TLG 1735 003 :: TIMON :: Fragmenta et tituli TIMON Phil. Fragmenta et tituli
Citation: Fragment — (line) | |||
775-840(t) | Σίλλοι | 368 | |
775-776(t) | Σίλλων αʹ | ||
775(t) | prooemium | ||
1 | ⊗ | ἔσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί | |
---|---|---|---|
777-779(t) | Σίλλων βʹ | ||
777 | οὔτε μοι ἡ Τεΐη μᾶζ’ ἁνδάνει οὔτε καρύκκη ἡ Λυδῶν, λιτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ | ||
Ἑλλήνων ἡ πᾶς’ ἀπερισσοτρύφητος ὀϊζύς. | 369 | ||
778 | ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος, ὅς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν, ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τ’ ἀρυταίνας. | ||
779(t) | Protagoras | ||
1 | † ὥστε καὶ μετέπειτα σοφιστῶν οὔτ’ ἀλιγυγλώσσῳ οὔτ’ ἀσκόπῳ οὔτ’ ἀκυλίστῳ Πρωταγόρῃ. ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι, ὅττι θεοὺς κατέγραψ’ οὔτ’ εἰδέναι οὔτε δύνασθαι | ||
5 | ὁπποῖοί τινές εἰσι καὶ εἴ τινες ἀθρήσασθαι, πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱ χραίσμης’, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως Σωκρατικὸν πίνων ψυχρὸν πότον Ἀΐδα δύη. | ||
780-781(t) | Σίλλων γʹ | 370 | |
781(t) | Epicurus | ||
1 | γαστρὶ χαριζόμενος τῆς οὐ λαμυρώτερον οὐδέν | ||
782-840(t) | Σίλλων libri incerti | ||
782(t) | Pyrrho | ||
1 | οὐκ ἂν δὴ Πύρρωνί γ’ ἐρίσ〈σ〉ειεν βροτὸς ἄλλος | ||
783(t) | Pyrrho | ||
1 | ἀλλ’ οἷον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ’ ἀδάμαστον πᾶσιν, ὅσοις δάμνανται ὁμῶς ἄφατοί τε φατοί τε, λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν’ ἔνθα καὶ ἔνθα ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης. | ||
784 | σχέτλιοι ἄνθρωποι, κάκ’ ἐλέγχεα, γαστέρες οἶον, | ||
τοίων ἔκ τ’ ἐρίδων ἔκ τε στοναχῶν πέπλασθε. | 371 | ||
785 | ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί | ||
786(t) | philologi in Museo Alexandrino | ||
1 | πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες | ||
Μουσέων ἐν ταλάρῳ | 372 | ||
787(t) | Stoici | ||
1 | καὶ τὸ φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν | ||
788 | εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου | ||
789 | μύκλος καλός τε μέγας τε | ||
790(t) | Ctesibius | ||
1 | δειπνομανές, νεβροῦ ὄμματ’ ἔχων, κραδίην δ’ ἀκύλιστον | 373 | |
791(t) | Dionysius Heracleota | ||
1 | ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι· ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι. | ||
792(t) | Prodicus | ||
1 | λαβάργυρος ὡρολογητής | ||
793(t) | Plato | ||
1 | ὡς ἀνέπλασσε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς | ||
794 | ἐν δὲ πλατυσμὸς | ||
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο. | 374 | ||
795 | φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα, Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος· ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα ἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει. | ||
796 | τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι; Ἠχοῦς σύνδρομος ὄχλος. ὁ γὰρ σιγῶσι χολωθεὶς | ||
νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί. | 375 | ||
797(t) | Thales | ||
1 | οἷόν θ’ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα | ||
798(t) | Anaxagoras | ||
1 | καί που Ἀναξαγόρην φάς’ ἔμμεναι ἄλκιμον ἥρω Νοῦν, ὅτι δὴ νόος αὐτῷ, ὃς ἐξαπίνης ἐπεγείρας πάντα συνεσφήκωσεν ὁμοῦ τεταραγμένα πρόσθεν. | ||
799(t) | Socrates | ||
1 | ἐκ δ’ ἄρα τῶν ἀπέκλινεν 〈ὁ〉 λαξόος ἐννομολέσχης, Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας, | ||
μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής. | 376 | ||
800(t) | Xenopho, Aeschines | ||
1 | ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω, οἷος Ξεινοφόων ἥ τ’ Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲσ〉 γράψαι ... | ||
801(t) | Aristippus | ||
1 | οἷά τ’ Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος ψεύδη | ||
802(t) | Phaedo, Euclides | ||
1 | ἀλλ’ οὔ μοι τούτων φλεδόνων μέλει· οὐδὲ γὰρ ἄλλου οὐδενός, οὐ Φαίδωνος ὅτις γένετ’ οὐδ’ ἐριδάντεω | ||
Εὐκλείδου, Μεγαρεῦσιν ὃς ἔμβαλε λύσσαν ἐρισμοῦ. | 377 | ||
803(t) | Menedemus | ||
1 | †λόγον ἀναστήσας, ὠφρυωμένος, ἄφροσι βόμβαξ | ||
804(t) | Plato | ||
1 | τῶν πάντων δ’ ἡγεῖτο πλατίστακος, ἀλλ’ ἀγορητὴς ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θ’ Ἑκαδήμου | ||
δένδρει ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν. | 378 | ||
805(t) | Arcesilas | ||
1 | τῇ γὰρ ἔχων Μενέδημον ὑπὸ στέρνοισι μόλυβδον θήσεται ἢ Πύρρωνα τὸ πᾶν κέρας ἢ Διόδωρον | ||
806(t) | Arcesilas | ||
1 | νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον | 379 | |
807(t) | Arcesilas | ||
1 | †καὶ νέον μηλήσεις† ἐπιπλήξεσιν ἐγκαταμειγνύς | ||
808(t) | Arcesilas | ||
1 | ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν. οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζα〈ι〉 τερατοῦντο ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος. οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι ἠλίθιος ὥς; | ||
809(t) | Academici | ||
1 | οὐδ’ Ἀκαδημιακῶν πλατυρημοσύνης ἀναλίστου | 380 | |
810(t) | Aristoteles | ||
1 | οὐδ’ ἄρ’ Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς | ||
811(t) | Antisthenes | ||
1 | παντοφυῆ φλέδονα | ||
812(t) | Zeno | ||
1 | καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳ πάντων ἱμείρουσαν· ὁ δ’ ἔρρει γυργαθὸς αὐτῇ σμικρὸς ἐών· νοῦν δ’ εἶχεν ἐλάσσονα κινδαψοῖο. | ||
813(t) | Zenonis discipuli | ||
1 | ὄφρα πενεστάων σύναγεν νέφος, οἳ περὶ πάντων | ||
πτωχότατοί τ’ ἦσαν καὶ κουφότατοι βροτοὶ ἀστῶν | 381 | ||
814(t) | Aristo | ||
1 | καί τις Ἀρίστωνος γέννης ἄπο αἱμύλον ἕλκων | ||
815(t) | Cleanthes | ||
1 | τίς δ’ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν; μωλυτὴς ἐπέων, λίθος Ἄσσιος, ὅλμος ἄτολμος | ||
816(t) | Empedocles | ||
1 | καὶ Ἐμπεδοκλῆς ἀγοραίων ληκητὴς ἐπέων· ὅσα δ’ ἔσθενε τόσσα διεῖλεν | ||
ἀρχῶν ὡς διέθηκ’ ἀρχὰς ἐπιδευέας ἄλλων. | 382 | ||
817(t) | Heraclitus | ||
1 | τοῖς δ’ ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος, αἰνικτὴς ἀνόρουσε | ||
818(t) | Parmenides | ||
1 | Παρμενίδου τε βίην μεγαλόφρονος οὐ πολύδοξον, ὅς ῥ’ ἀπὸ φαντασίης ἀπάτης ἀνενείκατο νώσεις. | ||
819(t) | Zeno Eleates, Melissus | ||
1 | ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος πάντων ἐπιλήπτορος ἠδὲ Μέλισσον | ||
πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω ... | 383 | ||
820(t) | Democritus | ||
1 | οἷον Δημόκριτόν τε περίφρονα ποιμένα μύθων, ἀμφίνοον λεσχῆνα μετὰ πρώτοισιν ἀνέγνων. | ||
821(t) | Protagoras | ||
1 | Πρωταγόρης τ’ ἐπίμ〈ε〉ικτος ἐριζέμεναι εὖ εἰδώς | 384 | |
822(t) | Pyrrho | ||
1 | ὦ γέρον, ὦ Πύρρων, πῶς ἢ πόθεν ἔκδυσιν εὗρες λατρείης δοξῶν κενεοφροσύνης τε σοφιστῶν, καὶ πάσης ἀπάτης πειθοῦς τ’ ἀπελύσαο δεσμά; οὐδ’ ἔμελέν σοι ταῦτα μεταλλῆσαι, τίνες αὖραι | ||
5 | Ἑλλάδ’ ἔχουσι, πόθεν τε καὶ εἰς ὅ τι κύρει ἕκαστα. | ||
824(t) | Philo Pyrrhoneus | ||
1 | ἢ τὸν ἀπ’ ἀνθρώπων αὐτόσχολον αὐτολαλητὴν οὐκ ἐμπαζόμενον δόξης ἐρίδων τε Φίλωνα. | ||
825(t) | Epicurus | ||
1 | ὕστατος αὖ φυσικῶν καὶ κύντατος ἐκ Σάμου ἐλθὼν | ||
γραμμοδιδασκαλίδης, ἀναγωγότατος ζωόντων. | 385 | ||
826 | εἰκάζω, τί θέλεις; ὀλίγον κρέας, ὀστέα πολλά. | 386 | |
828(t) | Plato | ||
1 | καὶ σύ, Πλάτων· καὶ γάρ σε μαθητείης πόθος ἔσχεν, πολλῶν δ’ ἀργυρίων ὀλίγην ἠλλάξαο βίβλον, | ||
ἔνθεν ἀπαρχόμενος τιμαιογραφεῖν ἐδιδάχθης. | 387 | ||
831(t) | Pythagoras | ||
1 | Πυθαγόρην τε γόητας ἀποκλίνοντ’ ἐπὶ δόξας θήρῃ ἐπ’ ἀνθρώπων, σεμνηγορίης ὀαριστήν. | ||
832(t) | Anaxarchus | ||
1 | ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενὲς ὅππῃ ὀρούσαι φαίνετ’ Ἀναξάρχου κύνεον μένος, ὅς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγεν | ||
ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν. | 388 | ||
833(t) | Xenophanes | ||
1 | ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι ἀμφοτερόβλεπτος. δολίῃ δ’ ὁδῷ ἐξαπατήθην πρεσβυγενὴς ἔτ’ ἐὼν καὶ ἀμενθήριστος ἁπάσης σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι | ||
5 | εἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δ’ ἐὸν αἰεὶ πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθ’ ὁμοίην. | ||
834(t) | Xenophanes | ||
1 | Ξεινοφάνης ὑπάτυφος, Ὁμηραπάτης ἐπικόπτης ὃς τὸν ἀπ’ ἀνθρώπων θεὸν ἐπλάσατ’ ἶσον ἁπάντῃ, | ||
†ἀσκηθῆ νοερώτερον ἠὲ νόημα | 389 | ||
835 | γραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδ’ ἀνάθρησις | ||
ἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου. | 390 | ||
837 | πάντῃ γὰρ ἐπεῖχε γαλήνη | ||
838 | τὸν δ’ ὡς οὖν ἐνόης’ ἐν νηνεμίῃσι γαλήνης | ||
839 | πολλῶν ληκεδόνων λυμάντορες ἐλπιδοδῶται. | ||
840 | φῆ δέ τις αἰάζων, οἷ’ ἄμμοροι αἰάζουσιν· ‘οἴμοι ἐγώ, τί πάθω; τί νύ μοι σοφὸν ἔνθα γένηται; πτωχὸς μὲν φρένας εἰμί, νόου δέ μοι οὐκ ἔνι κόκκος. †ἦ με μαθεῖν† φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. | ||
5 | τρὶς μάκαρες μέντοι καὶ τετράκις οἱ μὴ ἔχοντες μήτε κατατρώξαντες ἐνὶ σχολῇ ὅσς’ ἐπέπαντο. νῦν δέ με λευγαλέαις ἔρισιν εἵμαρτο δαμῆναι | ||
καὶ πενίῃ καὶ ὅς’ ἄλλα βροτοὺς κηφῆνας ἐλαστρεῖ.‘ | 391 | ||
841-843(+844)(t) | Ἰνδαλμοί | ||
841 | τοῦτό μοι, ὦ Πύρρων, ἱμείρεται ἦτορ ἀκοῦσαι, πῶς ποτ’ †ανηροταγεις† ῥῇστα μεθ’ ἡσυχίης αἰεὶ ἀφροντίστως καὶ ἀκινήτως κατὰ ταὐτὰ μὴ προσέχων δίνοις ἡδυλόγου σοφίης, | ||
5 | μοῦνος δ’ ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις, ὃς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται, | ||
δεικνὺς εὐτόρνου σφαίρης πυρικαύτορα κύκλον. | 392 | ||
842 | ἦ γὰρ ἐγὼν ἐρέω, ὥς μοι καταφαίνεται εἶναι, μῦθον, ἀληθείης ὀρθὸν ἔχων κανόνα, ὡς ἡ τοῦ θείου τε φύσις καὶ τἀγαθοῦ αἰεί, ἐξ ὧν ἰσότατος γίνεται ἀνδρὶ βίος | ||
843 | ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει, οὗπερ ἂν ἔλθῃ | 393 | |
844 | ἀλλὰ πρὸς ἀνθρώπων ταῦτα νόῳ κέκριται | ||
845(t) | incerti carminis | ||
1 | πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί | ||
846(t) | incerti carminis | ||
1 | ἀφυγὴς καὶ ἀναίρετος ἔσται | 394 |