TLG 1750 003 :: VITAE PROPHETARUM :: De prophetarum vita et obitu (recensio scholiis Hesychii aliorumque patrum in prophetas adjecta)

VITAE PROPHETARUM Hagiogr.
(Varia)

De prophetarum vita et obitu (recensio scholiis Hesychii aliorumque patrum in prophetas adjecta)

Source: Schermann, T. (ed.), Prophetarum vitae fabulosae. Leipzig: Teubner, 1907: 99–104.

Citation: Page — (line)

99

αʹ. Ὠσηὲ ἑρμηνεύεται σωζόμενος. Οὗτος ἦν ἐκ Βελε‐ μὼθ τῆς φυλῆς Ἰσάχαρ, καὶ ἔδωκε τέρας ἥξειν κύριον ἐπὶ γῆς ἀνθρώποις συναναστρεφόμενον καὶ ἡ δρῦς ἡ ἐν Σιλὼμ μερισθήσεται εἰς δώδεκα μέρη· καὶ γενήσονται δώδεκα δρύες
5ἐπακοῦσαι καὶ ἀκολουθῆσαι αὐτῷ ἐπὶ γῆς φανέντι θεῷ, καὶ δι’ αὐτοῦ σωθήσεται πᾶσα ἡ γῆ· καὶ οὕτως θανὼν ἐτάφη ἐν τῇ γῇ αὐτοῦ. βʹ. Ἰωὴλ ἑρμηνεύεται ἀγαπητὸς κυρίου ἢ ἀρχή. Οὗτος ἦν ἐκ τῆς φυλῆς Ῥουβὴν ἀγροῦ Βεθομόρων· ἐν εἰρήνῃ ἀπέ‐
10θανε καὶ ἐτάφη ἐκεῖ. γʹ. Ἀμὼς ἑρμηνεύεται στερέωσις ἢ ἰσχύς. Ἀμὼς ἦν ἐκ Θεκουέ· καὶ Ἀμασίας συχνῶς αὐτὸν τυμπανίσας τέλος ἀνεῖ‐ λεν αὐτὸν ξίφει· ἔτι δὲ ἐμπνέοντος αὐτοῦ ἀνῆλθεν εἰς τὴν γῆν αὐτοῦ· καὶ μεθ’ ἡμέρας δύο ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.
15 δʹ. Ἀβδιοῦ ἑρμηνεύεται δοῦλος ἐξομολογητός. Οὗτος ἦν ἐκ τῆς Συχέμ. Οὗτος ἦν ὁ τριστάτης ἑκατόνταρχος· ὁ τρίτος Ὀχοζίου καὶ δεηθεὶς τοῦ Ἠλίου, καὶ διασωθεὶς πα‐ ραδόξως ἐγένετο αὐτοῦ λειτουργός. Πολλὰ δὲ παθὼν καὶ
ὑπὸ τοῦ Ἀχαὰβ διὰ τὸν Ἠλίαν τέλος καταφρονήσας θανάτου,99

100

καταλιπὼν τὸν βασιλέα, ἠκολούθησε τῷ Ἠλίᾳ καὶ προεφή‐ τευσε καὶ ἀποθανὼν ἐν εἰρήνῃ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. εʹ. Ἰωνᾶς ἑρμηνεύεται ὑψίστου πονοῦντος ἢ περιστερά.
5Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθὲμ πλησίον Ἀζώτου πόλεως Ἑλλή‐ νων κατὰ θάλασσαν· καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους, ἀπελθὼν εἰς Νινευῒ καὶ κηρύξας καὶ ἀνακάμψας οὐκ ἔμεινεν ἐν τῇ γῇ αὐτοῦ· ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησεν ἐν τῇ Ἀσσοὺρ χώρᾳ ἀλλοφύλων ἐθνῶν· ἔλεγεν γάρ, ὅτι
10„οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς μεγάλης πόλεως.“ Ἦν τις Ἠλίας ἐλέγχων τὸν Ἀχαὰβ καὶ καλέσας λιμὸν ἐπὶ τῆν γῆν ἔφυγε· καὶ ἐλθὼν εἰς Σαραφθὰ ηὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς, καὶ ἔμεινε παρ’ αὐτοῖς· οὐδὲ γὰρ ἠδύνατο μένειν μετὰ τῶν ἀπε‐
15ριτμήτων· καὶ εὐλόγησεν αὐτὴν διὰ τὴν ξενοδοχίαν, ἦν γὰρ προγινώσκων αὐτὴν ἐκ πρώτου. Θανόντος δὲ τοῦ υἱοῦ αὐτῆς ἐν μέσῳ ἀπεριτμήτων, πάλιν ἤγειρεν ὁ θεὸς διὰ τοῦ Ἠλία ἐκεῖ νεκρόν· ἠθέλησε γὰρ δεῖξαι αὐτῷ, ὅτι οὐ δύναταί τις ἀποδρᾶσαι θεόν. Καὶ ἀναστὰς Ἰωνᾶς μετὰ τὸν λιμὸν ἦλθεν
20εἰς τὴν Ἰουδαῖαν· καὶ ἀπέθανεν ἡ μήτηρ αὐτοῦ κατὰ τὴν ὁδόν, καὶ ἔθαψεν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεββώρας. Καὶ κατῴκησεν ἐν γῇ Σαραήρ. Ἀπέθανε δὲ ἐκεῖ καὶ ἐτάφη
ἐν σπηλαίῳ Κενὲζ κριτοῦ γενομένου ἐν ἡμέραις τῆς ἀναρχίας.100

101

Καὶ ἔδωκε τέρας πολὺ ἐπὶ Ἰσραὴλ καὶ ἐφ’ ὅλην τὴν γῆν· ὅταν φησὶ ἴδωσι λίθον βοῶντα οἰκτρῶς, καὶ κάνθαρον ἀπὸ ξύλου πρὸς θεὸν φθεγγόμενον, τότε ἐγγίζειν τὴν σω‐ τηρίαν· τότε ὄψονται τὴν Ἱερουσαλὴμ ἠδαφισμένην ἕως
5θεμελίων ὅλην, καὶ εἰς αὐτὴν πάντα τὰ ἔθνη [ἐν] προσκυ‐ νήσει τῷ κυρίῳ· καὶ μεταθήσουσι τοὺς λίθους κατὰ δυσμὰς ἡλίου, καὶ ἐκεῖ ἔσται ἡ προσκύνησις τοῦ ἠλειμμένου διὰ τὸ τὴν Ἱερουσαλὴμ βδελυχθῆναι ἐν ἐρημώσει θηρίων καὶ πάσης ἀκαθαρσίας, καὶ τότε ἥξει τὸ τέλος πάσης πνοῆς.
10 ϛʹ. Μιχαίας ἑρμηνεύεται ταπείνωσις ἢ ταπεινούμενος. Οὗτος ἦν ἀπὸ Μοραθεὶ ἐκ φυλῆς Ἐφραΐμ. Οὗτος πολλὰ ποιήσας τῷ Ἀχαάβ· ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ· καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος, σύνεγγυς πολυ‐
15ανδρίου Ἐνακείμ. ζʹ. Ναοὺμ ἑρμηνεύεται παράκλητος. Οὗτος ἦν ἀπὸ Ἐλκεσὶν πέραν τοῦ Ἰηνβαρεὶν ἐκ φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ἀπολεῖται ἡ Νινευΐ: ὃ καὶ γέγονεν. Ἡ γὰρ περιέ‐
20χουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν· ἀπέ‐
θανε δ’ ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.101

102

ηʹ. Ἀμβακοὺμ ἢ Ἀββακού, ἑρμηνεύεται πατὴρ ἐγέρσεως. [Ἀμβακοὺμ ὁ προφήτης ἦν ἐξ ἀγροῦ Βεθουχάρ, φυλῆς Συμεών. Καὶ εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλὴμ καὶ ἐπένθησε σφόδρα. Καὶ ὅτε ἦλθε Να‐
5βουχοδονόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην, καὶ ἦν πάροικος ἐν γῇ Ἰσραήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κατάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ κατέβησαν εἰς Αἴγυπτον, ἦν οὗτος παροικῶν τὴν γῆν αὐτοῦ καὶ λειτουργῶν θερισταῖς τοῦ λαοῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα ἀπ‐
10ενέγκαι τοῖς ἐργάταις, προεφήτευσε τοῖς Ἰουδαίοις εἰπών· Πορεύομαι εἰς γῆν μακράν, καὶ ταχέως ἐλεύσομαι. Ἐὰν δὲ βραδύνω, ἀπενέγκατε τοῖς θερισταῖς τὸ ἄριστον αὐτῶν. Καὶ γενόμενος ἐν Βαβυλῶνι, καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι καὶ οὐδενὶ εἶπε τὸ γεγονός.
15Συνῆκε δὲ ἐκ τούτου, ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ἐκ Βα‐ βυλῶνος. Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς θανὼν ἐτάφη ἐκεῖ ἐν ἀγρῷ. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ ναῷ φῶς, καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ τῆς συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ
20ἔθνους δυτικοῦ γενήσεται. Καὶ τότε τὸ ἅπλωμα τοῦ Δαβεὶρ εἰς μικρὰ διαῤῥαγήσεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσεται· καὶ οὐδεὶς γνώσεται, ποῦ ἔσονται. Ταῦτα δὲ ἐν τῇ ἐρήμῳ ἀπενεχθήσονται ὑπὸ ἀγγέλου, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ τοῖς ἐπὶ τέλει γνωσθήσε‐
25ται κύριος.] θʹ. Σοφονίας ἑρμηνεύεται σκοπιὰ κυρίου. Οὗτος ἦν
ἐκ φυλῆς Συμεὼν ἀγροῦ Σαρὼθ καὶ προεφήτευσε περὶ τῆς102

103

πόλεως Ἱερουσαλὴμ καὶ περὶ τέλους Ἰσραὴλ καὶ ἀντεισαγωγῆς καὶ σωτηρίας ἐθνῶν, καὶ αἰσχύνης ἀσεβῶν, καὶ δόξης δι‐ καίων, καὶ κριτοῦ πάσης πνοῆς· καὶ θανὼν ἐτάφη ἐν τῷ ἀγρῷ αὐτοῦ.
5 ιʹ. Ἀγγαῖος ἑορτάζων ἑρμηνεύεται. Οὗτος ἐτέχθη εἰς Βαβυλῶνα· ἦν δὲ ἐκ φυλῆς Λευὶ καὶ ἔτι νέος ὢν ἦλθεν ἀπὸ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπι‐ στροφῆς τοῦ λαοῦ προεφήτευσεν· καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ· καὶ ἀποθανὼν ἐν Ἱερουσαλὴμ ἐτάφη
10πλησίον τάφου τῶν ἱερέων ἐνδόξως, ὡς αὐτοί, ἐπειδὴ καὶ αὐτὸς ἦν ἐκ γένους ἱερατικοῦ. ιαʹ. Ζαχαρίας ἑρμηνεύεται μνήμη ὑψίστου ἢ νικητὴς λέοντος. Οὗτος ἦν ἐκ γένους Λευΐ, ἐγεννήθη ἐν Γαλαὰδ καὶ ἐλθὼν ἀπὸ Χαλδαίων ἤδη προβεβηκώς, καὶ πολλὰ τῷ
15ναῷ προφητεύσας ἔδωκεν εἰς ἀπόδειξιν Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱόν, καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει, εἰς τύπον τοῦ ἀληθῶς ἀρχιερέως. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐπὶ υἱῷ ηὐλόγησε, καὶ τὸ ὄνομα αὐτοῦ Ζοροβάβελ ἐπέθηκε καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος· καὶ περὶ τῆς λει‐
20τουργίας αὐτοῦ προεφήτευσεν, ἣν ποιήσει ἐν Ἱερουσαλήμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. Τὸ δὲ τῆς προθέσεως εἶδεν Ἱερουσαλήμ· καὶ περὶ τέλους Ἰσραήλ, καὶ ἀρχῆς ἐθνῶν καὶ τέλους τοῦ ναοῦ, ὡς θεμελίων καταστροφῆς, καὶ ἀργίας προ‐ φητῶν καὶ ἱερέων καὶ σαββάτων, καὶ διπλῆς κρίσεως ἐξέθετο.
25Καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλιπὼν ἐτέθη σύνεγγυς
τοῦ Ἀγγαίου.103

104

ιβʹ. Μαλαχίας ἑρμηνεύεται ἄγγελος. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σοφιρᾷ ἐκ γένους Λευΐ, καὶ ἔτι πάνυ νέος ὢν καλὸν βίον ἔσχεν. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ἄμεμπτον καὶ πραΰν, ἐκάλεσε Μαλαχίαν
5αὐτόν, ὅ ἐστιν ἄγγελος. Ἦν γὰρ καὶ τῷ εἴδει εὐπρεπής· ἀλλὰ καὶ ὅσα αὐτὸς εἶπεν ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγ‐ γελος ὀφθεὶς θεοῦ ἐπεδευτέρου τοὺς λόγους αὐτοῦ· τὸν δὲ ἄγγελον οὐδεὶς ἀνάξιος ἐθεώρει, ἀλλ’ ἤτοι φωνὴν αὐτοῦ ἤκουε μόνον· οἱ δὲ ἄξιοι καὶ τὸ εἶδος αὐτοῦ ἐθεώρουν, ὡς
10ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας, ὡς γέγραπται ἐν σχω‐ φετείμ, τουτέστιν ἐν βίβλῳ κριτῶν. Καὶ ἔτι νέος ὢν προσ‐ ετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν βίῳ ἀγαθῷ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ. [ιγʹ. Ἡσαΐας ὁ προφήτης ἐγένετο μὲν ἐν Ἱερουσαλὴμ
15ἐκ φυλῆς Ἰούδα, θνήσκει δὲ ὑπὸ Μανασσῆ τοῦ βασιλέως Ἰούδα πρίονι ξυλίνῳ πρισθεὶς εἰς δύο, καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπώ‐ λεσεν Ἐζεκίας ὁ βασιλεὺς χώσας αὐτά. Ἱερεμίας ὁ προφήτης ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις
20Αἰγύπτου λιθοβοληθεὶς ὑπὸ τοῦ λαοῦ ἐτελεύτησεν. Ἰεζεκιὴλ ὁ προφήτης ἦν ἐκ γῆς Σαρηρᾶ, ἐκ τῶν υἱῶν τῶν ἀρχιερέων λευΐτης· ἀπέθανε δὲ ἐν τῇ γῇ τῶν Χαλ‐
δαίων ἐπὶ τῆς αἰχμαλωσίας.]104