TLG 1760 001 :: Gaius SUETONIUS TRANQUILLUS :: Περὶ βλασφημιῶν καὶ πόθεν ἑκάστη Gaius SUETONIUS TRANQUILLUS Gramm.
Hist. Περὶ βλασφημιῶν καὶ πόθεν ἑκάστη Citation: Section — (line) | ||
t | ΣΟΥΗΤΙΝΟΥ ΤΡΟΓΚΥΛΟΥ ΠΕΡΙ ΒΛΑΣΦΗΜΙΩΝ ΚΑΙ ΠΟΘΕΝ ΕΚΑΣΤΗ | |
p | Τὸν τῶν βλασφημιῶν τρόπον κατέδειξε μὲν ἀρχῆθεν Ὅμηρος καὶ οἱ συνεγγὺς τῷ χρόνῳ ποιηταί, ἐπηύξησαν δὲ ὕστερον κωμικοί τε καὶ ῥήτορες· ἔστι δ’ ὅπῃ καὶ τῶν συγγραφέων τινὲς 〈καὶ ἄλλας λέξεις ὁμοίως ἐκαινο‐ τόμησαν, ὡς ἑξῆς που φανεῖται〉. | |
5 | Ὁ τοίνυν Ποιητὴς ἃ μὲν ἁπλῶς, ἃ δὲ συνθέτως, ἃ δὲ ἰδιοτρόπως προήνεγ‐ κεν· ἁπλῶς μὲν ὡς ἅλιον, τὸν μάταιον, ἀπὸ τῆς ἁλὸς ἐν οὐδενὶ λόγῳ κειμένης πρὸ τῆς τῶν νηῶν εὑρέσεως· καὶ μεθήμονα, τὸν ἕκαστα τῶν ἔργων μεθιέντα· | |
---|---|---|
10 | συνθέτως δὲ ἀεσίφρονα ὃν ἄν τις ἀπὸ τῆς ἀήσεως ἐξηνεμωμένον εἴποι τὰς φρένας· καὶ κυνάμυιαν ἀπ’ ἀμφοτέρων ζῴων τὴν τολμηράν· καὶ ἀπτοεπῆ καὶ ἐπεσβόλον 〈τὸν〉 τοῖς ἔπεσι καθαπτόμενον καὶ βάλλοντα· συνθέτως δὲ ἐν ταὐτῷ καὶ διαλελυμένως τὸ οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων· | |
15 | ἰδιοτρόπως δέ, ὡς τὸν μολοβρὸν καὶ τὸν τρώκτην καὶ τὸν ἀλλο‐ πρόσαλλον καὶ τὸν κέρα ἀγλαόν· καὶ τὸν μὲν ἀπὸ τοῦ μολίσκειν ἐπὶ τὴν βοράν, τὸν δὲ ἀπὸ τοῦ 〈τρώγειν, τοῦ〉 κερδαίνειν, ὡσπερεὶ λίχνον, τὸν δὲ κέρα ἀγλαὸν ἀπό τινος ἐμπλοκῆς καλλωπισμοῦ τριχῶν ἃς κέρατα ἐκάλουν· ἀλλοπρόσαλλον δὲ τὸν ἄλλοτε ἄλλῳ προστιθέμενον καὶ μὴ βέβαιον. | |
20 | Τὰ μὲν οὖν παρ’ Ὁμήρῳ τοιαῦτα· ἰτέον δὲ ἐπὶ τὰ παρὰ τοῖς ἄλλοις | |
εἰρημένα. | 48 | |
1(t) | Ἐπὶ ἀνδρῶν ἀκολάστων | |
1 | Κήλων· 〈ὁ εἰς τὰ ἀφροδίσια ἐπιρρεπής· ἀπὸ μεταφορᾶς τῶν ὀχευτῶν ὄνων〉. 〈Ἀρχίλοχος (fr. 184 L.—B.)· ὥστ’ ὄνου Πριηνέως κήλωνος ἐπλήμυρον〉. Οἰφόλης 〈καὶ φιλοίφας〉· ἀπὸ τοῦ οἴφειν ὅ ἐστι περαίνειν. | |
5 | Τιτάν· 〈ὁ κίναιδος καὶ † πειώλησ〉, 〈ἀπὸ τοῦ τιταίνειν ἤγουν ἐντείνειν〉. Λάγνης ἤτοι λαγόνης 〈ἤγουν λίαν πολύγονοσ〉 ἢ λαγύνης ἀπὸ τοῦ λα ἐπιτατικοῦ μορίου 〈καὶ τοῦ γυνή〉. Μάχλος, 〈ἀφ’ οὗ καὶ ἡ κατὰ τὸν Πάριν μαχλοσύνη〉, ὁ δίυγρος | |
10 | 〈ὑπὸ καταφερείας· ὅθεν καὶ Αἰσχύλος (fr. 325 Nauck) τὴν ῥεομένην ἄμπελον μάχλον ἔφη〉. Πάν· ὁ κατάφορος 〈καὶ συνουσιαστικός· ὅθεν παρὰ Καλλιμάχῳ τὸ (fr. 689 Pf2)· Πὰν τρύπανον αἰπολικόν〉· 〈τὸ τρύπανον καὶ κίναιδον σκώπτει〉. | |
15 | Κένταυρος· 〈ὁ αἰσχρῷ ἔρωτι κεντῶν ταῦρον ὅπερ ἐστὶν ὄρρον〉· 〈ἔτι δὲ καὶ λάσταυρος· ὁ πάσχων, ὡς οἷον λασιόταυρος, ἤγουν δασὺς τὸν τοιοῦτον ταῦρον〉. | |
2(t) | Ἐπὶ γυναικῶν | |
1 | Μισήτη, 〈βαρυτόνως πρὸς διαστολὴν τῆς ὀξυτονουμένης, ἡ κοινὴ καὶ ῥᾳδία. Χρῆσις αὐτῆς ἐστι παρὰ Κρατίνῳ (fr. 316 K) καὶ Σώφρονι (fr. 130 Kai.). Χρῆται δὲ αὐτῇ καὶ παροιμία ἐν τῷ (Archil. fr. 186 L.—B.)· περὶ σφυρὸν παχεῖα μισήτη γυνή〉. | |
5 | Κασαλβάς· ἀπὸ τοῦ καλεῖν καὶ σοβεῖν 〈τοὺς ἐραστάσ〉, τουτέστι πορνεύεσθαι. Πλεονάζει δὲ ἐπὶ τῆς λοιδόρου, ὡς καὶ τὸ λοιδορεῖν κασαλ‐ | |
βάζειν. Κασωρίς· 〈ἡ πόρνη διὰ τὸ κάσαι ὅ ἐστι κοσμῆσαι τὴν ὥραν οὐ δεόν‐ τωσ〉 καὶ κασωρῖτις. 〈Ἀντιφάνης δὲ κασωρῖτιν ἔφη (fr. 320 K) τὴν | 49 | |
10 | ἐπὶ τέγους προεστῶσαν. Οὕτω δὲ καὶ Ἱππῶναξ (fr. 135 c Masson)〉. 〈Λαικάστρια· ἡ πόρνη· ἐκ ῥήματος παράγεται τοῦ λαικάζειν. Αὐτὸ δὲ παρὰ τὸ λα ἐπιτατικὸν γίνεται καὶ τὸ κάζειν, ὅ ἐστι κοσμεῖν. Σκώπτεται γὰρ καὶ τὸ ἀκαίρως ὡς ἐπὶ φαύλῳ ἔρωτι κοσμεῖσθαι〉. Φορβὰς 〈γυνή· παρὰ Σοφοκλεῖ ἐν Φοίνικι (fr. 720 P), ἡ πολλοῖς | |
15 | προσομιλοῦσα τροφῆς χάριν〉. Χαλιμάς· ἀπὸ τοῦ ἐκ μέθης ἢ μανίας ἢ ἀκολασίας χαλᾶσθαι. Χάλις δὲ καὶ ὁ ἄκρατος. Λούπα· λέγεται δὲ οὕτως παρὰ Ἰταλιώταις ἡ λύκαινα· 〈ὃ δὴ ὄνομα μετῆκται ἀστείως εἰς ἑταιρίδων προσηγορίαν· τὸ ζῷόν τε γὰρ ἁρπακτικόν, | |
20 | ἡ λούπα εἴτουν λύκαινα, καὶ αἱ ἑταιρίδες δὲ ὁμοιότροποι〉. 〈Σποδησιλαύρα· ἡ πόρνη, λεγομένη οὕτω παρὰ τὸ διατρίβειν τὰ πολλὰ ἐν ὁδοῖς ἢ καὶ δημοσίᾳ συμπλέκεσθαι· τὸ γὰρ σποδεῖσθαι καὶ ἐπὶ μίξεως τίθεται. Διὸ ἡ αὐτὴ καὶ〉 χαμαιτύπη 〈λέγεται ὁμωνύμως τῷ κατ’ αὐτὴν στρώματι (?)〉. | |
25 | Μυσάχνη· 〈σκῶμμα πόρνησ〉· 〈ταὐτὸν δ’ εἰπεῖν, ἡ μυσαρά, ὡς ἀπὸ τοῦ μυσάττω οὗ παρακείμενος μεμύσαχα· ὅθεν μυσάχνη, πλεονασμῷ συνήθει τοῦ ν〉, 〈πρὸς ἀναλογίαν τοῦ ἁλὸς ἄχνη καὶ εἴ τι τοιοῦτον〉· 〈Ἀρχίλοχος (fr. 248 L.—B.)〉. Ἐργάτις· 〈Ἀρχίλοχος (fr. 242 L.—B.)〉. | |
30 | Δῆμος, 〈ἤγουν κοινὴ τῷ δήμῳ〉, 〈παρὰ Ἀρχιλόχῳ (fr. 241 L.—B.)〉. Λέγεται δὲ δημὸς καὶ τὸ λίπος. 〈Παχεῖα· διὰ τὸ πολύτροφον〉· 〈Ἀρχίλοχος (fr. 240 L.—B.)〉. Βορβορόπη, 〈παρὰ τὸν βόρβορον καὶ τὴν ὀπήν〉· 〈ὁ βαρύγλωσσος Ἱππῶναξ (fr. 135 b Masson) βορβορόπην ὕβρισε γυναῖκά τινα, σκώπτων | |
35 | ἐκείνην ἐς τὸ παιδογόνον ὡς ἀκάθαρτον〉. 〈Ἀνασυρτόλις〉. 〈Ἀνασεισίφαλλος, ὡς ἀνασείουσα τὸν φάλητα. Ἱππῶναξ (fr. 135 Masson)〉. 〈Καὶ μὴν ὁ Ἀνακρέων τὴν τοιαύτην οὐ πάνυ σφοδρῶς, ἀλλὰ περιεσκεμμένως, πανδοσίαν (fr. 156 Bgk) ὠνείδισε〉, 〈πρὸς παίγνιον | 50 |
40 | τῆς Πανδώρασ〉. Λεωφόρος, 〈ὡς Ἀνακρέων (fr. 157 Bgk)〉. Πολύυμνος· 〈τοῦτο σεμνότερον δῆθεν πόρνης ἐπίθετον διὰ τὸ αὐτῆς περιώνυμον〉· 〈Ἀνακρέων (fr. 159 Bgk)〉. 〈Μανιόκηπος γυνή· ἡ περὶ μίξεις μεμηνυῖα. Κῆπος γὰρ νῦν〉 〈τὸ | |
45 | παρὰ Λυκόφρονι (v. 1385) ἐπείσιον〉. 〈Εἰλίπους〉. 〈Χαλκιδῖτις· δι’ εὐτέλειαν τοῦ διδομένου νομίσματοσ〉. 〈Ἀπομύζουρις· γυνὴ ἡ αἰσχροποιός, παρὰ τὸ μυζᾶν ἤγουν θηλάζειν οὐράν〉. | |
2(50) | 〈Σατύρα〉. 〈Γεγωνοκώμη· λέγεται οὕτω διὰ τὸ ἐν ταῖς κώμαις, τουτέστι ταῖς ἀμφόδοις, γεγωνίσκειν ἢ περιβόητος εἶναι〉. 〈Ὡς δὲ κύων καὶ τῇ κωμῳδίᾳ ἐνέτεξε σκῶμμα γυναικεῖον τὴν εἰρημένην κύνειραν, ἤγουν τὴν τὸν κύνα εἰρύουσαν, ὅπερ ἐστὶν ἐφελκομένην, παλαιὰ | |
55 | χρῆσις δηλοῖ〉. | |
3(t) | Ἐπὶ ἐκδεδιῃτημένων καὶ ἐξηταιρημένων ἀρρένων | |
1 | Βάκηλος· ὁ ἀπόκοπος ὃν ἔνιοι γάλλον λέγουσι. Λευκόπυγος· ὁ ἄνανδρος, 〈Ἄλεξις ὁ κωμικός (fr. 321 K)〉· καὶ ἔμπαλιν μελάμπυγος, ὁ ἀνδρεῖος, 〈ὅθεν καὶ παροιμία τὸ (cf. Archil., fr. 211 L.—B.)· οὔπω μελαμπύγῳ ἐνέτυχες, ὁποῖός τις ἐν ἱστορίαις φέρεται | |
5 | καὶ ὁ Ἡρακλῆσ〉. Νώθουρος, 〈ἤγουν ὁ νωθὴν ἔχων τὴν οὐρὰν ἐν τῷ συγγίνεσθαι· οὕτω γὰρ ἔλεγον τὸ κατ’ ἄνδρας αἰδοῖον. Ὁ δὲ τοιοῦτος ἀνὴρ καὶ ἄστυτος ἐλέγετο, καθὰ καὶ οἶκος ἄστυτος〉—〈οἷον παρὰ Ξενάρχῳ (fr. 1 Kock)· «Πελοπιδῶν ἄστυτος οἶκος», ἤγουν ἄκαρπος, ἄγονος, καί (id. ibid.)· | 51 |
10 | «φθίνει δόμος ἀστύτοισι δεσποτῶν κεχρημένος τύχαισ»〉—〈ὁ μὴ ἔχων ἄνδρα ὃς ἔχοι ἂν λέγειν τὸ (Ar. Aves 1256)· «στύομαι τριέμβολον», ἀλλὰ μᾶλλον τό· Ἀστυάναξ γέγονα〉· 〈ὁ Ὁμηρικὸς Ἀστυάναξ δριμέως πέπαικται καὶ ἐπί τινος δυσκινήτου τὰ εἰς λαγνείαν, ἀπὸ τοῦ στύειν〉. | |
15 | Κυσολέσχης· 〈ὃν ἄν τις διασαφῶν κιναιδολόγον ἐρεῖ, κοινότερον δὲ ἄλλως αἰσχρορρήμονα〉. Σχινοτρώξ· ὁ μαλακός. 〈Ὁ παρὰ τῷ Κρατίνῳ (fr. 389 K)〉 ἀρρενώπας· 〈τὰ μὲν ἄλλα γύνις ὤν, ἔχων δέ τι ἀνδρόμορφον· οἱ δὲ τοιοῦτοι καὶ ἀνδρόγυνοι λέγον‐ | |
20 | ται〉. Εἰδομαλίδης· 〈τῶν τις μεθ’ Ὅμηρον, τὸ μὲν μῆλον δωρίσας εἰς μᾶλον, τὴν δὲ ὄψιν εἰς εἶδος μεταλαβὼν καὶ μεταθεὶς τὰς λέξεις, —Ἀλκαῖος δὲ ἦν ἐκεῖνος ὁ κωμικός—εἰδομαλίδην (fr. 37 K) ἔφη σκωπτικῶς τινα〉, ἀπὸ τοῦ καλλωπίζειν τὰ μῆλα τῆς ὄψεως, 〈ἐρευθόμενον δηλαδὴ κωμι‐ | |
25 | κώτερον〉. Δεισαής· ἀπὸ δείσης, τῆς ἀκαθαρσίας. Χάσκαξ· ἀπὸ τοῦ κεχηνέναι. Χαλαίβασις· ἀπὸ τοῦ χαλαρῶς βαδίζειν. Κόλλοψ· 〈ὁ σκληρός, ὑπὲρ τὴν ἀκμὴν πάσχων· καὶ κολλοπο‐ | |
30 | διῶκται οἱ ἄγριοι περὶ τὰ τοιαῦτα〉· ἀπὸ τοῦ ἐπαυχενίου τοῦ ταύρου δέρματος ἐξ οὗ καὶ 〈οἱ τῶν ὀργάνων πάλαι ποτὲ〉 κόλλαβοι. Ἐκδρομάδες· 〈οἱ ἀκολασταίνοντες ὑπέρακμα, ὡς παραδεδραμηκότες | |
τὴν ὥραν καὶ ἀνάπαλιν ὄντες τοῖς πρῶτον ὑπηνήταισ〉. Βροτολοιγός· οἱονεὶ βροτοφθόρος· 〈κοινότερον μὲν ὁ ἀνδροφόνος, | 52 | |
35 | δύναται δέ ποτε σκωφθῆναι τοιοῦτος καὶ ὁ ἄτεχνος ἰατρός. Ὁ δὲ κωμικὸς (?) βροτολοιγὸν ἰδίως που ἔφη τὸν καὶ αἰσχρολοιχὸν λεγόμενον, διὰ τὸ τοὺς τοιούτους παραιτίους γίνεσθαι τοῦ μὴ κύειν γυναῖκας καὶ οὕτως ἐπ’ ὀλέθρῳ βροτῶν εἶναι〉. 〈Κυβάλης· ὁ ὡσπερεὶ κυφός, ἐκ τοῦ κατακύπτειν συχνῶς. Ὃν καὶ | |
40 | ἡμίανδρον καὶ ἡμιγύναικα καὶ σποδόρχην ἐβλασφήμουν〉. | |
4(t) | Εἰς πονηρούς | |
1 | Πονηρός· ὁ τὸ ἦθος δόλιος· πόνηρος δέ, ὁ ἐπίμοχθος καὶ οἱονεὶ πονοεργός. Ἀλάστωρ· ὁ πράττων τι μὴ δυνάμενον ἐν λιταῖς συγχωρηθῆναι ἤ, ὡς ὁ Χρύσιππος (S.V.F. II, 47, fr. 157 s. Arnim), ἐλάστωρ τις ὢν ἄξιος | |
5 | ἐλαύνεσθαι, διὰ φόνον ἤ τι τοιοῦτον· τοιοῦτον δὲ καὶ ὁ ἀλιτρὸς καὶ ὁ ἀλιτήριος. Παλαμναῖος· 〈οὐ μόνον κοινότερον ὁ βριαρόχειρ, ἀλλὰ καὶ ὁ αὐτοχειρὶ φονεύων καὶ〉 ὁ ἐνεχόμενος μιάσματι· 〈Ψογερὰ δὲ λέξις ἀεὶ παρὰ τοῖς ῥήτορσι ὁ παλαμναῖος〉. | |
10 | Λεωργὸς καὶ λαοργός· ὁ τοὺς λαοὺς διεργαζόμενος, ἢ δημοεγέρτης, ἶσον τῷ ἀνδροφόνος, ἢ ὁ μεγαλουργός. Εὐρύβατος· ὁ πανοῦργος καὶ Εὐρυβάτης ὁ αὐτός. Ἦν δὲ Ἐφέσιος ὑποχείριος Κροίσου ὅς, αὐτομολήσας ὡς Κῦρον καὶ προδοὺς τὰ τοῦ Κροίσου ἀπόρρητα, αἴτιος ἐγεγόνει τῆς πορθήσεως τῶν Σάρδεων. Ἀριστοτέλης | |
15 | δ’ ἐν πρώτῳ Περὶ δικαιοσύνης (fr. 84 R) κλέπτην αὐτὸν γεγονέναι φησὶν ἁλόντα καὶ δεθέντα καὶ δεῖξαι προτραπέντα παρὰ τῶν φυλάκων ὅπως διὰ τῶν τοίχων ἀνιὼν εἰς τὰς οἰκίας παρέρχοιτο· λυθεὶς οὖν ἐγκεντρίδας ὑποδησάμενος καὶ τοὺς σπόγγους λαβών, ἀνέβη τε ῥᾷστα καὶ τὸν ὄροφον ἐξελὼν φυγὰς ᾤχετο. | |
20 | Φρυνώνδας· ἐπὶ πανουργίᾳ καὶ κακοηθείᾳ περιβόητος. Κιλλικῶν· ὁ καὶ Ἀχαιός, προδότης καὶ δόλιος. | |
Κέρκωπες· οἱ πανοῦργοι καὶ ἀπατηλοί, 〈οἵτινες ἄρα καὶ ἦσαν ἐκεῖνοι, εἴτε οἱ ἐξ Ὠκεανοῦ καὶ Θείας εἶναι μυθευόμενοι εἴτε καὶ ἕτεροι· οὓς καὶ ἀπολιθωθῆναί φασι διὰ τὸ ἐπιχειρεῖν ἀπατῆσαι τὸν Δία. Ἕτεροι δέ φασι | 53 | |
25 | νήσων οἰκιστὰς ὄντας Κέρκωπας ἀλλοιωθῆναι θεόθεν διὰ κακοήθειαν εἰς πιθήκων μορφὰς καὶ παρασχεῖν ὄνομα τῷ τόπῳ τὰς Πιθηκούσας· νήσων δὲ περιᾳδομένων κλῆσις αὕτη〉. 〈Ἀφ’ ὧν καὶ παροιμία κερκωπίζειν· καὶ μὴν αὐτὸ εἰρῆσθαί φασί τινες ἀπὸ ζῴων προσσαινόντων τῇ κέρκῳ〉. Καὶ κερκωπία, ἡ ἀπάτη κατὰ τὸν Σιμωνίδην (Semon. Amorg. fr. 34 | |
30 | Bergk). Τελχῖνες· οἱ 〈φθονεροὶ καὶ〉 ψογεροὶ καὶ γόητες καὶ φαρμακεῖς. 〈Στησίχορος δὲ (fr. 93 Bergk) τὰς κῆρας καὶ τὰς σκοτώσεις Τελχῖνας προσηγόρευσε〉. Ὧν δύο γένη φασὶ γεγονέναι, τὸ μὲν βάναυσον καὶ χειρωνακτικόν, θάτερον δὲ λυμαντήριον τῶν καλῶν. Τούτους οἱ μὲν θαλάσσης | |
35 | παῖδάς φασιν, Ἀρμενίδης (F. G. Hist. 378, 8) δ’ ἐκ τῶν Ἀκταίωνος κυνῶν γενέσθαι μεταμορφωθέντων ὑπὸ Διὸς εἰς ἀνθρώπους· 〈τοῦτο δὲ διὰ τὸ ἀγρίως ἔχειν ὡς καὶ μυθεύεσθαι σκηπτοὺς ἀφιέναι καὶ ποτήριον δοκεῖν ἔχειν ἐν ᾧ ῥίζας κυκῶντες ἐφάρμασσον γοητευτικῶς. Ἀνατίθεται δὲ αὐτοῖς καὶ ἡ κατασκευὴ τῆς κατὰ τὸν Κρόνον ἅρπης ᾗ τὸν πατέρα Οὐρανὸν | |
40 | εὐνούχισε〉. Ἄλλοι δὲ τοὺς τὴν Ῥόδον οἰκοῦντας, ὅθεν καὶ Τελχινία ἡ νῆσος ἐλέγετο. Τινὲς δέ, ὧν ἐστι καὶ Σιμμίας (F 17 Fränkel) τοὺς τῆς Κρήτης οἰκήτορας. Εἰσὶ δὲ οἳ καὶ τὴν ἀγαλματοποιίαν καὶ τὴν τῶν μετάλλων εὕρεσιν εἰς τούτους ἀναφέρουσιν, ἀμφιβίους τε γεγονέναι καὶ παρηλ‐ λαγμένους ταῖς μορφαῖς λέγουσι· τὰ μὲν γὰρ δαίμοσι, τὰ δ’ ἀνθρώποις, | |
45 | τὰ δὲ ἰχθύσι, τὰ δὲ ὄφεσιν ἐμφερεῖς γίνεσθαι· εἶναι δὲ 〈αὐτῶν ἐνίουσ〉 καὶ ἄχειρας καὶ ἄποδας, πάντας δὲ γλαυκῶπας καὶ μεγαλόφρυας καὶ ὀξυδερκεστάτους καὶ μέσον τῶν δακτύλων δέρματα ἔχοντας ὥσπερ τοὺς χῆνας. 〈Οἱ δὲ εἰπόντες τρεῖς αὐτοὺς εἶναι ὀνόματα κομίζουσιν αὐτοῖς Χρυσὸν καὶ Ἄργυρον καὶ Χαλκὸν ὁμωνύμως ὕλῃ ἣν ἕκαστος εὗρε. Κατομ‐ | |
4(50) | βρηθέντες δὲ ὑπὸ Διὸς ἢ τοξευθέντες ὑπὸ Ἀπόλλωνος ὤλοντο〉. Τινὲς δ’ αὐτοὺς παρὰ τὸ θέλγειν Θελγῖνας ὀνομάζουσιν. Λαίθαργος· λαθροδήκτης κύων. 〈Τροπικῶς δὲ σημαίνει καὶ ἐπίβουλον ἄνθρωπον κρύφα βλάπτοντα〉. Σοφοκλῆς (fr. 885 P)· Σαίνουσα δάκνεις καὶ κύων λαίθαργος εἶ. | |
55 | Κνώδαλον· θηρίον. Πλεονάζει δ’ ἐπὶ τοῦ θαλασσίου, ἀπὸ τοῦ ἐν ἁλὶ | |
κινεῖσθαι. Φιλήτης· ὁ κλέπτης. 〈Χρῆσις μὲν παρά τε Ἡσιόδῳ (Op. 375) καὶ παρὰ Ἀρχιλόχῳ ἐν τῷ (fr. 20, 11 L.—B.)· Φιλῆτα νύκτωρ περὶ πόλιν πολευμένῳ, ἤγουν κλέπτῃ νυκτιλόχῳ〉. | 54 | |
60 | Κιξάλης· πολύτροπος. Χλαινοθήρας· ὁ λωποδύτης. Χθόνιος· στυγνὸς καὶ κατηφὴς καὶ δόλιος· ὁ αὐτὸς καὶ σκοτοιβόρας, 〈ὡς ὑπὸ σκότῳ βιβρώσκων τὸν πολεμούμενον· αὐτὸ μέντοι δύναταί ποτε δηλῶσαι καὶ τὸν κρύφα μονοφαγοῦντα, ἵνα ᾖ τότε αὐτὸς συζυγῶν τῇ παρ’ | |
65 | Ἡσιόδῳ (Op. 704) δειπνολόχῳ γυναικί. Ἀναλογία δὲ πάντως τοῦ σκοτοι‐ βόρας πρὸς τὸ ὁδοιπόρος, ὁδοιδόκος καὶ τὰ ὅμοια〉· καὶ σκοτομήδης. Ὕπουλος· ὁ μὴ ὑγιὴς τὸν τρόπον, 〈ὡς ἀπὸ ἑλκῶν ἃ δοκοῦντα ὑγιᾶσθαι οὐκ εἰς παντελὲς καθαρεύει, ἀλλὰ δηλαδὴ ὑπὸ τὴν προφαινομένην οὐλὴν κακόν τι κρύπτει〉. | |
70 | Βυσαύχην· ὁ ἐπιβουλευτικός· 〈καὶ ἴσως φυσιογνωμικῶς ἐρρέθη, ὡς ἀπὸ ζῴων ὅσα λοχῶντα ἢ ἄλλως θυμούμενα σιμοῦσι τοὺς αὐχένας ἐν τῷ μέλλειν ἐμπηδᾶν〉. Σίνδρων· ὁ κακοήθης. Κωρυκαῖος· ὁ περίεργος. | |
75 | Τενέδιος. χαλεπὸς καὶ ἀπότομος. Δήμιος δημόκοινος 〈ὃς καὶ〉 ἄνδραχνος 〈ἢ ἄνδραγχος ἐπεκαλεῖτο〉· ἐπὶ τῶν πονηρῶν. Ἐπίσφατος· ὁ ὀλέθριος, 〈πλεονασμῷ συνήθει τοῦ ς, παρὰ τὸ πεφάσθαι〉. | |
80 | Μινυθώδης· ὁ εὐμετάβολος καὶ ἐπ’ ὀλίγων πιστός. Ἐπέτειος· ὁ μὴ μόνιμος 〈μηδὲ διηνεκὴς τὰ εἰς φιλίαν, ἀλλ’ ὡς εἰπεῖν, κατ’ ἔτος ἢ ἐξ ἔτους εἰς ἔτος μεταβαλλόμενος. Οὗ χείρων πάνυ ὁ ἐφημέ‐ ριος〉. Λιρός· ὁ ἀναιδής, 〈ἴσως παρὰ τὸ λίαν, τὸ ῥῶ τὸ λέγω, ἵνα δηλοῖ τὸν | |
85 | ἀκρολόγον καὶ παρὰ τὸ δέον πολυλόγον καὶ ἀκαιροπαρρησιαστήν〉. Αἰόλος· ὁ ποικίλος καὶ πανοῦργος. Καὶ δυσηχὴς καὶ ἀπηχής· ὁ χαλεπός. Ἀποφράς· ἀπὸ τῶν μελαινῶν ἡμερῶν. Ἀνήλατος· ὁ ἀπειθὴς 〈παρὰ Ἀνακρέοντι (fr. 140 Bgk)· ἀπὸ | 55 |
90 | ζυγίων〉 καὶ στόμις ὁ αὐτὸς 〈παρ’ Αἰσχύλῳ (fr. 442 N2), ὁ ὥσπερ στόματι ἀντερείδων χαλινοῖσ〉. Ἀγέρωχος· ὁ ἄκοσμος 〈καὶ ἀλαζών· Ἀλκαῖος (fr. 402 L.—P.) καὶ Ἀρχίλοχος (fr. 219 L.—B.)〉. Ἔστιν ὅτε καὶ ὁ σεμνός, 〈ὡς Ἀλκμὰν (fr. 122 Bgk) βούλεται〉. | |
95 | Σκάπερδος· ὁ δυσχερής. | |
5(t) | Εἰς ἀλαζόνας | |
1 | Ἀλαζὼν ὠνομάσθη παρὰ τὸ ἀλώμενος ζῆν· τάσσεται δὲ κἀπὶ τῶν ὁπωσοῦν αὐχούντων περὶ ἑαυτῶν. 〈Ὁ Κυβήβῃ κατεχόμενος ἢ καὶ ἄλλῳ δαίμονι καταχρηστικῶς κύβηβος ἐλέγετο· ὁ καὶ〉 σάβος 〈καὶ σαβάζιος〉 καὶ βάκχος καὶ | |
5 | βαβάκτης καὶ βάβαξ 〈καὶ ἐμμανὴς〉 καὶ φλέδων. Λαπίθης· ὁ αὐχηματίας· ἀπὸ τοῦ λαοὺς εἰς ὄπιν ἤτοι ἐπιστροφὴν ἄγειν, περιαυτολογούμενος. | |
6(t) | Εἰς ἀγοραίους καὶ πολυπράγμονας καὶ φιλεγκλήμονας | |
1 | Συκοφάντης· 〈οὕτω καλοῦνται οἱ ἐπηρεάζοντες ἀπὸ τοιαύτης αἰτίας· τὸ παλαιόν, ἀπειρημένον ἦν σῦκα ἐξάγειν ἐκ τῆς Ἀττικῆς, τοῦ φυτοῦ κατ’ ἀρχὰς θαυμαζομένου. Τοὺς ἀκριβῶς οὖν διερευνῶντας τὸ τοιοῦτον οὕτως ὀνομασθῆναι λέγουσιν ἀπὸ τῆς ὀπώρας. Παρασχεῖν οὖν | |
5 | καὶ τοῖς ὁπωσοῦν μάτην ἐγκαλοῦσι τὴν ὀνομασίαν, ἅμα καὶ τοῦ φαίνειν τὸ ἐγκαλεῖν ἢ εἰς δίκην εἰσάγειν δηλοῦντοσ〉. Ἀπὸ δὲ τῆς περὶ τὸν συκοφάν‐ την ἱστορίας ἐλέγετο ὁ φιλεγκλήμων καὶ συκαστὴς καὶ συκόβιος καὶ συκωρὸς καὶ συκολόγος 〈καὶ φιλόσυκος〉 καὶ συκώδης καὶ συκοσπαδίας, 〈ἴσως ἀπὸ τοῦ πάντα ἐγκλήματα ἐφέλκεσθαι〉. | 56 |
10 | Λύκου δεκάς· ὁ προδιδοὺς τὰς ὑποθέσεις συνήγορος· ὁ αὐτὸς καὶ λιθωμότης. Ἀρχολίπαρος· ὁ λιπαρῶν ἵνα ἀρχῆς τύχῃ· ἢ ὁ ἐκ τοῦ ἄρχειν λιπαινόμενος· ὁ αὐτὸς καὶ ἀρχογλυπτάδης 〈ἤγουν ὡσπερεὶ γλύφων τὰς ἀρχάσ〉. | |
15 | Σπερμονόμος· ὁ σπερμολόγος. 〈Εἶδός ἐστιν ὀρνέου λωβώμενον τὰ σπέρματα. Ἐξ οὗ οἱ Ἀττικοὶ σπερμολόγους ἐκάλουν τοὺς περὶ ἐμπόρια καὶ ἀγορὰς διατρίβοντας διὰ τὸ ἀναλέγεσθαι τὰ ἐκ τῶν φορτίων ἀπορρέοντα καὶ διαζῆν. Ἐκ τούτων δὲ τὴν αὐτὴν ἐλάγχανον κλῆσιν καὶ οἱ οὐδενὸς λόγου ἄξιοι〉. | |
20 | Συνωμότης· ὁ κατὰ δήμου συνιστάμενος. Ξυναγωγεύς· ὁ τοὺς ξυνωμότας ὑποδεχόμενος. Πυρπαλάμης· ὁ πανοῦργος· ἐξ οὗ καὶ πυρπαλαμᾶσθαι, τὸ κακο‐ τεχνεῖν καὶ οἱονεὶ διὰ πυρὸς ἱέναι πανουργίας ἕνεκα. Στρεψίμαλλος· ὁ περιλαλῶν καὶ κακοσχόλως φράζων. 〈Ἔλαβον τὸ | |
25 | σκῶμμα ἀπὸ ἐρίων συνεστραμμένους μαλλοὺς ἐχόντων καὶ οὕτω δυσλύ‐ των〉. Κόβαλος καὶ κόπις καὶ κόβακτρος καὶ βωμολόχος καὶ βώμαξ· ὁ φλύαρος. Κομψός· ὁ ἐναντίος τῷ ἁπλῷ καὶ ἥκιστα σοφιστικῷ. | |
30 | Λίσπη· ἡ ἐκτετριμμένη γλῶσσα. Ἐγγλωττογάστωρ· ὁ ἀπὸ τῆς γλώττης διατρεφόμενος, 〈πρός τινα | |
ὁμοιότητα τοῦ ἐγχειρογάστορος〉. Γλώσσασπις· ὁ τῇ γλώσσῃ οἱονεὶ προβολῇ χρώμενος 〈διὰ τὸ στωμύλ‐ λεσθαι ἀναιδέστερον〉. | 57 | |
35 | Τοὺς δ’ αὐτοὺς καὶ κροτήματα 〈καὶ κρόταλα〉 καὶ σπάλαθρα καὶ δοίδυκας καὶ τορύνας καὶ τρύπανα—〈ὅπερ ἐμφαίνει καὶ Ἀριστοφάνης ὅπου τρύμην (Nub. 448) θηλυκῷ γένει τὸν τοιοῦτον ἄνδρα ἔφη〉—καὶ πολυκαλινδήτους καὶ βορβοροταράξεις λέγουσιν. | |
7(t) | Εἰς μωροὺς καὶ εὐήθεις | |
1 | Λέμφος· ὁ ἀνόητος καὶ μυξώδης. Κοάλεμος, 〈ἐν τῇ κωμῳδίᾳ (Ar. Equ. 198), ἤγουν ἐν τῷ κοεῖν ἤτοι νοεῖν ἀλώμενοσ〉. Ὁ Κίμωνος πρόπαππος δι’ εὐήθειαν οὕτως ἐκαλεῖτο. Τηθαλλαδοῦς· ὁ ὑπὸ τήθης τρεφόμενος, ὡς τῶν τοιούτων διὰ τὸ | |
5 | ἀνειμένον τῆς τροφῆς εἰς εὐήθειαν ἐπιδιδόντων. Χαῦνος· ὁ ἐναντίος τῷ πυκνῷ, ὅπερ ἐστὶ συνετῷ. Κόδρος· ὁ δι’ ἀρχαιότητα εὐήθης. 〈Κόδρος δὲ θανάτῳ ἑαυτὸν ἐπιδοὺς ὑπὲρ τῆς τῶν πατριωτῶν Ἀθηναίων νίκης, ὡς καὶ Λυκόφρων (v. 1389) ὑπολαλεῖ, ἐποίησε κόδρους καλεῖσθαι τοὺς δι’ ἀρχαιότητα εὐήθεισ〉. | |
10 | Βλάξ· 〈ὁ καταβεβλημένος οἷον καὶ μὴ δυνάμενος ὀρθοῦσθαι διὰ τρυφὴν ἢ καὶ εὐήθειαν〉, ἀπό τινος ἰχθύος βλακός, ἀχρείου τέλεον, 〈ὡς μηδέν τι ζῷον ἐσθίειν αὐτοῦ. Καὶ βλακεύεσθαι δὲ τὸ μωραίνειν καὶ βλακεύματα αἱ εὐήθειαι〉. 〈Τὸν λάρον τῇ εὐηθείᾳ ἡ ὕστερον προσοχὴ παροιμιακῶς ἀποκληροῖ· | |
15 | ὅθεν καὶ λάρους τοὺς εὐήθεις φαμέν〉. Κέπφος· 〈ὁ εὐήθησ〉, 〈καθὰ καὶ παρὰ τῷ Κωμικῷ (Ar. Pax 1067, etc.) ἔστιν εὑρεῖν〉. Ἀπὸ κούφου τινὸς ὀρνιθαρίου καὶ εὐμεταχει‐ ρίστου, 〈ὡς Λυκόφρων ἐν Ἀλεξάνδρᾳ (v. 76)· Κέπφος ὣς ἐνήξατο. Ὃν λέγουσιν οἱ ἰδιῶται κέφοσ〉. | |
20 | Ὦτος· εἶδος ὀρνέου μιμηλοῦ πρὸς τοῖς ὠσὶ τὰς πτέρυγας ἔχοντος, | |
ὁμοίου γλαυκί, ὡς Ἀριστοτέλης (H. An. 597 b 21) φησίν· οὕτως δὲ καὶ τοὺς εὐεξαπατήτους ἔλεγον. 〈Διὸ καὶ ἡ κωμῳδία (Com. adesp. 47 K), σκώπτουσα τοὺς Ἀθηναίους, «Ὦ μόνοι ὦτοι τῶν Ἑλλήνων» ἔφη, λοιδο‐ ροῦσα ἐκείνους ὡς ῥᾷον ἀπατωμένους οἷς ἀκούουσιν〉. | 58 | |
25 | 〈Τὸν μωρὸν οἴδαμεν σάνναν καλεῖσθαι ὡς ἀπό τινος κυρίου ὀνόματος. Καὶ παράγεται Κρατῖνος (fr. 337 K) κωμῳδῶν τοιοῦτον ὄντα τὸν Θεοδο‐ τίδην «σάνναν»〉. 〈Ἴσως δὲ καὶ ὁ Σάννας ἢ Σάννος ἐκ τοῦ σαίνειν παρῆκται〉. Κόροιβος· ὁ εὐήθης, ἀπὸ τοῦ Μυγδόνος, Φρυγὸς τὸ γένος, ὃς δοκεῖ | |
30 | ὕστατος τῶν ἐπικούρων ἀφικέσθαι τῷ Πριάμῳ, δι’ εὐήθειαν. Μαργίτης· ὁ ἄφρων, ἀπὸ τοῦ μαργαίνειν ὅ ἐστι μωραίνειν· 〈ὃν ὁ ποιήσας τὸν ἐπιγραφόμενον Ὁμήρου Μαργίτην ὑποτίθεται εὐπόρων μὲν εἰς ὑπερβολὴν γονέων φῦναι, γήμαντα δέ, μὴ συμπεσεῖν τῇ νύμφῃ ἕως ἀνασχισθεῖσα ἐκείνη τετραυματίσθαι τὰ κάτω ἐσκήψατο, φάρμακόν τε | |
35 | μηδὲν ὠφελήσειν ἔφη πλὴν εἰ τὸ ἀνδρεῖον αἰδοῖον ἐκεῖ ἐφαρμοσθείη· καὶ οὕτω θεραπείας χάριν ἐκεῖνος ἐπλησίασεν〉. Μαμμάκυθος, Ἀμφιετίδης, Μελητίδης· ἐπὶ μωρίᾳ διαβε‐ βοημένοι. Ὧν φασι τὸν τρίτον ἀριθμεῖν μὴ ἐπίστασθαι, εἰ μὴ ἄχρι τῶν πέντε, ἀγνοεῖν δὲ καὶ πρὸς ὁποτέρου τῶν γονέων ἀποκυηθείη, τῆς τε | |
40 | νύμφης μὴ ἅψασθαι, εὐλαβούμενον τὴν πρὸς τὴν μητέρα διαβολήν. 〈Τούτους ἡ ἱστορία λόγου ἠξίωσεν ἐν οἷς καὶ τὸν τὰ κύματα μετροῦντα Πολύδωρον καὶ τὸν ἐν τῷ καθεύδειν θέμενον ὑδρίαν κενὴν ὑγροῦ πρὸς τῇ κεφαλῇ καὶ θλιβούμενον τῇ σκληρότητι καὶ διὰ τοῦτο ἄχυρα παραβύσαντα καὶ τὸ σκεῦος πλήσαντα ἵνα οἱ δῆθεν μαλακὸν εἴη προσκεφάλαιον〉. | |
45 | Ἄγγαρος· ὁ ἐκ διαδοχῆς γραμματοφόρος, καθ’ Ἡρόδοτον 〈ἐν τῷ ὀγδόῳ (VIII, 98)〉· οὕτως δὲ καὶ τοὺς εὐτελεῖς καὶ ἄφρονας ὠνόμαζον, 〈ὡς Μένανδρος (frgg. 186, 349 Kö.). Ἐξ αὐτοῦ τοίνυν τὸ ἀγγαρεύειν καὶ ἡ ἀγγαρεία〉. Ἀκκώ· ἐπὶ τῆς εὐήθους γυναικός· καὶ ἀκκίζεσθαι, τὸ μωραίνειν· | |
7(50) | ταύτην δὲ καὶ ἀπὸ τοῦ ἱστοῦ καθελομένην θοιμάτιον ἀμφιέσασθαί φασιν | |
ἡμίεργον εἴς τε τὸ κάτοπτρον ἀποβλέπουσαν ἑαυτῇ λαλεῖν ὡς ἑτέρᾳ. Λάμνη· καὶ αὕτη εὐήθης. Παρὰ Ἀριστοφάνει δὲ εὑρίσκεται πρὸς εὐήθεις ἀποφθέγματα διάφορα, οἷον τό (Equ. 89)· Σὺ δὲ κυνοκυθρολήρεον εἶ (sic). | 59 | |
8(t) | Εἰς πρεσβύτας | |
1 | Τούτους ἐν σκώμματος ἰδέᾳ τοιούτοις τισὶν ὀνόμασιν ἐβλασφήμουν Κρόνους τε ἀποκαλοῦντες καὶ Ἰαπετοὺς καὶ Τιθωνούς—λέγεται δὲ ὁ Τιθωνὸς διὰ γῆρας ἐν ταλάρῳ ἢ καρτάλλῳ〈, τῷ δηλουμένῳ ἐν τοῖς τοῦ Κωμικοῦ (?), ὡς ἂν δηλαδὴ μὴ φαίνοιτο τοῖς πολλοῖς,〉 κρεμασθῆναι, | |
5 | κατὰ δέ τινας εἰς τέττιγα μεταβληθῆναι—τοὺς δὲ σαπρούς, ἐπὶ τοῦ Σαπείρου, διὰ παλαιότητα. Τούτους δὲ βεκκεσελήνους (Nub. 398) καὶ πρωτοσελήνους (fr. 55 Dem.) Ἀριστοφάνης καλεῖ· καὶ τυμβογέροντα (fr. 55 Dem.) ἐκάλεσε τὸν ὑπέργηρων καὶ παρεξηυλημένον (Ach. 681). | |
10 | Θαλλοφόρος· ὁ τοῖς βοσκήμασι 〈θαλλὸν〉 παραβάλλων καί, 〈παροιμιακῶς, ὁ〉 εἰς ἄλλο μηδὲν χρήσιμος. Γράπις· ὁ ῥυσσός· ἀπὸ τοῦ ὡσπερεὶ καταγεγράφθαι ταῖς ῥυτίσι. Τυφογέρων καὶ τυφὸς καὶ τυφεδανός· ἀπὸ τοῦ δεῖν ἤδη τύφεσθαι ὅ ἐστι καίεσθαι 〈νεκρικῶσ〉· ἢ διὰ τὸ τετυφῶσθαι, τουτέστιν ἐπῆρθαι, | |
15 | τὰς φρένας, διὰ 〈γήρωσ〉 πολυπειρίαν. Σορόπληκτος καὶ σοροπλὴξ 〈καὶ σορέλλην· τούτου δὲ καὶ θηλυκὸν ἐπὶ πρεσβύτου τὴν σορέλλην †ἀνάκρουσιν〉. | |
Τὴν δὲ γραῦν ὁμοίως δι’ ἀρχαιότητα κύβηκα καὶ τηθῦν ἐκάλουν. Ὅμοιον σκῶμμα καὶ ὁ σκίνιψ καὶ ῥυποκόνδυλος. | 60 | |
20 | Ἁρμόζει δὲ εἰς γέροντας φειδωλοὺς καὶ ὁ κίμβιξ, 〈ὁ ῥυπαρός, ἀπὸ κιβδήλου χρυσίου καὶ ἀργυρίου〉 καὶ λιμοκίμβιξ καὶ κυμινοκίμβιξ, 〈διὰ σμικρότητα〉, καὶ 〈ὁ〉 μυσάλμης〈, γενόμενος ἐκ τοῦ μυστι‐ λᾶσθαι ἅλμην ἤγουν ἐκ τῶν εὐτελεστάτων ζῆν· ἦν γὰρ σκεύασμά τι εὐτελὲς ὃ θαλασσίαν ἅλμην ἐκάλουν. Αὐτὸ δὲ δύναται δηλοῦν καὶ τὸ ἐπιπόνως | |
25 | βιοῦν· παροιμίαν γὰρ τὴν μῦς ἐν πίσσῃ ἔνιοι μῦς ἐν ἅλμῃ μεταγράφουσι〉· καὶ συκοτραγίδης, 〈παρὰ Ἱππώνακτι (fr. 167 Masson) καὶ Ἀρχιλόχῳ (fr. 158 L.—B.), διὰ τὸ εὐτελὲς τοῦ βρώματος,〉 καὶ γλίσχρος, 〈διὰ τὸ γλίχεσθαι πολλῶν,〉 καὶ, 〈κατὰ παλαιὰν κωμῳδίαν εἰπεῖν (Com. adesp. 101 K)〉, φειδὸς 〈ἤγουν φειδωλὸς δαπάνησ〉, 〈διὰ τὸ | |
30 | φείδεσθαι πολλῶν〉, καὶ τρυσίβιος 〈παρὰ τῷ Κωμικῷ (Ar. Nub. 421)〉 καὶ θυμβρεπίδειπνος (id. ibid.) 〈ὧν ὁ μὲν δηλοῖ τὸν τρύοντα ἤτοι κακοπαθοῦντα περὶ βίον, ὁ δὲ τὸν εὐτελῶς δειπνοῦντα ὡς θύμβροις ἀρκεῖσθαι, ἅπερ ἴσως ἡ χυδαία γλῶσσα θρύμβους (sic) λέγει〉 | |
9(t) | Εἰς ἀγροίκους | |
1 | Ἀγρεῖος, κραδοφάγος καὶ κραδοπώλης, 〈ὡς ἀπὸ φύλλων καὶ δένδρων ποριζόμενοι〉. | |
10(t) | Εἰς εὐτελεῖς στρατιώτας | |
1 | Τετρώβολος καὶ διμοιρίτης. | 61 |
11(t) | Εἰς ἀπλήστους | |
1 | Γάστρις. Γαστρίμαργος. Γαστεροπλήξ. Ποντοφάρυγξ. | |
5 | Τραπεζεύς. Τραπεζολοιχὸς καὶ κνισσολοιχός. Ἐνθεσίδουλος· ὁ ψωμόδουλος· ἔνθεσις γὰρ ὁ ψωμός. Τένθης· 〈ὡς λίχνοσ〉, ἀπὸ τένθης τῆς λιχνείας. Θυάρπαξ, ὁ καὶ τὰ θύματα ἁρπάζων. | |
10 | 〈Κατὰ δὲ Ἱππώνακτα (fr. 114 c Masson), καὶ ὁ〉 μεσσηγυδορ‐ ποχέστης, ὁ μεσοῦντος τοῦ δείπνου πολλάκις ἀποπατῶν, ὅπως πάλιν ἐμπίπληται ὁ αὐτός. | |
12(t) | Εἰς δούλους | |
1 | Στίγων (Ar. fr. 97) καὶ πέδων (id. fr. 837) καὶ στιγματίας (id. Lys. 231) καὶ πεδήτης (id. fr. 65), 〈παρὰ Ἀριστοφάνει〉, καὶ, 〈ἀπὸ χρήσεως τοῦ Κωμικοῦ (cf. Menand. fr. 379 Kö.)〉, παλίμβολος καὶ τρίπρατος 〈καὶ πολλάκις ἀπημπολημένος〉. | |
13 | Ἀπὸ δὲ ἐθνῶν καὶ πόλεων καὶ δήμων πολλαὶ βλασφημίαι ῥηματικῶς πεποίηνται· 〈ἐξ ἐθνῶν μέν〉, ὥσπερ κιλικίζειν τὸ νοθολογεῖν, καὶ αἰγυπτιάζειν | |
τὸ πονηρεύεσθαι, κρητίζειν τὸ ψεύδεσθαι· | 62 | |
5 | 〈ἐκ πόλεων δέ, οἷον〉 λεσβιάζειν τὸ αἰσχροποιεῖν· 〈Φερεκράτους χρῆσις ἐν ἰάμβῳ, τό (fr. 149 K)· Δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίδας· ἀμοιβαῖον, τό (id., ibid.)· Καλόν γε δῶρον ἕπτ’ ἔχειν λαικαστρίας, | |
10 | ὡς τοιούτων οὐσῶν τῶν Λεσβίων γυναικῶν· ἐκ δήμων δὲ βλασφημία τὸ〉 αἰξωνεύεσθαι τὸ κακολογεῖν. 〈Αἰξωνεῖς γὰρ δημόται Ἀττικοὶ σκωπτόμενοι ὡς κακολόγοι, καθὰ καὶ οἱ Σφήττιοι ἐπὶ ἀγριότητι· ὅθεν ὁ Χαιρεφῶν Σφήττιος ἔσκωπται〉. | |
14 | Πολλαὶ δὲ καὶ ἀπὸ ἀριθμῶν λαμβάνονται· τρισεξώλης, 〈ὁ πάνυ ἐξώλησ〉· τριπέδων, 〈ὁ πολλάκις πεδηθεὶς κακοῦργος δοῦλοσ〉· τρίδουλος, 〈ὁ ἐκ προγόνων δοῦλος. Σοφοκλῆς (Oed. T. 1063)〉· | |
5 | τρὶς κεκορημένος, οἱονεὶ πολλάκις ἐκσεσαρωμένος 〈ἐν τῷ· «Ἀλλ’ ὦ τρὶς κεκορημένε Σμερδίη», παρὰ Ἀνακρέοντι (fr. 5 Bgk)〉, 〈καὶ «Θάσον δὲ τὴν τρισοιζυρὴν πόλιν», παρὰ Ἀρχιλόχῳ (fr. 124 L.—B.), ἤτοι τὴν λίαν οἰζυράν〉. Παρ’ Ἱππώνακτι δέ (fr. 147 Masson), 〈τὸν τρία ὑπεραναβάντι | |
10 | ἀριθμόν〉, καὶ ἑπτάδουλος καὶ ἑπτάβουλος. | 63 |