TLG 1738 001 :: TRAGICA ADESPOTA :: Fragmenta

TRAGICA ADESPOTA
(Varia)

Fragmenta

Source: Nauck, A. (ed.), Tragicorum Graecorum fragmenta. Leipzig: Teubner, 1889 (repr. Hildesheim: Olms, 1964): 837–958.

frr. 1–2, 4–12, 14, 16–18, 20, 22–48, 51–53, 55–144, 147–155, 157–249, 251–289, 291–431, 433–460, 462–577, 579–602

Citation: Fragment — (line)

1

(tit)

ΑΘΑΜΑΣ
1βρυαζούσης λεαίνης

ante 2

(tit1)

ΑΠΟΠΛΟΥΣ
tit2ΕΛΛΗ (?)

2-3t

ΕΠΙΓΟΝΟΙ

2

ὀλόμενε παίδων, ποῖον εἴρηκας λόγον;837

ante 4

(tit)

ΕΥΡΥΠΥΛΟΣ

4-5t

ΙΞΙΩΝ

4

τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο, τὰ δ’ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖ.

5

ἐχθρὸς μὲν ἁνήρ, ἀλλὰ τὴν δίκην σέβω.

ante 6

(tit)

ΚΙΝΥΡΑΣ

6

(tit)

ΜΗΔΕΙΑ
1ὀλόμαν ὀλόμαν ἀποχηρωθείς838

7

(tit)

ΝΙΟΒΗ
1λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις θάλπουσα καὶ ψύχουσα καὶ πόνῳ πόνον ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθ’ ἡμέραν

ante 8

(tit)

ΟΔΥΣΣΕΥΣ ΨΕΥΔΑΓΓΕΛΟΣ

8

(tit)

ΟΙΔΙΠΟΥΣ
1οἰκτρῶς θανεῖν μ’ ἄνωγε σύγγαμος πατήρ

post 8

(tit)

ΠΑΡΘΕΝΟΠΑΙΟΣ839

ante 9

(tit1)

ΠΤΩΧΕΙΑ
tit2ΣΚΥΛΛΑ

9

(tit)

ΣΚΥΡΙΟΙ
1σὺ δ’ ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους,
ξαίνεις ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;840

10

(tit)

ΦΙΛΟΚΤΗΤΗΣ
1τίς δ’ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα δέξαιτ’ ἄν; εὖ γοῦν ὡς γαμεῖν ἔχεις τάλας.

ante 11

(tit)

ΦΙΝΕΙΔΑΙ

11

(tit)

ΩΡΑΙ(?)
1πᾶν εὐμαρὲς θεοῖσι κοὐδαμῇ μακράν.

12

ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν841

14

σωτῆρες ἔνθα κἀγαθοὶ παραστάται

16

μάτην ἀδήλους ἐλπίδας καραδοκῶν

17

ὦ δαῖμον ὅς μ’ εἴληχας, ὡς πονηρὸς εἶ.

18

σιγῶ· σιωπὴ δ’ ἐστὶ τοῦ θυμοῦ τροφή.842

20

ἐν βροτοῖς αὐδώμενος

22

ἀείζων πένθος

23

ἀντίον δορὸς ὀρνύμενος Ἀχιλλέως

24

μισῶ παρ’ ἐχθρῶν θῶπας εὐειδεῖς λόγους.843

25

πρὸς σὲ πελάζω τὸν ὀπισθοβάτην πόδα γηροκομῶν.

26

καὶ γὰρ τὸν ἄλλον ὧδε θνητοῖσιν νόμον ὄψει διαθρῶν· οὐδὲν ἦν πάντῃ καλὸν οὐδ’ αἰσχρόν, ἀλλὰ ταὔτ’ ἐποίησεν λαβὼν ὁ καιρὸς αἰσχρὰ καὶ διαλλάξας καλά.

27

τὸ μέν τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα.

28

μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα,
χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.844

29

οὐκ οἶδ’ ὅπως χρὴ .. σαφῶς κατειδότα τῆς Ἡρακλείας φροντίδος κατηγορεῖν.

30

οὐκ οἶδα· τἀληθὲς γὰρ ἀσφαλὲς φράσαι.

31

οὐκ ἀξιῶ μικρῶν σε, μεγάλα δ’ οὐκ ἔχω.

32

τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ ..... δοῖεν

33

πυρὸς δ’ ἐξ ὀμμάτων ἔλαμπεν αἴγλην

34

οἴκημα καμπαῖς πολυπλόκοις845

35

ἤτοι στρατεύσεις ἢ μένων ἔσῃ κακός.

36

μαίνεται δ’ ὅστις βροτῶν ψυχῆς νομίζει τοὺς φίλους ὑπερτέρους.

37

κακοῦ γὰρ ἀνδρός ἐστι τοὺς καινοὺς φίλους τιμᾶν, ἀτιμάζειν δὲ τοὺς παλαιτέρους.

38

ὦ Ἡράκλεις

39

..... ἔφορος οἰάκων ..846

40

φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις.

41

στυγῶν μὲν ἄστυ, τὸν δ’ ἐμὸν δῆμον ποθῶν

42

δυσπινῆ πεπλώματα

43

ὦ Ζεῦ πανόπτα καὶ κατόπτα πανταχοῦ

44

ἄπελθε λαΐνων σταθμῶν

45

ὦ κλεινὸν ὄμμα, νῦν πανύστατόν ς’ ἰδὼν
λείπω φάος τόδ’· οὐκέτ’ 〈οὐδέν〉 εἰμ’ ἐγώ.847

46

τί δῆτα χεῖρες οὐκ ἂν ἐργασαίατο;

47

ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου δίνης πτερωτὸς φθόγγος ἐξακούεται.

48

ὦ μῶρε μῶρε, μὴ θεῶν κίνει φρένας848

51

.. γυναικῶν θηλύφρων ξυνουσία

52

οὐ γάρ ποθ’ ὑγιὲς οὐδὲν ἐξελήλυθεν δράσους’· ὅμως δ’ οὖν ἐστι καρτερητέον.

53

Οὐλύμπου νόμον

55

λεπτή τις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα.

56

Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.849

57

τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;

58

ὦ πότνι’ Εἰλείθυια

59

ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.

60

τί δ’ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;850

61

ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου

62

καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν Ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον χώραν τε πᾶσαν Κέκροπος ἥ μ’ ἐδέξατο.

63

ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.

64

ποντίῳ σάλῳ
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις851

65

θάσσεις τάσδε τυμβήρεις ἕδρας

66

βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.

67

..... στρέψον ἀνταυγεῖς κόρας.

68

τί δ’ ἔστιν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον ὅστις ἄν ....

69

ἄγ’ ὦ μεγαλώνυμα τέκνα τοῦ θαλασσίου 〈θεοῦ〉

70

νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;

71

μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου ..852

72

ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω, Ἄρης κατέσκηψ’, ἔς τε μονομάχου πάλης ἀγῶνα νῦν ἑστᾶσιν.

73

ἄκων κτενῶ σε, τέκνον.

74

ἐγώ ς’ ἔθηκα δοῦλον ὄντ’ ἐλεύθερον.

75

ἕλκων ἐφ’ αὑτὸν ὥστε καικίας νέφος853

76

ἅλις ἐγὼ δυστυχῶν.

77

μόχθος οἱ τηλοῦ φίλοι.

78

οἵ τοι πέρα στέρξαντες οἵδε καὶ πέρᾳ μισοῦσιν.

79

ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν.

80

εἴπερ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν, οὐδ’ ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά,
προσῆκον οἶμαι τῷδ’ ὀφείλεσθαι χάριν.854

81

καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ· Οἰνεὺς δ’ ἄρ’ οὐχὶ κλεινὸν ἀπολέσας γόνον;

82

πολλοῖς ὁ δαίμων οὐ κατ’ εὔνοιαν φρενῶν μεγάλα δίδωσιν εὐτυχήματ’, ἀλλ’ ἵνα τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας.

83

λιμένας εἰς Ἀχαϊκούς

84

λόγχην ἣν φοροῦσι γηγενεῖς855

85

σπείρων θεοκτίσταν φλόγα

86

Ἀχιλλέως πέρι

87

στέψατε δώματα

88

οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλ’ αἰσχρῶς θανεῖν.

89

καὶ τὴν μὲν ἐξηντλοῦμεν, ἣ δ’ ἐπεισρέει.856

90

ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος, κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα.

91

ἀπόλωλα· πέπλων μ’ ὤλεσαν περιπτυχαί.

92

κακός σε δαίμων καὶ κακὴ τύχη λάβοι.

93

μέλη πάραυλα κἀκρότητα κύμβαλα857

94

τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶν φίλοι.

95

πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός· μικροῦ δὲ βιότου ζῶντ’ ἐπαυρέσθαι χρεών.

96

ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου.

97

λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος

98

ἐγὼ δὲ φεύξομαί 〈γ’〉 ἐλεύθερος γεγώς.858

99

πῶς οὖν τάδ’ εἰσορῶντες ἢ θεῶν γένος εἶναι λέγωμεν ἢ νόμοισι χρώμεθα;

100

πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον

101

σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται.

102

τὸ μέλλον οὐδεὶς ἀσφαλῶς ἐπίσταται· ἡ γὰρ τύχη βραχεῖαν ἢν λάβῃ ῥοπήν, καὶ τοὺς ταπεινοὺς .......
καὶ τοὺς ἀφ’ ὕψους εἰς ζόφον κατήγαγεν.859

103

Αἴσωνος υἱὸς Κρηθέως ἀφ’ αἵματος

104

δέδοικα δὴ μή τοι νοήσῃς, Οἰδίπου

105

ἄλλοις ἐν ἐσθλοῖς τόνδ’ ἀπωθοῦνται ψόγον

106

ἡ δεῦρ’ ὁδός σοι τί δύναται, θεοπρόπε;860

107

πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.

108

ἄπερρε· μή μοι στέφανον ἀμφιθῇς κάρᾳ.

109

Μιλησία σμάραγδος ἐμπόλημα τιμαλφέστατον

110

οὐκ ἦν ἄρ’ οὐδὲν πῆμ’ ἐλευθέραν δάκνον ψυχὴν ὁμοίως ἀνδρὸς ὡς ἀτιμία. οὕτως πέπονθα καί με συμφορᾶς ἀεὶ βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει
5λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον.861

111

.. ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖ· παῖδας φυτεύειν οὔποτ’ ἀνθρώπους ἐχρῆν πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν.

112

ὦ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι, ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχὲς βίου ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο τρέφειν ὅδ’ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάς·
5μή νυν τὰ θνητὰ θνητὸς ὢν ἀγνωμόνει.

113

πόλλ’ ἀπιστία δέδρακεν ἀγαθὰ 〈καὶ〉 πίστις κακά.

114

ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός, οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου δεινὸν καθιεὶς πρίον’ εἰς ἄκρους πόδας
πύθοι’ ἄν, οὐδ’ εἰ δεινὰ πάντα προσβάλοις.862

115

τοῦ σώματος γὰρ εἵνεχ’ οἱ πολλοὶ πόνοι, τοῦδ’ εἵνεκ’ οἶκον στεγανὸν ἐξηυρήκαμεν λευκόν τ’ ὀρύσσειν ἄργυρον σπείρειν τε γῆν, τά τ’ ἄλλ’ ὅς’ ἡμεῖς ὀνόμασιν γιγνώσκομεν.

116

ὁθούνεκ’ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει, αὐτὴ δ’ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει.

117

ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερές

118

τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένος εὔπιστος ἀνδρῶν ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα,
5χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε;863

119

[πρόσεστιν ἀεὶ τῷ πένητ’ ἀπιστία, κἂν σοφὸς ὑπάρχῃ κἂν λέγῃ τὸ συμφέρον, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς.] τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος·
5ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ, δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν σαφές.

120

ὦ παῖ, φυλάσσου μὴ σφαλῇς· ἡ γλῶσσά τοι αὐτὴ μὲν οὐδέν, ἡνίκ’ ἂν λέγῃ, πονεῖ, ὅταν δ’ ἁμάρτῃ, πολλὰ προσβάλλει κακά.

121

ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.864

122

κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με.

123

κακὸν κακῶς σέ γ’ ἀπολέσειαν οἱ θεοί.

124

σοφὴ μὲν ἤμην, ἀλλὰ πάντ’ οὐκ εὐτυχής.

125

〈ἔμελλεν〉 αἰσχρὰ κερδανεῖν θεάματα

126

ποῖ μεταστρέφεσθ’, ὦ κακοὶ κἀνάξιοι τῆς ἐμῆς σπορᾶς,
Αἰτωλίδος ἀγάλματα μητρός;865

127

φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον καὶ μεγάλων πεδίων ἀρούρας, φρονεῖθ’ ὑπερβαλλόμενοι δόμων δόμους, ἀφροσύνᾳ
5πρόσω βιοτὰν τεκμαιρόμενοι. ὃ δ’ ἀμφιβάλλει ταχύπουν κέλευθον ἕρπων σκοτίαν, ἄφνω δ’ ἄφαντος προσέβα μακρὰς ἀφαιρούμενος ἐλπίδας
10θνατῶν πολύμοχθος Ἅιδας.

128

Κόρινθος ἄστρον οὐκ ἄσημον Ἑλλάδος866

129

ὦ χρυσέ, βλάστημα χθονός, οἷον ἔρωτα βροτοῖσι φλέγεις, πάντων κρατιστεύων τύραννε· πολέμοις δ’ Ἄρεως
5κρείσσον’ ἔχων δύναμιν, 〈τᾷ〉 πάντα θέλγεις· ἐπὶ γὰρ Ὀρφείαις μὲν ᾠδαῖς εἵπετο δένδρεα καὶ θηρῶν ἀνόητα γένη, σοὶ δὲ καὶ χθὼν πᾶσα καὶ πόντος καὶ ὁ παμμήστωρ Ἄρης.

130

πότνια σοφία, σύ μοι ἅνδανε· ὄλβου δ’ ἐμοὶ μὴ χρυσέου φαεννὰν ἀκτῖνα δαίμων διδοίη πάρος σοφίας ἢ τυραννίδα.
5Διὸς ἀπωτάτω κεῖται καλὸς θησαυρὸς ὅτῳ προσέβαλε.

131

Αἰγύπτου πότμος867

132

ἄκων μέν, ὡς Ζεὺς οἶδεν

133

ἅπαντα τοῖς καλοῖσιν ἀνδράσιν πρέπει.

134

ἢν μὴ καθάρῃς κἀλέσῃς, οὐ μὴ φάγῃς.

135

μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.

136

λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.

137

ποίαν δῆθ’ ὁρμάσω; ταύταν
ἢ κείναν; κείναν ἢ ταύταν;868

138

ἐπεὶ σχολὴ πάρεστι, παῖ Μενοιτίου

139

ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες

140

Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ

141

κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν

142

οἳ δ’ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.

143

σοὶ Φοῖβε μούσαις τε σύμβωμοι869

144

τίν’ ἀκτάν, τίν’ ὕλαν δράμω; ποῖ πορευθῶ;

147

ἀκταῖνον μένος

148

ἦ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών;870

149

ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ.

150

δίφρου τέτυκται βλῶσις εὔζυγον τέρας

151

ὦ Ζεῦ, γενέσθαι τῆσδέ μ’ ἐξάντη νόσου.

152

... ᾔδη ταῦτ’ ἐγὼ φράσαι καλῶς

153

Χρυσεὺς δ’ ὁ μάντις

154

λαθραίαν κύπριν, αἰσχίστην νόσων

155

φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.871

157

ὑπέρ τε πόντου χεῦμ’ ὑπέρ τε Πλειάδα

158

ἐπεὶ δ’ ὁ λαμπρὸς ἐξέλαμψεν ἥλιος

159

ἀνὴρ ἐς οὐδὲν χρεῖος

160

πανοῦχον ἅψαντες φλόγα872

161

χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογὶ αἰγυπτιώσει

162

Κίλιξ δὲ χώρα καὶ Σύρων ἐπιστροφαί

163

ἄτρυτος ἐν πόνοις

164

ὃς τόνδ’ ἔχεις τὸν σηκόν, ἵλεως γενοῦ.

165

ἣ δὲ προυκαλεῖτό με
βαυβᾶν μεθ’ αὑτῆς873

166

μικρόν γ’ ἔλεξας βασιλικοῦ σηκὸν τάφου· διπλάσιος ἔστω. τοῦ καλοῦ δὲ μὴ σφαλεὶς δίπλαζ’ ἕκαστον κῶλον ἐν τάχει τάφου.

167

τῶν εὐτυχούντων ἀνταγωνιστὴς φθόνος.

168

θεὸς οὐχὶ ληπτός· εἰ δὲ ληπτός, οὐ θεός.

169

εἰ μὲν θεοὶ σθένουσιν, οὐκ ἔστιν τύχη·
εἰ δ’ οὐ σθένουσιν, οὐδέν ἐστιν ἡ Τύχη.874

170

σιγᾶν γε μέντοι πολλὰ πολλαχοῦ καλόν.

171

τὴν εὐγένειαν, ἢν θέλῃς ἀνασκοπεῖν, ἐν τοῖς καλῶς φρονοῦσιν εὑρήσεις βροτῶν.

172

τοῦ λαμβάνειν γὰρ πάντες ἡσσῶνται βροτοί.

173

οὐκ ἔστιν ἐπιτήδευμα χρησιμώτερον τῆς πραότητος.

174

εἴθ’ ὤφελεν τὸ κάλλος ὅ με διώλεσεν κακῶς ὀλέσθαι.

175

ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρ’ ἄνω.875

176

πηδῶν δ’ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.

177

σὺ μὲν βάδιζε τὰς ἐπ’ Ἰνάχου ῥοάς, σὺ δ’ ἀμφὶ Θήβας στεῖχε τὰς Καδμηίδας.

178

εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο

179

ἀνώμαλοι πλάστιγγες ἀστάτου τύχης.

180

πολλοί σε μισήσουσιν, ἢν σαυτὸν φιλῇς.

181

ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν· κρεῖσσον γὰρ ἢ σέβοντα τοὺς θεῶν νόμους
πένητα ναίειν δόξαν ἠμποληκότα.876

182

μί’ εὐγένεια τὸν τρόπον χρηστὸν φορεῖν.

183

οὗτος μὲν οὖν μοι δεῦρ’ ἀεὶ τείνει λόγος.

184

κλύειν μαίεται

185

τὸν ἐγχώριον

186

πλήρει γὰρ ὄγκῳ γαστρὸς αὔξεται Κύπρις.877

187

δισσὰ πνεύματα πνεῖς, Ἔρως

188

ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.

189

νοσσιὰν τέκνων

190

Αἴαντε δ’ ὁρμήσαντες ἐκ ξυνωρίδος

191

ἦλθεν δὲ λαοὶ μυρίοι πρὸς ᾐόνα.878

192

χεῖρας δὲ Τρώων ὅπλ’ ἔδωκαν Ἑλλάδος

193

τιμᾶν Μακεδόνων εἵνεκ’ εὐανδρησίας

194

ἐγάμησεν Ἑλένη τὸν θεοῖς στυγούμενον

195

γαμεῖ δ’ ὃ μὲν δὴ Τυνδάρεω κόρην μίαν879

196

αὐλῶνά θ’ ἣν ἄρδουσι

197

τοίων γὰρ ἀνδρῶν σπέρμ’ ἔδωκεν Ἑλλάδος

198

ἄλλη συνωρίς

199

ἀργῆν ἔπεφνεν

200

ἄσειρος ἵππος

201

αὐτόχθων ἑστία

202

Ἀχίλλειον πλάκα880

203

βαθυρρίζου πέτρας

204

Βάκχου Διώνης

205

γλῶσσαν οὐκ ἐμπήξετε

206

δεσπότην κεκαρμένοι

207

δι’ ἔνδειαν φρενῶν

208

ἐμπεδὴς γαμόρος μάρψεν Ἀίδης881

209

.. ἔνορχιν λαόν

210

ἐπ’ ἀστράβης ὄχημ’ ἀκινδύνως φέρων

211

ἐς μέσον συνίεσαν

212

ὄχος γὰρ οὐδὲ τοῖσιν εὐόργοις ἔπος.

213

εὔπλουτον κανοῦν

214

ἱππικὴ βάσις882

215

θώμιγγα νευρῶν ἱππικήν

216

.. καταῖθυξ ὄμβρος

217

ἀλλά ς’ αἰδεσθεῖεν οἱ θεοί.

218

καταλλαγὴν δορός

219

κενὸν φάους

220

κεχήλευμαι πόδας883

221

Κιμμερὶς θεά

222

κλῃδοῦχος γυνή

223

κλύετ’ οἰμωγῆς

224

κνάπτειν κελεύω γλῶσσαν

225

Κνώσια κῶλα

226

οὔτ’ εἶπον οὐδὲν πρὸς 〈σὲ〉 κῦρον, ὦ γύναι.

227

λαιθάργῳ ποδί

228

λακὶς χθονός884

229

Λερναία χολή

230

λεοντόκρανον ὅπλον

231

βοὸς λεπάργου

232

λιβρὸν σέλας

233

Λίβυς τ’ ἀηδών

234

λιτῆρα θαλλόν885

235

λύθρον μαστιγοφόνον

236

.. λωτοβοσκὸν φῦλον

237

μέγ’ ἀχήσεται

238

ὡς οἰνοπλῆγες 〈καὶ〉 μεθυστάδες γάμων

239

μοναστραβὴς ὄχος

240

νεόφθιτος κόρη886

241

χρόνου πολλοῦ νόστον προμαθόντες

242

ὅδιος οἰωνός

243

ὁμόπαιδα κάσιν Κασάνδρας

244

ὀρείοις ποσί

245

ὀρσίπους βοή

246

ὁσίους θαλάμους

247

ὄτοβος ἅλιμος

248

οὐκ ἄμοιρος ἦν887

249

οὐκ εὐθυσκόπου

251

ὀχεῖα πόντια

252

παμβῶτις ἐλπίς

253

παρεμβάλοιτο κλῆρον

254

περισπερχοῦς βοῆς888

255

πηκτὸς θάνατος

256

ποιναῖς ἐφικταῖς

257

πολλὴ φαρέτρα

258

πόντια ῥάκη

259

πρέμνον ἑστίας

260

.. προσαιθρίζουσα πόμπιμον φλόγα

261

νοτὶς προσαυρίζουσα χερσαίᾳ τροχῇ889

262

Πυθίων ἀνακτόρων

263

σαρκήρη στάχυν

264

σαυροβριθὲς ἔγχος

265

σηματίζονται πέδον

266

τετραέλικτον ἅλμαν

267

τέχνης γὰρ οὐχ ἥμαρτες

268

τίεσκε μύθους

269

Τιρύνθιον πλίνθευμα, κυκλώπων ἕδος890

270

τραπεζίτην Πάριν

271

φοινικελίκτην καὶ λόγων ἀλαζόνα

272

χαλκόδοντας στόλους

273

χθονίαν λώβαν

274

χθονίους Ἰναχίδας

275

.. χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ

276

χυτλὸς δὲ κρατὸς ὄγκος εὔσκιος παρῆν891

277

..... Ψυλλικὸς γύης ..

278

ὥσπερ ὀφθαλμὸς Διός

279

οἴμοι, τί δράσω; δυσὶ κακοῖς μερίζομαι.

280

τίς ἆρ’ ἐμοῦ γένοιτ’ ἂν ἀθλιώτερος;892

281

ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν.

282

ἔξεστ’ ἐρωτᾶν πότνιά ς’ ἢ σιγὴν ἔχω;

283

γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως λαλεῖς;

284

ἄπολις ἄοικος, πατρίδος ἐστερημένος,
πτωχὸς πλανήτης, βίον ἔχων τοὐφ’ ἡμέραν893

285

τάδ’ ἔστ’ ὀνείρων νυκτέρων φαντάσματα.

286

ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος.

287

ἀκριβὲς οἰάκισμα πρὸς σταθμὸν βίου

288

οὐ μνημονεύω· μὴ λίαν μ’ ἡγοῦ σοφόν.894

289

ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες.

291

λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον

292

χαῖρ’, ὦ δυνάστα τῆσδε γῆς Τιρυνθίας.

293

οὐκ οἶσθ’, ἐπεί τοι κἂν ἐκώκυες μέγα.

294

χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη.895

295

δεινόν γε τὴν μὲν μυῖαν ἀλκίμῳ σθένει πηδᾶν ἐπ’ ἀνδρῶν σώμαθ’, ὡς πλησθῇ φόνου, ἄνδρας δ’ ὁπλίτας πολέμιον ταρβεῖν δόρυ.

296

ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά, τοῦτ’ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται φρενῶν τὸν νοῦν τὸν ἐσθλόν· εἰς δὲ τὴν χείρω τρέπει γνώμην, ἵν’ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει.

297

οὐδ’ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον, ἄλλην νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν.

298

ἀγὼν γὰρ οὐ μέλλοντος ἀθλητοῦ μένει ἀλκήν.

299

ἔνεισιν ἐν δειλοῖσιν ἀνδρεῖοι λόγοι.896

300

ἐν τοῖς ἐμαυτοῦ δικτύοις ἁλώσομαι.

301

σφάλλειν σὺν ἐχθροῖς καὶ φίλους κέρδος φέρει.

302

τὸν μέγαν Ἀγαμέμνονα

303

θεόθεν δὲ πνέοντ’ οὖρον ἀνάγκη τλῆναι καμάτοις ἀνοδύρτοις.

304

δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.

305

ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας

306

οὐκ ἂν γένοιτ’ ἐρῶντος ἀθλιώτερον
οὐδὲν γέροντος.897

307

νῦν δ’ ἔρρ’ ἀπ’ οἴκων τῶνδε

308

ἄνθρωπον ὄντα δεῖ φρονεῖν ἀνθρώπινα.

309

γνώμης γὰρ ἐσθλῆς ἔργα χρηστὰ γίγνεται.

310

ἐχθροῖς ἀπιστῶν οὔποτ’ ἂν πάθοις βλάβην.

311

ζῆλος γυναικὸς πάντα πυρπολεῖ δόμον.

312

θεῷ μάχεσθαι δεινόν ἐστι καὶ τύχῃ.

313

θεῶν ὄνειδος τοὺς κακοὺς εὐδαιμονεῖν.898

314

κακοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ κακός.

315

κρίνει φίλους ὁ καιρὸς ὡς χρυσὸν τὸ πῦρ.

316

λίαν φιλῶν σεαυτὸν οὐχ ἕξεις φίλον.

317

λόγῳ μ’ ἔπεισας φαρμάκῳ σοφωτάτῳ.

318

τῷ γὰρ καλῶς πράσσοντι πᾶσα γῆ πατρίς.

319

τὸ πολλὰ τολμᾶν πόλλ’ ἁμαρτάνειν ποεῖ.899

320

ταὐτόματον ἡμῶν καλλίω βουλεύεται.

321

φιλίας μέγιστος δεσμὸς αἱ τέκνων γοναί.

322

Λυδῶν τῶν πολυχρύσων ἄναξ

323

δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς

324

πολλῷ δὲ κρεῖσσόν ἐστι μὴ δεδοικότα
παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα.900

325

πάσης μὲν ὠμότητος ἀνάπλεων φόνον, παντὸς δὲ θανάτου δυσποτμώτερον μόρον

326

οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ.

327

ἐγὼ δ’ ἐμαυτοῦ καὶ κλύειν ἐπίσταμαι ἄρχειν θ’ ὁμοίως, τἀρετῇ σταθμώμενος τὰ πάντα.

328

.. κεραυνοῦν πυριβόλους μὲν .. πλάκας

329

μηδὲ σὺ ζήτει πυθέσθαι901

330

οὐδὲν φρονεῖ δίκαιον ... ἀνήρ.

331

οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν.

332

ἄνδρες Ἑλλήνων ἄριστοι

333

περισφάτως ἔχων

334

τὴν ἐμὴν κάμνειν νόσον

335

τυφλῶν ὀνείρων902

336

ἀκύματος δὲ πορθμὸς ἐν φρίκῃ γελᾷ.

337

ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον

338

δισχιδὴς ὁδός

339

δυσμάραντον κακόν

340

δυσήλιον θέρος

341

διχόρροπος γνώμη

342

ἐλαφρὸν παραινεῖν 〈τῷ〉 κακῶς πεπραγότι.903

343

εὔορνις τύχη

344

οὐδὲν κακὸν 〈γὰρ〉 ῥᾳδίως ἀπόλλυται.

345

σκοτεινὸς ὀργήν

346

χωρὶς γὰρ οἰκοῦς’ ἁρεταὶ τῶν ἡδονῶν.

347

φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι.

348

ἐάν τι δέλτος ἐν πτυχαῖς πόντου πάθῃ904

349

ὦ μηχάνημα λυγκὸς αἰολώτερον

350

τί δῆτα θύειν δεῖ σε κατθανούμενον; ἄμεινον οὐδεὶς κάματος εὐσεβεῖν θεούς.

351

ὦ Ζεῦ, τίς εἶναι φησὶ σοῦ σοφώτερος;

352

εἱμαρμένον δὲ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.

353

Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν, τὰ μικρὰ δ’ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ.

354

τόδ’ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ
τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ.905

355

〈A.〉 πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα; 〈B.〉 ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.

356

φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.

357

τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα.

358

ΑΛΚΜ. ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς.
ΑΔΡ. σὺ δ’ αὐτόχειρ γε μητρὸς ἥ ς’ ἐγείνατο.906

359

ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη.

360

ἡ βροτῶν τ’ εὐπραξία τῶν τἀλάχιστα γίγνεται λυπουμένων.

361

κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν

362

ἐρρέτω φίλος σὺν ἐχθρῷ

363

οὐ παῖς Ἀχιλλέως, ἀλλ’ ἐκεῖνος αὐτὸς εἶ.

364

γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει. παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, νοσῶν τ’ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ.907

365

σύνθημ’ ἐρωτῶν, ἄλλο μαστεύων χρέος

366

αὑτόν 〈τε〉 πράσσων εὖ τίθησιν εἰς μέσον, τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται.

367

ἀλλ’ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε.

368

τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποεῖν.

369

λιμὴν γὰρ Ἀίδας ἀνιᾶν.908

370

Ἅιδην δ’ ἔχων βοηθὸν οὐ τρέμω σκιάς.

371

μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων.

372

ποῦ γὰρ τὰ σεμνὰ κεῖνα; ποῦ δὲ Λυδίας μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαθὺν ζεύξας θαλάσσης αὐχέν’ Ἑλλησποντίας; ἅπαντ’ ἐς Ἅιδην ἦλθε καὶ Λήθης δόμους.

373

... θαλέθοντι βίῳ βλάσταις τε τέκνων βριθομένα
γλυκερὸν φάος ὁρῶσα909

374

ὦ τλῆμον ἀρετή, λόγος ἄρ’ ἦσθ’· ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν· σὺ δ’ ἄρ’ ἐδούλευες τύχῃ.

375

ἀλλ’ εἴτ’ ἔνυπνον φάντασμα φοβῇ χθονίας θ’ Ἑκάτης κῶμον ἐδέξω

376

δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ δούλοις γενέσθαι δεσπότας τε δυσχερεῖς λαβεῖν.

377

φεύγει μέγα λαῖφος ὑποστολίσας
ἐρεβώδεος ἐκ θαλάσσης910

378

Φοίβου ποτ’ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.

379

εἴκει γὰρ ἤδη θυμὸς οὐδ’ ἔτ’ ἀντέχει θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ.

380

ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτηται βρόχοις, πνεῖ δ’ οὖρος, ἡμῖν δ’ οὐ κρατεῖ τὰ πείσματα.

381

οὔτοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες
καὶ θὥπλα λάζευ καὶ γνάθους εὐθημόνει.911

382

ἄνδρ’ ἠδίκησας· ἄνδρ’ ἀνεκτέον τόδε;

383

καὶ γὰρ κάπρον φριξαύχεν’ οὐ μόνον γυνή, παῖς δ’ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ κλίνοι παλαιστοῦ παντὸς εὐμαρέστερον.

384

φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος μόνη κακοῦ ῥέοντος ὠφελεῖν φιλεῖ.

385

ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὴν χεῖρ’ ἔχει.912

386

οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν.

387

ἀεὶ δ’ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς κωκυτὸς ἐμπέπτωκεν

388

ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς.

389

οὐκ ἔστ’ ἐν ἄντροις λευκός, ὦ ξέν’, ἄργυρος.

390

πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω913

391

θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ.

392

Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς.

393

σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν

394

ὅς με ῥάκη τ’ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι καὶ δόμων ἀνάστατον.

395

κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγων.914

396

ἥ 〈τ’〉 ἄγνος ἀνθεῖ χὡ βότρυς πεπαίνεται.

397

λήγει δὲ Κύπρις θαλίαι τε νέων, οὐδ’ ἔτι θύρσος φύλλα βακχείου

398

〈ὦ〉 γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις, ἔξειπε

399

τὸν παῖδά μοι τόνδ’ ἀξίως Ἡρακλέους ἡμῶν τε θρέψαι.

400

ἐγένοντο, τοῦ μὲν Ἡρακλῆς, τοῦ δ’ Ἴφικλος.915

401

μισεῖς· ἐγὼ δὲ ῥᾳδίως μισήσομαι πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν.

402

βίᾳ δ’ ἔπραξας χάριτας ἢ πείσας κόρην;

403

γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος.

404

τόδ’ ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών.

405

οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, οὐ μάντιν οὐδ’ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα
ψυχαῖς916

406

τίς καλλίκαρπον θύρσον ἀνασείει θεῶν;

407

ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας

408

πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος περᾶν ἕτοιμος

409

ὕβρις τάδ’, οὐχὶ Κύπρις ἐξεργάζεται.

410

πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ,
.. μήτι παυσώμεσθα δρῶντες εὖ βροτούς.917

411

φιλῶ τέκν’, ἀλλὰ πατρίδ’ ἐμὴν μᾶλλον φιλῶ.

412

δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς.

413

μικρὸν δὲ ποδὸς
χαλάσαι μεγάλῃ κύματος ἀλκῇ918

414

ἄκραντα γάρ μ’ ἔθηκε θεσπίζειν θεός, καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι.

415

στείχει πολίταις ὄμμ’ ἔχων ἰδεῖν πικρόν.

416

κραταιῷ περιβαλὼν βραχίονι εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον.

417

ὅδ’ αὖτ’ ἐκείνου φθόγγος ἐξωλέστερος.919

418

κλίθητι καὶ πίωμεν· οὐ καὶ σιτία πάρεστιν; ὦ δύστηνε, μὴ σαυτῷ φθόνει. οἳ δ’ εὐθὺς ἠλάλαξαν, ἐν δ’ ἐκίρνατο οἶνος, φέρων δὲ στέφανον ἀμφέθηκέ τις.
5ὑμνεῖτο δ’ αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης ὁ Φοῖβος οὐ προσῳδά· τήν τ’ ἐναύλιον ὠθῶν τις ἐξέκλαγξε σύγκοιτον φίλην.

419

Κρητικοὺς αὐλοὺς θανούσης κῶλα ποικίλης νεβροῦ

420

σύμμικτον ὥστε γλεῦκος ὑλιστήριον

421

ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ’ ὁρᾷ.920

422

σοφοὶ σοφοὺς σῴζουσιν, ἢν ὦσιν σοφοί.

423

ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον

424

ἁγνὸν εἰς σηκὸν θεοῦ

425

ἔργων μυστικῶν προφάντιδες

426

ῥινηλάτην κύνα

427

στηρίγματ’ οἴκου921

428

χωρίτης λεώς

429

ἀπτέρῳ τάχει

430

ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.

431

〈θεοὺς δὲ〉 καὶ λαθεῖν ἀμήχανον.922

433

ὡς πάντα πράγματ’, ἢν καλὰς ἀρχὰς λάβῃ, καλῶς τελευτᾶν καὶ μεσοῦν φιλεῖ βροτοῖς.

434

... δῶρα καὶ θεοὺς παρήπαφεν.

435

ἀλλ’ ἕπου χώρας τρόποις.

436

δοῦλε, δεσποτῶν ἄκουε καὶ δίκαια κἄδικα.923

437

κρεισσόνων γὰρ καὶ δίκαια κἄδικ’ ἔστ’ ἀκουστέα.

438

μετὰ γὰρ νοσούντων, φασί, μαίνεσθαι καλόν.

439

πρὸς μάντιν οὐδεὶς εὐτυχὴς ἀπέρχεται.

440

ταὐτὸ πρὸς τύμβον τε κλαίειν καὶ πρὸς ἄνδρα νήπιον.

441

τοῖς δευσοποιοῖς φαρμάκοις ξανθίζεται

442

χρημάτων τε γάργαρα924

443

ἄλλος γυναικὸς κόσμος, ἄλλος ἀρσένων

444

γνησίων ἐπὶ σπορᾷ παίδων

445

ἐν πρώτοις ἄγω

446

Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας.

447

ὡς αἰσχρόν ἐστι μὴ καλῶν ἀπ’ ὀμμάτων
κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν.925

448

θεὸς δ’ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται, ἀλλ’ ὡς λέβης τις μείζονος δεῖται πυρός.

449

ὅ τοι θρασὺς πρὸς ἔργον ἐκ πολλοῦ κακός.

450

τραύματ’ ἐξόπισθ’ ἔχων τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους.

451

ἄνθρωπον ἦθος926

452

ἥλιος, ὅτου δι’ αὐγῆς πάντα βλαστάνει βροτοῖς φθίνει τε.

453

καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους

454

σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς φυγὼν Ἄβαντα φύει διάδοχον τυραννίδος.

455

ὅταν δ’ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακά, τὸν νοῦν ἔβλαψε πρῶτον ᾧ βουλεύεται.

456

μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος

457

ἐν τῷ λαλεῖν δεῖ μηδὲ μηκύνειν λόγον.927

458

ἀεὶ δ’ ὁρῶντί τ’ ὀξὺ καὶ τυφλὸς ἦν· θυσίας γὰρ ἀπαρχὰς κρέας ἐπέμπομεν πατρὶ .. περισσὸν ὦμον ἔκκριτον γέρας. τὸ δή γε σῦν κόψαντες, οὐ μεμνημένοι,
5λήσειν δοκοῦντες, ἀντὶ τοῦ κεκομμένου ἐπέμψαμεν βόειον. ὃ δὲ λαβὼν χερὶ ἔγνω ἐπαφήσας εἶπέ τ’ ἐκ θυμοῦ τάδε· τίς μοι τόδ’ ἀντόμοιον μισητὸν κρέας πέμπων; γέλωτα δή με ποιοῦνται κόροι
10θύοντες ὕβρει· ‘τυφλὸς οὔτι γνώσεται‘, οὕτω λέγοντες. ὦ θεοί, μαρτύρομαι ἐγὼ τάδ’ ὑμᾶς καὶ κατεύχομαι κακὰ αὐτοῖσιν ἀντὶ τῶνδε δὶς τόσα σχεθεῖν. χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα
15σφάξειαν ἀμφὶ κτήμασιν τυραννικοῖς.928

459

〈ὡσ〉 ὁ μὴ τοὔργον δεδοικὼς οὐ δέδοικε τὸν λόγον.

460

καὶ τοῦτο τοὔπος ἐστὶν ἀνδρὸς ἔμφρονος,
ὅταν καλῶς πράσσῃ τις, ἐλπίζειν κακά.929

462

δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν, τοῖς δ’ ἔχθος εἶναι.

463

σωτῆρες εὐσέλμων νεῶν

464

κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.

465

τολμῶ κατειπεῖν, μήποτ’ οὐκ εἰσὶν θεοί· κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήσσουσί με.

466

σημεῖα γάρ τοι ταῦτα γίγνεσθαι φιλεῖ,
ὅταν τι ναοῖς ἐγκατασκήψῃ μύσος.930

467

Ἀκτίτου πέτρα

468

Βαρκαῖον αἶπος

469

Φασιανὸν νάπος

470

ἔπειτα πάσης Ἑλλάδος καὶ ξυμμάχων βίον διῴκης’ ὄντα πρὶν πεφυρμένον θηρσίν θ’ ὅμοιον. πρῶτα μὲν τὸν πάνσοφον
ἀριθμὸν ηὕρηκ’ ἔξοχον σοφισμάτων.931

471

ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος.

472

Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου πείρατα νωμῶν

473

θεοῦ θέλοντος μετὰ πάντα γίγνεται.

474

τί δ’ οὐ γένοιτ’ ἂν θεοῦ ἐφιέντος τύχῃ;

475

γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα.932

476

Ζεὺς ἔσθ’ ὁ πέμπων τὴν ἐφήμερον τροφήν.

477

ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ σθένει.

478

θείᾳ προνοίᾳ πάντ’ ἐγέννησεν φύσις.

479

θεὸς μόνος πέφυκεν ἐν βροτοῖς μέγας.

480

πάντῃ πάρεστι πάντα τε βλέπει θεός.

481

θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί, [καὶ τἀμπλακήματ’ ἔρχεται θεοὺς ἔπι] ὅθεν λαβόντες αἱ κακῶς πεπραγότες σωτηρίαν ἀπῆλθον ἐκ δυσπραξίας.

482

νῦν οὐκέτι μοι δίχα θυμός, ἀλλὰ σάφ’ οἶδ’ ὅτι πάντα βροτοῖς Ζεὺς ἐπικάρσια τέμνει, καθελὼν μὲν δοκέοντ’,
5ἀδόκητον δ’ ἐξαείρων.933

483

ὁρῶ γὰρ χρόνῳ δίκαν πάντ’ ἄγουσαν εἰς φῶς βροτοῖς.

484

φθείρει γὰρ ἡ πρόνοια τὴν ἀβουλίαν.

485

οὐχ εὕδει Διὸς ὀφθαλμός, ἐγγὺς δ’ ἐστὶ καίπερ ὢν πρόσω.

486

οὐ γάρ τις οὐδὲ χρημάτων ὑπεργέμων νόμον μιαίνων ἀσφαλῶς γηράσεται, ἀλλ’ ἡμέρας ἢ νυκτὸς ἡ Δίκη ποτὲ τῷ δυσσεβοῦντι σῖγ’ ἔχους’ ἐνήλατο.

487

τὸ μὴ δίκαιον ἔργον οὐ λήθει θεούς.934

488

δαίμων βροτοῖσι πόλλ’ ἀνευρίσκει κακά.

489

λύπας μὲν ἀνθρώποισιν, ὦ γύναι, θεοὶ τοῖσιν διδοῦσιν οὓς ἂν ἐχθαίρως’, ἐπεὶ οὔ σφιν πονηρόν ἐστιν

490

τιμωρίαν ἔτεισεν ὧν ἔρξεν κακῶν.

491

ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάντ’ ἰδεῖν.

492

ἔσθ’, ὡς ἔοικεν, ἔστιν οὐχ ὁρώμενον τοῖς ζῶσιν ἡμῖν οὐδὲ προσδοκώμενον δαιμόνιον, ᾧ μέλει τι τοῦ θνητοῦ βίου.

493

ὁρᾷς Δίκην ἄναυδον οὐχ ὁρωμένην εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ·
ἑξῆς δ’ ὀπαδεῖ δόχμιον, ἄλλοθ’ ὕστερον.935

494

οὐδεὶς παρανομῶν πρὸς θεοὺς ἐχέγγυος.

495

μόνη ἐστὶν ἀπαραίτητος ἀνθρώποις Δίκη.

496

μὴ μουσοποίει πρὸς τὸ νηπιώτερον· πόρρω γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν βλέπει.

497

ὅστις λέγει κάκ’ εὖ φρονῶν σιγῇ στένει.936

498

ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.

499

τὸ δὲ θεῶν κράτος μέγα κατ’ ἀνθρώπους· ἄφρονες δ’ ὁπόσοι τὸ δίκαιον ἄγους’ ὑπὸ τᾶς ἀδίκου βιοτᾶς ἀφανές· μέγα γὰρ ὄμμα δαιμόνων, οἷς τίνους’
5ἀμοιβὰς κακῶν.

500

Δίκας δ’ ἐξέλαμψε θεῖον φάος

501

ὁσίᾳ δ’ ἀνάγκη πολεμιωτάτη θεός.

502

οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος.

503

μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται
μοῖρ’ οὐδ’ ἐν ἀνθρώποισιν, ἀλλ’ αὐτὴ κρατεῖ.937

504

ὦ μοῖρα κεδνῶν καὶ κακῶν κυνηγέτι

505

ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντ’ ἐπισκοποῦς’ 〈ἀεὶ〉 καὶ νέμους’ ἡμῶν ἑκάστῳ τὴν κατ’ ἀξίαν τύχη [μερίδα]

506

πάντων τύραννος ἡ τύχη ἐστὶ τῶν θεῶν, τὰ δ’ ἄλλ’ ὀνόματα ταῦτα πρόσκειται μάτην· μόνη διοικεῖ γοῦν ἅπανθ’ ᾗ βούλεται.

507

ὦ δέσποτ’ ἄναξ ἔστι τοῖς σοφοῖς βροτῶν χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.

508

μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος.938

509

χρόνος αὖ χρόνος ἅμα κραταιᾷ χρημοσύνᾳ βίου πόλλ’ ἀνευρίσκει σοφὰ μαιομένοις.

510

οὐκ ἔστι πράσσοντάς τι μοχθηρὸν λαθεῖν· ὀξὺ βλέπει γὰρ ὁ χρόνος, ὃς τὰ πάνθ’ ὁρᾷ.

511

χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.

512

ἀλλὰ ταῦτα μὲν χρόνος
δείξει· μόνος γάρ ἐστιν ἀνθρώπων κριτής.939

513

ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί· οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.

514

τῷ λόγῳ μὲν εὖ διέρχῃ πάντα, τῷ δ’ ἔργῳ κακῶς.

515

καὶ τῷδε δηλώσαιμ’ ἄν, εἰ βούλοιο σύ, τἀληθές, ὡς ἔγωγε καὐτὸς ἄχθομαι, ὅστις λέγειν μὲν εὐπρεπῶς ἐπίσταται, τὰ δ’ ἔργα χείρω τῶν λόγων παρέσχετο.

516

μελέτη χρονισθεῖς’ εἰς φύσιν καθίσταται.940

516a

ἀεί τι βούλου χρήσιμον προσμανθάνειν.

517

ἃ δεῖ παρὼν φρόντιζε, μὴ παρὼν ἀπῇς.

518

οὐχ ὡς νομίζεις, τὸ φρονεῖν εἶπας κακῶς. τό τοι κράτιστον πανταχοῦ τιμητέον.

519

οὐ χρὴ ποδώκη τὸν τρόπον λίαν φορεῖν.

520

ἔμβα, πορθμίδος ἕρμα.

521

θάλλουσα λυπῇ τοὺς ἄγαν ὑπέρφρονας941

522

ὅσοι δὲ φιλοσοφοῦντες ἐκμοχθοῦσί τι, ἐνταῦθ’ ὑπάρχει τῷ βίῳ γαστρὸς κρατεῖν· διδάσκαλος γὰρ ηὑτέλεια τῶν σοφῶν καὶ τῶν ἀρίστων γίγνεται βουλευμάτων.

523

πόλλ’ ἐστὶν ὀργῆς ἐξ ἀπαιδεύτου κακά.

524

ἐν τοῖς κακοῖσι δ’ εὐγένει’ ὅταν παρῇ τραχεῖα κὠξύθυμος, ἀμαθίαν ἔχει.

525

ἀφροδίσιος 〈γὰρ〉 ὅρκος οὐκ ἐμποίνιμος.942

526

ἅπανθ’ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος.

527

θεὸς δὲ τοῖς ἀργοῦσιν οὐ παρίσταται.

528

κακὸν γὰρ αἰδώς, ἔνθα τἀναιδὲς κρατεῖ.

529

αἰσχρόν γ’ ὅταν τις ἐπὶ γλώσσῃ φυεὶς γλώσσῃ ματαίους ἐξακοντίσῃ λόγους.

530

ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται φθόνον.

531

ἅπαν τὸ λίαν συνετόν ἐστ’ ἐπίφθονον.943

532

ἀδικώτατον πρᾶγμ’ ἐστὶ τῶν πάντων φθόνος.

533

εἰσίν τινες νῦν οὓς τὸ βασκαίνειν τρέφει.

534

οὐδεὶς ἂν εἴποι κεῖνον ἀνθρώπων κακῶς, οὐδ’ εἰ φθόνου γένοιτο δυσμενέστερος.

535

χρὴ δ’ ἢ λέγειν τι χρηστὸν ἢ λέγουσιν εὖ μὴ δυσμεναίνειν τῷ φθόνῳ νικώμενον.

536

σὺ δ’ ἐγγενὴς ὢν τήνδε δουλώσας ἔχεις.

537

κρεῖττόν τ’ ἀμύνειν· κατθανεῖν γὰρ εὐκλεῶς
ἢ ζῆν θέλοιμ’ ἂν δυσκλεῶς γε κατθανών.944

538

τὸ νέον ἅπαν ὑψηλόν ἐστι καὶ θρασύ.

539

γνῶμαι γὰρ ἔργων τῶν ἐν ἀνθρώποις τροφοί.

540

βουλαὶ τάδ’ ἐξέπραξαν, οὐ χερῶν σθένος.

541

εἰ μὲν πρὸς αὐγὰς ἡλίου, χρυσωπὸν ἦν νώτισμα θηρός· εἰ δὲ πρὸς νέφη βάλοι, κυανωπὸν ὥς τις Ἶρις ἀντηύγει σέλας.

542

καινοῦ
δαίμονος ἄρχει, καινοῦ πότμου.945

543

οὐκ ἐν γυναιξὶ φύεται πιστὴ χάρις.

544

τοῦ γὰρ πατρὸς κρατεῖν μὲν αἰσχύνην φέρει, ἡσσημένῳ δὲ δόξα νικητήριος.

545

τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.

546

ἐγὼ γάρ, εἰ νοῦν εἶχ’ ἔμ’ ὁ σπείρας πατήρ, ἠπιστάμην ἂν μουσικὴν παρεὶς πονεῖν, ὡς εὐτυχήσων καὶ κακῶς πράξων ποτέ. πρῶτον μέν, ἐξ ὧν πάντα γίγνεται βροτοῖς,
5εὔογκος εἶναι γαστρὶ μὴ πληρουμένῃ στέργειν θ’ ὑδρηλοῖς ὥστε θὴρ ἀεὶ ποτοῖς, χειμῶνί τ’ ἀσκεῖν σῶμα θερμά θ’ ἡλίου τοξεύματ’ αἰνεῖν μὴ σκιατραφούμενος. νῦν δ’ οὐκ ἐθισθεὶς τοῦτ’ ἐπίσταμαι μὲν οὔ,
10φέρειν δ’ ἀνάγκη· τὸν γὰρ Ὀρφέα λαβὼν αὐτῶν τε μουσῶν ἐννεάφθογγον μέλος,
οὐκ ἂν πίθοιμι γαστέρ’, ἀλλὰ δεῖ βίου.946

547

τὰ μεγάλα δῶρα τῆς τύχης ἔχει φόβον καὶ τὸ πάνυ λαμπρὸν οὐκ ἀκίνδυνον κυρεῖ, οὐδ’ ἀσφαλὲς πᾶν ὕψος ἐν θνητῷ γένει· [ὃ περιέτρεψεν ἢ χρόνος τις ἢ φθόνος,
5ἐπὰν ἐπ’ ἄκρον τις τοῦ καλῶς πράττειν δράμῃ.] ἡ δὲ μεσότης ἐν πᾶσιν ἀσφαλεστέρα. [τὸ μήτε λίαν ἐν ταπεινῷ τῆς τύχης μέρει φέρεσθαι μήτ’ ἐν ὑψηλῷ πάλιν.] ἢν γὰρ πέσῃ τις ἐξ ἐλάσσονος μέτρου,
10εὐπερικάλυπτον ἔσχε τὴν δυσπραξίαν· ὄγκου δὲ μεγάλου πτῶμα γίγνεται μέγα. πρὸς γὰρ τὸ λαμπρὸν ὁ φθόνος βιάζεται,
σφάλλει δ’ ἐκείνους οὓς ἂν ὑψώσῃ τύχη.947

548

σὺ δ’ ὦ τεκοῦσα μὴ τὴν σὴν λιβάσι κατάσπενδε παρηίδα.

549

γέροντι δ’ οὐχ οἷόν τε μηκύνειν χρόνον.

550

μακρὸς γὰρ αἰὼν συμφορὰς πολλὰς ἔχει.

551

.. πολύς τοι μόχθος ἐν μακρῷ χρόνῳ.

552

ἐσθλοῦ γὰρ ἀνδρὸς γῆρας εὐπροσήγορον.948

553

ἔχω· τὸ γὰρ πρᾶγμ’ αὐτό μοι καλῶς ἔχον καλοὺς παρασχεῖν τοὺς λόγους δυνήσεται.

554

ἐλευθέρα γὰρ γλῶσσα τῶν ἐλευθέρων.

555

ἐλευθερία Διὸς ὄλβιον τέκος

556

αἰδὼς ἀπώλες’ αὐτόν, ἐρρέτω, κακή· πολλὴν γὰρ αὐτὴν δειλὸς ὢν ἐκτήσατο.

557

τοῖς γὰρ κακῶς πράσσουσιν οἱ σεμνοὶ λόγοι κόσμον μὲν ἂν δοίησαν· ἡ δ’ εὐπραξία ξὺν τοῖς ἀναισχύντοισιν ὥρισται βίου.

558

ὦ παῖ, τὸ δεῖσθαι τῶν πέλας θνητοῖς μέγα
διδασκαλεῖον τῆς ἀναιδείας ἔφυ.949

559

εἰς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος.

560

χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.950

561

ᾗ μήποτ’, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλοις

562

γλώσσαργον ἦθος

563

Ἰνάχειον ἄστυ

564

ὀπισθόπους δίκη

565

αὔρα, θεῶν ὄχημα τιμιώτατον

566

πάντας σοφὸς νοῦς ἐξ ἀμηχάνων ἄγει
καὶ πάντα κηλεῖ, κἂν ἀπώμοτός τις ᾖ.951

567

ὅρκων ἐρῶσιν οὐδὲν εὐχερέστερον.

568

κλύδωνα σαυτῷ προσφέρεις αὐθαίρετον.

569

Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ ὑπὲρ τάφρου πηδῶντας ἔστησεν Φρύγας.

570

οἶνός μ’ ἔπεισε δαιμόνων ὑπέρτατος.

571

παρ’ οὐδενὸς γὰρ οὐδὲν ἡρμηνεύμεθα.952

572

τοῖς καιρίοις γὰρ δεῖ λέγειν τὰ καίρια.

573

ὅστις καθ’ ἑτέρου δόλια μηχανεύεται, αὐτὸς καθ’ αὑτοῦ τοῦτο λανθάνει ποιῶν.

574

ἅπαντα θάλλει καὶ πάλιν μαραίνεται.

575

ἄστυλος οἶκος953

576

αἱροῦντες ᾑρήμεσθα

577

.. ἅπαντα τοῖς σοφοῖσιν εὔκολα.

579

εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας.

580

κουρήτων στόμα

581

φόνου πτερόν954

582

καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται.

583

ἃ δεῖ γενέσθαι, ταῦτα καὶ γενήσεται.

584

ἀγένειος

585

ἀλεκτορίς

586

ἀμφίκαυτις

587

ἀνώπια955

588

ἐριούνης

589

εὐναία

590

Ἥρυλλος

591

καθηγητής

592

μαγείαν

593

μαίμακον956

594

οἰκοδέγμων

595

πέλλη

596

περίστασις

597

πολυβέλεμνοι

598

στολοκρατές

599

ταλαπείριος

600

ὑπέρτερος957

601

χορταιοβάμων

602

ψυχορροφεῖν958