TLG 1750 004 :: VITAE PROPHETARUM :: Index apostolorum discipulorumque Domini (textus Pseudo–Dorothei) VITAE PROPHETARUM Hagiogr. Index apostolorum discipulorumque Domini (textus Pseudo–Dorothei) Source: Schermann, T. (ed.), Prophetarum vitae fabulosae. Leipzig: Teubner, 1907: 132–160. Citation: Page — (line) | ||
132(1t) | ΣΥΓΓΡΑΜΜΑ ΕΚΚΛΗΣΙΑΣΤΙΚΟΝ ΠΕΡΙ ΤΩΝ Ο ΜΑΘΗΤΩΝ | |
2t | ΤΟΥ ΚΥΡΙΟΥ. | |
---|---|---|
3 | Δωροθέου ἐπισκόπου Τύρου ἀρχαίου ἀνδρὸς πνευματο‐ φόρου καὶ μάρτυρος γεγονότος ἐν τοῖς καιροῖς Λικινίου καὶ | |
5 | Κωνσταντίνου τῶν βασιλέων. Οὗτος ὁ προλεχθεὶς ἀοίδιμος ἀνὴρ συγγράμματα διάφορα καταλέλοιπε Ῥωμαϊκά τε καὶ Ἑλληνικά, ἐπειδήπερ καὶ ἑκα‐ τέρων τῶν γλωσσῶν ἔμπειρος ὑπῆρχε· γέγονε δὲ καὶ πολυ‐ ΐστωρ δι’ εὐφυΐαν. Μετὰ δὲ τὴν τελευτὴν Διοκλητιανοῦ | |
10 | καὶ Λικινίου κατέλαβε καὶ αὐτὸς τὴν ἰδίαν παροικίαν καὶ | |
ἦν ἰθύνων τὴν ἐν Τύρῳ ἐκκλησίαν μέχρις Ἰουλιανοῦ τοῦ | 132 | |
133 | τυράννου. Καὶ ἐπειδήπερ οὐκ αὐτοφανῶς, ἀλλὰ κρυπνῶς διὰ τῶν ἀρχόντων Ἰουλιανὸς ἀνῄρει τοὺς Χριστιανούς, πάλιν ὁ Δωρόθεος κατέλαβε τὴν Ὀδυσσούπολιν, ἔνθα καὶ συσχεθεὶς ὑπὸ τῶν Ἰουλιανοῦ ἀρχόντων, καὶ πολλοὺς αἰκισμοὺς ὑπο‐ | |
5 | μείνας ἐν βαθυτάτῳ γήρᾳ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν ταῖς βασάναις ἐναπέθανεν, ἑκατὸν καὶ ἑπτὰ ἐτῶν ἤδη τυγ‐ χάνων. Οὗτος τοίνυν ὁ μέγας πρεσβύτης καὶ συγγράμματα ἡμῖν ἐκκλησιαστικὰ καταλέλοιπεν, ἐν οἷς καὶ τὰ περὶ τῶν οʹ μαθη‐ | |
10 | τῶν τοῦ σωτῆρος ἱστόρησε, καὶ ἔνθα ὁ καθεὶς τῶν προφητῶν | |
καὶ ἀποστόλων τὸν βίον ἐτέλεσεν. Ἐν πρώτοις μὲν τοὺς οʹ | 133 | |
134 | ἐκείνους εἶναι λέγει, ὧν οἱ πλείους καὶ ἐπίσκοποι ἐν δια‐ φόροις παροικίαις ἐγένοντο, ὧν καὶ ὁ θεῖος ἀπόστολος ἐν τοῖς ἀσπασμοῖς αὐτοῦ μέμνηται· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν ἐκ νεκρῶν ἀνάστασιν πάντας αὐτοὺς ἐπιστρέψαι ση‐ | |
5 | μαίνει καὶ ἐν τοῖς ἀποστόλοις γεγενῆσθαι, ὧν καὶ τὰς ἐπω‐ νυμίας ὧδε που οὗτος ἐπισημαίνεται λέγων. αʹ. Ἰάκωβος ὁ ἀδελφὸς τοῦ κυρίου καὶ πρῶτος ἐπίσκοπος Ἱεροσολύμων ὑπ’ αὐτοῦ τοῦ κυρίου γενόμενος. βʹ. Κλεοπᾶς ὁ καὶ Συμεών, ὁ ἀνέψιος τοῦ κυρίου γε‐ | |
10 | νόμενος καὶ δεύτερος ἐπίσκοπος Ἱεροσολύμων, ὃς καὶ εἶδεν αὐτὸν μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. γʹ. Ματθίας ὁ ἀναπληρώσας τὸν ἀριθμὸν τῶν ιβʹ ἀποστόλων. δʹ. Θαδδαῖος ὁ τὴν ἐπιστολὴν Αὐγάρῳ τοπάρχῳ ἀποκο‐ | |
15 | μίσας ἐν Ἐδέσσῃ καὶ ἰασάμενος αὐτοῦ τὸ πάθος. εʹ. Ἀνανίας ὁ βαπτίσας τὸν ἅγιον Παῦλον καὶ Δαμα‐ | |
σκοῦ μετέπειτα γενόμενος ἐπίσκοπος. | 134 | |
135 | ϛʹ. Στέφανος ὁ πρωτομάρτυς ὁ εἷς τῶν ἐκλελεγμένων ὑπὸ τῶν ιβʹ ἀποστόλων εἰς διακονίαν. ζʹ. Φίλιππος ὁ εἷς τῶν ζʹ, ὁ καὶ Σίμωνα καὶ τὸν εὐνοῦχον βαπτίσας, καὶ ἐν Τράλλεσι τῆς Ἀσίας γεγονὼς | |
5 | ἐπίσκοπος. ηʹ. Πρόχωρος ὁ εἷς τῶν ζʹ καὶ ἐπίσκοπος Νικομηδείας τῆς Βιθυνίας γενόμενος. θʹ. Νικάνωρ ὁ εἷς τῶν ζʹ, ὃς κατ’ αὐτὴν τὴν ἡμέραν ἀπέθανε, καθ’ ἣν ὁ ἅγιος Στέφανος σὺν δισχιλίοις ἄλλοις | |
10 | τῶν ἠλπικότων εἰς τὸν Χριστόν. ιʹ. Τίμων ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Βοστρῶν τῶν Ἀράβων γενόμενος ἐκαύθη ὑπὸ τῶν Ἑλλήνων. ιαʹ. Παρμενᾶς ὁ εἷς τῶν ζʹ, ὃς ἐπ’ ὄψεσι τῶν ἀποστό‐ λων ἀπέθανεν ἐν τῇ διακονίᾳ αὐτοῦ. | |
15 | ιβʹ. Νικόλαος ὁ εἷς τῶν ζʹ, ὃς ἐπίσκοπος Σαμαρείας γενόμενος ἑτεροδόξησεν ἅμα τῷ Σίμωνι. | |
ιγʹ. Βαρνάβας ὁ μετὰ Παύλου τῷ λόγῳ διακονήσας | 135 | |
136 | πρῶτον ἐν Ῥώμῃ τὸν Χριστὸν ἐκήρυξεν, ἐπίσκοπος Μεδιο‐ λάνου μετέπειτα γεγονώς. ιδʹ. Μάρκος, ὃς ὑπὸ Πέτρου τοῦ ἀποστόλου ἐπίσκοπος Ἀλεξανδρείας ἐγένετο καὶ εὐαγγελιστής. | |
5 | ιεʹ. Σιλᾶς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας καὶ ἐν Κορίνθῳ ἐπίσκοπος γεγονώς. ιϛʹ. Λουκᾶς, ὃς κατὰ πᾶσαν τὴν γῆν τὸ εὐαγγέλιον σὺν τῷ Παύλῳ ἐκήρυξεν. ιζʹ. Σιλουανὸς ὁ σὺν τῷ Παύλῳ τῷ λόγῳ διακονήσας | |
10 | Θεσσαλονίκης ἐπίσκοπος γέγονεν. ιηʹ. Κρήσκης, οὗ μέμνηται ὁ ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Γαλλίᾳ ἐγένετο. ιθʹ. Ἐπαίνετος, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς | |
15 | Ῥωμαίους ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Καρθαγένης ἐγένετο. | 136 |
137 | κʹ. Ἀνδρόνικος, οὗ ὁ ἀπόστολος μέμνηται ἐν τῇ πρὸς Ῥωμαίους, ὃς καὶ ἐπίσκοπος Σπανίας ἐγένετο. καʹ. Ἀμπλίας, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς Ῥω‐ μαίους, ὃς καὶ ἐπίσκοπος Ὀδυσσοῦ ἐγένετο. | |
5 | κβʹ. Οὐρβανὸς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέ‐ μνηται, ὃς ἐπίσκοπος Μακεδονίας ἐγένετο. κγʹ. Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέ‐ μνηται, ὃν καὶ Ἀνδρέας ὁ ἀπόστολος τὴν Ποντιδικὴν θά‐ λασσαν διαπλέων ἐν Ἀργυροπόλει τῆς Θρᾴκης ἐπίσκοπον | |
10 | τοῦ Βυζαντίου κατέστησεν. κδʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέ‐ μνηται ὁ ἀπόστολος, ὃς καὶ αὐτὸς ἐπίσκοπος Ἡρακλείας ἐγένετο. κεʹ. Φύγελλος τὰ Σίμωνος φρονήσας Ἐφέσου ἐπίσκοπος | |
15 | ἐγένετο. κϛʹ. Ἑρμογένης, ὃς ἐν Μεγάροις καὶ αὐτὸς κατέστη | |
ἐπίσκοπος. | 137 | |
138 | κζʹ. Δημᾶς, οὗ ὁ ἀπόστολος μνημονεύει ἐν τῇ πρὸς Τι‐ μόθεον βʹ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελλος καὶ Ἑρ‐ μογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ Δημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, | |
5 | καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο, περὶ οὗ καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν. κηʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέ‐ μνηται ὁ ἀπόστολος, ὃς καὶ αὐτὸς ἐπίσκοπος Σμύρνης ἐγένετο | |
10 | πρὸ τοῦ ἁγίου Πολυκάρπου. κθʹ. Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται ὁ ἀπόστολος, ὃς Βρετανίας ἐπίσκοπος ἐγένετο. λʹ. Νάρκισσος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς Ῥω‐ μαίους, ὃς καὶ αὐτὸς ἐπίσκοπος Ἀθηνῶν γέγονεν. | |
15 | λαʹ. Ἡρωδίων, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ πρὸς Ῥω‐ μαίους, ὃς καὶ ἐπίσκοπος Παταρῶν ἐγένετο. λβʹ. Ἄγαβος ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημο‐ | |
νευόμενος, ὃς καὶ προφητικοῦ χαρίσματος ἠξιώθη. | 138 | |
139 | λγʹ. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Θηβῶν ἐγένετο. λδʹ. Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ μέμνηται, ὃς καὶ αὐτὸς ἐπίσκοπος Ὑρκανίας ἐγένετο. | |
5 | λεʹ. Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέ‐ μνηται, ὃς καὶ ἐπίσκοπος Μαραθῶνος ἐγένετο. λϛʹ. Ἑρμῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνη‐ ται, ὃς καὶ ἐπίσκοπος Δαλματίας ἐγένετο. λζʹ. Πατροβᾶς, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς | |
10 | καὶ ἐπίσκοπος ἐν Ποτιόλοις γέγονεν. ληʹ. Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνη‐ ται, ὃς καὶ ἐπίσκοπος Φιλιππουπόλεως ἐγένετο. λθʹ. Λίνος ὁ μετὰ Πέτρου τὸν ἀπόστολον Ῥώμης ἐπί‐ σκοπος γεγονώς. | |
15 | μʹ. Γάϊος, οὗ ὁ ἀπόστολος μέμνηται, ὃς ἐπίσκοπος Ἐφέσου ἐγένετο μετὰ Τιμόθεον τὸν μαθητὴν Παύλου τοῦ ἀποστόλου. μαʹ. Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος γέγονεν ὑπὸ Ἀνδρέου ἀποστόλου ἐν Σινώπῃ. | |
μβʹ. Ὀλυμπᾶς. μγʹ. Ῥωδίων, ὧν καὶ αὐτῶν ὁ ἀπόστολος | 139 | |
140 | μέμνηται, οἳ καὶ ἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ ἀποστόλῳ ὑπὸ Νέρωνος τὰς κεφαλὰς ἀπετμήθησαν. μδʹ. Λουκᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέ‐ μνηται, ὃς καὶ ἐπίσκοπος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο. | |
5 | μεʹ. Ἰάσων, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Ταρσοῦ ἐγένετο. μϛʹ. Σωσίπατρος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους μέμνηται, ὃς καὶ ἐπίσκοπος Ἰκονίου ἐγένετο. μζʹ. Τέρτιος ὁ καὶ τὴν πρὸς Ῥωμαίους γράψας ἐπιστο‐ | |
10 | λήν, ὃς δεύτερος ἐπίσκοπος Ἰκονίου ἐγένετο. μηʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ ἐπι‐ στολῇ, ὃς καὶ οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας γέ‐ γονεν καὶ ἐπίσκοπος μετέπειτα Πανιάδος. μθʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ μέμνηται ἐν τῇ αὐτῇ | |
15 | ἐπιστολῇ, ὃς καὶ ἐπίσκοπος Βηρυτοῦ γέγονεν. νʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπι‐ στολῇ μέμνηται ὁ ἀπόστολος, ὃς καὶ ἐπίσκοπος Καισαρείας | |
γέγονεν. | 140 | |
141 | ναʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξεν, ὃς καὶ ἐπίσκοπος Κονίας ἐγένετο. νβʹ. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Κολοφωνίας ἐγένετο. | |
5 | νγʹ. Τύχικος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς ἐπίσκοπος Κολοφωνίας ἐγένετο. νδʹ. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται, ὃς καὶ ἐπίσκοπος Ἀνδριακῆς γέγονεν. νεʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς | |
10 | ἐπίσκοπος τοῦ Δυῤῥαχίου γέγονεν. νϛʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς καὶ ἐπίσκοπος Ἀπολλωνιάδος γέγονεν. νζʹ. Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οὗ καὶ αὐτοῦ μέμνη‐ ται ὁ ἀπόστολος ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ὃς καὶ | |
15 | ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονεν. νηʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος γέγονεν Λύστρας. νθʹ. Κλήμης, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος λέγων· | |
μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὃς καὶ πρῶ‐ | 141 | |
142 | τος ἐξ ἐθνῶν καὶ Ἑλλήνων ἐπίστευσεν εἰς Χριστόν, ὃς καὶ μετέπειτα ἐπίσκοπος Σαρδικῆς γέγονεν. ξʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς ἐπίσκοπος Κορωνίας γέγονεν. | |
5 | ξαʹ. Τύχικος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, πρῶ‐ τος ἐπίσκοπος τῆς Χαλκηδόνος τῆς Βιθυνίας γέγονεν. ξβʹ. Κάρπος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς καὶ Βεροίας τῆς Θρᾴκης ἐπίσκοπος γέγονεν. ξγʹ. Εὔοδος, ὃς μετὰ Πέτρον τὸν ἀπόστολον ἐπίσκοπος | |
10 | γέγονεν ἐν Ἀντιοχείᾳ, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέμνηται. ξδʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ μέμνηται ὁ ἀπόστολος, ὃς καὶ ἐπίσκοπος Ἀπαμείας τῆς Συρίας γέγονεν. ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ ὁ Λουκᾶς ἐν ταῖς πράξεσι μέμνηται, ὃς καὶ ἐπίσκοπος Βύβλου γέγονεν. | |
15 | ξϛʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος μέ‐ μνηται, ὃς καὶ ἐπίσκοπος Διοσπόλεως γέγονεν. ξζʹ. Φιλήμων, πρὸς ὃν καὶ ἐπιστολὴν ἔγραψεν, ὃς καὶ | |
ἐπίσκοπος Γάζης γέγονεν. | 142 | |
143 | ξηʹ. ξθʹ. οʹ. Ἀρίσταρχος καὶ Πούδης καὶ Τρόφιμος· οὗτοι οἱ τρεῖς ἐν πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου συγκα‐ κοπαθήσαντες τέλος ἐν Ῥώμῃ σὺν τῷ αὐτῷ ἀποστόλῳ ὑπὸ Νέρωνος τοῦ βασιλέως τὰς κεφαλὰς ἀπετμήθησαν. | |
5 | Ταῦτα ὁ τρισμακάριος καὶ πανόλβιος Δωρόθεος ἐν Ῥώμῃ γεγονὼς διὰ Ῥωμαϊκῆς διαλέκτου ἐν ὑπομνήμασι καταλέλοιπεν, ἐξ ὧν καὶ ἡμεῖς ἐρανισάμενοι καὶ πρὸς τὴν Ἑλληνικὴν μεθερ‐ μηνεύσαντες φωνὴν ἐμφανῆ τοῖς πᾶσι πεποιήκαμεν, τὴν τῶν ἑβδομήκοντα μαθητῶν ἐκλογὴν πιστὴν καὶ ἀληθῆ αὐτὴν | |
10 | καταλαβόμενοι. Καὶ γὰρ ὁ ἀπόστολος γράφων περὶ αὐτῶν | |
ἔλεγεν, ὅτι καὶ πρὸ ἡμῶν γεγόνασιν ἐν κυρίῳ. Καὶ οὐκ | 143 | |
144 | ἂν ἄπιστόν τις λογίσηται μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ ἐπιστρέψαι τοὺς οʹ καὶ πιστεῦσαι εἰς αὐτόν, θεωρήσαντας τὴν ἀνάστασιν αὐτοῦ τὴν ἐκ νεκρῶν, ὃ μεῖζον πάντων τῶν θαυμάτων ὑπῆρξε καί ἐστιν. | |
5 | Οὗτος τοίνυν ὁ μέγας ἀρχιερεὺς Δωρόθεος διηγήσατο ἐν γραφαῖς, ὅτιπερ ὁ σεπτὸς οἶκος τῆς ἁγίας καὶ καλλινίκου μάρτυρος Εὐφημίας ἐν τῷ Πετρίῳ ὑπὸ Τίτου τινὸς ἐκτίσθη ἀπὸ πρώτης, ὅστις Τίτος γεγονὼς ἐπίσκοπος τοῦ Βυζαντίου καὶ τελειωθεὶς ἐν αὐτῇ, ἀπετέθη πλησίον τῶν παλαιῶν τευ‐ | |
10 | χῶν, ἐξότε Ἀνδρέας ὁ ἀπόστολος καὶ τοῖς τόποις ἐπέστη καὶ πολλὰ πλήθη Χριστιανῶν παρ’ αὐτὰ συντρέχειν παρε‐ σκεύαζεν, ὡς μήτε τοσούτους ἐν ἄλλοις τόποις εὑρίσκεσθαι. Ἅπαντες γὰρ οἱ τοῦ Βυζαντίου διδάσκαλοι καὶ ὑπομονητικοὶ γενόμενοι διὰ ταπεινοφρωσύνην, τὰς μὲν τυῤῥανικὰς ἀπέ‐ | |
15 | φυγον ἀπειλάς, τοῖς δὲ ἐξ ἐθνῶν ἢ ἐξ Ἰουδαϊσμοῦ τὸν ἔν‐ θεον ἐπέσπειρον λογισμόν, εἰ καὶ μάλιστα τοῦ Τίτου θαυ‐ ματουργίας ἐπιτελοῦντος, οἵας τε καὶ ὁ Σωτὴρ ἐπετέλεσεν. | |
Ἔτι δὲ καὶ τῆς τυραννίδος Λικινίου καὶ Διοκλητιανοῦ | 144 | |
145 | κρατούσης ἐν τῇ ὑποθέσει ταύτῃ ἀναιρεῖται. Καὶ Κάρος ὁ βασιλεὺς καὶ οἱ τούτου υἱοὶ Καρῖνος καὶ Νουμεριανὸς λοι‐ πὸν ἐν ἀδείᾳ οἱ τύραννοι γενόμενοι ἀναιδεστέρως πρὸς τὰς τιμωρίας τῶν Χριστιανῶν ηὐτομόλουν, εἰς χιλιάδας τὸ καθ’ | |
5 | ἡμέραν ἐκ τούτων ἀναιροῦντες· μεθ’ ὧν Ἀδριανὸς ὁ τοῦ Πρόβου υἱὸς θανεῖν ἔσπευσεν. Γενόμενος γὰρ ἐν τῇ Νικομηδέων πόλει μετὰ τὴν Κάρου ἀναίρεσιν καὶ ἰδὼν τὰ πλήθη τῶν Χριστιανῶν ὑπὸ Λικινίου ἀναιδῶς ἀναιρούμενα, προσελθὼν πρὸς τὸ βῆμα ἔλεγεν τῷ | |
10 | Λικινίῳ· διὰ τί οὕτως ἀναιδῶς τὸ στράτευμα τῶν Ῥωμαίων ἀναιρεῖται; καὶ ἰδοὺ τὰ πλεῖστα τῶν Ῥωμαίων βάρβαροι κατέχουσιν. Ὁ δὲ Λικίνιος πρὸς αὐτόν· μὴ καὶ σὺ Χρι‐ στιανὸς εἶ; Ὁ δὲ Ἀδριανὸς πρὸς αὐτόν· καὶ μὴν εὔχομαι ἐν τῇ ὁμολογίᾳ ταύτῃ τελειωθῆναι ἢ τὸ ἀρνήσασθαι τὸν | |
15 | Χριστόν. Λικίνιος δὲ πολλὰς μὲν βασάνους, πολλὰς δὲ καὶ θωπεύσεις καὶ ἐπαγγελίας πρὸς αὐτὸν προσήγαγεν. Ὡς δὲ ἑώρα αὐτὸν τῇ τοῦ Χριστιανοῦ ὁμολογίᾳ ἐνιστάμενον, θυ‐ μομαχήσας κατ’ αὐτοῦ ἐκέλευσεν τὴν κεφαλὴν αὐτοῦ ἀπο‐ τμηθῆναι. Τοῦ δὲ ἐν τῇ ὁμολογίᾳ ταύτῃ τελειωθέντος ὁ | |
20 | Μητροφάνης γνοὺς ἄρτι τῆς ἐπισκοπῆς ἐναρξάμενος, ἅμα τοῖς συνοῦσιν αὐτῷ καταλαμβάνει τὴν Νικομήδειαν καὶ ὑπο‐ | |
κλέψας αὐτοῦ τοῦ Καλλινίκου μάρτυρος Ἀδριανοῦ τὸ λεί‐ | 145 | |
146 | ψανον, ἀπεκομίσατο αὐτὸ καὶ ἀπέθετο ἐν τῇ πρώτῃ αὐτοῖς ὑπαρξάσῃ ἐκκλησίᾳ διακειμένῃ πλησίον τοῦ Βυζαντίου ἐπι‐ λεγομένου τόπου Ἀργυροπόλεως, ἔνθα καὶ Τίτος πρῶτος ἡγησάμενος ἐπίσκοπος Κωνσταντινουπόλεως ἀπέθετο τὸ λεί‐ | |
5 | ψανον Ἀδριανοῦ τοῦ ἐπὶ Μαξιμιανοῦ μαρτυρήσαντος, καὶ Ναταλίαν τὴν τούτου γυναῖκα καὶ ἑτέρους τοὺς σὺν αὐτῷ μαρτυρήσαντας, ὅπου καὶ τὸ λείψανον ἀπέκειτο Στάχυος τοῦ ἑνὸς τῶν ἑβδομήκοντα μαθητῶν, ὃς ὑπὸ Ἀνδρέου τοῦ ἀπο‐ στόλου ἐν τῷ αὐτόθι τόπῳ πρῶτος ἐπίσκοπος τοῦ νῦν Βυ‐ | |
10 | ζαντίου κατέστη. Ὁ γὰρ Ἀνδρέας ἐπὶ τὸν Πόντον διαπερούμενος ἤθελεν τοῖς ἐν τῷ Βυζαντίῳ τὸν Χριστὸν καταγγεῖλαι. Ἀλλ’ ἐπει‐ δήπερ Ζεύξιππος τὸν τόπον τότε ἡγεμονεύων αἱμοβόρος τις ὢν πάντας τοὺς προσβάλλοντας ξένους τῷ Βυζαντίῳ πρό‐ | |
15 | τερον διερωτωμένους τὰ περὶ τοῦ Χριστοῦ, εἶθ’ οὕτως εἰσιέναι συνεχώρει. Καὶ ἐάν τις ὡμολόγησεν τὸν Χριστόν, εἰς δέσμα τοῦτον εὐθὺς καὶ παρ’ αὐτὰ δεσμευθέντας τοὺς πόδας τε καὶ χεῖρας θαλαττοῦσθαι προσέτασσεν. Διὰ τὴν τοιαύτην | |
οὖν ὠμότητα παραπλεύσας ὁ Ἀνδρέας τὸ Βυζάντιον, κατῴ‐ | 146 | |
147 | κησεν ἐπὶ διετῆ χρόνον πλησίον τοῦ Βυζαντίου τῷ Θρᾳκίῳ μέρει ὡς ἀπὸ σταδίου ἑνὸς τῆς Ἀργυροπόλεως, ἐκεῖ ἐπὶ συναγωγὴν τῶν ἐνθέσμων καὶ φιλαλήθων ἀνδρῶν ποιούμενος. Ὡς οὖν περὶ τοὺς δισχιλίους ἐπισυνάξας τῷ Χριστῷ θυ‐ | |
5 | σιαστήριον ἑδράσας ἐν τῇ Ἀργυροπόλει καὶ τὸν Στάχυν ἐπί‐ σκοπον καταστήσας εἰς Σινώπην τοῦ Πόντου μεθίσταται. Τοῦ δὲ Στάχυος διαγενομένου τοῖς αὐτοῦ ἓξ καὶ δέκατον ἔτος ἐν τῇ ἐπισκοπῇ Ὀνήσιμος μετὰ τοῦτον γίνεται, περὶ οὗ Παῦλος ὁ ἀπόστολος τῷ Φιλήμονι ἔγραψεν. Καὶ τούτου δὲ | |
10 | τεσσαρεσκαιδέκατον ἔτος διανύσαντος ἐν τῇ λειτουργίᾳ Πο‐ λύκαρπος μετὰ τούτου τρία ἔτη ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται. Διαγενομένου δὲ καὶ τούτου δέκα πρὸς τοῖς ὀκτὼ ἔτεσι Πλούταρχος μετέρχεται τὴν ἱερωσύνην. Καὶ αὐτοῦ δὲ διανύσαντος ἔτη ιϛʹ, Σεδεκίων διάδοχος αὐτοῦ καθίστα‐ | |
15 | ται ἐπὶ ἐνναετῆ χρόνον. Μεθ’ ὃν Διογένης ἐν ἔτει ιεʹ τῇ ἱερατείᾳ προσμείνας τελειοῦται. Μετὰ δὲ τοῦτον Ἐλευθέριος ἐπὶ ἑπταετῆ χρόνον. Μεθ’ ὃν Φίλιξ ἐπὶ πέμπτου ἔτους· καὶ | |
μετὰ τοῦτον Πολύκαρπος ἕως ἐτῶν ιζʹ. Ἔνθα τοίνυν τὰ | 147 | |
148 | τούτων σώματα ἀπετέθη λιθίνῳ σηκῷ ἐκεῖ· καὶ τὸ τῆς Ναταλίας σῶμα ἀπετέθη καὶ Ἀδριανοῦ τοῦ μετέπειτα μαρ‐ τυρήσαντος. Ἐν δὲ τῷ ἑτέρῳ λάρνακι ἐξ εὐθείας τότε ποι‐ ηθέντι τῶν ιγʹ μαρτύρων τὰ λείψανα ἐνεβλήθη. Ἐν δὲ | |
5 | μολυβδίνῃ λάρνακι καθ’ ἑαυτὸν ἀπετέθη ὁ Ἀδριανὸς ὁ Να‐ ταλίας ἀνήρ, ἃ καὶ μέχρι τῆς δεῦρο ἐμφανῶς πρόκεινται ἐν τῷ ὑπογαίῳ σπηλαίῳ, ἔνθα ἀπόστολος Ἀνδρέας τὸ θυσια‐ στήριον ἥδρασεν. Ἤδη δὲ πλήθους ἱκανοῦ συναθροισθέντος τῶν εἰς Χριστὸν ἠλπικότων, παυσαμένης δὲ καὶ τυραννίδος | |
10 | τοῦ Βυζαντίου μετὰ τὴν τοῦ Ζευξίππου τελευτὴν ἐγκρατεῖς τε τόπων πλεόνων γενόμενοι οἱ τῆς ἐν Ἀγρυροπόλει ἐκκλη‐ σίας προεστῶτες τὴν τῶν πολλῶν ὄχλησιν καὶ τὴν τῶν Ἑλλήνων καὶ Ἑβραίων προσβολὴν ἐκφυγεῖν βουλόμενοι, ἐν τοῖς μεσογείοις πλησίον τῆς Ἀργυροπόλεως ἐκκλησίαν ἄλλην | |
15 | ἀνεγείρουσιν, ἣν Κωνσταντῖνος ὁ μέγας βασιλεὺς μετέπειτα μειζοτέραν πεποίηκεν, σταυροειδῆ αὐτὴν διαγραψάμενος, βου‐ λόμενος καὶ τὸ αὐτοῦ σῶμα ἐκεῖσε κατατεθῆναι. Ἀλλ’ ἐπειδὴ λοιπὸν τὰ τοῦ Βυζαντίου ηὐξήθη, συνεβούλευσαν οἱ συνόν‐ τες τῷ Κωνσταντίνῳ μὴ δεῖν ἔξωθεν τῆς πόλεως τὰ τῶν | |
20 | βασιλέων σώματα ἀποκομίζεσθαι. Τούτου οὖν χάριν ἕτερος μὲν τόπος εἰς ταφὴν τῶν βασιλέων ἐγένετο. Ὁ δὲ γεγονὼς οἶκος ἀφιερώθη τοῖς ἐν τῷ νόμῳ καρτερικοῖς καὶ θεόφροσιν | |
ἑπτὰ παισὶν καὶ Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ, τὴν ἀρχαίαν ἐπωνυ‐ | 148 | |
149 | μίαν τὸν τόπον οἶκος κληρωσάμενος. Ἐλαιὼν γὰρ ἐξ ἀρχαίων τῶν χρόνων ὁ τόπος ἐπικέκληται, ὅνπερ εὐκτήριον οἶκον Ἀθηνόδωρος ὁ μετὰ Πολύκαρπον ἐπίσκοπος γεγονὼς πρῶτος ἐνήρξατο. Ἐκεῖ τὴν ἐπισκοπὴν διανύσας ἐν ἔτεσι τέσσαρσι, | |
5 | μεθ’ ὧν ἐν τοῖς αὐτοῦ ἑνδέκατος ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται Εὐζώϊος, ὃς καὶ αὐτὸς ἐν ἔτεσιν ἓξ τοῖς αὐτῶν ἱερατεύσας, Λαυρεντίῳ τὴν ἱερωσύνην καταλέλοιπεν. Καὶ αὐτοῦ δι’ ἕνδεκα ἔτη καὶ μῆνας ἓξ πληρώσαντος Ἀλύπιος ἡγεῖται τῆς ἱερωσύνης ἐπὶ ἔτη ιγʹ ἥμισυ. Πάλιν δὲ μετὰ | |
10 | τοῦτον Περτίναξ ἐγένετο ἔτη ιδʹ κρατήσας τῆς ἱερωσύνης. Οὗτος δὲ ὁ Περτίναξ ὑπατικὸς τῶν ἐν Ῥώμῃ καὶ στρατη‐ λάτης γεγονὼς πάθει τε ἀφύκτῳ παραπεπτωκώς, διάγων ἐν τοῖς Θρᾳκίοις μέρεσιν, ἔμαθεν πλείστας δυνάμεις γενέσθαι ἐν τῷ Βυζαντίῳ ὑπὸ τῶν Χριστιανῶν. Παραγενόμενος δὲ πρὸς | |
15 | Ἀλύπιον τὸν ἐπίσκοπον ἐν τῇ ἐπὶ Ἐλαίας λεγομένῃ ἐκκλησίᾳ καὶ διὰ τῆς αὐτοῦ ἐντεύξεως καὶ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως ῥυσθεὶς τῶν ἀλγηδόνων, ἀπαρνεῖται τὴν τῶν εἰδώλων πλάνην καὶ τὴν τῆς στρατιᾶς ὑπεροχὴν καὶ βαπτισθεὶς τῇ εἰς Χριστὸν ἐλπίδι ἦν προσκαρτερῶν τῷ Ἀλυπίῳ, τῆς τοῦ πρεσβυτέρου ἀξίας | |
20 | μετειληφὼς ἐν δάκρυσι κατανύξας ἑκάστην ἡμέραν διατελῶν | |
καὶ μετὰ τὴν Ἀλυπίου τελευτὴν εἰς ἐπίσκοπον αὐτὸν προεχειρί‐ | 149 | |
150 | σαντο. Πλούσιός τε σφόδρα ὑπάρχων ὁ Περτίναξ πάλιν αὐτὸς ἐκκλησίαν ἀνίστησιν παρ’ αὐτὸ τὸ θαλασσίδιον ἐν τῷ ἐπιλεγομένῳ Σύκαις, Εἰρήνην τὸν οἶκον προσαγορεύσας, ὅνπερ τόπον οἱ Χριστιανοὶ ὡς μίαν τῶν πόλεων ἀπετέλεσαν, | |
5 | οἴκους διαφόρους καὶ πλείστους ἀναστήσαντες, διόπερ καὶ μετέπειτα Κωνσταντῖνος ὁ ἀεισεβέστατος τείχεσι τὸν τόπον ἐτίμησεν. Μετὰ δὲ τὸν Περτίνακα καὶ Ὀλυμπιανὸς ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπιλεγομένῃ Εἰρήνῃ καθίσταται ἐπίσκοπος αὐτὸς ἱερατεύσας ἐπὶ ιαʹ ἔτη. Τούτου διάδοχος γίνεται Μάρκος | |
10 | ἐπὶ τρισκαιδέκατον ἔτος· μετὰ τοῦτον Κυριλλιανὸς ἐν ἔτε‐ σιν ιϛʹ, μετὰ τοῦτον Καστῖνος ἐτῶν ἑπτά. Ὁ οὖν Κων‐ σταντῖνος ἐν τῷ πρώτῳ αὐτοῦ ἔτει ἐκκλησίαν ἄλλην ἀνί‐ στησιν ἔσωθεν τοῦ Βυζαντίου κατὰ τὸ βόρειον μέρος, ἔνθα καὶ οἱ ἡγεμονεύσαντες τοῦ Βυζαντίου κατέκειντο, Εὐφη‐ | |
15 | μίας τῆς μάρτυρος τὸν οἶκον προσαγορεύσας κατ’ αὐτὸν τὸν καιρὸν μαρτυρησάσης αὐτῆς. Ἐκεῖ τοίνυν τὸν ἐπίλοιπον χρόνον τῆς ἱερατείας τελέσας Τίτον διάδοχον καταλιμπάνει, ὃς ἔτη λεʹ καὶ μῆνας ϛʹ πληρώσας Δομέτιον τὸν ἀδελφὸν τοῦ Πρόβου τοῦ βασιλέως διάδοχον καθίστησιν, καὶ τούτου | |
20 | δὲ κδʹ ἔτη πρὸς μησὶν ἓξ τελέσαντος, Πρόβος ὁ Δομετίου υἱὸς διαδέχεται τὴν ἱερωσύνην ἕως πληρώσεως ἐτῶν ιβʹ, μεθ’ | |
ὧν Μητροφάνης, ὁ ἀδελφὸς Πρόβου καὶ Δομετίου υἱὸς, | 150 | |
151 | ἐπίσκοπος τοῦ Βυζαντίου καθίσταται ιʹ ἔτη προσμείνας τῇ ἱερατείᾳ Ἐφ’ οὗπερ καὶ Κωνσταντῖνος ὁ ἀεισεβέστατος ἕνεκεν τῆς πρὸς Λικίνιον παρατάξεως καταλαβὼν τὸ Βυζάντιον, καὶ | |
5 | ἀρεσθεὶς τῇ τοῦ ἀνδρὸς σεμνότητι καὶ τὴν τῶν τόπων εὐκοσμίαν ἐννοήσας, τέως ταῖς εὐχαῖς τοῦ Μητροφάνους ἐγκρατὴς τοῦ κατὰ Λικίνιον πολέμου ἐγένετο, καὶ εὐθὺς τὰ τῆς Ῥώμης βασίλεια εἰς τὸ Βυζάντιον μετατίθησι τείχεσί τε αὐτὴν ὀχυρώσας καὶ ὀροφαῖς, παροχάς τε δαψιλεῖς τοῖς πο‐ | |
10 | λίταις χαρισάμενος κατὰ τὴν αὐτοῦ ἐπωνυμίαν. Ταῦτα ὁ πανάριστος Δωρόθεος ἐν Ῥωμαικοῖς συγγράμ‐ μασι καταλέλοιπεν, ἀντεβλήθησάν τε καὶ παρ’ ἡμῶν ἐν ὑπατείᾳ Φιλοξένου καὶ Πρόβου, ὁπηνίκα Ἰωάννης ὁ ἐπί‐ σκοπος Ῥώμης ἤλυθεν ἐν Κωνσταντινουπόλει. Προτραπεὶς | |
15 | γὰρ ὑπὸ τοῦ τῆς πόλεως ἀρχιεπισκόπου συλλειτουργῆσαι αὐτῷ ἐν τοῖς γενεθλίοις τοῦ Χριστοῦ, ἀπηγόρευσε τοῦτο ποιῆσαι, ἐὰν μὴ πρῶτος τοῦ τῆς πόλεως ἐπισκόπου ἱερατεύσῃ, ὅσα τε δὴ τῆς Ῥώμης πρὸ Κωνσταντινουπόλεως ἐπισκόπου δεξα‐ μένης. Κινήσεως οὖν ἐκ τούτου γεναμένης ἐκ τῶν συγ‐ | |
20 | γραμμάτων τοῦ μεγάλου Δωροθέου τὴν σύστασιν οἱ Κων‐ | |
σταντινουπόλεως ἐποιοῦντο, δεικνύντες προγενεστέραν τῆς | 151 | |
152 | Ῥώμης τὴν Κωνσταντινουπόλεως εἶναι ἐπισκοπήν. Ἰωάννης δὲ ὁ Ῥωμαίων ἐπίσκοπος τὸ μὲν σύγγραμμα Δωροθέου ἀληθὲς εἶναι διεβεβαιοῦτο, προτιμᾶσθαι δὲ τοῦ τῆς πόλεως ἐπισκόπου ἔλεγεν διὰ τὸ τοῦ κορυφαιοτάτου τῶν ἀποστόλων τὸν τόπον | |
5 | ἐπέχειν, καὶ τούτου ἕνεκεν τὰ πρωτεῖα αὐτῷ παρεχωρήθη, οὐ μὴν διὰ τὸ προϋπάρχειν τὴν τῆς Ῥώμης ἐπισκοπὴν τῆς Κωνσταντινουπόλεως. Ὑποκατιὼν δὲ ἐν τοῖς τελευταίοις τοῦ συγγράμματος αὐτοῦ ὁ ἱερὸς Δωρόθεος μνήμην ποιεῖται καὶ τῶν δώδεκα | |
10 | ἀποστόλων σημαίνων, ἔνθα ὁ καθεὶς αὐτῶν ἐκήρυξεν | |
εἰπών. | 152 | |
153 | αʹ. Πέτρος μὲν ὁ ἀπόστολος ἐν Γαλλίᾳ καὶ ἐν τοῖς μεσογαίοις Πόντου καὶ εἰς πᾶσαν τὴν Καππαδοκίαν καὶ Βι‐ θυνίαν κηρύξας τὸ εὐαγγέλιον μετὰ τὸ ἐπαναζεῦξαι αὐτὸν ἀπὸ Ἀντιοχείας, ὕστερον δὲ καὶ ἐν τῇ Ἰταλίᾳ πάσῃ καὶ | |
5 | Ῥώμῃ, ἔνθα καὶ ὑπὸ Νέρωνος σταυρωθεὶς ἐν αὐτῇ τῇ Ῥώμῃ θάπτεται πρὸ τριῶν Καλανδῶν Ἰουλίων. βʹ. Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ πᾶσαν τὴν παραλίαν τῆς Βιθυνίας τε καὶ Πόντου, Θρᾴκης τε καὶ Σκύθας διῆλθεν εὐαγγελιζόμενος τὸν κύριον. Μετέπειτα δὲ ἐπορεύθη ἐν | |
10 | Σεβαστοπόλει τῇ μεγάλῃ, ὅπου ἡ παρεμβολὴ Ἄψαρος καὶ | |
ὁ Φᾶσις ποταμός, ἔνθα οἱ ἐσώτεροι Αἰθίωπες κατοι‐ | 153 | |
154 | κοῦσιν. Ἐτάφη ἐν Πάτραις τῆς Ἀχαΐας σταυρωθεὶς ὑπὸ Αἰγεάτου. γʹ. Ἰάκωβος δὲ ὁ τοῦ Ζεβεδαίου τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, μεθ’ ὧν εὐαγγελιζόμενος τὸν Χριστὸν ἀναιρεῖται | |
5 | μαχαίρᾳ ὑπὸ Ἡρώδου τοῦ τετράρχου ἐν Καισαρείᾳ τῆς Πα‐ λαιστίνης. δʹ. Ἰωάννης ὁ τούτου ἀδελφός, ὃς καὶ τὸ εὐαγγέλιον γεγράφηκεν, ἐν τῇ Ἐφέσῳ κηρύξας τὸν Χριστὸν ὑπὸ Τραιανοῦ τοῦ βασιλέως εἰς Πάτμον τὴν νῆσον διὰ τὸν λόγον τοῦ | |
10 | Χριστοῦ ἐξορίζεται. Ἐκ ταύτης μετάρσιος γεγονώς, διὸ καὶ λόγος κεκράτηκεν σὺν τῷ Ἐνὼχ καὶ τῷ Ἠλίᾳ ἔτι ἐν σαρκὶ αὐτὸν ὑπάρχειν. [δʹ. Ἰωάννης ὁ τούτου ἀδελφὸς ἐτῶν ὑπέχων νʹ καὶ | |
μηνῶν ζʹ εἰσελθὼν ἐν Ἐφέσῳ καὶ κηρύξας ἐν αὐτῇ τὸν | 154 | |
155 | λόγον ἔτη ιθʹ, ἐξορίζεται ὑπὸ Τραιανοῦ τοῦ βασιλέως ἐν Πάτμῳ τῇ νήσῳ καὶ διατρίψας ἐν αὐτῇ ἔτη ιεʹ συνεγράψατο τὸ ἅγιον εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν καὶ πάλιν ὑποστρέ‐ ψας ἐν Ἐφέσῳ καὶ ζήσας ἔτη κϛʹ διδάσκων, μετεστάθη ἐν | |
5 | κυρίῳ, ὑπάρχων ἐτῶν ρʹ καὶ μηνῶν ζʹ, ταφεὶς ὑπὸ τῶν μαθητῶν αὐτοῦ, καθὼς διηγεῖται ὁ ἀπόστολος Πρόχωρος ὁ καὶ τὴν περίοδον αὐτοῦ συγγραψάμενος.] εʹ. Φίλιππος δὲ ἀπόστολος ἐν Φρυγίᾳ κηρύξας τὸ εὐαγ‐ γέλιον θάπτεται ἐν Ἱεραπόλει μετὰ τῶν ζʹ θυγατέρων αὐτοῦ, | |
10 | ὧν Λουκᾶς ὁ εὐαγγελιστὴς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ἀπεμνημόνευσεν. ϛʹ. Βαρθολομαῖος ὁ ἀπόστολος Ἰνδοῖς τοῖς καλουμένοις εὐδαίμοσι κηρύξας τὸν Χριστὸν καὶ δεδωκὼς αὐτοῖς τὸ κατὰ Ματθαῖον εὐαγγέλιον, ἐκοιμήθη ἐν Κορβανοπόλει τῆς μεγά‐ | |
15 | λης Ἀρμενίας. ζʹ. Θωμᾶς δὲ ὁ ἀπόστολος Πάρθοις καὶ Μήδοις, καὶ | |
Πέρσαις καὶ Γερμανοῖς καὶ Βάκτροις καὶ Μάγοις κηρύξας | 155 | |
156 | τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, τελειοῦται ἐν πόλει τῆς Ἰνδίας Καλάμῃ τῇ λεγομένῃ. ηʹ. Ματθαῖος δὲ ὁ εὐαγγελιστὴς τῇ ἑβραΐδι διαλέκτῳ τὸ εὐαγγέλιον παραδοὺς τῇ ἐν Ἱεροσολύμοις ἐκκλησίᾳ κηρύξας | |
5 | τὸν Χριστὸν τελειοῦται ἐν Ἱεραπόλει τῆς Συρίας. θʹ. Ἰούδας δὲ ὁ Ἰακώβου ἐν πάσῃ τῇ Μεσοποταμίᾳ κηρύξας τὸν Χριστὸν τελειοῦται ἐν Ἐδέσσῃ καὶ ἐκεῖ θάπτεται. ιʹ. Σίμων δὲ ὁ ἐπικληθεὶς Ἰούδας ἐν Ἐλευθεροπόλει καὶ ἀπὸ Γάζης ἕως Αἰγύπτου κηρύξας τὸν Χριστὸν θάπτε‐ | |
10 | ται ἐν τῇ Ὀστρακίνῃ πόλει τῆς Αἰγύπτου σταυρωθεὶς ἐπὶ Τραιανοῦ τοῦ βασιλέως. ιαʹ. Ματθίας δὲ ὁ συγκαταριθμηθεὶς τοῖς ἕνδεκα ἀπο‐ στόλοις ἀντὶ Ἰούδα ἐν τῇ πρώτῃ Αἰθιοπίᾳ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ καὶ ἐν Βρεττανίᾳ σταυρωθεὶς ὑπ’ αὐτῶν | |
15 | καὶ τελειωθεὶς θάπτεται ἐκεῖ. | 156 |
157 | ιβʹ. Σίμων δὲ ὁ ζηλωτὴς πᾶσαν τὴν Μαυριτανίαν καὶ τὴν τῶν Ἀφρῶν χώραν διελθὼν καὶ κηρύξας τὸν Χριστόν, ὕστερον δὲ καὶ ἐν Βρεττανίᾳ σταυρωθεὶς ὑπ’ αὐτῶν καὶ τελειωθεὶς θάπτεται ἐκεῖ. | |
5 | Ταῦτα ἡμῖν ὁ Δωρόθεος ἐξ Ἑλληνικῶν καὶ Ἑβραικῶν συνήγαγε καὶ παρέδωκε Ῥωμαϊκοῖς ὑπομνήμασιν, ἅπερ ἡμεῖς ὡς χρηστὰ καὶ εὐπαράδεκτα συναγαγόντες ἐμφανῆ πεποιή‐ καμεν, ὅπως τε ἡ ἔναρξις τῆς ἐπισκοπῆς Κωνσταντινουπόλεως γέγονεν, ἐξ οἵου τε γένους ὁ Μητροφάνης κατήγετο. | |
10 | Εὕρομεν δὲ ταῦτα ἐν τοῖς ἱστορικοῖς συγγράμμασι τοῦ λεχθέντος θείου ἀνδρὸς Δωροθέου. ὅτι ὁ Σίμων ὁ Κυρη‐ ναῖος ἐσταυρώθη ὑπὲρ τοῦ Χριστοῦ, [Περὶ τοῦ προφήτου Ἱερεμίου καὶ τῆς αἰχμαλωσίας Ἱερουσαλήμ] | |
15 | καὶ ὅτιπερ ὁ Ἱερεμίας ἱερεὺς ὢν καὶ προφήτης θείῳ | 157 |
158 | πνεύματι προθεωρήσας καὶ τὴν τῆς Ἱερουσαλὴμ αἰχμαλωσίαν μετὰ τὴν τελευτὴν Ἰωσίου τοῦ βασιλέως Ἰουδαίας. [Περὶ τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ ἁγίων.] Ἄρας τὴν σκηνὴν τὴν Μωσαϊκὴν καὶ τὴν κιβωτὸν τῆς | |
5 | διαθήκης καὶ πάντα τὰ ἅγια ἐν αὐτῇ καὶ πάντα τὰ σκεύη, ἃ Μωϋσῆς κατεσκεύασεν, ἐλθὼν εἰς τὸ ὄρος Ναβαίου, ἔνθα ὁ Μωϋσῆς αὐτὸς ἐτάφη, εὗρε σπήλαιον κἀκεῖ πάντα ἀπέθετο, καὶ ηὔξατο εὐχήν, ὥστε μὴ φανερωθῆναι αὐτὰ ἕως τῆς συντελείας τοῦ αἰῶνος, καὶ ἔκτοτε ὁ τόπος ἀγνώριστος ἐγένετο | |
10 | καὶ αὐτοῖς τοῖς ἱερεῦσιν ἅμα τῷ Ἱερεμίᾳ ἀποθεμένοις αὐτά. [Περὶ τῆς θυγατρὸς τῆς Ἡρωδιάδος.] Ἐπὶ ὑπατείας Γάλβου καὶ Σύλλα, ἐπὶ τούτων τῶν ὑπά‐ των ἀπὸ κρύους παγωθείσης τῆς λίμνης Γεννησαρὲτ ἡ θυ‐ γάτηρ τῆς Ἡρωδιάδος κατὰ τέρψιν ἐπὶ τοῦ πάγους ἀπέβαινε. | |
15 | Τοῦ δὲ πάγους διαθρυβέντος τὸ σῶμα αὐτῆς κατεπόθη ὑπὸ | 158 |
159 | τοῦ ὕδατος, ἡ δὲ κεφαλὴ αὐτῆς ἐκκοπεῖσα ὑπὸ τοῦ πάγους ἄνωθεν ἔμεινεν. Ἡ δὲ Ἡρωδιὰς ἐπὶ τῶν γονάτων αὐτῆς ἀπεθεμένη τὴν κεφαλὴν τῆς θυγατρὸς κλαίουσα ὡμολόγει, ὅτι διὰ τοῦ αἰτήσασθαι αὐτὴν τὴν κεφαλὴν Ἰωάννου τοῦ | |
5 | βαπτιστοῦ τοῦτο ὑπέμεινεν. Καὶ Ἡρώδης δὲ κατὰ ταύτην βασιλεὺς τῶν Ἰουδαίων τετραρχήσας ἀπέθανε σκωληκόβρωτος γενόμενος. Ἐκληρο‐ νόμησε δὲ τὸν Ἡρώδην ὁ Πιλάτος, καθότι κατ’ ὀφθαλμοὺς Ἡρώδου καὶ οἱ τέσσαρες υἱοὶ αὐτοῦ καὶ αὕτη ἡ Ἡρωδιάς, | |
10 | ἐξ ἧς ἔσχεν αὐτούς, σκωληκόβρωτοι γενόμενοι ἐξέψυξαν. [Ἀλλὰ καὶ ὁ Ἡρώδης σκωληκόβρωτος περὶ τὰ αἰδοῖα καὶ ὅλου τοῦ σώματος γενόμενος κακινκάκως τὴν ψυχὴν ἀπέῤῥηξεν. Ὁ δὲ Πιλάτος καθότι κατ’ ὀφθαλμοὺς ἰδὼν τοῦ Ἡρώδου καὶ τοὺς τέσσαρας υἱοὺς αὐτοῦ σκωληκοβρώτους | |
15 | γενομένους καὶ ἀποψύξαντας ἔλαβε πάντα τὰ αὐτοῦ καὶ ἐκληρονόμησεν αὐτόν, ἀλλὰ καὶ αὕτη ἡ μοιχαλὶς Ἡρωδιὰς ἅμα τοῖς τέσσαρσιν υἱοῖς αὐτῆς καὶ τῷ Ἡρώδῃ σκωληκό‐ βρωτος γενομένη τὴν ἰδίαν ψυχὴν ἀπέῤῥηξεν.] Προκόπιος τοίνυν τις τοῦ πρεσβυτερίου ἠξιωμένος βίῳ τε | |
20 | καὶ λόγῳ εὐσεβείας διαπρέψας καὶ πάσῃ τῇ περὶ τὰς γραφὰς ἐμμελείᾳ τε καὶ ἐμπειρίᾳ ἀεὶ ἐνασκηθεὶς καὶ ἐντετυχηκὼς ταῖς ἱστορικαῖς συγγραφαῖς τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου | |
ἐπισκόπου καὶ μάρτυρος Δωροθέου, ταῦτα πάντα ἡμῖν ἐγ‐ | 159 | |
160 | γράφως καταλέλοιπεν. Χάρις τοίνυν αὐτοῦ τοῖς πόνοις καὶ τῇ ἀθανάτῳ μνήμῃ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων, ἀμήν. | 160 |