ἐῶσι πέτεσθαι καί, φερομένου δι’ ἀέρος ἑλικοειδῶς, ἡδόμενοι τῇ θέᾳ παρέπονται τὰς χεῖρας ἐπικροτοῦντεσ〉. Ἀττικοὶ δὲ | |
5 | μηλόνθην καὶ χρυσαλλίδα τοῦτο ἐκάλουν. | |
7 | Σκαπέρδα λέγεται πᾶν δυσχερὲς ἐκ μεταφορᾶς παιδιᾶς ἐργώδους. 〈Ἦν ἑλκυστίνδα λεγομένη παιδιὰ ἧς μέρος καὶ τὸ σκαπέρδαν ἕλκειν, ὅπερ τοιοῦτον ἦν· δοκὸς ἀνδρομήκης ἵστατο τετρημένη κατὰ μέσον, διεῖρτο δὲ δι’ αὐτῆς σχοίνιόν τι οὗ ἑκατέρωθεν ἐξημμένοι δύο νεανίσκοι | |
5 | ἀνθεῖλκον ἐντρέψαντες ἀλλήλοις τὰ νῶτα. Ὁ δὲ βιασάμενος καὶ προσαγαγὼν τὰ νῶτα αὐτοῦ τῇ δοκῷ ἐνίκα τὸν ἕτερον〉· καὶ παροιμία σκαπέρδαν ἕλκειν ἐπὶ τῶν ἐπαχθές τι μεταχειριζομένων. | |
8 | Παροιμία ὀστράκου περιστροφὴ 〈ἢ ὀστράκου περιστραφέντος ἢ μεταπεσόντοσ〉, ἐπὶ τῶν ἀθρόον μεταβαλλομένων, ἐκ μεταφορᾶς παιδιᾶς τοιᾶσδε· παῖδες δίχα διῃρημένοι, γραμμῆς μέσον κεχαραγμένης, ὄστρακον ἐδίδουν ἑνί, ἐν ἑτέρῳ μέρει πεπισσωμένον· ὅπερ ἀναρρίπτων ὁ παῖς | |
5 | ἐπέλεγε «νὺξ ἢ ἡμέρα», 〈τουτέστι «τὸ λευκὸν ἐπιφαίνεται τοῦ ὀστράκου ἢ τὸ πισσηρὸν σκοτεινόν»〉, καὶ εἰ τὸ πεπισσωμένον κάτω συνέβη πεσεῖν, ἔφευγον οἱ τοῦτο τὸ μέρος ἔχοντες, οἱ δ’ ἕτεροι ἐδίωκον. Διώριστο δὲ τοῖς παίζουσιν ὧν ἔδει εἶναι τὸ πεπισσωμένον. 〈Καὶ ἡ παιδιὰ ὀστρακίνδα ἐκαλεῖτο. Χρῆσις τῆς λέξεως ἐν τῇ κωμῳδίᾳ πρὸς | |
10 | αἴνιγμα τοῦ ῥηθέντος ἐξοστρακισμοῦ. Πλάτων δὲ ὁ κωμικὸς φράζει αὐτὴν | |
οὕτως (fr. 153 Kock)· Εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις οἳ ἑκάστοτε γραμμὴν ἐν ταῖσιν ὁδοῖς διαγράψαντες, διανειμάμενοι δίχ’ ἑαυτούς, ἑστᾶς’ αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γραμμῆς, οἱ δ’ αὖ ἐκεῖθεν· | 70 | |
15 | εἷς δ’ ἀμφοτέρων ὄστρακον αὐτοῖς εἰς μέσον ἑστὼς ἀνίησιν· κἂν μὲν πίπτῃσι τὰ λεύκ’ ἐπάνω, φεύγειν τάχυ τοὺς ἑτέρους δεῖ, τοὺς δὲ διώκειν.〉 | |
9 | Ἐποστρακισμός· τὸ προΐεσθαι κατὰ τῆς ἐπιφανείας τοῦ ὑγροῦ ὀστράκια πλατέα, ὑπὸ θαλάττης ἐκτετριμμένα· ἅπερ ἐνίοτε πολλάκις ἀφαλλόμενα, 〈ἕως ἀτονήσαντα δύῃ κατὰ θαλάττησ〉, ἡδίστην ποιεῖται τὴν πρόσοψιν. | |
10 | Ψίττα τὸ «ταχὺ» σημαίνει, 〈οἷον ψίττα Μαλιάδες, ψίττα Ῥοιαί, ψίττα Μελίαι· νυμφῶν δὲ ταῦτα ἐπωνυμίαι〉. | |
11 | Κύνδαλος· ὁ πάσσαλος 〈καὶ κυνδαλοπαῖκται οἱ πασσαλισταί· ὅθεν καὶ παιδιά τις διὰ πασσάλων γινομένη κυνδαλισμὸς ἐλέγετο〉. | |
12 | 〈Ἀσκωλιάζειν ἐστὶ κατὰ κυριολεξίαν μὲν ἐν ἀσκῷ λιάζειν· ᾧ πεφυ‐ σημένῳ ἐμπηδῶντες οἱ βουλόμενοι ἔν τινι ἑορτῇ, οὐκ ἀμφοῖν ποδοῖν ἀλλὰ ἑνί, καί, ὡς εἰκός, οὐκ εὐστοχοῦντες, ἀλλά που καὶ καταπίπτοντες, ὑπεκί‐ νουν γέλωτα τοῖς θεωμένοις. Ἄλλως μέντοι παρὰ τοῖς ὕστερον ἀσκωλιάζειν | |
5 | ἑρμηνεύεται τὸ ἑνὶ ποδὶ ἅλλεσθαι〉, ἀσκωλιασμὸς τὸ ἐφ’ ἑνὸς ποδὸς βαίνειν. | |
13 | Τρυγοδίφησις· εἰσῆγον εἰς λεκάνην τρυγὸς πλήρη πελέκιόν τι καὶ τοῦτο ἀνέσπων τῷ στόματι, τὰς χεῖρας εἰς τουπίσω περιαγαγόντες. | |
14 | 〈Παιδιά τις παίζεται καλουμένη ἐν κοτύλῃ. Προάγεται δὲ οὕτως· περιαγαγών τις ὀπίσω τὼ χεῖρε συμπλέκει τοὺς δακτύλους. Ἕτερος δέ τις εἰς τὰ κοιλώματα τῶν χειρῶν, ἅπερ εἰσὶ κοτύλαι, τὰ γόνατα ἐνθεὶς καὶ | |
οὕτως ἀναλαβὼν ἑαυτὸν φέρεται ἔποχος, ἐπιλαβὼν τοὺς ὀφθαλμοὺς τοῦ | 71 | |
5 | φέροντος. Εἶτα ἐν μέρει ὁ τέως φερόμενος κατελθὼν φέρει τὸν ἕτερον. Καὶ ἦν αὕτη παιδιὰ ἐν κοτύλῃ〉. | |
15 | 〈Ὁ ἱμαντελιγμὸς ἦν παιδιᾶς τινος εἶδος, ἤγουν διπλοῦ ἱμάντος σκολιά τις εἴλησισ〉. | |
16 | 〈Ἐκ τοῦ χαλκοῦ κυβευτική τις παιδιὰ ἐλέγετο χαλκισμός. Ἦν δὲ ὁ χαλκισμὸς ὀρθοῦ νομίσματος στροφὴ καὶ συντόνος περιδίνησις μεθ’ ἣν ἔδει τὸν παίζοντα ἐπέχειν ὀρθὸν τῷ δακτύλῳ τὸ νόμισμα εἰς ὅσον τάχος, πρὶν ἢ καταπεσεῖν. Καὶ ὁ τοῦτο ἀνύσας ἐκράτει τὸν χαλκισμὸν καὶ ἦν | |
5 | νικήτησ〉. | |
17 | 〈Οἱ δὲ ὕστερον (scil. qui post Homerum uixerunt Graeci) παιδιὰν αὐτῇ (scil. τῇ μυίᾳ) ἐπωνόμασάν τινα ἣν χαλκῆν μυῖαν ὠνόμασαν. Περὶ ἧς φράζουσιν οὕτω· καταδεῖταί τις ῥακίῳ τὰς ὄψεις καὶ καταστὰς εἰς μέσον τῶν συνειλεγμένων παριὼν φωνεῖ· «χαλκῆν μυῖαν θηράσω». | |
5 | Οἱ δὲ κύκλῳ ἑστῶτες βίβλοις ἢ καὶ ταῖς χερσὶ παίοντες ἀποκρίνονται· «ἀλλ’ οὐ λήψῃ». Οὗ δ’ ἂν λάβηται, καθίστησιν ἐκεῖνον εἰς τὴν ἑαυτοῦ χώραν. Λέγεται δὲ χαλκῆ μυῖα πρὸς διαστολήν· εἰσὶ γάρ τινες καὶ χαλκαῖ μυῖαι συννεμόμεναι τοῖς κανθάροις, χαλκίζουσαι τῇ χροιᾷ· αἷς οἱ παῖδες κηρία προστιθέντες ἀφιᾶσιν〉. | |
18 | 〈Βασιλίνδα· παιδιά τις βασιλέας τινὰς ἀποδεικνύουσα〉. | |
19 | 〈Εἰ δέ τις οἴεται καὶ τὸ χελιχελώνη τοῦ χελιδονισμοῦ ἔχεσθαι, ἴστω ὡς ἄλλο τί ἐστι τοῦτο· καθημένης γάρ τινος ἐν μέσῳ, ἣν χελώνην ἐκάλουν, περιτρέχουσαι παρθένοι ἐπυνθάνοντο καὶ ἀντήκουον δι’ ἀμοιβαίων ἰάμβων οὕτω (Carm. pop. 21 Bergk)· | |
5 | Α. — Χελιχελώνη, τί ποΐεις ἐν τῷ μέσῳ; Β. — Μαρύομ’ ἔρια καὶ κρόκαν Μιλασίαν. Α. — Ὁ δ’ ἔκγονός σου τί ποΐων ἀπώλετο; | |
Β. — Λευκᾶν ἀφ’ ἵππων εἰς θάλασσαν ἅλατο. Ἔστι δ’ ἐν τούτοις τὸ χέλι προστακτικὸν δῆθεν παρηχούμενον τῇ | 72 | |
10 | χελώνῃ〉. | |
20 | Σκινθαρίζειν ἐστὶ τὸ τῷ μέσῳ δακτύλῳ παίειν τινὸς τὸν μυκτῆρα. | |
21 | Ῥαθαπυγίζειν· τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν, ὡς εὕρηται ἐν Ἱππεῦσιν (v. 795 sq.) Ἀριστοφάνους· 〈«τὰς πρεσβείας τ’ ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων»〉. | |
22 | 〈Ut ait Suetonius Tranquillus, lusus ipse quem uulgo PYRRHICHAM appellant, TROIA vocatur. Cuius originem expressit | |
in libro de puerorum lusibus〉. | 73 |