TLG 1750 002 :: VITAE PROPHETARUM :: De prophetarum vita et obitu (recensio anonyma)

VITAE PROPHETARUM Hagiogr.
(Varia)

De prophetarum vita et obitu (recensio anonyma)

Source: Schermann, T. (ed.), Prophetarum vitae fabulosae. Leipzig: Teubner, 1907: 68–98.

Citation: Page — (line)

68

(17t)

ΟΝΟΜΑΤΑ ΠΡΟΦΗΤΩΝ ΚΑΙ ΠΟΘΕΝ ΕΙΣΙ
18tΚΑΙ ΠΟΥ ΑΠΕΘΑΝΟΝ ΚΑΙ ΠΩΣ ΚΑΙ ΠΟΥ ΚΕΙΝΤΑΙ.
19αʹ. Ἡσαΐας ἀπὸ Ἱερουσαλὴμ θνήσκει ὑπὸ Μανασσῆ
20πρισθεὶς εἰς δύο καὶ ἐτέθη ὑποκάτω δρυὸς Ῥωγὴλ ἐχόμενα

69

τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν Ἐζεκίας χώσας αὐτά. Καὶ ὁ θεὸς τὸ σημεῖον τοῦ Σιλωὰμ διὰ τὸν προ‐ φήτην ἐποίησεν, ὅτι πρὸ τοῦ θανεῖν ὀλιγωρήσας ηὔξατο πιεῖν ὕδωρ καὶ εὐθέως ἀπεστάλη αὐτῷ ἐξ αὐτοῦ· διὰ τοῦτο
5ἐκλήθη Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Καὶ ἐπὶ τοῦ Ἐζεκία πρὸ τοῦ ποιῆσαι τοὺς λάκκους καὶ τὰς κολυμβήθρας, ἐπὶ εὐχῇ τοῦ Ἡσαΐου μικρὸν ὕδωρ ἐξελήλυθεν, ὅτι ἦν ὁ λαὸς ἐν συγκλεισμῷ ἀλλοφύλων καὶ ἵνα μὴ διαφθαρῇ ἡ πόλις ὡς 〈μὴ〉 ἔχουσα ὕδωρ. Ἠρώτων γὰρ οἱ πολέμιοι πόθεν
10πίνουσιν; καὶ ἔχοντες τὴν πόλιν παρεκαθέζοντο τῷ Σιλωάμ. Ἐὰν οὖν οἱ Ἰουδαῖοι ἤρχοντο, ἐξήρχετο ὕδωρ· ἐὰν δὲ ἀλ‐
λόφυλοι, οὔ. Διὸ ἕως σήμερον αἰφνιδίως ἐξέρχεται, ἵνα

70

δειχθῇ τὸ μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης χάριν καὶ ὁ λαὸς πλησίον αὐτὸν ἐπιμελῶς ἔθαψε καὶ ἐνδόξως, ἵνα δι’ εὐχῶν αὐτοῦ καὶ μετὰ θάνατον αὐτοῦ ὡσαύτως ἔχωσι τὴν ἀπόλαυσιν τοῦ ὕδατος, ὅτι καὶ
5χρησμὸς ἐδόθη αὐτοῖς περὶ αὐτοῦ. Ἔστι δὲ ὁ τάφος ἐχόμενα τοῦ τάφου τῶν βασιλέων ὄπισθεν τοῦ τάφου τῶν ἱερέων ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομὼν γὰρ ἐποίησε τοὺς τάφους τοῦ Δαυὶδ διαγράψαντος κατ’ ἀνατολὰς τῆς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαὼν
10μήκοθεν τῆς πόλεως σταδίους εἴκοσι. Καὶ ἐποίησε σκολιάν, σύνθεσιν ἀνυπονόητον· καὶ ἔστιν ἕως τῆς σήμερον τοῖς πολ‐ λοῖς ἀγνοουμένη, ὅλου δὲ τοῦ λαοῦ. Ἐκεῖ εἶχεν ὁ βασιλεὺς τὸ χρυσίον τὸ ἐξ Αἰθιοπίας καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ ὁ Ἐζεκίας ἔδειξε τοῖς ἔθνεσι τὸ μυστήριον Δαυὶδ καὶ Σο‐
15λομῶντος καὶ ἐμίανεν ὀστᾶ τόπου πατέρων αὐτοῦ, διὰ τοῦτο
ὁ θεὸς ἐπηράσατο εἰς δουλείαν ἔσεσθαι τὸ σπέρμα αὐτοῦ τοῖς

71

ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον αὐτὸν ἐποίησεν ὁ θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης. βʹ. Ἱερεμίας ἦν ἐξ Ἀναθὼθ καὶ ἐν Τάφναις Αἰγύπτου λίθοις βληθεὶς ὑπὸ τοῦ λαοῦ ἀποθνήσκει. Κεῖται δὲ ἐν
5τῷ τόπῳ τῆς οἰκήσεως Φαραώ, ὅτι οἱ Αἰγύπτιοι ἐδόξασαν αὐτὸν εὐεργετηθέντες δι’ αὐτοῦ. Ηὔξατο γὰρ καὶ αἱ ἀσπί‐ δες αὐτοὺς ἔασαν καὶ τῶν ὑδάτων οἱ θῆρες, οὓς καλοῦσιν οἱ Αἰγύπτιοι μὲν νεφώθ, Ἕλληνες δὲ κροκοδείλους. Καὶ ὅσοι εἰσὶ πιστοὶ θεοῦ, ἕως σήμερον εὔχονται ἐν τῷ τόπῳ
10καὶ λαμβάνοντες τοῦ χοὸς τοῦ τόπου δήγματα ἀσπίδων θε‐ ραπεύουσι. [Καὶ πολλοὶ αὐτὰ τὰ θηρία καὶ τὰ τοῦ ὕδατος φυγαδεύουσιν.] Ἡμεῖς δὲ ἠκούσαμεν ἐκ τῶν παίδων Ἀν‐ τιγόνου καὶ Πτολεμαίου γερόντων ἀνδρῶν, ὅτι Ἀλέξανδρος ὁ Μακεδὼν ἐπιστὰς τῷ τόπῳ τοῦ προφήτου καὶ ἐπιγνοὺς
15αὐτοῦ μυστήρια εἰς Ἀλεξάνδρειαν μετέστησεν αὐτοῦ τὰ λεί‐ ψανα, περιθεὶς αὐτὰ ἐνδόξως κύκλῳ· καὶ ἐκωλύθη ἐκ τῆς
γῆς τὸ γένος τῶν ἀσπίδων καὶ ἐκ τοῦ ποταμοῦ ὡσαύτως

72

τοὺς κροκοδείλους, καὶ οὕτως ἐνέβαλε τοὺς ὄφεις τοὺς λεγο‐ μένους ἀργόλας, ὅ ἐστιν ὀφιομάχους, οὓς ἤνεγκεν ἐκ τοῦ Ἄργους τῆς Πελοποννήσου, ὅθεν καὶ ἀργόλαι καλοῦνται, τοῦτ’ ἔστιν Ἄργους δεξιοί· λαιὰν γὰρ λέγουσι πᾶν εὐώνυμον.
5 Οὗτος ὁ Ἱερεμίας σημεῖον δέδωκε τοῖς ἱερεῦσιν Αἰγύπτου, ὅτι δεῖ σεισθῆναι τὰ εἴδωλα αὐτῶν καὶ συμπεσεῖν 〈διὰ σω‐ τῆρος ἐκ παρθένου γενομένου ἐν φάτνῃ〉. Δι’ ὃ καὶ ἕως νῦν τιμῶσι παρθένον λοχὸν καὶ βρέφος ἐν φάτνῃ τιθέντες προσκυνοῦσι, καὶ Πτολεμαίῳ τῷ βασιλεῖ τὴν αἰτίαν πυνθανο‐
10μένῳ ἔλεγον, ὅτι πατροπαράδοτόν ἐστι μυστήριον ὑπὸ ὁσίου προφήτου τοῖς πατράσιν ἡμῶν παραδοθέν, καὶ ἐκδεχόμεθα τὸ πέρας, φησίν, τοῦ μυστηρίου αὐτοῦ. Οὗτος ὁ προφήτης πρὸ τῆς ἁλώσεως τοῦ ναοῦ ἥρπαξε τὴν κιβωτὸν τοῦ νόμου καὶ τὰ ἐν αὐτῷ καὶ ἐποίησεν αὐτὰ
15καταποθῆναι ἐν πέτρᾳ καὶ εἶπε τοῖς παρεστῶσιν· ἀπεδήμησε
κύριος ἐκ Σιὼν εἰς οὐρανὸν καὶ πάλιν ἐλεύσεται ἐν δυνάμει.

73

Καὶ σημεῖον ὑμῖν ἔσται τῆς παρουσίας αὐτοῦ, ὅτε ξύλον πάντα τὰ ἔθνη προσκυνοῦσιν. Εἶπε δὲ ὅτι τὴν κιβωτὸν ταύτην οὐδεὶς ἐκβάλλει, εἰ μὴ Ἀαρών, καὶ τὰς ἐν αὐτῷ πλάκας οὐδεὶς ἀναπτύξει οὐκέτι ἱερέων ἢ προφητῶν, εἰ μὴ
5Μωϋσὴς ὁ ἐκλεκτὸς τοῦ θεοῦ, καὶ ἐν τῇ ἀναστάσει πρώτη ἡ κιβωτὸς ἀναστήσεται καὶ ἐξελεύσεται ἐκ τῆς πέτρας καὶ τεθήσεται ἐν ὄρει Σινᾶ καὶ πάντες οἱ ἅγιοι πρὸς αὐτὸν συναχθήσονται ἐκεῖ ἐκδεχόμενοι κύριον καὶ τὸν ἐχθρὸν φεύ‐ γοντες ἀνελεῖν αὐτοὺς θέλοντα. Ἐν τῇ πέτρᾳ ἐσφράγισε τῷ
10δακτύλῳ τὸ ὄνομα τοῦ θεοῦ καὶ γέγονεν ὁ τύπος ὡς γλυφὴ σιδήρου, καὶ νεφέλη ἐσκέπασε τὸ ὄνομα καὶ οὐδεὶς νοεῖ τὸν τόπον οὔτε ἀναγνῶναι αὐτὸν 〈δύναται〉 ἕως σήμερον καὶ ἕως συντελείας. Καί ἐστιν ἡ πέτρα ἐν τῇ ἐρήμῳ, ὅπου πρώτως ἡ κιβωτὸς γέγονε μεταξὺ τῶν δύο ὀρέων, ἐν οἷς
15κεῖνται Μωϋσὴς καὶ Ἀαρών. Καὶ ἐν νυκτὶ νεφέλη ὡς πῦρ γίνεται κατὰ τὸν τύπον τὸν ἀρχαῖον, ὅτι οὐ μὴ παύσηται
ἡ δόξα τοῦ θεοῦ ἐκ τοῦ νόμου αὐτοῦ. Καὶ ἔδωκεν ὁ θεὸς

74

τῷ Ἱερεμίᾳ χάριν, ἵνα τὸ τέλος τοῦ μυστηρίου αὐτοῦ αὐτὸς ποιήσειεν, ἵνα γένηται συγκοινωνὸς Μωϋσέως καὶ ὁμοῦ εἰσιν ἕως σήμερον. γʹ. Ἰεζεκιήλ. Οὗτός ἐστιν ἐκ γῆς Ἀρίρα, ἐκ τῶν ἱερέων
5καὶ ἀπέθανεν ἐν τῇ γῇ τῶν Χαλδαίων ἐπὶ τῆς αἰχμαλωσίας πολλὰ προφητεύσας τοῖς ἐν τῇ Ἰουδαίᾳ. Ἀπέκτεινεν δὲ αὐτὸν ὁ ἡγούμενος τοῦ λαοῦ Ἰσραὴλ ἐκεῖ ἐλεγχόμενος ὑπ’ αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι. Καὶ ἔθαψαν αὐτὸν ἐν ἀγρῷ Μαοὺρ ἐν τάφῳ Σὴμ καὶ Ἀρφαξὰδ πατέρων Ἀβραάμ, καὶ
10ἔστιν ὁ τάφος σπήλαιον διπλοῦν, ὅτι καὶ Ἀβραὰμ ἐν Χεβρῶν πρὸς τὴν ὁμοιότητα αὐτοῦ ἐποίησε τὸν τάφον Σάῤῥας. Διπλοῦν δὲ λέγεται, ὅτι εἱλικτόν ἐστι καὶ ἀπόκρυφον ἐξ ἐπιπέδου ὑπερῷον καί ἐστι ἐπὶ γῆς ἐν πέτρᾳ κρεμάμενον. Οὗτος ὁ προφήτης τέρας ἔδωκε τῷ λαῷ, ὥστε προσέχειν
15τῷ ποταμῷ Χοβάρ, ὅτε ἐκλείποι, ἐπελπίζειν τὸ δρέπανον τῆς ἐρημώσεως εἰς πέρας τῆς γῆς, καὶ ὅτε πλημμυρήσῃ, τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον. Καὶ γὰρ ἐκεῖ κατῴκει ὁ ὅσιος
καὶ πολλοὶ πρὸς αὐτὸν συνεστρέφοντο. Καί ποτε πλήθους

75

συνόντος αὐτῷ ἔδεισαν οἱ Χαλδαῖοι, μὴ ἀντάρωσι, καὶ ἐπῆλ‐ θον αὐτοῖς εἰς ἀναίρεσιν. Καὶ ἐποίησε στῆναι τὸ ὕδωρ, ἵνα ἐκφύγωσιν εἰς τὸ πέραν γενόμενοι. Καὶ οἱ τολμήσαν‐ τες τῶν ἐχθρῶν ἐπιδιῶξαι κατεποντίσθησαν.
5 Οὗτος διὰ προσευχῆς αὐτομάτως αὐτοῖς δαψιλῆ τροφὴν ἰχθύων παρέσχετο καὶ πολλοῖς ἐκλείπουσι ζωὴν ἐλθεῖν ἐκ θεοῦ παρεκάλεσεν. Οὗτος ἀπολλυμένου τοῦ λαοῦ ὑπὸ τῶν ἐχθρῶν προσῆλθε τοῖς ἡγουμένοις καὶ διὰ τεραστίων φοβηθέντες ἐπαύσαντο.
10Τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι· διαπεφωνήκαμεν, ἀπώλετο ἡ ἐλπὶς ἡμῶν, καὶ ἐν τέρατι τῶν ὀστέων τῶν νεκρῶν αὐτοὺς ἔπεισεν, ὅτι ἔσται ἐλπὶς τῷ Ἰσραὴλ καὶ ὧδε καὶ ἐπὶ τοῦ μέλλοντος. Οὗτος ἐκεῖ ὢν ἐδείκνυ τῷ λαῷ Ἰσραὴλ τὰ ἐν Ἱερουσαλὴμ
καὶ ἐν τῷ ναῷ γινόμενα. Οὗτος ἡρπάγη ἐκεῖθεν καὶ ἦλθεν

76

εἰς Ἱερουσαλὴμ εἰς ἔλεγχον τῶν ἀπίστων. Οὗτος κατὰ τὸν Μωϋσῆν εἶδε τὸν τύπον, οὗ τὸ τεῖχος καὶ περίτειχος πλατύ, καθὼς εἶπε καὶ ὁ Δανιήλ, ὅτι κτισθήσεται. Οὗτος ἔκρινεν ἐν Βαβυλῶνι τὴν φυλὴν Δὰν καὶ τοῦ Γάδ, ὅτι ἠσέβουν
5εἰς τὸν κύριον διώκοντες τοὺς τὸν νόμον φυλάσσοντας· καὶ ἐποίησεν αὐτοῖς τέρας μέγα, ὅτι οἱ ὄφεις ἀνήλισκον τὰ βρέφη αὐτῶν καὶ πάντα τὰ κτήνη αὐτῶν, καὶ προείρηκεν, ὅτι δι’ αὐτοὺς οὐκ ἐπιστρέψει ὁ λαὸς εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ ἐν Μηδίᾳ ἔσονται ἕως συντελείας πλάνης αὐτῶν. Καὶ
10ἐξ αὐτῶν ἦν ὁ ἀνελὼν αὐτόν. Ἀντέκειντο γὰρ αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. δʹ. Δανιήλ. Οὗτος μὲν ἦν ἐκ φυλῆς Ἰούδα, γένους τῶν ἐξεχόντων τῆς βασιλικῆς ὑπηρεσίας, ἀλλ’ ἔτι νήπιος ἤχθη ἐκ
τῆς Ἰουδαίας εἰς γῆν Χαλδαίων· ἐγεννήθη δὲ ἐν Βεθώρῳ

77

τῇ ἀνωτέρᾳ καὶ ἦν ἀνὴρ σώφρων, ὥστε δοκεῖν τοὺς Ἰουδαίους εἶναι αὐτὸν σπάδοντα. Πολλὰ ἐπένθησεν οὗτος ἐπὶ τὴν πόλιν καὶ ἐν νηστείαις ἤσκησεν ἀπὸ πάσης τροφῆς ἐπιθυμητῆς καὶ ἦν ἀνὴρ ξηρὸς
5τὴν ἰδέαν, ἀλλὰ ὡραῖος ἐν χάριτι ὑψίστου. Οὗτος πολλὰ ηὔξατο ὑπὲρ τοῦ Ναβουχοδονόσορ παρα‐ καλοῦντος αὐτὸν Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, ὅτε ἐγένετο θηρίον καὶ κτῆνος, ἵνα μὴ ἀπόληται. Ἦν τὰ ἐμπρόσθια ὡς βοῦς σὺν τῇ κεφαλῇ καὶ οἱ πόδες σὺν τοῖς ὀπισθίοις λέων. Ἀπε‐
10καλύφθη τῷ ὁσίῳ περὶ τοῦ μυστηρίου τούτου, ὅτι κτῆνος γέγονε διὰ τὴν φιληδονίαν καὶ τὸ σκληροτράχηλον, καὶ ὅτι ὡς βοῦς ὑπὸ ζυγὸν γίνονται τοῦ Βελίαρ. Ταῦτα ἔχουσιν
οἱ δυνάσται ἐν νεότητι· ἐπὶ τέλει δὲ θῆρες γίνονται ἁρπά‐

78

ζοντες ὀλοθρεύοντες ἀναιροῦντες καὶ πατάσσοντες. Ἔγνω διὰ θεοῦ ὁ ἅγιος, ὅτι ὡς βοῦς ἤσθιε χόρτον καὶ ἐγένετο ἀνθρωπίνης φύσεως τροφή. Διὰ τοῦτο καὶ ὁ Ναβουχοδο‐ νόσορ μετὰ τὴν πέψιν ἐν καρδίᾳ ἀνθρωπίνῃ γενόμενος
5ἔκλαιε καὶ ἠξίου κύριον πᾶσαν ἡμέραν καὶ νύκτα τεσσαρα‐ κοντάκις δεόμενος. Βεημὼθ ἐπεγίνετο αὐτῷ καὶ ἐλάνθανεν, ὅτι γέγονεν ἄνθρωπος· ἤρθη ἡ γλῶσσα αὐτοῦ τοῦ μὴ λαλεῖν· καὶ νοῶν εὐθέως ἐδάκρυσεν· οἱ ὀφθαλμοὶ αὐτοῦ ἦσαν ὡς κρέας ἐκ τοῦ κλαίειν. Πολλοὶ γὰρ ἐξιόντες ἐκ τῆς πόλεως
10ἑώρων αὐτόν. Ὁ Δανιὴλ μόνος οὐκ ἠθέλησεν αὐτὸν ἰδεῖν, ὅτι πάντα τὸν χρόνον τῆς ἀλλοιώσεως αὐτοῦ ἐν προσευχῇ ἦν περὶ αὐτοῦ· ἔλεγεν, ὅτι πάλιν ἄνθρωπος γενήσεται· καὶ ἠπίστουν αὐτῶ. Ὁ Δανιὴλ τὰ ἑπτὰ ἔτη, ἃ εἶπεν ἑπτὰ και‐ ρούς, ἐποίησε γενέσθαι ἑπτὰ μῆνας· τὸ μυστήριον τῶν ἑπτὰ
15καιρῶν ἐτελέσθη ἐπ’ αὐτόν, ὅτι ἀποκατέστησεν ἑπτὰ μησί,

79

τὰ ἓξ ἔτη καὶ ἓξ μῆνας ὑπέπιπτε κυρίῳ καὶ ὡμολόγει τὴν ἀσέβειαν αὐτοῦ καὶ μετὰ ἄφεσιν τῆς ἀνομίας αὐτοῦ ἀπέ‐ δωκεν αὐτῷ τὴν βασιλείαν. Οὔτε ἄρτον ἢ κρέα ἔφαγεν οὔτε οἶνον ἔπιεν ἐξομολογούμενος, ὅτι ὁ Δανιὴλ αὐτῷ προσέταξεν
5ἐν ὀσπρίοις βρεκτοῖς καὶ χλόαις ἐξιλεοῦσθαι κύριον. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Βαλτάσαρ, ὅτι ἠθέλησεν αὐτὸν συγκλη‐ ρόνομον καταστῆσαι τῶν τέκνων αὐτοῦ. Ἀλλ’ ὁ ὅσιος εἶπεν· ἵλεώς μοι ἀφεῖναι κληρονομίαν πατέρων μου καὶ κολληθῆναι κληρονομίαις ἀπεριτμήτων. Καὶ τοῖς ἄλλοις βασιλεῦσι Περσῶν
10πολλὰ ἐποίησεν τεράστια, ὅσα οὐκ ἔγραψαν. Ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τῷ βασιλικῷ μόνος ἐνδόξως. Καὶ αὐτὸς ἔδωκε τέρας ἐν ὄρεσι τοῖς ὑπεράνω Βαβυ‐ λῶνος, ὅτι· ὅτε καπνισθήσεται τὸ ἐκ βοῤῥᾶ, ἥξει τὸ τέλος
Βαβυλῶνος·

80col1

ὅτε δὲ ὡς ἐν πυρὶ κεῖται, τὸ τέλος πάσης τῆς γῆς.

80col2

ὅτε δὲ κατ’ ἀνατολὰς ὕδωρ καθαρὸν ἐξελεύσεται, τότε ἐπὶ γῆς ὁ θεὸς φανεὶς ὡς ἄν‐ θρωπος καὶ εἰς ἑαυτὸν ἀνα‐
5δέξεται ἀνομίας τῆς γῆς, ἐν τῷ ἀνασκολοπίζεσθαι αὐτὸν ὑπὸ τῶν ἱερέων τοῦ νόμου [καὶ πρεσβυτέρων τοῦ λαοῦ Ἰσραήλ. Τότε φόνος ἔσται
10τοῦ Βελίαρ]. Εὐθέως δὲ χαρὰ ἐκχυθήσεται εἰς πάντα τὰ ἔθνη· ὅτε δὲ κατὰ νότον ἐν πυρὶ καίεται, τὸ τέλος ἔσται πάσης τῆς γῆς.

80

(15)

ἐὰν δὲ τὸ ἐν τῷ νότῳ ῥεύσῃ ὕδατα, ἐπιστρέψει ὁ λαὸς εἰς γῆν αὐτοῦ, καὶ ἐὰν αἷμα ῥεύσῃ, φόνος ἔσται τοῦ Βελίαρ ἐν
πάσῃ τῇ γῇ. Καὶ ἐκοιμήθη ἐν εἰρήνῃ ὁ ὅσιος.

81

εʹ. Ὠσηέ. Οὗτος ἦν ἐκ Βελεμὼθ τῆς φυλῆς Ἰσάχαρ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ ἐν εἰρήνῃ. Καὶ ἔδωκε τέρας, ἥξειν κύριον ἐπὶ τῆς γῆς, ἐὰν ἡ δρῦς ἡ ἐν Σηλὼμ μερισθῇ ἀφ’ ἑαυτῆς καὶ γένωνται δρύες δώδεκα.
5 ϛʹ. Μιχαίας ὁ Μωραθὶ ἦν ἐκ φυλῆς Ἐφραΐμ. Πολλὰ ποιήσας τῷ Ἀχαὰβ ὑπὸ Ἰωρὰμ τοῦ υἱοῦ αὐτοῦ ἀνῃρέθη κρημνῷ, ὅτι ἤλεγχεν αὐτὸν ἐπὶ ταῖς ἀσεβείαις τῶν πατέρων αὐτοῦ. Καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ μόνος σύνεγγυς πολυ‐ ανδρίου Ἐνακείμ.
10 ζʹ. Ἀμὼς ἦν ἐκ Θεκουέ. Καὶ Ἀμασίας πυκνῶς αὐ‐ τὸν τυμπανίσας τέλος, καὶ ἀνεῖλεν αὐτὸν ὁ υἱὸς αὐτοῦ ἐν ῥοπάλῳ πλήξας αὐτοῦ τὸν κρόταφον· καὶ ἔτι ἐμπνέων ἦλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ μεθ’ ἡμέρας ἀπέθανε καὶ
ἐτάφη ἐκεῖ.

82

ηʹ. Ἰωὴλ ἦν ἐκ τῆς γῆς τοῦ Ῥουβὴν ἐν ἀγρῷ Βεθωμόρων, [προφητεύσας περὶ λιμοῦ καὶ ἐκθλίψεως θυσιῶν καὶ πάθους προφήτου δικαίου καὶ δι’ αὐτοῦ ἀνακαινισθήσεται τὴν κτίσιν εἰς σωτηρίαν]. Ἐν εἰρήνῃ ἀπέθανε καὶ ἐτάφη ἐκεῖ.
5 θʹ. Ἀβδιοῦ ἦν ἐκ γῆς Συχὲμ ἀγροῦ Βηθαχαράμ. Οὗτος ἦν μαθητὴς Ἠλία καὶ πολλὰ ὑπομείνας δι’ αὐτὸν περιεσώ‐ ζετο. Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος

82col1

(8)

οὗ ἐφείσατο Ἠλίας καὶ κατέβη πρὸς Ὀχοζίαν. Μετὰ ταῦτα
10ἀπολιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως προεφήτευσε καὶ ἀπέθανε ταφεὶς μετὰ τῶν πα‐ τέρων αὐτοῦ.

82col2

(7)

Οὗτος ἦν ὁ τρίτος πεντηκόνταρχος τοῦ Ἀχαὰβ δεηθεὶς τοῦ Ἠλία ἐγένετο αὐτοῦ μαθητὴς καὶ
10πολλὰ παθὼν δι’ αὐτὸν καὶ καταλιπὼν τὴν λειτουργίαν τοῦ βασιλέως ἠκολούθει τῷ Ἠλίᾳ καὶ προεφήτευσε καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ.

82

(15)

ιʹ. Ἰωνᾶς ἦν ἐκ γῆς Καριαθμοῦς πλησίον πόλεως Ἑλ‐
λήνων Ἀζώτου κατὰ θάλασσαν.

83col1

Καὶ ἐκβρασθεὶς ἐκ τοῦ κήτους καὶ ἀπελθὼν ἐν Νινευῇ ἀνα‐ κάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτοῦ, ἀλλὰ παραλαβὼν
5τὴν μητέρα αὐτοῦ παρῴκησε τὴν Σοὺρ χώραν ἀλλοφύλων ἐθνῶν· ἔλεγε γάρ, ὅτι οὕτως ἀφελῶ ὄνειδός μου, ὅτι ἐψευ‐ σάμην προφητεύσας κατὰ Νι‐
10νευῆ τῆς μεγάλης πόλεως. Ἦν τότε Ἠλίας ἐλέγχων τὸν οἶκον Ἀχαὰβ καὶ καλέσας λι‐ μὸν ἐπὶ τὴν γῆν ἔφυγεν. Καὶ ἐλθὼν εὗρε τὴν χήραν μετὰ
15τοῦ υἱοῦ αὐτῆς· οὐ γὰρ ἠδύ‐ νατο μένειν μετὰ ἀπεριτμήτων· καὶ εὐλόγησεν αὐτήν. Καὶ θανόντα τὸν υἱὸν αὐτῆς πάλιν ἤγειρεν ἐκ νεκρῶν ὁ θεὸς διὰ
20τοῦ Ἠλία· ἠθέλησε γὰρ δεῖξαι

84col1

αὐτῷ, ὅτι οὐ δύναται ἀπο‐ δρᾶσαι θεόν. Καὶ ἀναστὰς μετὰ τὸν λιμὸν ἦλθεν ἐν γῇ Ἰούδα. Καὶ ἀποθανοῦσαν
5τὴν μητέρα αὐτοῦ κατὰ τὴν ὁδὸν ἔθαψεν αὐτὴν ἐχόμενα τῆς βαλάνου Δεββώρας. Καὶ κατοικήσας ἐν γῇ Σαραὰρ ἀπέθανε καὶ ἐτάφη ἐν σπη‐
10λαίῳ Κενεζέου κριτοῦ γενο‐ μένου μιᾶς φυλῆς ἐν ἡμέραις τῆς ἀναρχίας. Καὶ ἔδωκε τέρας ἐπὶ Ἱερουσαλὴμ καὶ ὅλην τὴν γῆν, ὅτε ἴδωσι λίθον
15βοῶντα οἰκτρῶς, ἐγγίζειν τὸ τέλος. Καὶ ὅτε ἴδωσιν ἐν Ἱερουσαλὴμ πάντα τὰ ἔθνη, ὅτι ἡ πόλις ἕως ἐδάφους ἠφάνισται ὅλη.

83col2

Ἦν τότε Ἠλίας ὁ προφήτης ἐλέγχων τὸν Ἀχαὰβ βασιλέα Σαμαρείας· καὶ ἐκάλεσε λιμὸν μέγαν ἐπὶ τῆς γῆς· ἔφυγεν
5ἐν τῇ ἐρήμῳ καὶ ἐτρέφετο ἐκ τῶν κοράκων τῆς ἐρήμου, καὶ ἔπιεν ὕδωρ ἐκ τοῦ χειμάῤῥου καὶ ὡς ἐξηράνθη ὁ χειμάῤῥους ἐπείνασεν ὁ προφήτης καὶ
10ἦλθεν εἰς Σαρεφθᾶ καὶ εὗρε τὴν χήραν μετὰ τοῦ υἱοῦ αὐτῆς Ἰωνᾶν καὶ εὐλόγησεν αὐτὴν σίτῳ καὶ ἐλαίῳ καὶ ἔμεινεν μετ’ αὐτοῦ. Οὐ γὰρ
15ἠδύνατο μένειν μετὰ ἀπερι‐ τμήτων· καὶ θανόντα τὸν υἱὸν αὐτῆς Ἰωνᾶν πάλιν ἤγειρεν αὐτὸν ὁ θεὸς ἐκ νεκρῶν διὰ τοῦ Ἠλία. Καὶ ἀπέδωκεν
20αὐτὸν τῇ μητρὶ αὐτοῦ διὰ

84col2

τὴν φιλοξενίαν αὐτῆς. Καὶ γενόμενος υἱὸς Ἰωνᾶς μέγας ἐπέμφθη ὑπὸ κυρίου εἰς Νι‐ νευῒ τὴν πόλιν Ἀσσυρίων.
5Καὶ ἐζήτησεν Ἰωνᾶς ἀποδρᾶ‐ σαι κυρίου, καὶ κατεπόθη ὑπὸ τοῦ κήτους καὶ ἐκβρασθεὶς ἐκήρυξε τὴν ἀπώλειαν Νινευΐ, καὶ μετενόησαν οἱ ἄνδρες οἱ
10Νινευΐται καὶ ἠλεήθησαν. Καὶ ἐλυπήθη Ἰωνᾶς καὶ ἀνα‐ κάμψας οὐκ ἔμεινεν εἰς τὴν γῆν αὐτῶν, ἀλλὰ παραλαβὼν τὴν μητέρα αὐτοῦ παρῴκησε
15τὴν Σοὺρ χώραν ἀλλοφύλων. Ἔλεγε γὰρ ὅτι· οὕτως ἀφελῶ τὸ ὄνειδός μου, ὅτι ἐψευσάμην προφητεύσας κατὰ Νινευῒ τῆς μεγάλης πόλεως Ἀσσυρίων,
20ἠθέλησε γὰρ ὁ θεὸς δεῖξαι

85col2

αὐτῷ, ὅτι οὐ δύναται ἀποδρᾶσαι θεόν. Καὶ κατοικήσας ἐν γῇ Σαάρ· ἐκεῖ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ σπηλαίῳ τοῦ Κενεζίου
5τοῦ κριτοῦ Οὗτός ἐστιν Ἰωνᾶς ὁ γενόμενος εἰς τύπον τῆς τοῦ κυρίου ἀναστάσεως καὶ ἔδωκε τέρας ἐπὶ Ἰσραὴλ λέγων, ὅτι ὅτε ἴδωσιν ἐπὶ Ἱερουσαλὴμ
10πολλὰ ἔθνη, ὅτι ἡ πόλις ἕως ἐδάφους ἀφανισθήσεται.

85

(12)

ιαʹ. Ναοὺμ ἀπὸ Ἐλκεσὶ πέραν τοῦ Ἰσβηγαβαρὶν φυλῆς Συμεών. Οὗτος μετὰ τὸν Ἰωνᾶν τῇ Νινευῒ τέρας ἔδωκεν, ὅτι ὑπὸ ὑδάτων γλυκέων καὶ πυρὸς ὑπογείου ἀπολεῖται, ὃ καὶ
15γέγονεν. Ἡ γὰρ περιέχουσα αὐτὴν λίμνη κατέκλυσεν αὐτὴν ἐν σεισμῷ καὶ πῦρ ἐκ τῆς ἐρήμου ἐπελθὸν τὸ ὑψηλότερον αὐτῆς μέρος ἐνέπρησεν. Ἀπέθανε δὲ ἐν εἰρήνῃ καὶ ἐτάφη ἐν τῇ γῇ αὐτοῦ.
ιβʹ. Ἀμβακοὺμ ἐκ φυλῆς ἦν Συμεὼν ἐξ ἀγροῦ Βηθζουχάρ.

86

Οὗτος εἶδε πρὸ τῆς αἰχμαλωσίας περὶ τῆς ἁλώσεως Ἱερου‐ σαλὴμ καὶ ἐπένθησε σφόδρα. Καὶ ὅτε ἦλθε Ναβουχοδο‐ νόσορ ἐν Ἱερουσαλήμ, ἔφυγεν εἰς Ὀστρακίνην καὶ παρῴκησεν ἐν γῇ Ἰσμαήλ. Ὡς δὲ ἐπέστρεψαν οἱ Χαλδαῖοι καὶ οἱ κα‐
5τάλοιποι οἱ ὄντες ἐν Ἱερουσαλὴμ εἰς Αἴγυπτον, ἦν παροικῶν τὴν γῆν αὐτοῦ καὶ ἐλειτούργει θερισταῖς τοῦ ἀγροῦ αὐτοῦ. Ὡς δὲ ἔλαβε τὸ ἔδεσμα, προεφήτευσε τοῖς ἰδίοις εἰπών· πο‐ ρεύομαι εἰς γῆν μακρὰν καὶ ταχέως ἐλεύσομαι. Εἰ δὲ βρα‐ δύνω, ἀπενέγκατε τοῖς θερισταῖς. Καὶ γενόμενος ἐν Βαβυλῶνι
10καὶ δοὺς τὸ ἄριστον τῷ Δανιὴλ ἐπέστη τοῖς θερισταῖς ἐσθίουσι καὶ οὐδενὶ εἶπε τὸ γενόμενον· συνῆκε δὲ ὅτι τάχιον ἐπιστρέψει ὁ λαὸς ὑπὸ Βαβυλῶνος. Καὶ πρὸ δύο ἐτῶν ἀποθνήσκει τῆς ἐπιστροφῆς. Καὶ ἐτάφη ἐν ἀγρῷ ἰδίῳ μόνος. Ἔδωκε δὲ τέρας τοῖς ἐν τῇ Ἰουδαίᾳ, ὅτι ὄψονται ἐν τῷ
15ναῷ φῶς καὶ οὕτως ἴδωσι τὴν δόξαν τοῦ ναοῦ. Καὶ περὶ
συντελείας τοῦ ναοῦ προεῖπεν, ὅτι ὑπὸ ἔθνους δυτικοῦ γενή‐

87

σεται. Τότε ἅπλωμά φησι τοῦ Δαβὴρ εἰς μικρὰ ῥαγή‐ σεται, καὶ τὰ ἐπίκρανα τῶν δύο στύλων ἀφαιρεθήσονται καὶ οὐδεὶς γνώσεται ποῦ ἔσονται· αὐτὰ δὲ ἐν τῇ ἐρήμῳ ἀπ‐ ενεχθήσονται ὑπὸ ἀγγέλων, ὅπου ἐν ἀρχῇ ἐπάγη ἡ σκηνὴ
5τοῦ μαρτυρίου. Καὶ ἐν αὐτοῖς γνωσθήσεται ἐπὶ τέλει κύριος, ὅτι φωτίσουσι τοὺς διωκομένους ὑπὸ τοῦ ὄφεως ἐν σκότει ὡς ἐξ ἀρχῆς. [Καὶ διασώσει αὐτοὺς κύριος ἐκ σκότους καὶ σκιᾶς θανάτου· καὶ ἔσονται ἐν σκηνῇ ἁγίᾳ. Οὗτος ὁ προφήτης περὶ τῆς ἐλεύσεως τοῦ Χριστοῦ πολλὰ προεφήτευσε.
10Καὶ πρὸ δύο ἐτῶν τῆς ἐπιστροφῆς τοῦ λαοῦ τῆς ἀπὸ Βα‐ βυλῶνος ἐτελεύτησε καὶ ἐτάφη ἐν τῷ ἰδίῳ ἀγρῷ μονώτατος ἐνδόξως.] ιγʹ. Σοφονίας ἐκ φυλῆς ἦν Συμεὼν ἀγροῦ Σαβαραθά· προεφήτευσε περὶ τῆς πόλεως καὶ περὶ τέλους ἐθνῶν καὶ
15αἰσχύνης ἀσεβῶν· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. ιδʹ. Ἀγγαῖος ὁ καὶ ἄγγελος, τάχα νέος ἦλθεν ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλὴμ καὶ φανερῶς περὶ τῆς ἐπιστροφῆς τοῦ λαοῦ
προεφήτευσε καὶ εἶδεν ἐκ μέρους τὴν οἰκοδομὴν τοῦ ναοῦ.

88

Καὶ θανὼν ἐτάφη πλησίον τοῦ τάφου τῶν ἱερέων ἐνδόξως· ὡς αὐτοί. ιεʹ. Ζαχαρίας ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκὼς κἀκεῖ πολλὰ τῷ λαῷ προεφήτευσε· καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν.
5Οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν Ἱερου‐ σαλὴμ ἱερατεύσει. Οὗτος καὶ τὸν Σαλαθιὴλ ἐφ’ υἱῷ ηὐλό‐ γησε καὶ ὄνομα Ζοροβάβελ ἐπέθηκε· καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγό‐ ρευσεν, ἣν ποιήσει ἐπὶ Ἱερουσαλὴμ καὶ εὐλόγησεν αὐτὸν
10σφόδρα. Τὰ δὲ τῆς προφητείας εἶδεν ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ Ἰσραὴλ καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων, καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο· καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλειπὼν ἐτάφη σύνεγγυς Ἀγ‐ γαίου. [Ἀλληλούϊα Ἀγγαίου καὶ Ζαχαρίου εἶπεν ὁ πνευμα‐
15τικὸς προφήτης Δαυὶδ ἐν τοῖς τελευταίοις ψαλμοῖς· τουτ‐ έστιν αἰνεῖτε τὸν θεὸν ἐν ψαλμοῖς καὶ χοροῖς περὶ τῆς
ἐπανόδου ἀπὸ Βαβυλῶνος.]

89

ιϛʹ. Μαλαχίας. Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σωφᾷ καὶ ἔτι πάνυ νέος καλὸν βίον ἔσχηκε. Καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾷον, ἐκάλεσεν αὐτὸν Μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ καὶ
5τῷ ἰδεῖν εὐπρεπής. Ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος θεοῦ ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας ὡς γέγραπται ἐν Σφαρφωτίμ, τουτέστιν ἐν βίβλῳ κριτῶν. Καὶ ἔτι νέος προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ.

89col1

(10)

ιζʹ. Ναθὰν προφήτης Δα‐ υὶδ ἦν ἐκ Γαβᾶ καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν νόμον κυρίου καὶ εἶδεν, ὅτι Δαυὶδ ἐν τῇ
Βηρσαβεὲ παραβήσεται καὶ

90col1

σπεύδοντα ἐλθεῖν ἀγγεῖλαι αὐτῷ ἐνεπόδισεν ὁ Βελίαρ, ὅτι κατὰ τὴν ὁδὸν εὗρε νεκρὸν κείμενον γυμνὸν ἐσφαγ‐
5μένον· καὶ ἐπέμεινεν ἐκεῖ καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε τὴν ἁμαρτίαν. Καὶ ὑπέστρεψε πενθῶν καὶ ὡς ἀνεῖλε τὸν ἄνδρα αὐτῆς,
10ἔπεμψε κύριος ἐλέγξαι αὐτόν· καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανε καὶ ἐτάφη εἰς τὴν
γῆν αὐτοῦ.

91col1

(14)

ιηʹ. Ἀχία ἀπὸ Σηλώμ,
15ὅπου ἦν ἡ σκηνὴ τὸ παλαιὸν ἐκ πόλεως Ἠλί. Οὗτος εἶπε
περὶ Σολομών, ὅτι προσκρού‐

92col1

σει κυρίῳ· καὶ ἤλεγξε τὸν Ἱεροβοάμ, ὅτι δόλῳ πορεύ‐ σεται μετὰ κυρίου· εἶδε ζεῦγος βοῶν πατοῦν τὸν λαὸν καὶ
5κατὰ τῶν ἱερέων ἐπιτρέχον· προεῖπε καὶ τῷ Σολομῶντι, ὅτι αἱ γυναῖκες αὐτὸν ἐκστήσουσι καὶ πᾶν τὸ γένος αὐτοῦ· καὶ ἀπέθανε καὶ ἐτάφη σύνεγγυς
10τῆς δρυὸς Σηλώμ.

89col2

(10)

Ναθὰν ὁ προφήτης τοῦ Δαυὶδ ἐκ φυλῆς ἱερωσύνης ἦν. Ἐγεννήθη δὲ ἐν Γαβαῷ καὶ αὐτὸς ἐδίδαξε τὸν Δαυὶδ
νόμον κυρίου· καὶ γνοὺς ὅτι

90col2

ἐν Βηρσαβεὲ παραβήσεται ὁ Δαυίδ, ἔσπευσε τοῦ ἐλθεῖν καὶ ἀναγγεῖλαι αὐτῷ, ὥστε φυλάξασθαι ἀπὸ τῆς ἀνομίας.
5Καὶ ἐνεπόδισεν αὐτὸν ὁ Βε‐ λίαρ. Ἐρχόμενος γὰρ εἰς Ἱερουσαλὴμ εὗρε νεκρὸν ἐσφαγμένον παρεσκευασμένον γυμνὸν καὶ ἀποδυσάμενος
10τὴν στολὴν καὶ περιβαλὼν αὐτῷ ἐπέμεινεν ἐκεῖ θέλων θάψαι τὸν νεκρόν· καὶ μὴ φθάσας ἐλθεῖν πρὸς Δαυὶδ τῇ νυκτὶ ἐκείνῃ, ἐποίησε τὴν
15ἀνομίαν. Καὶ γνοὺς τῷ πνεύ‐ ματι ὁ ὅσιος, ὑπέστρεψε πεν‐ θῶν πάσας τὰς ἡμέρας, καὶ ὅτε ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἀπέστειλεν αὐτὸν ὁ θεὸς
20ἐλέγξαι τὸν Δαυίδ, ἐπειδὴ γὰρ ἔβλεπεν ὁ θεὸς πενθοῦντα
τὸν Ναθάν· ἔλεγε γάρ, ὅτι

91col2

δι’ ἐμοῦ γέγονεν ἡ ἀσέβεια αὕτη. Καὶ προσέσχεν ὁ κύ‐ ριος ἐπὶ τὸν στεναγμὸν αὐτοῦ· καὶ εἶπε πρὸς αὐτόν· ἐπειδὴ
5διὰ σοῦ νομίζεις γεγενῆσθαι τὸ τραῦμα, διὰ σοῦ καὶ ἡ θεραπεία γενήσεται. Ἀπελθὼν οὖν ἤλεγξεν αὐτὸν ἐπὶ κε‐ κρυμμένοις καὶ ἐποίησεν αὐτός,
10καθὼς ἐνετείλατο αὐτῷ ὁ κύ‐ ριος. Οὗτος οὖν εἰς βαθὺ γῆρας ἐλάσας καὶ ἐν πολλῇ ἀγαθῇ ἐκοιμήθη ἐν εἰρήνῃ. Σηλὼμ ὁ καὶ Ἠλεί, ἔνθα
15ἦν καὶ ἡ σκηνὴ τὸ πάλαι. Σηλὼμ δὲ ἐκαλεῖτο ὁ Ἠλεί· ἐν
ἀρχῇ τῆς ἱερωσύνης προεφή‐

92col2

τευσε περὶ Σολομῶντος, ὅτι προσκρούσει διὰ τὰς γυναῖ‐ κας· ὅτι γυναῖκες ἐκστήσουσι καὶ διαστρέψουσιν αὐτὸν ἀπὸ
5κυρίου καὶ ἅπαν τὸ γένος αὐτοῦ· καὶ περὶ τοῦ Ἱεροβοὰμ εἶπεν, ὅτι δόλῳ πορεύσεται μετὰ κυρίου καὶ μετὰ Ἰσ‐ ραήλ· εἶδε ζεῦγος βοῶν
10θηλείων καταπατοῦν τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπι‐ τρέχον· καὶ ὅτι παραβήσεται Σολομὼν τὸν νόμον τοῦ ὑψίστου· ταῦτα προεῖπεν Ἠλεὶ
15πρὸς τοὺς υἱοὺς αὐτοὺς ἱερα‐ τεῦσαι. Καὶ οὗτος ὁ προ‐ φήτης αὐτὸς ἀπέθανεν ἐν
γήρει βαθυτάτῳ οὐκ ἀγαθῶς.

93

ιθʹ. Ἰωὰδ ἐκ τῆς Σαμαρείμ. Οὗτός ἐστιν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξε τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς δαμάλεσι· καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν.
5 κʹ. Ἀζαρίας ἐκ γῆς Συβαθά, ὃς ἐπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα· καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ. καʹ. Ἠλίας Θεσβίτης ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θέσβις δόμα ἦν τοῖς ἱερεῦσιν. Ὅτε εἶχε τεχθῆναι, εἶδε Σοβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄνδρες λευκο‐
10φανεῖς αὐτὸν προσηγόρευον, καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαρ‐ γάνουν, καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν καὶ ἐλθὼν ἀνήγγειλεν ἐν Ἱερουσαλὴμ καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ
ἀπόφασις καὶ κρινεῖ τὸν Ἰσραήλ.

94

Τὰ δὲ σημεῖα ἃ ἐποίησεν, εἰσὶ ταῦτα· ηὔξατο Ἠλίας καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία καὶ πάλιν ηὔξατο μετὰ τρία ἔτη καὶ γέγονε πολὺς ὑετός· ἐν Σαρεφθοῖς τῆς Σιδωνίας ἐποίησε διὰ ῥήματος κυρίου τὴν ὑδρίαν τῆς χήρας μὴ
5ἐκλεῖψαι καὶ τὴν καψάκην τοῦ ἐλαίου μὴ ἐλαττωθῆναι· τὸν υἱὸν αὐτῆς ἀποθανόντα ἤγειρεν ὁ θεὸς ἐκ νεκρῶν εὐξαμένου αὐτοῦ. Προβλήματος γενομένου παρ’ αὐτοῦ καὶ τῶν προ‐ φητῶν τοῦ Βάαλ, τίς ἂν εἴη ὁ ἀληθινὸς καὶ ὄντως θεός, ᾕρησε γενέσθαι θυσίαν παρά τε αὐτοῦ κἀκείνων καὶ μὴ
10ὑποθεῖναι πῦρ, ἀλλ’ ἕκαστον εὔξασθαι καὶ τὸν ἐπακούοντα αὐτὸν εἶναι θεόν. Οἱ μὲν οὖν τοῦ Βάαλ ηὔχοντο καὶ κατε‐ τέμνοντο ἕως ὥρας ἐνάτης καὶ οὐδεὶς αὐτοῖς ἐπήκουεν· ὁ δὲ Ἠλίας καὶ ὕδατος πολλοῦ πληρώσας τὸν τόπον, ἔνθα ἦν ἡ θυσία, ηὔξατο· καὶ εὐθὺς ἐπέπεσε πῦρ καὶ ἀνή‐
15λωσε τὴν θυσίαν, καὶ τὸ ὕδωρ ἐξέλειπεν· καὶ πάντες τὸν μὲν θεὸν εὐλόγησαν, τοὺς δὲ τοῦ Βάαλ ἀνεῖλον ὄντας τετρακοσίους πεντήκοντα. Τῷ βασιλεῖ Ὀζίᾳ ἀποστείλαντι μαντεύσασθαι παρὰ εἰδώλων προεφήτευσε θάνατον καὶ ἀπέ‐ θανεν.
20 Δύο πεντηκοντάρχων ἀποσταλέντων ἐπ’ αὐτὸν παρὰ Ὀχο‐ ζίου τοῦ βασιλέως Ἰσραὴλ ἐπεκαλέσατο τὸν κύριον καὶ πῦρ ἀπ’ οὐρανοῦ κατέβη κἀκείνους ἀνήλωσε τὸ πῦρ ἐκ προστάγ‐ ματος κυρίου. Κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωΐ, δείλης δὲ κρέα·
25τῇ μηλωτῇ ἐπάταξε τὸν Ἰορδάνην καὶ διῃρέθη καὶ διέβησαν ξηρῷ τῷ ποδὶ, αὐτός τε καὶ Ἐλισαῖος· τὸ τελευταῖον ἀνε‐
λήφθη ἅρματι πυρός.

95

κβʹ. Ἐλισαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβήν· καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι, ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ δάμαλις ἡ χρυσῆ ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερου‐ σαλήμ· καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης
5ἐτέχθη Ἰσραήλ, ὃς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτά· καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ. Τὰ δὲ σημεῖα, ἃ ἐποίησεν, εἰσὶ ταῦτα· ἐπάταξε καὶ αὐτὸς τὸν Ἰορδάνην τῇ μηλωτῇ τῇ Ἠλίου καὶ διῃρέθη τὸ ὕδωρ καὶ διέβη καὶ αὐτὸς ξηρῷ τῷ ποδί· τὰ ὕδατα ἐν Ἰεριχὼ
10πονηρὰ ἦν καὶ ἄγονα· καὶ ἀκούσας παρὰ τῶν τῆς πόλεως ἐπεκαλέσατο τὸν θεὸν καὶ εἶπεν· ἴαμαι τὰ ὕδατα ταῦτα καὶ οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη· καὶ ἰάθησαν τὰ ὕδατα ἕως τῆς ἡμέρας ταύτης. Παίδων ἀτακτούντων κατ’ αὐτοῦ κατηράσατο ἐν αὐτοῖς καὶ ἐξέλθουσαι δύο ἄρκοι
15ἐνέῤῥηξαν ἐξ αὐτῶν μβʹ. Γυνὴ προφήτου τελευτήσαντος ὀχλουμένη ὑπὸ δανιστῶν καὶ μὴ ἔχουσα ἀποδοῦναι προσ‐ ῆλθε τῷ Ἐλισαίῳ, καὶ ἐνετείλατο αὐτῇ συναγαγεῖν ἀγγεῖα καινά, ὅσα δύναται, καὶ τὸ ἔχον ὀλίγιστον ἔλαιον ἐκκενοῦν εἰς αὐτά, ἕως ἀποσχῇ τὰ ἀγγεῖα· καὶ τοῦτο ποιήσασα ἐπλή‐
20ρωσε τὰ ἀγγεῖα καὶ ἀποδέδωκε τοῖς δανισταῖς καὶ τὸ περισ‐
σεῦον ἔσχεν εἰς διατροφὴν τῶν παιδίων. Εἰς Σουμὰν

96

ἀπελθὼν ἔμεινε παρά τινι γυναικὶ καὶ μὴ ποιοῦσαν αὐτὴν παιδίον, ἐπιθυμοῦσαν δὲ σχεῖν εὐξάμενος πεποίηκε συλλαβεῖν καὶ τεκεῖν· εἶτα ἀποθανόντα τὸν παῖδα εὐξάμενος πάλιν ἤγειρεν ἐκ νεκρῶν. Εἰς Γάλγαλα ἐλθὼν κατήχθη παρὰ τοῖς
5υἱοῖς τῶν προφητῶν καὶ ἑψεθέντος προσφαγίου καὶ θανα‐ τικῆς βοτάνης συνεψεθείσης τῷ προσφαγίῳ καὶ παρ’ ὀλίγον κινδυνευόντων πάντων πεποίηκεν ἀβλαβὲς καὶ ἡδὺ τὸ βρῶμα· τῶν υἱῶν τῶν προφητῶν κοπτόντων ξύλα παρὰ τὸν Ἰορ‐ δάνην ἐξέπεσε τὸ δρέπανον καὶ κατεποντίσθη· ὁ δὲ Ἐλισ‐
10σαῖος εὐχόμενος πεποίηκεν ἐπιπολάσαι τὸ δρέπανον. Ναιμᾶν ὁ Σύρος δι’ αὐτοῦ ἐκαθερίσθη ἀπὸ τῆς λέπρας. Τὸν παῖδα αὐτοῦ Ἐλισαῖος λεγόμενον Γιεζεί, ἀπελθόντα κρύφα παρὰ γνώμην αὐτοῦ πρὸς Ναιμᾶν καὶ αἰτήσαντα ἀργύριον, ὕστερον ἐλθόντα καὶ ἀρνούμενον ἤλεγξε καὶ κατηράσατο αὐτὸν καὶ
15γέγονε λεπρός. Βασιλέως Συρίας πολεμοῦντος τὸν Ἰσραὴλ ἠσφαλίζετο τὸν βασιλέα Ἰσραὴλ ἀπαγγέλλων αὐτῷ τὰς σκέψεις τοῦ ἐχθροῦ· τοῦτο μαθὼν ὁ βασιλεὺς Συρίας πέμπει δύναμιν ἀγαγεῖν τὸν προφήτην· ὁ δὲ εὐξάμενος πεποίηκεν αὐτοὺς καταχθῆναι ἀορασίᾳ καὶ ἀπήγαγεν εἰς Σαμαρείαν παρὰ τοὺς
20ἐχθρούς, ἀβλαβεῖς τε αὐτοὺς φυλάξας διέσωσε καὶ ἔθρεψεν· τοῦτο μαθὼν ὁ βασιλεὺς Συρίας ἐπαύσατο τοῦ πολεμεῖν. Μετὰ θάνατον Ἐλισαίου ἀποθανών τις καὶ θαπτόμενος ἐῤῥίφη ἐπὶ τὰ ὀστᾶ αὐτοῦ καὶ μόνον ὡς ἥψατο τῶν ὀστέων τοῦ Ἐλισαίου, ὁ νεκρὸς εὐθὺς ἀνέζησεν.
25κγʹ. Ζαχαρίας ἐξ Ἱερουσαλὴμ υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, ὃν
ἀπέκτεινεν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσιαστηρίου·

97

καὶ ἐξέχεεν τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαυὶδ ἀνὰ μέσον ἐπὶ τοῦ Αἰλάμ· καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν αὐτὸν μετὰ τοῦ πατρὸς αὐτοῦ· ἔκτοτε ἐγένοντο τέρατα ἐν τῷ ναῷ φαντασίας καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγγέλων
5θεοῦ οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ Δαβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ Ἐφοὺδ οὔτε διὰ δήλων ἀποκριθῆναι τῷ λαῷ ὡς τὸ πρίν. [(Ἰαδώκ). Ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν ἐκ γῆς Ἰούδα εἰς Ἱερουσαλὴμ πρὸς Ἱεροβοὰμ Ἰαδὼκ ἐκαλεῖτο. Οὗτος προ‐
10εφήτευσε περὶ Ἰωσία τοῦ βασιλέως Ἰούδα, ὅτι τὰ ὀστᾶ τῶν ἱερέων τοῦ Βαὰλ κατακαύσει ἐπὶ τοῦ θυσιαστηρίου, ἔνθα Ἱεροβοὰμ ἔθυε τῷ Βαάλ. Καὶ προφητεύοντος αὐτοῦ ἐξέ‐ τεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ συλλαβεῖν αὐτόν, καὶ ἐξηράνθη ἡ χεὶρ τοῦ βασιλέως παραυτίκα.
15 Σίμων ὁ υἱὸς τοῦ Κλωπᾶ, ὁ ἀνέψιος τοῦ κυρίου· συ‐ κοφαντηθεὶς ὑπὸ τῶν αἱρέσεων κατηγορήθη ἐπὶ Ἀττικοῦ
ὑπατικοῦ. Καὶ ἐπὶ πολλὰς ἡμέρας αἰκιζόμενος ἐμαρτύρησεν,

98

ὡς πάντας ὑπερθαυμάσαι καὶ τὸν ὑπατικόν, πῶς ρκʹ ἐτῶν τυγχάνων ὑπέμεινε τὰς αἰκίας· καὶ ἐκέλευσεν αὐτὸν σταυ‐ ρωθῆναι.] Καὶ ἄλλοι προφῆται ἐγένοντο κρυπτοί, ὧν τὰ ὀνόματα
5ἐμφέρονται ἐν ταῖς γενεαλογίαις αὐτῶν ἐπὶ βίβλων ὀνομάτων Ἰσραήλ· ἐγράφοντο γὰρ πᾶν τὸ γένος Ἰσραὴλ κατ’ ὄνομα [τῶν προφητῶν καὶ ὁσίων ἀνδρῶν καὶ ὁ θάνατος αὐτῶν καὶ τὰ ἀξιώματα αὐτῶν καὶ πότε ἀπέθνησκον· καὶ ἦν εἰς μνημόσυνον τῶν ἱερέων καὶ βασιλέων καὶ προφητῶν καὶ
10τῶν μεγιστάνων καὶ ὁσίων ἀνδρῶν].
Καὶ ταῦτα μὲν μέχρι τούτων.