TLG 1759 002 :: SENTENTIAE PYTHAGOREORUM :: Sententiae Pythagoreorum SENTENTIAE PYTHAGOREORUM Gnom. Sententiae Pythagoreorum Citation: Sententia — (line) | ||
t | ΑΙ ΓΝΩΜΑΙ ΤΩΝ ΠΥΘΑΓΟΡΕΙΩΝ | |
1 | Ἀνανεούσθω σοι ὁ περὶ τῶν ἀγαθῶν λόγος καθ’ ἡμέραν μᾶλλον ἢ τὸ σῶμα τοῖς σιτίοις. | |
2 | ἀπαιδευσία πάντων τῶν παθῶν μήτηρ· πᾶν δὲ πάθος ψυχῆς εἰς σωτηρίαν πολεμιώτατον· τὸ δὲ πεπαιδεῦσθαι οὐκ ἐν πολυμαθείας ἀναλήψει, ἐν ἀπαλλάξει δὲ τῶν φυσικῶν παθῶν θεωρεῖται. | |
3 | ἃ κτησάμενος οὐ καθέξεις, μὴ αἰτοῦ παρὰ θεοῦ· δῶρον γὰρ θεοῦ πᾶν ἀναφαίρετον· ὥστε οὐ δώσει ὃ μὴ καθέξεις. | |
4 | ἄξιος ἄνθρωπος θεοῦ θεὸς ἂν εἴη ἐν ἀνθρώποις. | |
5 | ἄγρυπνος ἔσο κατὰ νοῦν· συγγενὴς γὰρ τοῦ ἀληθινοῦ θανάτου ὁ περὶ τὸν νοῦν ὕπνος. | |
6 | ἃ μὴ δεῖ ποιεῖν, μηδὲ ὑπονοοῦ ποιεῖν. | |
6a | ἀθανάτους σοι πίστευε παρὰ τῇ κρίσει καὶ τὰς τιμὰς καὶ τὰς τιμωρίας. | |
7 | αἱρετώτερόν σοι ἔστω λίθον εἰκῇ βάλλειν ἢ λόγον ἀργόν. | 84 |
8 | βλάπτει θεὸς οὐ χολωθείς, ἀλλ’ ἀγνοηθείς· ὀργὴ γὰρ θεοῦ ἀλλότριον· ἐπ’ ἀβουλήτῳ γὰρ ἡ ὀργή, θεῷ δὲ οὐδὲν ἀβούλητον. | |
9 | βούλει γνωσθῆναι θεοῖς; ἀγνοήθητι μάλιστα ἀνθρώποις. | |
10 | βραχύλογον μάλιστα ἡ θεοῦ γνῶσις ποιεῖ· πολλῶν δὲ λόγων περὶ θεοῦ ἡ πρὸς θεὸν ἀμαθία αἰτία. | |
11 | βουλευόμενος περὶ ἄλλου κακῶς φθάνεις αὐτὸς πάσχων ὑπὸ σεαυτοῦ κακῶς· καὶ αὐτὸς δὲ μὴ ζήτει παρὰ κακοῦ παθεῖν καλῶς· οἷον γὰρ τὸ ἦθος ἑκάστου, τοιοῦτος καὶ ὁ βίος καὶ αἱ δόσεις· ψυχὴ γάρ ἐστι ταμεῖον, ἀγαθοῦ μὲν | |
5 | ἀγαθῶν, κακοῦ δὲ κακῶν. | |
---|---|---|
12 | βουλευσάμενος πολλὰ ἧκε ἐπὶ τὸ λέγειν ἢ πράττειν· οὐ γὰρ ἕξεις ἐξουσίαν ἀνακαλέσασθαι τὰ πραχθέντα ἢ λεχθέντα. | |
13 | βασιλέα φρόνησις οὐ διάδημα ποιεῖ· νοῦς γάρ ἐστιν ὁ ἄρχων. βασιλεύων γάρ τις ἀνθρώπων καλῶς, οὗτος ὑπὸ θεοῦ βασιλεύεται. | |
14 | γλῶττα σοφοῦ οὐ προηγουμένως τίμιον παρὰ θεῷ, ἀλλὰ τὰ ἔργα· σοφὸς γὰρ καὶ σιγῶν τὸν θεὸν τιμᾷ. | |
15 | γλώτταλγος ἄνθρωπος καὶ ἀμαθὴς εὐχόμενος καὶ θύων τὸν θεὸν μιαίνει· μόνος οὖν ἱερεὺς ὁ σοφός, μόνος θεοφιλής, μόνος εἰδὼς εὔξασθαι. | |
16 | γνῶσις θεοῦ ποιεῖ βραχύλογον. | |
17 | γυμνὸς ἀποσταλεὶς σοφὸς γυμνητεύων καλέσει τὸν πέμ‐ ψαντα· μόνου γὰρ τοῦ μὴ τοῖς ἀλλοτρίοις πεφορτισμένου | |
ἐπήκοος ὁ θεός. | 85 | |
18 | γινώσκειν σε χρή, ὡς παντελῶς σπάνιον τὸ φιλοσοφοῦντί σοι ἄκρως δυνάμενον ἦθος συγκραθῆναι. | |
19 | δῶρον ἄλλο μεῖζον ἀρετῆς οὐκ ἔστι παρὰ θεοῦ λαβεῖν. | |
20 | δῶρα καὶ θυηπολίαι θεὸν οὐ τιμῶσιν, ἀναθήματα θεὸν οὐ κοσμεῖ· ἀλλὰ τὸ ἔνθεον φρόνημα διαρκῶς ἡδρασμένον συνάπτει θεῷ· χωρεῖν γὰρ ἀνάγκη τὸ ὅμοιον πρὸς τὸ ὅμοιον. | |
21 | δουλεύειν πάθεσι χαλεπώτερον ἢ τυράννοις. | |
22 | διαλέγεσθαι ἄμεινον ἑαυτῷ μᾶλλον ἢ τοῖς πέλας. | |
23 | ἐλεύθερον ἀδύνατον εἶναι τὸν πάθεσι δουλεύοντα καὶ ὑπὸ παθῶν κρατούμενον. | |
24 | ἕρμαιον διανοίας ἐστὶν ἡ πρᾳότης. | |
25 | εἴ τις τὸν θεὸν τιμᾷ ὡς προσδεόμενον, λέληθεν ἑαυτὸν δοξάζων τοῦ θεοῦ εἶναι κρείττονα. | |
26 | ἐὰν ἀεὶ μνημονεύῃς ὅτι, ὅπου δ’ ἂν ἡ ψυχή σου καὶ τὸ σῶμά σου ἔργον ἐπιτελῇ, θεὸς παρέστηκεν ἔφορος, ἐν πάσαις σου ταῖς βουλαῖς καὶ ταῖς πράξεσιν αἰδεσθήσῃ μὲν τοῦ θεωροῦ τὸ ἀδιάληστον, ἕξεις δὲ τὸν θεὸν σύνοικον. | |
26a | ἐν νοῒ τὸν θεὸν ἔχων ἀνεπιλήστως καὶ πιστεύων ὡς πάντα ἐφορᾷ, τῇ αἰδοῖ τῇ πρὸς αὐτὸν ἀνακοπήσει πάσης ἐν λόγοις καὶ ἔργοις διαμαρτήσεως. | |
27 | ἐφ’ ὅσον σεαυτὸν ἀγνοεῖς νόμιζε μαίνεσθαι. | |
28 | ζητεῖν δεῖ καὶ ἄνδρα καὶ τέκνα τὰ καὶ μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου τούτου παραμένοντα. | |
29 | ζῆν κρεῖττον ἐπὶ στιβάδος κατακείμενον καὶ θαρρεῖν ἢ | |
ταράττεσθαι χρυσῆν ἔχοντα λίμνην. | 86 | |
30 | ζῇ ὡς ἀληθῶς θεῷ ὁμοίως ὁ αὐτάρκης καὶ ἀκτήμων καὶ φιλόσοφος καὶ πλοῦτον ἡγεῖται μέγιστον τὸ μὴ δεῖσθαι τῶν ἁπάντων καὶ ἀναγκαίων· οὐ γὰρ παύσει ποτὲ ἐπιθυ‐ μίαν ἡ τῶν κτημάτων ἐπίκτησις· αὔταρκες δὲ πρὸς εὐζωΐαν | |
5 | τὸ μηδὲν ἀδικεῖν. | |
31 | ἡ τῶν ὄντως ὄντων κτῆσις διὰ ῥᾳστώνης οὐ παραγίνεται. | |
32 | ἡγοῦ μάλιστα ἀγαθὸν εἶναι, ὃ καὶ ἑτέρῳ μεταδιδόμενον σοὶ μᾶλλον αὔξεται. | |
33 | ἡγοῦ μάλιστα φίλους εἶναι τοὺς εἰς σοφίαν σε ὠφελοῦντας. | |
34 | ἡ τῶν περιστάσεων ἀνάγκη τοὺς μὲν φίλους δοκιμάζει, τοὺς δὲ συγγενεῖς ἐλέγχει. | |
35 | ἡγοῦ παντὸς ἀνοήτου καὶ τὸν ψόγον καὶ τὸν ἔπαινον καταγέλαστον καὶ τῶν ἀμαθῶν ὄνειδος εἶναι τὸν βίον. | |
37 | ἡ κακὴ κρίσις παντὸς αἰτία κακοῦ. | |
38 | θαυμάζειν οὔτε δύναμιν ἀσύνετον χρὴ οὔτε συνέσεως ἀδυνάτου καταφρονεῖν. | |
39 | θεὸς δεῖται οὐδενός· σοφὸς δὲ μόνου δεῖται θεοῦ· διὸ οὐκ ἐπιστρέφεται κἂν ὑπὸ πάντων ἀνθρώπων ἀγνοῆται. | |
40 | θεοῦ ἄξιος ἄνθρωπος ὁ θεοῦ ἄξια πράττων. | |
41 | θυηπολίαι ἀφρόνων πυρὸς τροφή· τὰ δ’ ἀναθήματα ἱεροσύ‐ λοις χορηγία. | |
42 | θέλε τοὺς συνόντας σοι αἰδεῖσθαί σε μᾶλλον ἢ φοβεῖσθαι· | |
αἰδοῖ μὲν γὰρ πρόσεστι σέβας, φόβῳ δὲ μῖσος. | 87 | |
43 | θεῷ ὅμοιον ἔχει ἄνθρωπος τὸ εὖ ποιεῖν, ἐὰν τὸ εὖ ποιεῖν μὴ καπηλεύῃ. | |
45 | ἰσχύειν τῇ ψυχῇ αἱροῦ μᾶλλον ἢ τῷ σώματι. | |
46 | ἰσχὺς καὶ τεῖχος καὶ ὅπλον τοῦ σοφοῦ ἡ φρόνησις. | |
47 | ἴσθι ὡς οὐδεμία προσποίησις πολλῷ χρόνῳ λανθάνει. | |
48 | ἴσθι ὅτι οὐ μόνον τὸ ἀκόλαστον εἶναί τινα κακόν, ἀλλὰ καὶ τὸ ἀκολάστοις ἐπιμίγνυσθαι. | |
49 | κακῶν πράξεων κακὸς δαίμων ἡγεμών. | |
50 | κενὸς ἐκείνου φιλοσόφου λόγος ὑφ’ οὗ μηδὲν ἀνθρώπου πάθος θεραπεύεται· ὥσπερ γὰρ ἰατρικῆς μηδὲν ὄφελος μὴ τὰς νόσους ἐκβαλλούσης ἀπὸ τῶν σωμάτων, οὕτως οὐδὲ φιλοσοφίας εἰ μὴ τὸ τῆς ψυχῆς κακὸν ἐκβάλοι. | |
51 | κρηπὶς εὐσεβείας ἡ φιλανθρωπία σοι νομιζέσθω. | |
52 | κακὰ μείζω πάσχει διὰ τὸ συνειδὸς ὁ ἀδικῶν βασανιζόμενος ἢ τῷ σώματι ταῖς πληγαῖς μαστιγούμενος. | |
53 | καλὸν ἀδελφῷ καὶ ζωῆς καὶ θανάτου ἰσομοιρεῖν. | |
54 | κυνικοῦ μὴ τὸ σχῆμα ἀποδέχου ἀλλὰ τὴν μεγαλοψυχίαν ζήλου. | |
55 | λόγον περὶ θεοῦ τοῖς ὑπὸ δόξης διεφθαρμένοις λέγειν οὐκ ἀσφαλές· καὶ γὰρ τὰ ἀληθῆ λέγειν ἐπὶ τούτων καὶ τὰ ψευδῆ κίνδυνον φέρει. | |
56 | λόγου τοῦ περὶ θεοῦ προηγείσθω τὰ θεοφιλῆ ἔργα. | |
57 | λόγῳ ἡγεμόνι ἐν παντὶ χρώμενος οὐχ ἁμαρτήσεις. | 88 |
58 | λυποῦντα τὸν πλησίον οὐ ῥᾴδιον αὐτὸν ἄλυπον εἶναι. | |
59 | λόγος κακὸς κακῶν ἔργων ἡγεμών. | |
60 | μάθε δέχεσθαι τὰ παρὰ τῆς τύχης ἀγαθὰ ἀθορύβως, καὶ πεφράχθαι πρὸς τὰ παρ’ αὐτῆς κακά· ἐφήμερον γὰρ πᾶν τὸ τοιοῦτον, ἀγαθόν τε καὶ κακόν, σοφίᾳ δὲ οὐδαμῶς κοινωνεῖ. | |
61 | μεγάλως εὐεργετεῖ τὴν πατρίδα ὁ σπουδάσας ἀγαθὸς εἶναι πολίτης. | |
62 | μηδὲν κτῆμα ἴδιόν ἐστιν τοῦ ἀνδρός, ὃ μὴ καὶ τῆς γυναικός ἐστιν. | |
63 | μὴ τυραννείτω ἀλλ’ ἀρχέτω ὁ ἀνὴρ τῆς γυναικός. | |
64 | μεγάλην παιδείαν νόμιζε δι’ ἧς δυνήσῃ φέρειν ἀπαιδευσίαν. | |
65 | μήτε τὴν γλῶττάν σου χραινέτω τις ἀνιαρὸς καὶ βλάσφημος λόγος· μήτε εἰς τὰ ὦτα εἰσίτω ὁ τοιοῦτος· μήτε μὴν ἐθισθῇς τοῖς ἀθέοις καὶ εἰκαίοις θεάμασι καὶ ἀκούσμασι ὁμοίως καὶ τοῖς δημώδεσιν. [διὸ ἐξοριστέα σοι τὰ τοιαῦτα θεάματα.] | |
66 | νεὼς θεοῦ σοφὸς νοῦς, ὃν οὐκ ἐφειμένως ἀλλ’ ἀεὶ χρὴ παρασκευάζειν καὶ κατακοσμεῖν εἰς παραδοχὴν θεοῦ. | |
67 | νοῦ σῶμα ψυχὴν λογικὴν θετέον ἣν τρέφει ὁ νοῦς τῇ ἀρετῇ, διδάσκαλος αὐτὸς καὶ τροφεὺς καὶ σωτὴρ καὶ φύλαξ γινό‐ μενος, μετὰ σιγῆς φθεγγόμενος καὶ τὴν ἀλήθειαν ἐμφανίζων αὐτῇ. | |
68 | νόμου θείου τὸ φαῦλον ἀνήκοον· διὸ καὶ παρανομεῖ. | |
69 | ξένος ἀνὴρ δίκαιος οὐ μόνον πολίτου, ἀλλ’ οὐδὲ συγγενοῦς τι διαφέρει. | |
70 | ξένοις μεταδίδου καὶ σοφοῖς ἀνδράσι κἀγαθοῖς· ὁ γὰρ μὴ μεταδιδοὺς ἀγαθοῖς δεομένοις οὐ λήψεται δεόμενος παρὰ θεῶν. ἐπεὶ καὶ λέγεται ὀρθῶς δεῖσθαι μὲν οὐδαμῇ οὐδαμῶς τὸ θεῖον οὐδενός, χαίρειν δὲ τῷ μεταδιδόντι τοῖς δικαίοις | 89 |
5 | καὶ διὰ θεὸν πενομένοις. | |
71 | ὅσα πάθη ψυχῆς, τοσοῦτοι καὶ ὠμοὶ δεσπόται. | |
72 | οὐκ ἐκ τῶν δι’ ἡδονῆς βεβιωκότων αἱ εἰς θεοὺς ἀναδρομαί, ἀλλ’ ἐκ τῶν τὰ μέγιστα πεπονηκότων ἐγκρατῶς καὶ τὰ συμβαίνοντα ἐνεγκεῖν μεμαθηκότων. | |
73 | ὁ βίος σου τῶν παιδευομένων ὑπόθεσις τῶν λόγων ἔστω. | |
74 | ὁ ὡς ἀληθῶς [—ὴς MS.] ἄνθρωπός ἐστιν οὐχ ὁ ἁπτὸς καὶ τῇ αἰσθήσει ὑποπτωτός, ὁ δὲ ἐπὶ πλεῖστον ἀφεστηκὼς τοῦ σώματος, ὁ ἀχρώματος καὶ ἀσχημάτιστος καὶ χερσὶ μὲν οὐδαμῶς ἁπτός, διανοίᾳ δὲ κρατητός. | |
75 | οὐ τὸ μεμνῆσθαι μόνον ὧν ἤκουσας αὔταρκες εἶναι νομίζειν δεῖ πρὸς εὐδαιμονίαν, ἀλλὰ καὶ τὸ ἀνατρέχειν εἰς ἃ δεῖ δι’ ὧν ἤκουσας μελετῶν. | |
76 | ὃν ἂν μὴ δοκιμάσῃς φίλον εἶναι, ἐχθρὸν ποιῆσαι πεφύλαξο. | |
77 | οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν. | |
78 | παντὸς καλοῦ κτήματος πόνος προηγεῖται ὁ κατ’ ἐγκρά‐ τειαν. | |
79 | πᾶς ἄνθρωπος τοσούτου ἄξιος, ὅσου ἄξια γινώσκει ἢ φρονεῖ. | |
80 | πέπεισο μὴ εἶναι σὸν κτῆμα ὃ μὴ ἐντὸς διανοίας ἔχεις. | |
81 | παιδευτικὸς ἄνθρωπος θέλων εἶναι ἄσκει πρᾳότητα. | |
82 | ποίει ἃ κρίνεις εἶναι καλά, κἂν ποιῶν μέλλῃς ἀδοξήσειν· φαῦλος γὰρ κριτὴς καλοῦ πράγματος ὄχλος. | |
83 | πεῖραν ἀνθρώπου ἐκ τῶν ἔργων μᾶλλον λάμβανε ἢ ἐκ τῶν λόγων· πολλοὶ γὰρ βίῳ μέν εἰσι κακοί, λόγῳ δὲ πιθανώ‐ | |
τατοι. | 90 | |
84 | πολλῷ ἄμεινον μὴ ἁμαρτάνειν, ἁμαρτάνοντα δὲ ἄμεινον γινώσκειν ἢ ἀγνοεῖν. | |
85 | παρὰ τῶν ἀδικησάντων σε μὴ εἰσπράττου δίκας· τί γὰρ τοσοῦτον δύναται ἡ μοχθηρία τῶν ἀνθρώπων πρὸς ἡμᾶς, ὅσον πρὸς τοὺς ἔχοντας αὐτήν; | |
86 | πρᾶττε μεγάλα, μὴ ὑπισχνούμενος μεγάλα. | |
87 | ῥιζωθέντες ἐκ θεῶν καὶ φύντες τῆς ἑαυτῶν ῥίζης ἐχώμεθα· καὶ γὰρ αἱ τῶν ὑδάτων προχοαὶ καὶ τὰ ἄλλα φυτὰ ἀποκοπέντα τῆς ἑαυτῶν πηγῆς καὶ ῥίζης αὐαίνεται καὶ σήπεται. | |
88 | ῥώμη ψυχῆς σωφροσύνη· αὕτη γὰρ ψυχῆς ἀπαθοῦς φῶς ἐστίν. | |
89 | ῥώμην μεγίστην καὶ πλοῦτον τὴν ἐγκράτειαν κτῆσαι. | |
90 | ῥώννυσι μὲν οἶνος τὸν δεσμὸν τῆς ψυχῆς, τὰ ὀστᾶ, τὸ οἰκειότατον τοῦ σώματος, ψυχῇ δὲ πολεμιώτατος· διὸ καὶ σφαλερὸν πίνοντι παντί, ἕξει γὰρ πῦρ ἐπὶ πῦρ καὶ ἀκρασίας ὑπέκκαυμα. | |
91 | ῥᾳδίως μὴ μακαρίσῃς ἄνθρωπον σαλεύοντα ἐπὶ φίλοις ἢ τέκνοις ἤ τινι τῶν ἐφήμερον τὴν σωτηρίαν ἐχόντων· ἐπισφαλῆ γὰρ πάντα τὰ τοιαῦτα, τὸ δὲ ἐφ’ ἑαυτοῦ ὀχεῖσθαι καὶ τοῦ θεοῦ μόνον βέβαιον. | |
92 | σοφὸς ἄνθρωπος καὶ θεὸν σεβόμενος γινώσκεται ὑπὸ τοῦ θεοῦ· διὸ οὐδὲ ἐπιστρέφεται κἂν ὑπὸ πάντων ἀνθρώπων ἀγνοῆται. | |
93 | σεαυτοῦ μὴ κρατῶν ἄλλων μὴ θέλε κρατεῖν. | |
94 | σοφίαν ἀσκῶν ἐπιστήμην τὴν περὶ θεὸν ἀσκεῖ. | 91 |
95 | συνετὸς ἄνθρωπος καὶ θεοφιλής, ὅσα οἱ ἄλλοι μοχθοῦσι τοῦ σώματος ἕνεκα, τοσαῦτα σπουδάσει αὐτὸς ὑπὲρ τῆς ψυχῆς πονῆσαι. | |
97 | συγγενεῖ καὶ ἄρχοντι καὶ φίλῳ πάντα εἶκε πλὴν ἐλευθερίας. | |
98 | σαρκὸς φωνὴ μὴ πεινῆν, μὴ διψῆν, μὴ ῥιγοῦν. | |
99 | τέκνα μάθε τίκτειν ἀΐδια, οὐ τὰ γηροβοσκήσοντα τὸ σῶμα, τὰ δὲ τὴν ψυχὴν θρέψοντα τῇ ἀϊδίῳ τροφῇ. | |
100 | τὸ ἄρχειν ἑαυτοῦ κάλλιστον ἐφόδιον πρὸς ἀρχήν. | |
101 | τὰ ἐπίπονα τῶν ἡδέων ἡγοῦ μᾶλλον συντελεῖν εἰς ἀρετήν. | |
101a | τὰ γράμματα σιγὴ ἔστι ζῶσα τοῖς εἰδόσι, τοῖς δὲ μή, τέθνηκεν. | |
102 | τιμήσεις τὸν θεὸν ἄριστα, ὅταν τῷ θεῷ τὴν διάνοιαν ὁμοιώσῃς· ἡ δὲ ὁμοίωσίς ἐστι διὰ μόνης ἀρετῆς· μόνη γὰρ ἀρετὴ τὴν ψυχὴν ἄνω ἕλκει πρὸς τὸ συγγενές. | |
103 | τεθνάναι πολλῷ κρεῖττον ἢ δι’ ἀκρασίας τὴν ψυχὴν ἀμαυ‐ ρῶσαι. | |
104 | τοῦ εὐεργετεῖν μή ποτέ σε παύσῃ ἀχάριστος ἄνθρωπος. | |
105 | τὸν εὐεργετοῦντά σε εἰς ψυχὴν ὡς ὑπηρέτην θεοῦ μετὰ θεὸν τίμα. | |
106 | ὑπολάμβανε τὸ σῶμα οὕτως σοι συνηρτῆσθαι, ὡς τοῖς ἐμβρύοις κυοφορουμένοις τὸ χόριον καὶ τῷ σίτῳ βλαστάνοντι τὴν καλάμην. ὥσπερ οὖν τὸ χόριον συγγινόμενον οὐκέτι ζῴου μέρος οὐδὲ τὸ ἄχυρον καὶ ἡ καλάμη τοῦ σίτου | |
5 | (τελειωθέντων γὰρ ῥίπτεται ἑκάτερον), οὕτω καὶ τὸ συναρ‐ τώμενον ψυχῇ σπαρείσῃ σῶμα οὐ μέρος ἀνθρώπου· ἀλλ’ ἵνα | |
μὲν ἐν γαστρὶ ὑπομένῃ τὸ βρέφος, προσυφάνθη τὸ χόριον καὶ τὸ αἷμα καὶ τὰ λοιπὰ τῆς ἐν τῷ χορίῳ σηπεδόνος, τὸ δὲ ἐκ τούτων ἐξιὸν κεκαθαρμένον· οὐδ’ αὐτὸς οὖν ἕκαστος | 92 | |
10 | τὸ μετὰ σώματος ἐν κόσμῳ καὶ ἐπὶ γῆς κυοφορούμενον, τὸ δὲ ἐξιὸν καὶ ἀναχωροῦν ἀπ’ αὐτοῦ πρὸς τὸν σπείραντα καὶ καταπέμψαντα πατέρα. | |
107 | ὑπομίμνησκε σαυτὸν ὅτι πάντες ἄνθρωποι μέγιστον ἀγαθὸν τὴν φρόνησιν εἶναι λέγουσιν, ὀλίγοι δέ εἰσιν οἱ τὸ μέγιστον ἀγαθὸν τοῦτο κτήσασθαι εὐτονήσαντες. | |
108 | ὑπεράνω τῆς σαρκὸς μὴ γενόμενος τὴν ψυχὴν θάψεις ἐν σαρκί. | |
109 | φρόνιμός τις ὢν ἐν παντὶ ἀρχικώτατος ἔσται. | |
110 | φιλήδονον καὶ φιλοσώματον καὶ φιλόθεον τὸν αὐτὸν ἀδύ‐ νατον εἶναι· ὁ γὰρ φιλήδονος καὶ φιλοσώματος· ὁ δὲ φιλοσώματος καὶ φιλοχρήματος· ὁ δὲ φιλοχρήματος ἐξ ἀνάγκης καὶ ἄδικος· ὁ δὲ ἄδικος εἰς μὲν θεὸν ἀνόσιος, εἰς | |
5 | δὲ ἀνθρώπους παράνομος· ὥστε κἂν ἑκατόμβας θύῃ ὁ τοιοῦτος, πολὺ μᾶλλον ἀνοσιώτερός τέ ἐστι καὶ ἀσεβὴς καὶ ἄθεος καὶ τῇ προαιρέσει ἱερόσυλος· διὸ καὶ πάντα φιλήδονον ὡς ἄθεον καὶ μιαρὸν ἐκτρέπεσθαι χρή. | |
111 | φαῦλος κριτὴς καλοῦ πράγματος ὄχλος· διόπερ ὧν τῶν ἐπαίνων καταφρονεῖς καὶ τὸν ψόγον καταφρόνει. | |
111a | φυγαδευτέον πάσῃ μηχανῇ καὶ περικοπτέον· ἀπὸ μὲν σώματος νόσον· ἀπὸ ψυχῆς ἀμαθίαν· κοιλίας δὲ πολυτέλειαν· πόλεως στάσιν· οἴκου διχόνοιαν· ὁμοῦ δὲ πάντων ἀμετρίαν. | |
112 | χρὴ καὶ λέγειν καὶ ἀκροᾶσθαι τὸν περὶ θεῶν λόγον ὡς ἐπὶ θεοῦ. | |
113 | χαῖρε τοῖς ἐλέγχουσί σε μᾶλλον ἢ τοῖς κολακεύουσιν· | |
ὡς δὲ ἐχθρῶν χείρονας ἐκτρέπου τοὺς κολακεύοντας. | 93 | |
114 | χαλεπὸν πολλὰς ὁδοὺς ἅμα τοῦ βίου βαδίζειν. | |
115 | ψυχὴν νόμιζε αἱρετώτερον εἶναι προέσθαι ἢ λόγον βλάσφημον περὶ θεοῦ. | |
116 | ψυχῆς πᾶν πάθος εἰς σωτηρίαν αὐτῆς πολεμιώτατον. | |
117 | ψυχὴ ταμεῖόν ἐστι, ἀγαθοῦ μὲν ἀγαθῶν, κακοῦ δὲ κακῶν. | |
118 | ψυχῆς γάμος ὁ πρὸς τὸν νοῦν ἱερός τε ἅμα καὶ ἐν φωτὶ ἀληθινῷ μυσταγωγούμενος· ὁ δὲ τῶν σωμάτων δι’ ἀκαθαρ‐ σίας καὶ σκότους. | |
119 | ψυχῆς καθαρᾶς τόπον οἰκειότερον θεὸς ἐπὶ γῆς οὐκ ἔχει. | |
120 | ὧν ἡ τύχη κυρία καὶ δοῦναι καὶ ἀφελέσθαι οὐ δεήσῃ οὐδενός. | |
121 | ὧν τοῦ σώματος ἀπαλλαγεὶς οὐ δεήσῃ, ἐκείνων καταφρόνει πάντων· καὶ ὧν ἀπαλλαγεὶς δεήσῃ, πρὸς ταῦτά σοι ἀσκουμένῳ τοὺς θεοὺς παρακάλει γενέσθαι συλλήπτορας. | |
122 | ὧν ἄλλοις πρὸς ὀλίγον ἁγνεύουσι παρήγγελται ἀπέχεσθαι εἰς τὸ ἀνεμπόδιστον τῆς πρὸς θεοὺς ὁμιλίας, τούτων διὰ παντὸς τοῦ βίου ἀφεκτέον τῷ τοῖς θεοῖς πάντα τὸν ἑαυτοῦ βίον ἀνατιθέντι. | |
123 | ὧν ἕνεκα ζῆν ἐθέλεις τούτων χάριν καὶ ἀποθανεῖν μὴ κατ‐ | |
όκνει. | 94 |