TLG 1736 002 :: TIMONAX :: Fragmenta

TIMONAX Hist.
(4/3 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 522.

frr. 1–3

Citation: Fragment — (line)

t1-3

ΣΚΥΘΙΚΑ.

t1-2

E LIBRO PRIMO.

1

Schol. Apollon. Rh. IV: [Οἱ περὶ Λαύ‐ ριον] Λαύριον πεδίον τῆς Σκυθίας. Τῆς δὲ Σκυθίας ἔθνη πεντήκοντα Τιμῶναξ ἀνα‐ γράφει ἐν πρώτῳ Περὶ Σκυθῶν. Κατὰ δὲ τὸ τῶν Σίν‐
5δων πεδίον σχίζεται ὁ ποταμὸς Ἴστρος, καὶ τὸ μὲν αὐτοῦ ῥεῦμα εἰς τὸν Ἀδρίαν, τὸ δὲ εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλει ... Καὶ Ἱππῶναξ δὲ μνημονεύει· «Πρὸς τὸ Σινδικὸν διάσφαγμα.»

2

Idem IV, 1217: Τιμῶναξ ἐν πρώτῳ τῶν Σικελι‐ κῶν (scr. Σκυθικῶν) ἐν Κόλχοις φησὶν Ἰάσονα Μή‐ δειαν γῆμαι, Αἰήτου αὐτῷ ἐγγυήσαντος. Ὁ δὲ αὐτός φησι· «Δείκνυνται παρὰ τὸν παράπλουν ἔνδον τοῦ
5Πόντου κῆποί τινες Ἰασόνιοι καλούμενοι, καθ’ ὧν τὴν ἀπόβασιν ἐποιήσατο· καὶ κατὰ τὴν Αἶαν γυμνάσια καὶ δίσκοι, καὶ τῆς Μηδείας θάλαμος, καθ’ ὃν τότε ἐνυμ‐ φεύθη· καὶ πρὸς τῇ πόλει ἱερὸν ἱδρυμένον Ἰάσονος, καὶ πρὸς τούτοις ἱερὰ πολλά.»

t3

E LIBRO SECUNDO.

3

Idem III, 1236: Ὁ Ἄψυρτος καὶ Φαέθων ἐκα‐
λεῖτο, ὥς φησι Τιμῶναξ ἐν δευτέρῳ Σκυθικῶν.522