TLG 1751 004 :: XANTHUS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1853: 36–44. frr. 1–30 Citation: Fragment — (line) | ||
t | FRAGMENTA | |
t1-13 | ΛΥΔΙΑΚΑ. | |
1 | Dionys. Halicarn. Antiq. I, 28: Ξάνθος δὲ ὁ Λυδὸς ἱστορίας παλαιᾶς, εἰ καί τις ἄλ‐ λος, ἔμπειρος ὢν, τῆς δὲ πατρίου καὶ βεβαιωτὴς ἂν οὐδενὸς ὑποδεέστερος νομισθεὶς, οὔτε Τυῤῥηνὸν ὠνό‐ | |
5 | μακεν οὐδαμοῦ τῆς γραφῆς δυνάστην Λυδῶν, οὔτε ἀποικίαν Μηϊόνων εἰς Ἰταλίαν κατασχοῦσαν ἐπίστα‐ ται, Τυῤῥηνίας τε μνήμην ὡς Λυδῶν ἀποικήσεως, ταπεινοτέρων ἄλλων μεμνημένος, οὐδεμίαν πεποίηται· Ἄτυος δὲ παῖδας γενέσθαι λέγει Λυδὸν καὶ Τόῤῥηβον· | |
---|---|---|
10 | τούτους δὲ, μερισαμένους τὴν πατρῴαν ἀρχὴν, ἐν Ἀσίᾳ καταμεῖναι ἀμφοτέρους, καὶ τοῖς ἔθνεσιν, ὧν ἦρξαν, ἐπ’ ἐκείνων φησὶ τεθῆναι τὰς ὀνομασίας λέγων ὧδε· «Ἀπὸ Λυδοῦ μὲν γίνονται Λυδοὶ, ἀπὸ δὲ Τοῤῥήβου Τόῤῥηβοι· τούτων ἡ γλῶσσα ὀλίγον παραφέρει, καὶ νῦν | |
15 | ἔτι συλοῦσιν ἀλλήλους ῥήματα οὐκ ὀλίγα, ὥσπερ Ἴω‐ νες καὶ Δωριεῖς.» | |
2 | Steph. Byz.: Τόῤῥηβος, πόλις Λυδίας ἀπὸ Τοῤῥήβου τοῦ Ἄτυος. Ἐν δὲ τῇ Τοῤῥηβίδι ἔστιν ὄρος Κάριος καλούμενον, καὶ ἱερὸν τοῦ Καρίου ἐκεῖ. Κάριος δὲ Διὸς παῖς καὶ | |
5 | Τοῤῥηβίας, ὡς Νικόλαος τετάρτῳ· ὃς πλαζόμενος περί τινα λίμνην, ἥτις ἀπ’ αὐτοῦ Τοῤῥηβία ἐκλήθη, φθογ‐ γῆς Νυμφῶν ἀκούσας, ἃς καὶ Μούσας Λυδοὶ καλοῦσι, καὶ μουσικὴν ἐδιδάχθη, καὶ αὐτὸς Λυδοὺς ἐδί‐ δαξε, καὶ τὰ μέλη διὰ τοῦτο Τορρήβια ἐκαλεῖτο. | |
3 | Eratosthen. apud. Strabon. I: Ταῦτα δ’ εἰπὼν τὴν Στράτωνος ἐπαινεῖ δόξαν τοῦ φυσικοῦ, καὶ ἔτι Ξάνθου τοῦ Λυδοῦ· τοῦ μὲν Ξάνθου λέγοντος, ἐπὶ Ἀρταξέρξου γενέσθαι μέγαν | |
5 | αὐχμὸν, ὥστ’ ἐκλιπεῖν ποταμοὺς, καὶ λίμνας καὶ φρέατα· αὐτὸν δὲ εἰδέναι πολλαχῆ πρόσω ἀπὸ τῆς θαλάσσης λίθους τε κογχυλιώδεις, καὶ τὰ κτενώδεα, καὶ χηραμίδων τυπώματα, καὶ λι‐ | |
10 | μνοθάλασσαν ἐν Ἀρμενίοις καὶ ἐν Ματτιηνοῖς καὶ ἐν Φρυ‐ γίᾳ τῇ κάτω· ὧν ἕνεκα πείθεσθαι τὰ πεδία ποτὲ θά‐ λατταν γενέσθαι. | |
4a | Strabo XII: Ἀκούειν δ’ ἔστι καὶ τῶν πα‐ λαιῶν συγγραφέων· οἷα φησὶν ὁ τὰ Λύδια συγγράψας Ξάνθος, διηγούμενος οἷαι μεταβολαὶ κατέσχον πολ‐ λάκις τὴν χώραν ταύτην, ὧν | |
5 | ἐμνήσθη μέν που καὶ ἐν τοῖς πρόσθεν· καὶ δὴ καὶ τὰ | |
περὶ τὸν Τυφῶνα πάθη ἐνταῦθα μυθεύουσι, καὶ τοὺς Ἀρίμους, καὶ τὴν Κατακεκαυμένην ταύτην εἶναί φα‐ σιν· οὐκ ὀκνοῦσι δὲ καὶ τὰ μεταξὺ Μαιάνδρου καὶ Λυδῶν ἅπανθ’ ὑπονοεῖν τοιαῦτα· καὶ | ||
10 | διὰ τὸ πλῆθος τῶν λιμνῶν καὶ ποταμῶν, καὶ τοὺς πολ‐ λαχοῦ κευθμῶνας τῆς γῆς. Ἡ δὲ μεταξὺ Λαοδικείας καὶ Ἀπαμείας λίμνη, καὶ βορβορώδη καὶ ὑπόνομον τὴν ἀποφορὰν ἔχει πελαγία οὖσα· φασὶ δὲ καὶ δίκας εἶναι τῷ Μαιάνδρῳ μεταφέροντι τὰς χώρας, ὅταν | |
15 | περικρουσθῶσιν οἱ ἀγκῶνες· ἁλόντος δὲ τὰς ζημίας ἐκ τῶν πορθμικῶν διαλύεσθαι τελῶν. | |
4b | Idem, XIII: Μετὰ δὲ ταῦτ’ ἐστὶν ἡ Κατακεκαυμένη λεγομένη χώρα, μῆκος μὲν καὶ πεντακοσίων σταδίων, πλάτος δὲ τετρακοσίων, εἴτε Μυσίαν χρὴ καλεῖν· εἴτε Μῃονίαν· | |
5 | λέγεται γὰρ ἀμφοτέρως· ἅπαντα ἄδενδρος, πλὴν ἀμ‐ πέλου τῆς τὸν Κατακεκαυμενίτην φερούσης οἶνον, οὐ‐ δενὸς τῶν ἐλλογίμων ἀρετῇ λειπόμενον. Ἔστι δὲ ἡ ἐπιφάνεια τεφρώδης τῶν πεδίων· ἡ δὲ ὀρεινὴ καὶ πε‐ τρώδης, μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. Εἰκάζουσι μὲν | |
10 | οὖν τινὲς ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι τοιοῦτο· καὶ οὐκ ὀκνοῦσι τὰ περὶ τὸν Τυφῶνα ἐν‐ ταῦθα μυθολογεῖν. Ξάνθος δὲ καὶ Ἀριμοῦν τινα λέγει τῶν τόπων τούτων βασιλέα. | |
4c | Aristotel. De mirab. auscult. c. 39: Λέγεται δὲ καὶ περὶ Λυδίαν ἀναφέρεσθαι πῦρ πάμπληθες καὶ καίεσθαι ἐφ’ ἡμέρας ἑπτά. | |
5 | Strabo XIV: Ὁ μὲν γὰρ Ξάνθος ὁ Λυδὸς, μετὰ τὰ Τρωϊκὰ φησὶν ἐλθεῖν τοὺς Φρύγας ἐκ τῆς Εὐρώπης καὶ τῶν ἀριστερῶν τοῦ Πόντου· ἀγαγεῖν δ’ αὐτοὺς Σκαμάνδριον ἐκ Βερεκύντων καὶ Ἀσκανίας. | |
5a | Schol. Venet. et Vatican. ad Eurip. Androm. 10: Λυσανίας κατηγορεῖ Εὐριπίδου, κακῶς λέγων αὐτὸν ἐξειληφέναι τὸ παρ’ Ὁμήρῳ (Il. ω, 734) λεχθέν· | |
5 | ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου· οὐχ ὡς πάντως γενησόμενον, ἀλλ’ εἰκαζόμενόν ἐστιν ὑπ’ αὐτῆς, ὡς εἰ ἔλεγε κατακαυθήσεσθαι τὸν παῖδα ἤ τι ἄλλο. | |
10 | [Ξάν]θον δὲ τὸν Λυδιακὰ [συντάξαν] τά φασιν ὅτι Εὐρι‐ πίδῃ σύνηθες προσέχειν περὶ τοῖς Τρωικοῖς ......... τοῖς δὲ χρησιμωτέροις ......φοις. Στησίχορον μέντοι ἱστορεῖν ὅτι τεθνήκοι, καὶ τὸν τὴν Περσίδα συντεταχότα ... ποιητὴν ὅτι καὶ ἀπὸ τοῦ τείχους ῥιφείη. | |
6 | Steph. Byz.: Λόκοζος πόλις Φρυγίας, ἣν ᾤκουν Θρᾷκες Λοκόζιοι· κατεκλύσθη δὲ, ὡς Ξάνθος ὁ Λυδὸς, ὃς καὶ διὰ τοῦ ξ γράφει ἐν τόποις, Λοκοξίτας τούτους καλῶν. | |
7 | Schol. Apollon. II, 724: Σαγγάριος, ποταμὸς Φρυγίας· ὁ δὲ Μυρλεανὸς Σάγγαρον αὐτὸν λέγεσθαι φησίν. Ἑρμογένης δὲ ἐν τῷ περὶ Φρυγίας φησὶν, Σάγ‐ γαν τινὰ ἀσεβήσαντα περὶ τὴν Ῥέαν, μεταβαλεῖν εἰς | |
5 | τοῦτο τὸ ὕδωρ, καὶ ἀπ’ αὐτοῦ τὸν ποταμὸν Σαγγάριον ὀνομασθῆναι· πλησίον δὲ αὐτοῦ ὀρείας Δήμητρος ἱερόν ἐστιν, ὥς φησι Ξάνθος. | |
8a | Strabo XII: Ὅτι τοὺς Μύσους, οἱ μὲν Θρᾷκας, οἱ δὲ Λυδοὺς εἰρήκασι κατ’ αἰτίαν παλαιὰν ἱστοροῦντες, ἣν Ξάνθος ὁ Λυδὸς γράφει καὶ Μενεκρά‐ της ὁ Ἐλαΐτης· ἐτυμολογοῦντες καὶ τὸ ὄνομα τὸ τῶν | |
5 | Μυσῶν ὅτι τὴν ὀξύην οὕτως ὀνομάζουσιν οἱ Λυδοί· πολλὴ δ’ ἡ ὀξύη κατὰ τὸν Ὄλυμπον, ὅπου ἐκτεθῆναί φασι τοὺς δεκατευθέντας· ἐκείνων δὲ ἀπογόνους εἶναι τοὺς ὕστερον Μυσοὺς, ἀπὸ τῆς ὀξύης οὕτω προσαγο‐ ρευθέντας· μαρτυρεῖν δὲ καὶ τὴν διάλεκτον· μιξολύδιον | |
10 | γάρ πως εἶναι καὶ μιξοφρύγιον. Τέως μὲν γὰρ οἰκεῖν αὐτοὺς περὶ τὸν Ὄλυμπον· τῶν δὲ Φρύγων ἐκ τῆς Θρᾴκης περαιωθέντων, εἵλοντο τόν τε τῆς Τροίας ἄρ‐ χοντα, καὶ τῆς πλησίον γῆς· ἐκείνους μὲν ἐνταῦθα οἰκῆσαι· τοὺς δὲ Μυσοὺς περὶ τὰς | |
15 | τοῦ Καΐκου πηγὰς πλησίον Λυδῶν. | |
8b | Nicolaus Damasc. histor. lib. 18: Θρακήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τῆς τοιαύτης αἰ‐ τίας. Ἐπὶ Ἀλυάττου τοῦ τῶν Λυδῶν βασιλέως ἀνήρ τις μετὰ γυναικὸς καὶ τῶν ἑαυτοῦ τέκνων ἐκ Μυσίας | |
5 | τῆς τῶν Θρᾴκων χώρας ὁρμώμενος, ἧς καὶ Ὅμηρος μνημονεύει λέγων οὕτως, Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας, εἰς χώραν τὴν λε‐ γομένην Λυδίαν, καὶ κατῴκησε πλησίον τῆς πόλεως | |
10 | Σάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τὸ τῆς πόλεως τεῖχος καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς, ἐπὶ μὲν τῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἠλακάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἵππος τις προσεδέδετο· καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στά‐ | |
15 | μνος ἦν μεστὸς ὕδατος· ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νή‐ θουσα ἐκ τῆς ἠλακάτης τὸν ἄτρακτον· ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἠκολούθει ὁ ἵππος ἀπὸ τῆς πηγῆς πεποτι‐ σμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασε καὶ ἠρώτησε, πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ | |
20 | δὲ ἀπεκρίνατο, Μυσὴν μὲν εἶναι τὸ γένος· Θρᾴκης δ’ ἔστιν αὐτὸ πολίχνιον. Λαβὼν οὖν βασιλεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμὴν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκης βασιλέα ποιησάμενος Κότυν ὀνομαζόμενον, ἐκεῖθεν ἔλαβεν ἄνδρας μετοίκους, μετὰ γυναικῶν καὶ τέκνων, | |
25 | ὄχλον ἱκανόν. Ταύτην δὲ τὴν ἱστορίαν Νικόλαος ὁ Δα‐ μασκηνὸς γράφει ἐν τῷ ὀκτωκαιδεκάτῳ αὐτοῦ βιβλίῳ, ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως. | |
9 | Etym. M.: Ἑρμαῖον, τὸν σορὸν τῶν λίθων, καὶ συνόλως τοὺς ἐνοδίους λίθους· λέγει δὲ περὶ αὐτῶν Ξάνθος, ὅτι ἀποκτείναντος Ἑρμοῦ τὸν Ἄργον, καὶ δίκας εἰσπραττομένου καὶ ὑπέχοντος | |
5 | ἐν τοῖς θεοῖς διὰ τὸ πρῶτον ἅψασθαι, τοὺς λοιποὺς ἀφοσιουμένους τὸ ἄγος, καὶ ἀπολύοντας τοῦ φόνου προσβάλλειν αὐτῷ τὴν | |
10 | ψῆφον· ὅθεν διαμένειν ἔτι καὶ νῦν. | |
10 | Suidas: Ξάνθος ἱστορεῖ, Ἄλκιμόν τινα βασιλεῦ‐ σαι τῆς ἐκεῖσε χώρας, εὐσεβέστατον καὶ πρᾳότατον ἄνθρωπον· καὶ ἐπ’ αὐτοῦ γενέσθαι εἰρήνην βαθεῖαν καὶ | |
5 | πλοῦτον πολὺν, ἀδέως δὲ καὶ ἀνεπιβουλεύτως ζῇν ἕκα‐ στον· εἶτα ἐπειδὴ ἑπτὰ ἔτη ἦν τῷ Ἀλκίμῳ, προσελ‐ θόντας τοὺς Λυδοὺς παγγενῆ τε καὶ πανδη‐ μεὶ προσεύξασθαι, καὶ αἰτῆσαι τῷ Ἀλκίμῳ τοιαῦτα ἔτη δοθῆναι ἐς τὸ Λυδῶν ἀγαθόν· ὃ καὶ γέγονε καὶ ἐν | |
10 | εὐποτμίᾳ τε καὶ εὐδαιμονίᾳ πολλῇ διῆγον. | |
11 | Mnaseas apud Athenaeum VIII: Ἡ δέ γε Ἀτεργάτις, ὥσπερ Ξάνθος λέγει ὁ Λυδὸς, ὑπὸ Μόξου τοῦ Λυδοῦ ἁλοῦσα, κατεποντίσθη μετὰ Ἰχθύος τοῦ υἱοῦ ἐν τῇ περὶ Ἀσκάλωνα λίμνῃ διὰ τὴν | |
5 | ὕβριν, καὶ ὑπὸ τῶν ἰχθύων κατεβρώθη. | |
11a | Hesychius: Ἀτταγάθη, Ἀθάρη, παρὰ τῷ Ξάνθῳ. | |
11b | Idem: Βουλεψίη· ἡ λέξις παρὰ Ξάνθῳ· λέ‐ γει δὲ τὰς Ἀμαζόνας, ἐπειδὰν τέκωσιν ἄρρεν, ἐξορύσ‐ σειν αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοχειρίᾳ. | |
12 | Athenaeus X: Ξάνθος δὲ, ἐν τοῖς Λυδιακοῖς, Κάμβλητα φησὶ, τὸν βασιλεύσαντα | |
Λυδῶν, πολυφάγον γενέσθαι καὶ πολυπότην, ἔτι δὲ γαστρίμαργον· τοῦτον οὖν ποτε νυκτὸς τὴν ἑαυτοῦ γυ‐ | ||
5 | ναῖκα κατακρεουργήσαντα καταφαγεῖν· ἔπειτα πρωῒ, εὑρόντα τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόμα‐ τι, ἑαυτὸν ἀποσφάξαι περιβοήτου τῆς πράξεως γενο‐ μένης. | |
13 | Parthenii Erotic. c. 33: Περὶ Ἀσσάονος. Ἱστορεῖ Ξάνθος Λυδιακοῖς καὶ Νεάνθης βʹ καὶ Σιμμίας ὁ Ῥόδιος. Διαφόρως δὲ καὶ τοῖς πολλοῖς | |
5 | ἱστορεῖται καὶ τὰ Νιόβης· οὐ γὰρ Ταντάλου φασὶν αὐτὴν γενέσθαι, ἀλλ’ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομέ‐ νην Λητοῖ περὶ καλλιτεκνίας, ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι· τὸν δὲ Ἀσ‐ | |
10 | σάονα, τῆς θυγατρὸς πόθῳ σχόμενον, αὐτὴν αὑτῷ γήμασθαι· μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι· καὶ τὴν μὲν διὰ ταύ‐ την τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν | |
15 | ῥῖψαι· ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημά‐ των, διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν. | |
13a | Schol. Eurip. Phoen. 159: Ξάνθος δὲ ὁ Λύδιος (sc. τὴν Νιόβην φησὶ παῖδας ἔχειν) δέκα καὶ δέκα ἐκ Φιλότ‐ του τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ· [ὃς ἀνῃρέθη ἐν κυνηγεσίῳ ὑπὸ ἄρκτου.] | |
t14-16 | LIBER PRIMUS. | |
14 | Stephan. Byz.: Λυδία ἡ χώρα. Ξάνθος ἐν Λυ‐ διακῶν πρώτῳ· τὸ ἐθνικὸν Λυδὸς καὶ Λυδαῖος. | |
14a | Joann. Lydus De mensib. III, c. 14: Ὅτι δὲ τὸν ἐνιαυτὸν ὡς θεὸν ἐτίμησαν, δῆ‐ λον ἐξ αὐτῆς τῆς Λυδῶν βασιλίδος πόλεως. Σάρδιν γὰρ αὐτὴν καὶ Ξυάριν ὁ Ξάνθος καλεῖ· τὸ δὲ Σάρδιν ὄνομα | |
5 | εἴ τις κατὰ ἀριθμὸν ἀπολογίσεται, πέντε καὶ ἑξήκοντα καὶ τριακοσίας εὑρήσει συνάγων μονάδας· ὡς κἀντεῦθεν εἶναι δῆλον, πρὸς τιμὴν Ἡλίου, τοῦ τοσαύτοις ἡμέραις τὸν ἐνιαυτὸν συνάγοντος, Σάρδιν ὀνομασθῆναι τὴν πό‐ λιν. Νέον δὲ Σάρδιν τὸ νέον ἔτος ἔτι καὶ νῦν λέγεσθαι | |
10 | τῷ πλήθει συνομολογεῖται· εἰσὶ δὲ οἵ φασι τῇ Λυδῶν ἀρχαίᾳ φωνῇ τὸν ἐνιαυτὸν καλεῖσθαι Σάρδιν. | |
15 | Stephan. Byz.: Λυκοσθένη, πόλις Λυδίας. Ξάν‐ θος πρώτῃ Λυδιακῶν· ἣν καὶ Λυκοσθένειαν Νικόλαός φησιν· ὁ πολίτης Λυκοσθενεὺς, ὡς Βερενικεύς· παρὰ δὲ Λυδοῖς Λυκοσθενίτης, ὡς Δικαιαρχίτης. | |
16 | Plinius H. N. lib. XXV, cap. V: «Xanthus historiarum auctor in primo carum tradit, occisum draconis catulum revocatum ad vitam a parente, herba quam balin nominat: | |
5 | eadem Thylonem, quem draco occiderat, resti‐ tutum saluti.» | |
t17-19 | LIBER SECUNDUS. | |
17 | Stephan. Byz.: Ἀρδύνιον, πόλις ἐν Θήβης πεδίῳ, ὡς Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ· τὸ ἐθνικὸν Ἀρδύ‐ νιος. | |
18 | Stephan. Byz.: Στρόγωλα, πόλις Λυδίας· Ξάνθος ἐν Λυδιακῶν δευτέρῳ· τὸ ἐθνικὸν Στρογωλεύς. | |
19 | Athenaeus XII, c. 11: Λυδοὶ δὲ εἰς τοσοῦτον ἦλθον τρυφῆς, ὡς καὶ πρῶτοι γυναῖκας εὐ‐ νουχίσαι, ὡς ἱστορεῖ Ξάνθος ὁ Λυδὸς, ἢ ὁ εἰς αὐτὸν τὰς ἀναφερομένας ἱστορίας συγγεγραφὼς, Διονύσιος ὁ Σκυ‐ | |
5 | τοβραχίων, ὡς Ἀρτέμων φησὶν ὁ Κασανδρεὺς, ἐν τῷ | |
περὶ συναγωγῆς βιβλίων· ἀγνοῶν ὅτι Ἔφο‐ ρος ὁ συγγραφεὺς μνημονεύει αὐτοῦ, ὡς παλαιοτέρου ὄντος καὶ Ἡροδότῳ τὰς ἀφορμὰς δεδωκότος· ὁ δ’ οὖν Ξάνθος ἐν τῇ δευτέρᾳ τῶν Λυδιακῶν Ἀδραμύτην | ||
10 | φησὶ τῶν Λυδῶν βασιλέα πρῶτον γυναῖκας εὐνουχί‐ σαντα, χρῆσθαι αὐταῖς ἀντὶ ἀνδρῶν εὐνούχων. | |
t20 | LIBER TERTIUS. | |
20 | Stephan. Byz.: Εὐπάτρια, πόλις Λυδῶν· οἱ πολῖται | |
Εὐπατρίδαι, μᾶλλον δὲ Εὐπατρεῖς. Ξ. ἐν γʹ Λυδικῶν | ||
t21-27 | LIBER QUARTUS. | |
21 | Stephan. Byz.: Ἀστελέβη, πόλις Λυδίας. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν· οἱ οἰκοῦντες Ἀστελεβαῖοι. | |
22 | Stephan. Byz.: Ἀστερία, πόλις Λυδίας· Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν λέγεται καὶ Ἀστερίς· ὁ πολίτης Ἀστεριώτης καὶ Ἀστέριος. | |
23 | Stephan. Byz.: Ἀσκάλων, πόλις Συρίας πρὸς τῇ Ἰουδαίᾳ. Ξάνθος ἐν τετάρτῃ Λυδιακῶν φησιν, ὅτι Τάνταλος καὶ Ἄσκαλος, παῖδες Ὑμεναίου· τὸν δὲ Ἄσκαλον ὑπὸ Ἀκιαμοῦ τοῦ Λυδῶν βασιλέως αἱρεθέν‐ | |
5 | τα στρατηγὸν, εἰς Συρίαν στρατεῦσαι· κἀκεῖ παρθένου, πόλιν κτίσαι, ἣν ἀφ’ ἑαυτοῦ οὕτως ὠνό‐ μασε· τὰ αὐτὰ καὶ Νικόλαος ἐν τετάρτῃ ἱστορίᾳ ... Λέγεται καὶ Ἀσκα‐ λώνιον ἡ πόλις. Τὸ ἐθνικὸν Ἀσκαλωνίτης καὶ Ἀσκα‐ | |
10 | λώνιος, ὡς Ξάνθος ὁ Λυδὸς, καὶ Ἀσκαλωνὶς θη‐ λυκόν. | |
24 | Stephan. Byz.: Σιδήνη, πόλις Λυκίας, ὡς Ξάνθος ἐν Λυκιακῶν τετάρτῳ. τὸ ἐθνικὸν Σι‐ δηνὸς, ὡς Σοφηνός. | |
25 | Stephan. Byz.: Μελάμπεια, πόλις Λυδίας, ἀπὸ Μελάμπου, ὡς Ξάνθος ἐν Λυκιακοῖς. | |
26 | Stephan. Byz.: Ἔλγος, πόλισμα Λυκίας ὡς Ξάνθος ἐν Λυκιακοῖς. | |
27 | Clemens Alex. Stromat. I: Ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες· Ἑλλά‐ νικός γ’ οὖν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι. Φανείας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέ‐ | |
5 | σβιον, Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον· διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ, καὶ νενικηκέ‐ ναι· Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην, ὡς δὲ Διονύσιος περὶ τὴν πεντε‐ καιδεκάτην, Θάσον ἐκτίσθαι. | |
27a | Hephaestion. De metris: Προτάσσε‐ ται δὲ ἡμίφωνον ὑγροῦ .. καὶ τὸ ς τοῦ λ, κατὰ πάθος, ὡς ἐν τῷ μάσλης, καὶ σπανίως τοῦ ν, ὡς Πάσνης καὶ Μάσνης, ἃ δὴ ὀνόματα (sc. ποταμῶν) παρὰ | |
5 | Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς. | |
t28-29 | ΜΑΓΙΚΑ. | |
28 | Clem. Alex. Strom. III,: Ξάν‐ θος (δὲ) ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς, Μίγνυν‐ ται δὲ, φησὶν, οἱ μάγοι μητράσι καὶ θυγατράσι· καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι· κοινάς τε εἶναι τὰς | |
5 | γυναῖκας, οὐ βίᾳ καὶ λάθρα, ἀλλὰ συναινούντων ἀμ‐ | |
φοτέρων, ὅταν θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου. | ||
29 | Diogenes Laertius, prooem.: Ἀπὸ δὲ τῶν Μάγων, ὧν ἄρξαι Ζωροάστρην τὸν Πέρσην, Ἑρμόδωρος μὲν ὁ Πλατωνικὸς ἐν τῷ περὶ μαθημάτων φησὶν, εἰς τὴν Τροίας ἅλωσιν ἔτη γεγονέ‐ | |
5 | ναι πεντακισχίλια. Ξάνθος δὲ ὁ Λυδὸς, εἰς τὴν Ξέρξου διάβασιν ἀπὸ τοῦ Ζωροάστρου, ἑξακόσια φησί· καὶ μετ’ αὐτὸν γεγονέναι πολλούς τινας Μάγους κατὰ διαδοχὴν, Ὀστάνας καὶ Ἀστρα‐ ψύχους, καὶ Γωβρίας καὶ | |
10 | Παζάτας, μέχρι τῆς Περσῶν ὑπ’ Ἀλεξάνδρου κατα‐ λύσεως. | |
30t | ΠΕΡΙ ΕΜΠΕΔΟΚΛΕΟΥΣ | |
30 | Diogenes Laertius, philosophi Vita VIII, 63: Φησὶ δ’ αὐτὸν καὶ Ἀριστοτέλης ἐλεύθερον γεγονέναι, καὶ πάσης ἀρχῆς ἀλλότριον, εἴ γε τὴν βασιλείαν αὐτῷ διδομένην παρῃτήσατο, καθάπερ | |
5 | Ξάνθος ἐν τοῖς περὶ αὐτοῦ λέγει, τὴν λιτότητα δηλον‐ | |
ότι πλέον ἀγαπήσας. |