TLG 1734 001 :: TIMAEUS :: Fragmenta et titulus [Sp.] TIMAEUS Phil. Fragmenta et titulus [Sp.] Citation: Page — (line) | ||
203(7t) | Περὶ φύσιος κόσμω καὶ ψυχᾶς | 203 |
205(3) | Τιμαίω Λοκρῶ Περὶ φύσιος κόσμω καὶ ψυχᾶς. Τίμαιος ὁ Λοκρὸς τάδε ἔφα· | |
5 | Δύο αἰτίας εἶμεν τῶν συμπάντων, νόον μὲν τῶν κατὰ λόγον γιγνομένων, ἀνάγκαν δὲ τῶν βίᾳ καττὰς δυνάμεις τῶν σωμάτων. τουτέων δὲ τὸ μὲν τᾶς τἀγαθῶ φύσιος εἶμεν θεόν τε ὀνυμαίνεσθαι ἀρχάν τε τῶν ἀρίστων· τὰ δ’ ἑπόμενά τε καὶ συναίτια ὄντα ἐς ἀνάγκαν ἀνάγεσθαι. τὰ δὲ ξύμπαντα τρία· ἰδέαν, ὕλαν, αἰσθητὸν τὸ οἷον ἔγγονον | |
---|---|---|
10 | τουτέων. καὶ τὰν μὲν εἶμεν ἀεί, ἀγέννατόν τε καὶ ἀκίνατον, ἀμέριστόν τε καὶ τᾶς ταὐτῶ φύσιος, νοατάν τε καὶ παράδειγμα τῶν γεννωμένων, ὁκόσα ἐν μεταβολᾷ ἐντι· τοιοῦτον γάρ τι τὰν ἰδέαν λέγεσθαί τε καὶ νοῆσθαι. τὰν δ’ ὕλαν ἐκμαγεῖον καὶ ματέρα τιθάναν τε καὶ γεννατικὰν | |
εἶμεν τᾶς τρίτας οὐσίας· δεξαμέναν γὰρ τὰ ὁμοιώματα ἐς αὑτὰν καὶ | 205 | |
206 | οἷον ἐναπομαξαμέναν ἀποτελῆν τάδε τὰ γεννάματα. ταύταν δὲ τὰν ὕλαν ἀίδιον μὲν ἔφα, οὐ μὰν ἀκίνατον, ἄμορφον δὲ κατ’ αὐταύταν καὶ ἀσχημάτιστον, δεχομέναν δὲ πᾶσαν μορφάν· τὰν δὲ περὶ τὰ σώματα μεριστὰν εἶμεν καὶ τᾶς θατέρω φύσιος. ποταγορεύοντι δὲ τὰν ὕλαν | |
5 | τόπον καὶ χώραν. δύο ὦν αἵδε ἀρχαί ἐντι, ἇν τὸ μὲν εἶδος λόγον ἔχει ἄρρενός τε καὶ πατρός, ἁ δ’ ὕλα θήλεός τε καὶ ματέρος. τρίτα δὲ εἶναι τὰ ἐκ τουτέων ἔγγονα. τρία δὲ ὄντα τρισὶ γνωρίζεσθαι, τὰν μὲν ἰδέαν νόῳ κατ’ ἐπιστάμαν, τὰν δ’ ὕλαν λογισμῷ νόθῳ διὰ τὸ μηδέπω κατ’ εὐθυωρίαν νοῆσθαι ἀλλὰ κατ’ ἀναλογίαν, τὰ δ’ ἀπογεννάματα αἰσθήσει | |
10 | καὶ δόξᾳ. Πρὶν ὦν ὠρανὸν λόγῳ γενέσθαι ἤστην ἰδέα τε καὶ ὕλα καὶ ὁ θεὸς δαμιουργὸς τῶ βελτίονος. ἐπεὶ δὲ τὸ πρεσβύτερον κάρρον ἐστὶ τῶ νεωτέρω καὶ τὸ τεταγμένον πρὸ τῶ ἀτάκτω, ἀγαθὸς ὢν ὁ θεὸς ὁρῶν τε τὰν ὕλαν δεχομέναν τὰν ἰδέαν καὶ ἀλλοιουμέναν παντοίως μέν, | |
15 | ἀτάκτως δέ, ἐδήλετο εἰς τάξιν αὐτὰν ἄγεν καὶ ἐξ ἀοριστᾶν μεταβολᾶν ἐς ὡρισμέναν καταστᾶσαι, ἵν’ ὁμόλογοι ταὶ διακρίσιες τῶν σωμάτων γίγνωνται, καὶ μὴ κατ’ αὐτόματον τροπὰς δέχηται. Ἐποίησεν ὦν τόνδε τὸν κόσμον ἐξ ἁπάσας τᾶς ὕλας, ὅρον αὐτὸν | |
κατασκευάσας τᾶς τῶ ὄντος φύσιος διὰ τὸ πάντα τὰ ἄλλα ἐν αὐταύτῳ | 206 | |
207 | περιέχεν, ἕνα, μονογενῆ, τέλειον, ἔμψυχόν τε καὶ λογικόν (κρέσσονα γὰρ τάδε ἀψύχω καὶ ἀλόγω ἐστόν), καὶ σφαιροειδὲς σῶμα (τελειότερον γὰρ τῶν ἄλλων σχημάτων ἦν τοῦτο). δηλόμενος ὦν ἄριστον γένναμα ποιῆν, τοῦτον ἐποίη θεὸν γεννατόν, οὔ ποκα φθαρησούμενον ὑπ’ ἄλλω | |
5 | αἰτίω ἔξω τῶ αὐτὸν συντεταγμένω θεῶ, εἴ ποκα δήλοιτο αὐτὸν διαλύειν· ἀλλ’ οὐ γὰρ τἀγαθῶ ἐστιν ὁρμᾶν ἐπὶ φθορὰν γεννάματος καλλίστω· διαμένει ἄρα τοιόσδε ὢν ἄφθαρτος καὶ ἀνώλεθρος καὶ μακάριος. κράτιστος δ’ ἐστὶ γεννατῶν, ἐπεὶ ὑπὸ τῶ κρατίστω αἰτίω ἐγένετο, ἀφορῶντος οὐκ εἰς χειρόκματα παραδείγματα, ἀλλ’ ἐς τὰν ἰδέαν καὶ | |
10 | ἐς τὰν νοητὰν οὐσίαν, ποθ’ ἅνπερ τὸ γεννώμενον ἀπακριβωθὲν κάλλιστόν τε καὶ ἀπαρεγχείρητον γίγνεται. τέλειος δ’ ἀεὶ κατὰ τὰ αἰσθητά ἐστιν, ὅτι καὶ τὸ παράδειγμα τῆνο αὐτῶ περιέχον πάντα τὰ νοητὰ ζῶα ἐν αὐταύτῳ οὐδὲν ἐκτὸς ἀπέλιπεν, ἀλλὰ ὅρος ἦν νοατῶν παντελής, ὡς ὅδε ὁ κόσμος αἰσθητῶν. | |
15 | Στερεὸς δὲ ὢν ἁπτός τε καὶ ὁρατὸς γᾶς μεμοίρακται πυρός τε καὶ τῶν μεταξύ, ἀέρος καὶ ὕδατος. ἐκ παντελέων δὲ συνέστακε σωμάτων, τάπερ ὅλα ἐν αὐτῷ ἐντι, ὡς μή ποκα μέρος ἀπολειφθῆμεν ἐκτὸς αὐτῶ, ἵνα ᾖ αὐταρκέστατον τὸ τῶ παντὸς σῶμα ἀκήρατόν τε τῶν ἐκτὸς κηρῶν· οὐ γὰρ ἦν τι δίχα τουτέων· ἀλλὰ καὶ τῶν ἐντός· | |
20 | τὰ γὰρ καττὰν ἀρίσταν ἀναλογίαν συντεθέντα ἐν ἰσοδυναμίᾳ οὔτε κρατεῖ ἀλλάλων ἐκ μέρεος οὔτε κρατέεται, ὡς τὰ μὲν αὔξαν, τὰ δὲ φθίσιν λαμβάνεν, μένει δ’ ἐν συναρμογᾷ ἀδιαλύτῳ κατὰ λόγον ἄριστον. | |
τριῶν γὰρ ὡντινωνοῦν ὅρων ὅταν καὶ τὰ διαστάματα καττὸν αὐτὸν | 207 | |
208 | ἐστάθη λόγον ποτ’ ἄλλαλα, τότε δὴ τὸ μέσον ῥυσμῷ Δίκας ὁρήμεθα ποττὸ πρᾶτον ὅ τί περ τὸ τρίτον ποτ’ αὐτό, κἄνπαλιν καὶ παραλλὰξ κατ’ ἐφάρμοσιν τόπων καὶ τάξιος. ταῦτα δ’ ἀριθμῆμεν αἰ μὴ μετ’ ἰσοκρα‐ τίας ἀμάχανον παντί. | |
5 | Εὖ δ’ ἔχει καὶ καττὸ σχῆμα καὶ καττὰν κίνασιν, καθ’ ὃ μὲν σφαῖρα ὄν, ὡς ὅμοιον αὐτὸ αὑτῷ παντᾷ εἶμεν καὶ πάντα τἆλλα ὁμογενέα σχάματα χωρῆν δύνασθαι, καθ’ ἃν δὲ ἐγκύκλιον μεταβολὰν ἀποδιδὸν δι’ αἰῶνος. μόνα δὲ ἁ σφαῖρα ἐδύνατο καὶ ἀρεμέουσα καὶ κινευμένα ἐν τᾷ αὐτᾷ συναρμόσθαι χώρᾳ, ὡς μή ποκα ἀπολεῖπεν μήτε ἐπιλαμβάνεν | |
10 | ἄλλον τόπον, τῷ ἐκ μέσου ἴσον εἶμεν παντᾷ. λειότατον δ’ ὂν ποτ’ ἀκρίβειαν καττὰν ἐκτὸς ἐπιφάνειαν οὐ ποτιδέεται θνατῶν ὀργάνων, ἃ διὰ τὰς χρείας τοῖς ἄλλοις ζώοις ποτάρτηταί τε καὶ διᾶκται. Τὰν δὲ τῶ κόσμω ψυχὰν μεσόθεν ἐξάψας ἐπάγαγεν, ἔξω περι‐ καλύψας αὐτὸν ὅλον αὐτᾷ, κρᾶμα αὐτὰν κερασάμενος ἔκ τε τᾶς ἀμερίστω | |
15 | μορφᾶς καὶ τᾶς μεριστᾶς οὐσίας, ὡς ἓν κρᾶμα ἐκ δύο τουτέων εἶμεν. ᾧ ποτέμιξε δύο δυνάμιας ἀρχὰς κινασίων, τᾶς τε ταὐτῶ καὶ τᾶς τῶ ἑτέρω· ἃ δὴ καὶ δύσμικτος ἔασσα οὐκ ἐκ τῶ ῥᾴστω συνεκίρνατο. λόγοι δ’ οἵδε πάντες ἐντὶ κατ’ ἀριθμὼς ἁρμονικὼς συγκεκραμένοι. ὣς λόγως | |
κατὰ μοῖραν διαιρήκει ποτ’ ἐπιστάμαν, ὡς μὴ ἀγνοῆν ἐξ ὧν ἁ ψυχὰ καὶ | 208 | |
209 | δι’ ὧν συνέστακεν (ἃν οὐχ ὑστέραν τᾶς σωματικᾶς οὐσίας συνετάξατο ὁ θεός, ὥσπερ λέγομες ἁμές· πρότερον γὰρ τὸ τιμιώτερον καὶ δυνάμει καὶ χρόνῳ· ἀλλὰ πρεσβυτέραν ἐποίη)· μοῖραν ἀφαιρέων τὰν πράταν μονάδων οὖσαν τεττόρων ποτὶ ὀκτὼ δεκάσι καὶ τρισὶν ἑκατοντάσι. | |
5 | ταύτας δὲ τάν τε διπλασίαν καὶ τριπλασίαν ῥᾷον συλλογίξασθαι ἑσταμένω τῶ πράτω. δεῖ δ’ εἶμέν πως πάντας σὺν τοῖς συμπληρώμασι καὶ τοῖς ἐπογδόοις ὅρους ἓξ καὶ τριάκοντα, τὸν δὲ σύμπαντα ἀριθμὸν γενέσθαι μυριάδων ια καὶ τετόρων χιλιάδων ἑξακατίων ϙε. | |
ταὶ δὲ διαιρέσιες αὗταί ἐντι· [μυριάδες ια͵δ] | 209 | |
210 | αʹ [ἐπόγδοος] τπδ. βʹ [σμγ] υλβ μη. γʹ [πρὸς σνς] υπς νδ. δʹ [ἐπόγδοος] φιβ κϛ· ἐπίτριτος τοῦ πράτου ὁ φιβ· ὑπερέχει γὰρ αὐτοῦ τοῖς ρκη· ὑπερέχεται δὲ ὑπὸ τοῦ ὀγδόου τοῖς σνϛ. εʹ [ἡμιόλιος] φοϛ ξδ· | |
5 | ἔστι δὲ καὶ ἡμιόλιος τοῦ πράτου ὁ φοϛʹ· ὑπερέχει γὰρ αὐτοῦ τοῖς ρϙβ· καὶ αὐτὸς τοσούτοις ὑπερέχεται ὑπὸ τοῦ ψξη. ϛʹ [ἐλάττων] χμη οβ. ζʹ ψκθ πα. ηʹ ψξη λθ. θʹ ωξδ ϙϛ. ιʹ ϡοβ ρη. ιαʹ ͵ακδ νβ· ἐπίτριτος τῶ ὀγδόω, ὃ ἦν τῶ πράτω | |
10 | διαστάματος καὶ τῶ τρίτω μέσον κατ’ ἀριθματικάν· ὑπερέχει δὲ αὐτῶ σνϛ· ὁ δὲ αὐτὸς ἔσται μέσος τῶ τε ψξη καὶ τῶ ͵αφλϛ. ιβʹ ͵αρνβ ρκη· ἁμιόλιος τοῦ ὀγδόου ὁ ͵αρνβ· ὑπερέχει γὰρ τπδ· ὁ δὲ αὐτὸς μέσος κατ’ ἀριθμητικάν· τοῦ μὲν γὰρ ὑπερέχει 〈τπδ〉, ὑπὸ τοῦ δὲ ὑπερέχεται τοῦ ͵αφλϛ. ιγʹ ͵ασϙϛ | |
15 | ρμδ. ιδʹ ͵αυνη ρξβ. ιεʹ ͵αφλς οη· ἡμιόλιος τοῦ ιαʹ, ὅς ἐστιν ἁρμονικὸς τοῦ βʹ καὶ δʹ διαστήματος· ἐπίτριτος τοῦ ͵αρνβ, ὅς ἐστιν ἀριθμητικὸς τοῦ βʹ καὶ δʹ διαστήματος· ὑπερέχει γὰρ αὐτοῦ τπδ. ιϛʹ ͵αψκη ρϙβ· ἁμιόλιος τοῦ ͵αρνβ, ὃς ἦν μέσος κατ’ ἀριθμητικὰν τοῦ βʹ | |
20 | καὶ δʹ διαστήματος· ὑπερέχει δὲ αὐτοῦ φοϛ. ὁ δὲ αὐτὸς μέσος καθ’ ἁρμονικὰν | |
τοῦ γʹ καὶ θʹ διαστήματος· τῷ γὰρ ἁμίσει ὑπερέχει τε τοῦ γʹ καὶ ὑπερέχεται | 210 | |
211 | ὑπὸ τοῦ θʹ· ὑπερέχει μὲν φοϛ, [καὶ] ὑπερέχεται δὲ ͵αψκη. ιζʹ ͵αϡμδ σιϛ. ιηʹ ͵βμη ρδ· ἐπίτριτος τῶ ιεʹ· ὑπερέχει γὰρ αὐτοῦ φιβ. ἁρμονικὸς τοῦ δʹ καὶ ηʹ διαστήματος· τῷ γὰρ τρίτῳ μέρει τῶν ἄκρων οὗ μὲν ὑπερέχει, ὑφ’ οὗ δὲ ὑπερέχεται· ὑπερέχει μὲν | |
5 | φιβ, ὃ ἦν τρίτον, ὑπερέχεται δὲ ὑπὸ τοῦ τρίτου 〈͵ακδ〉. ιθʹ ͵βρπζ ρλθ· ἐπόγδοος ὁ ͵βρπζ τοῦ ιζʹ, μεῖζον ἁμιτονίου διέχων ἀπὸ τοῦ ιηʹ· ἔλαττον δὲ ἀπὸ τοῦ κʹ· ἐπεὶ γὰρ τόνον μὲν αὐτὸς ἀπέχει ἀπὸ τοῦ ιζʹ, ὁ δὲ ιζʹ ἀπὸ τοῦ ιηʹ τὸ λεγόμενον ἔλαττον ἁμιτόνιον, πάντως τὸ λοιπὸν τοῦ τόνου οὗτος ἀπέχει ἀπὸ τοῦ ιηʹ· τοῦτο δ’ ἦν μεῖζον ἁμιτόνιον, ἀφαιρεθέντος | |
10 | ἐλάττονος. πάλιν δ’ ἐπεὶ ὁ ιηʹ τόνον ἀπέχει τοῦ κʹ, τὸ δὲ μεῖζον ἁμιτόνιον ὁ ιθʹ ἀπέχει τοῦ ιηʹ, τὸ καταλειπόμενον ἀπόστημα ἐφέξει τοῦ κʹ· τοῦτο δ’ ἦν ἔλαττον ἁμιτόνιον. κʹ ͵βτδ ριζ· ἁμιόλιος ὁ ͵βτδ τοῦ ιεʹ· ἐπόγδοος δὲ τοῦ ιηʹ· ὁ γὰρ ιθʹ συμπληροῦται ὡς δέδεικται ἐλάττονι καὶ μείζονι ἁμιτονίῳ· ἐπίτριτος δὲ τοῦ ιϛʹ, ὃς ἦν μὲν ἁμιόλιος τοῦ ιβʹ. μέσος δὲ τοῦ ͵γοβ καὶ τοῦ | |
15 | δʹ 〈διαστάματοσ〉· ὑπερέχει γὰρ καὶ ὑπερέχεται ψξη. ὁ δ’ αὐτὸς μέσος τοῦ τε θʹ καὶ γʹ διαστήματος, καὶ 〈οὗτοσ〉 ἀριθμητικός· ὑπερέχει γὰρ καὶ ὑπερέχεται ͵αρνβ. καʹ ͵βφϙβ σπη. κβʹ ͵βϡιϛ τκδ. κγʹ ͵γοβ ρνς· ἐπίτριτος ὁ ͵γοβ τοῦ κʹ· ὃς ἦν | |
20 | ἡμιόλιος μὲν τοῦ ιεʹ, ἐπόγδοος δὲ τοῦ ιηʹ, ἐπίτριτος τοῦ ιϛʹ, μέσος δὲ κατὰ ἀναλογίαν δύο διαστημάτων τοῦ δʹ καὶ τοῦ ηʹ, ὡσαύτως δὲ τοῦ γʹ πρὸς θʹ. ὑπερέχει δὲ αὐτοῦ ψξη· ἁμιόλιος δὲ τῶ ιηʹ· ὑπερέχει γὰρ αὐτοῦ ͵ακδ· | |
ἦν δὲ ὁ ιηʹ ἁρμονικὸς μὲν δʹ καὶ ηʹ διαστήματος· ἐπίτριτος δὲ τῶ ιεʹ. | 211 | |
212 | κδʹ ͵γυνϛ τπδ. ἡμιόλιος τοῦ κʹ· ὑπερέχει γὰρ αὐτοῦ ͵αρνβ. κεʹ ͵γωπη υλβ. κϛʹ ͵δτοδ υπϛ. κζʹ ͵δχη σλδ. κηʹ ͵ερπδ φοϛ· ἁμιόλιος ͵ερπδ τοῦ κδʹ, ὃς ἦν ἁμιόλιος τοῦ κʹ· ὑπερέχει δὲ αὐτοῦ ͵αψκη. | |
5 | ὁ δὲ αὐτὸς ἁρμονικὸς τοῦ τε θʹ διαστήματος καὶ τοῦ κζʹ· τῷ γὰρ ἁμίσει τῶν ἄκρων αὐτοῦ ὑπερέχει τε καὶ ὑπερέχεται· 〈καὶ〉 ὑπερέχει μὲν τοῦ κδʹ, ὑπερέχεται δὲ ὑπὸ τοῦ λβʹ τῷ αὐτῷ. κθʹ ͵εωλβ χμη. λʹ ͵ϛρμδ τιβ. λαʹ ͵ϛφξα υιζ· ὁ ͵ϛφξα τὸν αὐτὸν ἔχει λόγον ποτὶ τὼ περὶ αὐτόν, ὅνπερ εἶχεν ὁ ιθʹ ποτὶ τὼ περὶ | |
10 | αὐτόν· οὗτος γὰρ ἐπόγδοός ἐστι τοῦ κθʹ, μεῖζον ἁμιτονίου τοῦ λʹ ἀπέχει, ἔλαττον δὲ τοῦ λβʹ· οὗτος γὰρ τόνον ἀπέχει τοῦ λʹ· ἀφ’ οὗ αὐτὸς μεῖζον ἁμιτονίου διέστακε. λβʹ ͵ϛϡιβ τνα· ἐπίτριτος ὁ ͵ϛϡιβ τοῦ κηʹ, ὃς ἦν ἡμιόλιος τῶ κδʹ καὶ ἁρμονικὸς τῶν τελευταίων διαστημάτων· ὑπερέχει δὲ αὐτοῦ ͵αψκη. ὁ δ’ αὐτὸς κατ’ ἀριθμητικὰν μέσος τῶν ἄκρων· τοῦ μὲν | |
15 | γὰρ θʹ 〈διαστάματοσ〉 ὑπερέχει ͵γυνϛ, τοῦ δὲ λϛʹ ὑπερέχεται τῷ ἴσῳ. λγʹ ͵ζψοϛ ωξδ· ὁ ͵ζψοϛ ἁμιόλιος τοῦ κηʹ. τοῦ δὲ τελευταίου λείπει γ. λδʹ ͵ηψμη ϡοβ. λεʹ ͵θσιϛ υξη. λϛʹ ατξη ͵αρνβ. τὸ πᾶν τετράκις διὰ πασῶν καὶ διὰ πέντε καὶ τόνος, μέχρι τοῦ ἑπτὰ καὶ | |
20 | εἰκοσαπλασίου. τὸ πρῶτον διὰ πασῶν διπλάσιον, τὸ δεύτερον τετραπλάσιον πρὸς τὴν αὐτὴν ἀρχήν, τὸ τρίτον ὀκταπλάσιον πρὸς τὸ αὐτό, τὸ τέταρτον ἑκκαιδεκαπλάσιον. τὸ δ’ ἐπὶ τοῦτο διὰ πέντε (τὸ αὐτὸ καὶ ἡμιόλιον)· τέσσαρες καὶ εἰκοσαπλάσιον τῆς ἀρχῆς. τὸ δὲ τελευταῖον ἐπόγδοον, ἑπτὰ καὶ εἰκοσαπλάσιον | |
τῆς ἀρχῆς· τῶν γὰρ τπδ ὁ ατξη ἑπτὰ καὶ εἰκοσαπλάσιος. | 212 | |
213 | [The vulgata gives the numbers in tabular arrangement as follows: [Start of Table](αʹ) (βʹ) (γʹ) λεῖμμα (δʹ) (εʹ) (ϛʹ) (ζʹ) λεῖμμα (αʹ) ............ τπδʹ υλβʹ υπϛʹ φιβʹ φοϛʹ χμηʹ ψκθʹ (ηʹ) (θʹ) (ιʹ) λεῖμμα (ιαʹ) | |
5 | (βʹ) βπλάσιον τοῦ αʹ ψξηʹ ωξδʹ ϡοβʹ ͵ακδʹ (ιβʹ) (ιγʹ) (ιδʹ) λεῖμμα (γʹ) γπλάσιον τοῦ αʹ ͵αρνβʹ ͵ασϙϛʹ ͵αυνηʹ ἀποτομὴ δίεσις ͵βρπζʹ λεῖμμα (ιεʹ) (ιϛʹ) (ιζʹ) λεῖμμα (ιηʹ) (ιθʹ) (κʹ) (καʹ) λεῖμμα | |
10 | (δʹ) δπλάσιον τοῦ αʹ ͵αφλϛʹ ͵αψκηʹ ͵αϡμδʹ ͵βμηʹ ͵βτδʹ ͵βφϙβʹ ͵βϡιϛʹ (κβʹ) ἀποτομὴ (εʹ) ηπλάσιον τοῦ αʹ ͵γοβʹ δίεσις ͵ϛφξαʹ λεῖμμα (κγʹ) (κδʹ) (κεʹ) λεῖμμα (κϛʹ) (κζʹ) (κηʹ) λεῖμμα (κθʹ) (ϛʹ) θπλάσιον τοῦ αʹ ͵γυνϛʹ ͵γωπηʹ ͵δτοδʹ ͵δχηʹ ͵ερπδʹ ͵εωλβʹ ͵ϛρμδʹ | |
15 | (λʹ) (λαʹ) (λβʹ) λεῖμμα (λγʹ) ͵ϛϡιβʹ ͵ζψοϛʹ ͵ηψμηʹ ͵θσιϛʹ (λδʹ) (ζʹ) κζπλάσιον τοῦ αʹ ατξηʹ][End of Table] τὰν μὲν ὦν τῶ ὅλω ψυχὰν ταύτᾳ πως διεῖλε. | |
20 | Θεὸν δὲ τὸν μὲν αἰώνιον νόος ὁρῆ μόνος, τῶν πάντων ἀρχαγὸν καὶ γενέτορα τουτέων. τῶν δὲ γεννατῶν ἕκαστον μὲν τᾷ ὄψει ὁρέομες, κόσμον δὲ τόνδε κατὰ μέρεα αὐτῶ ὁκόσα ὠράνιά ἐντι· τάπερ αἰθέρια ὄντα διαιρετὰ δίχα, ὡς τὰ μὲν τᾶς ταὐτῶ φύσιος εἶμεν, τὰ δὲ τὰς τῶ ἑτέρω. ὧν τὰ μὲν ἔξωθεν ἄγει πάντα ἐν αὐτοῖς τὰ ἐντὸς ἀπ’ ἀνατολᾶς | |
25 | ἐπὶ δύσιν τὰν καθ’ ἁμέραν κίνασιν, τὰ δὲ τᾶς τῶ ἑτέρω ἐντὸς ἀπὸ ἑσπέρας [τὰ] ποθ’ ἕω μὲν ἐπαναφερόμενά τε καὶ καθ’ αὑτὰ κινεόμενα, συμπεριδινέεται δὲ κατὰ συμβεβηκὸς τᾷ ταὐτῶ φορᾷ, κράτος ἐχοίσᾳ | |
ἐν κόσμῳ κάρρον. ἁ δὲ τῶ ἑτέρω φορὰ μεμερισμένα καθ’ ἁρμονικὼς | 213 | |
214 | λόγως ἐς ἑπτὰ κύκλως συντέτακται. ἁ μὲν σελάνα ποτιγειοτάτα ἔασσα ἔμμηνον τὰν περίοδον ἀποδίδωτι, ὁ δ’ ἅλιος μετὰ ταύταν ἐνιαυσίῳ χρόνῳ τὸν αὐτῶ κύκλον ἐκτελεῖ. δύο δ’ ἰσόδρομοι ἀελίῳ ἐντί, Ἑρμᾶ τε καὶ Ἥρας, τὸν Ἀφροδίτας καὶ φωσφόρον τοὶ πολλοὶ καλέοντι. | |
5 | νομῆς γὰρ καὶ πᾶς ὅμιλος οὐ σοφὸς τὰ περὶ τὰν ἱερὰν ἀστρονομίαν ἐστὶν οὐδ’ ἐπιστάμων ἀνατολᾶν τᾶν ἑσπεριᾶν καὶ ἑῳᾶν· ὁ γὰρ αὐτὸς ποκὰ μὲν ἕσπερος γίγνεται, ἑπόμενος τῷ ἁλίῳ τοσοῦτον ὁκόσον μὴ ὑπὸ τᾶς αὐγᾶς αὐτῶ ἀφανισθῆμεν, ποκὰ δὲ ἑῷος, αἴκα προαγέηται τῶ ἁλίω καὶ προανατέλλῃ ποτ’ ὄρθρον. φωσφόρος ὦν πολλάκις μὲν γίγνεται | |
10 | ὁ τᾶς Ἀφροδίτας διὰ τὸ ὁμοδρομῆν ἁλίῳ, οὐκ αἰεὶ δέ· ἀλλὰ πολλοὶ μὲν τῶν ἀπλανέων, πολλοὶ δὲ τῶν πλαζομένων, πᾶς δ’ ἐν μεγέθει ἀστὴρ ὑπὲρ τὸν ὁρίζοντα πρὸ ἁλίου προγενόμενος ἁμέραν ἀγγέλλει. τοὶ δ’ ἄλλοι τρεῖς, Ἄρεός τε καὶ Διὸς καὶ Κρόνω, ἔχοντι ἴδια τάχεα καὶ ἐνιαυτὼς ἀνίσως· ἐκτελέοντι δὲ τὸν δρόμον περικαταλάψιας ποιεύμε‐ | |
15 | νοι φάσιάς τε καὶ κρύψιας καὶ ἐκλείψιας γεννῶντες ἀτρεκέας τε ἀνατολὰς καὶ δύσιας· ἔτι δὲ φάσιας φανερὰς ἑῴας ἢ ἑσπερίας [ἐκτελέοντι] ποτὶ τὸν ἅλιον· ὃς ἁμέραν ἀποδίδωτι τὸν ἀπ’ ἀνατολᾶς ἐπὶ δύσιν αὐτῶ δρόμον, νύκτα δὲ τὸν ἀπὸ δύσεως ἐπ’ ἀνατολάν· ἃν κίνασιν κατ’ ἄλλο ποιέεται, ἀγόμενος ὑπὸ τᾶς ταὐτῶ φορᾶς, ἐνιαυτὸν δὲ καττὰν αὐτῶ | |
20 | καθ’ ἑαυτὸν κίνασιν. ἐκ δὲ τουτέων τῶν κινασίων, δύο ἐασσᾶν, τὰν ἕλικα ἐκτυλίσσει, ποθέρπων μὲν κατὰ μίαν μοῖραν ἐν ἁμερησίῳ χρόνῳ, περιδινεύμενος δὲ ὑπὸ τᾶς τῶν ἀπλανέων σφαίρας καθ’ ἑκάσταν περίοδον | |
ὄρφνας καὶ ἁμέρας. | 214 | |
215 | Χρόνω δὲ μέρεα τάσδε τὰς περιόδως λέγοντι, ὃν ἐγέννασεν ὁ θεὸς σὺν κόσμῳ. οὐ γὰρ ἦν πρὸ κόσμω ἄστρα· διόπερ οὐδ’ ἐνιαυτὸς οὐδ’ ὡρᾶν περίοδοι, αἷς μετρέεται ὁ γεννατὸς χρόνος οὗτος. εἰκὼν δ’ ἐστὶ τῶ ἀγεννάτω χρόνω, ὃν αἰῶνα ποταγορεύομες· ὡς γὰρ ποτ’ ἀίδιον | |
5 | παράδειγμα, τὸν ἰδανικὸν κόσμον, ὅδε ὠρανὸς ἐγεννάθη, [οὕτως] ὣς ποτὶ παράδειγμα, τὸν αἰῶνα, ὅδε χρόνος σὺν κόσμῳ ἐδαμιουργήθη. Γᾶ δ’ ἐν μέσῳ ἱδρυμένα ἑστία θεῶν ὦρός τε ὄρφνας καὶ ἀῶς γίνεται, δύσιάς τε καὶ ἀνατολὰς γεννῶσα κατ’ ἀποτομὰς τῶν ὁριζόντων, ὣς τᾷ ὄψει καὶ τᾷ ἀποτομᾷ τᾶς γᾶς περιγραφόμεθα. πρεσβίστα δ’ ἐντὶ | |
10 | τῶν ἐντὸς ὠρανῶ σωμάτων· οὐδέ ποκα ὕδωρ ἐγεννάθη δίχα γᾶς, οὐδὲ μάν τοι ἀὴρ χωρὶς ὑγρῶ, πῦρ τε ἔρημον ὑγρῶ καὶ ὕλας ἇς ἐξάπτοι οὐκ ἂν διαμένοι· ὥστε ῥίζα πάντων καὶ βάσις τῶν ἄλλων ἁ γᾶ, καὶ ἐρήρεισται ἐπὶ τᾶς αὐτᾶς ῥοπᾶς. ἀρχαὶ μὲν ὦν τῶν γεννωμένων ὡς μὲν ὑποκείμενον ἁ ὕλα, ὡς δὲ λόγος μορφᾶς τὸ εἶδος· ἀπογεννάματα δὲ τουτέων ἐντὶ | |
15 | τὰ σώματα, γᾶ τε καὶ ὕδωρ ἀήρ τε καὶ πῦρ, ὧν ἀπογέννασις τοιαύτα. Ἅπαν σῶμα ἐξ ἐπιπέδων ἐντί, τοῦτο δὲ ἐκ τριγώνων, ὧν τὸ μὲν ὀρθογώνιον ἰσοσκελὲς ἡμιτετράγωνον, τὸ δὲ ἀνισόπλευρον, ἔχον τὰν μέζονα δυνάμει τριπλατίαν τᾶς ἐλάσσονος. ἁ δ’ ἐλαχίστα ἐν αὐτῷ γωνία | |
τρίτον ὀρθᾶς ἐστι, διπλασία δὲ ταύτας ἁ μέσα· δύο γὰρ τρίτων ἅδ’ | 215 | |
216 | ἐστίν. ἁ δὲ μεγίστα ὀρθά, ἁμιόλιος μὲν τᾶς μέσας ἔασσα, τριπλατία δὲ τᾶς ἐλαχίστας. τοῦτο δ’ ὦν τὸ τρίγωνον ἁμιτρίγωνόν ἐστιν ἰσοπλεύρω τριγώνω, δίχα τετμαμένω καθέτῳ ἀπὸ τᾶς κορυφᾶς ἐς τὰν βάσιν ἐς ἴσα μέρεα δύο. ὀρθογώνια μὲν ὦν ἐντι ἑκατέρω, ἀλλὰ ἐν ᾧ μὲν ταὶ δύο | |
5 | πλευραὶ ταὶ περὶ τὰν ὀρθὰν μόναι ἴσαι, ἐν ᾧ δὲ ταὶ τρεῖς πᾶσαι ἄνισοι. σκαληνὸν δὲ τοῦτο μὲν καλεέσθω, τῆνο δὲ ἁμιτετράγωνον, ἀρχὰ συσ‐ τάσιος γᾶς. τὸ γὰρ τετράγωνον ἐκ τουτέω, ἐκ τεττόρων ἡμιτετραγώ‐ νων συντεθειμένον· ἐκ δὲ τοῦ τετραγώνου γεννᾶσθαι τὸν κύβον, ἑδραιό‐ τατον καὶ σταδαῖον παντᾷ σῶμα, ἓξ μὲν πλευράς, ὀκτὼ δὲ γωνίας | |
10 | ἔχον. κατὰ τοῦτο δὲ βαρύτατόν τε καὶ δυσκίνατον ἁ γᾶ, ἀμετάβλητόν τε σῶμα εἰς ἄλλα διὰ τὸ ἀκοινώνατον εἶμεν τῶ ἄλλω γένεος τῶ τριγώνω. μόνα γὰρ ἁ γᾶ ἴδιον στοιχεῖον ἔχει τὸ ἁμιτετράγωνον. Τῆνο δὲ στοιχεῖον τῶν ἄλλων σωμάτων ἐστί, πυρός, ἀέρος, ὕδατος. ἑξάκις γὰρ συντεθέντος τῶ ἁμιτριγώνω τρίγωνον ἐξ αὐτῶ ἰσόπλευρον | |
15 | γίνεται· ἐξ οὗ ἁ πυραμὶς τέσσαρας βάσιας καὶ τὰς ἴσας γωνίας ἔχοισα συντίθεται, εἶδος πυρὸς εὐκινατότατον καὶ λεπτομερέστατον. μετὰ δὲ τοῦτο ὀκτάεδρον, ὀκτὼ μὲν βάσιας, ἓξ δὲ γωνίας ἔχον, ἀέρος στοιχεῖον. τρίτον δὲ τὸ εἰκοσάεδρον βασίων μὲν εἴκοσι, γωνιῶν δὲ δώδεκα, ὕδατος στοιχεῖον πολυμερέστερον καὶ βαρύτερον. ταῦτα δ’ ὦν ἀπὸ ταὐτῶ | |
20 | στοιχείω συγκείμενα εἰς ἄλληλα τρέπεται. τὸ δὲ δωδεκάεδρον εἰκόνα τῶ παντὸς ἐστάσατο, ἔγγιστα σφαίρᾳ ἐόν. πῦρ μὲν ὦν διὰ τὰν λεπτομέρειαν διὰ πάντων ἧκεν, ἀήρ τε διὰ τῶν ἄλλων ἔξω πυρός, ὕδωρ δὲ διὰ τᾶς γᾶς. ἅπαντα δ’ ὦν πλήρη ἐντί, οὐδὲν κενεὸν ἀπολείποντα. | |
συνάγεται δὲ τᾷ περιφορᾷ τῶ παντός, καὶ ἠρεισμένα τρίβεται μὲν | 216 | |
217 | ἀμοιβαδόν, ἀδιάλειπτον δὲ ἀλλοίωσιν ποτὶ γενέσιας καὶ φθορὰς ἀποδίδωτι. Τούτοις δὲ ποτιχρεόμενος ὁ θεὸς τόνδε τὸν κόσμον κατε‐ σκεύαξεν, ἁπτὸν μὲν διὰ τὰν γᾶν, ὁρατὸν δὲ διὰ τὸ πῦρ, ἅπερ δύο ἄκρα | |
5 | ἐντί. δι’ ἀέρος δὲ καὶ ὕδατος συνεδήσατο δεσμῷ κρατίστῳ, ἀναλογίᾳ, ἃ καὶ αὑτὰν καὶ τὰ δι’ αὐτᾶς κρατεόμενα συνέχεν δύναται. εἰ μὲν ὦν ἐπίπεδον εἴη τὸ συνδεόμενον, μία μεσότας ἱκανά ἐστιν· εἰ δέ κα στερεόν, δύο χρῄσει. δυσὶ δὴ μέσοις δύο ἄκρα ξυναρμόξατο, ὅκως εἴη ὡς πῦρ ποτ’ ἀέρα ἀὴρ ποτὶ ὕδωρ, ὡς δέ κ’ ἀὴρ ποτὶ ὕδωρ καὶ ὕδωρ ποτὶ γᾶν, | |
10 | καὶ κατ’ ἐναλλαγάν, ὡς πῦρ ποτὶ ὕδωρ ἀὴρ ποτὶ γᾶν, καὶ ἀνάπαλιν, ὡς γᾶ ποτὶ ὕδωρ ὕδωρ ποτ’ ἀέρα καὶ ἀὴρ ποτὶ πῦρ, καὶ κατ’ ἐναλλαγάν, ὡς γᾶ ποτ’ ἀέρα ὕδωρ ποτὶ πῦρ. καὶ ἐπεὶ δυνάμει ἴσα ἐντὶ πάντα, τοὶ λόγοι αὐτῶν ἐν ἰσονομίᾳ ἐντί. εἷς μὲν ὦν ὅδε ὁ κόσμος δαιμονίῳ δεσμῷ τῷ ἀνὰ λόγον ἐστίν. ἕκαστον δὲ τῶν τετόρων σωμάτων πολλὰ | |
15 | εἴδεα ἔχει. πῦρ μὲν φλόγα καὶ φῶς καὶ αὐγάν, διὰ τὰν ἀνισότατα τῶν ἐν ἑκάστῳ αὐτῶν τριγώνων· κατταὐτὰ δὲ καὶ ἀὴρ τὸ μὲν καθαρὸν καὶ αὖον, τὸ δὲ νοτερὸν καὶ ὁμιχλῶδες· ὕδωρ δὲ τὸ μὲν ῥέον, τὸ δὲ πακτόν, ὁκόσον χιών τε καὶ πάχνα χάλαζά τε καὶ κρύσταλλος. ὑγρῶν τε τὸ μὲν ῥυτόν, ὡς μέλι, ἔλαιον, τὸ δὲ πακτόν, ὡς πίσσα, κηρός· | |
20 | πακτῶ δὲ εἴδεα τὸ μὲν χυτὸν χρυσός, ἄργυρος, χαλκός, κασσίτερος, μόλυβδος, σταγών, τὸ δὲ θραυστὸν θεῖον, ἄσφαλτον, νίτρον, ἅλες, στυπτηρία, λίθοι τοὶ ὁμογενέες. Μετὰ δὲ τὰν τῶ κόσμω σύστασιν ζώων θνατῶν γέννασιν ἐμαχανάσατο, ἵν’ ᾖ τέλεος ποτὶ τὰν εἰκόνα παντελῶς ἀπειργασμένος. | |
25 | τὰν μὲν ὦν ἀνθρωπίναν ψυχὰν ἐκ τῶν αὐτῶν λόγων καὶ δυναμίων | |
συγκερασάμενος καὶ μερίξας διένειμε τᾷ φύσει τᾷ ἀλλοιωτικᾷ παραδούς· | 217 | |
218 | διαδεξαμένα δ’ αὐτὸν ἐν τῷ 〈γεννᾶν〉 ἀπεργάζετο θνατά τε καὶ ἐφαμέρια ζῶα· ὧν τὰς ψυχὰς ἐπιρρύτως ἐνάγαγε τὰς μὲν ἀπὸ σελάνας, τὰς δ’ ἀπ’ ἀλίω, τὰς δὲ ἀπὸ τῶν ἄλλων τῶν πλαζομένων ἐν τᾷ τῶ ἑτέρω μοίρᾳ, ἔξω μιᾶς τᾶς τοῦ αὐτοῦ δυνάμιος, ἃν ἐν τῷ λογικῷ μέρει ἔμιξεν, εἰκόνα | |
5 | σοφίας τοῖς εὐμοιρατοῦσι. τᾶς μὲν γὰρ ἀνθρωπίνας ψυχᾶς τὸ μὲν λογικόν ἐστι καὶ νοερόν, τὸ δ’ ἄλογον καὶ ἄφρον· τοῦ δὲ λογικοῦ τὸ μὲν κρέσσον ἐκ τᾶς ταὐτοῦ φύσιος, τὸ δὲ χέρηον ἐκ τᾶς τοῦ ἑτέρου. ἑκάτερον δὲ περὶ τὰν κεφαλὰν ἵδρυται, ὡς τἆλλα μέρεα τᾶς ψυχᾶς καὶ τῶ σώματος ὑπηρετεῖν τούτῳ, καθάπερ ὑπάτῳ τῶ σκάνεος ἅπαντος. τῶ | |
10 | δ’ ἀλόγω μέρεος τὸ μὲν θυμοειδὲς περὶ τὰν καρδίαν, τὸ δ’ ἐπιθυματικὸν περὶ τὸ ἧπαρ. τοῦ δὲ σώματος ἀρχὰν μὲν καὶ ῥίζαν μυελοῦ εἶμεν ἐγκέφαλον, ἐν ᾧ ἁ ἁγεμονία. ἀπὸ δὲ τούτου οἷον ἀπόχυμα ῥεῖν διὰ τῶν νωτίων σφονδύλων τὸ λοιπόν, ἐξ οὗ εἰς σπέρμα καὶ γόνον μερίζεσθαι. ὀστέα δὲ μυελῶ περιφράγματα. τουτέων δὲ σκέπαν εἶμεν τὰν σάρκα | |
15 | καὶ προκάλυμμα. συνδέσμοις δὲ ποττὰν κίνασιν τοῖς νεύροις συνᾶψε τὰ ἄρθρα. τῶν δ’ ἐντοσθιδίων τὰ μὲν τροφᾶς χάριν, τὰ δὲ σωτηρίας. Κινασίων δὲ τῶν ἀπὸ τῶν ἐκτὸς τὰς μὲν ἀναδιδομένας ἐς τὸν | |
φρονέοντα τόπον αἰσθήσιας εἶμεν· τὰς δ’ ὑπ’ ἀντίλαψιν μὴ πιπτοίσας | 218 | |
219 | ἀνεπαισθήτως, ἢ τῷ τὰ πάσχοντα σώματα γαιοειδέστερα εἶμεν, ἢ τῷ τὰς κινάσιας ἀμενηνοτέρας γίγνεσθαι. ὁκόσαι μὲν ὦν ἐξίσταντι τὰν φύσιν, ἀλγειναί ἐντι· ὁκόσαι δὲ ἀποκαθίσταντι ἐς αὐτάν, ἁδοναὶ ὀνυμαίνονται. | |
5 | Τᾶν δ’ αἰσθησίων τὰν μὲν ὄψιν ἁμὶν τὸν θεὸν ἀνάψαι εἰς θέαν τῶν ὠρανίων καὶ ἐπιστάμας ἀνάλαψιν. τὰν δ’ ἀκοὰν λόγων καὶ μελῶν ἀντιλαπτικὰν ἔφυσεν· ἇς στερισκόμενος ἐκ γενέσιος ὁ ἄνθρωπος οὐδὲ λόγον ἔτι προέσθαι δυνασεῖται. διὸ καὶ συγγενεστάταν τῷ λόγῳ ταύταν τὰν αἴσθασίν φαντι εἶμεν. ὁκόσα δὲ πάθεα τῶν σωμάτων ὀνυμαίνεται, | |
10 | ποτὶ τὰν ἁφὰν κλῄζεται, τὰ δὲ ῥοπᾷ ποτὶ τὰν χώραν. ἁ μὲν γὰρ ἁφὰ κρίνει τὰς ζωτικὰς δυνάμιας, θερμότατα, ψυχρότατα, ξηρότατα, ὑγρότατα, λειότατα, τραχύτατα, εἴκοντα, ἀντίτυπα, μαλακά, σκληρά. βαρὺ δὲ καὶ κοῦφον ἁφὰ μὲν προκρίνει, λόγος δ’ ὁρίζει τᾷ ποτὶ τὸ μέσον καὶ ἀπὸ τῶ μέσω νεύσει. κάτω δὲ καὶ μέσον ταὐτόν φαντι· τὸ | |
15 | γὰρ κέντρον τᾶς σφαίρας τοῦτό ἐντι τὸ κάτω, τὸ δ’ ὑπὲρ τούτω ἄχρι τᾶς περιφερείας ἄνω. τὸ μὲν ὦν θερμὸν λεπτομερές τε καὶ διαστατικὸν τῶν σωμάτων δοκεῖ εἶμεν, τὸ δὲ ψυχρὸν παχυμερέστερόν τε τῶν πόρων καὶ συμπιλωτικόν ἐστι. τὰ δὲ περὶ τὰν γεῦσιν ἔοικε τᾷ ἁφᾷ· συγκρίσει γὰρ καὶ διακρίσει, ἔτι δὲ τᾷ ἐς τὼς πόρως διαδύσει καὶ | |
20 | τοῖς σχημάτεσσιν ἢ στρυφνὰ ἢ λεῖα· ἀποτάκοντα μὲν καὶ ῥύπτοντα τὰν γλῶτταν στρυφνὰ φαίνεται, μετριάζοντα δὲ τᾷ ῥύψει ἁλμυρά, ἐκπυροῦντα δὲ καὶ διαιρέοντα τὰν σάρκα δριμέα, τὰ δ’ ἐναντία λεῖά τε | |
καὶ γλυκέα, καὶ χυλῶται. ὀσμᾶς δὲ εἴδεα μὲν οὐ διώρισται· διὰ γὰρ | 219 | |
220 | στενῶν πόρων διαθεῖσθαι στερροτέρων ὄντων ἢ ὡς συνάγεσθαι καὶ διίστασθαι. σάψεσι δὲ καὶ πέψεσι γᾶς τε καὶ γεοειδέων εὐώδεά τε καὶ δυσώδεα εἶμεν. Φωνὰ δ’ ἐστὶ μὲν πλᾶξις ἐν ἀέρι διικνουμένα ποτὶ τὰν ψυχὰν | |
5 | δι’ ὤτων, ὧν τοὶ πόροι διήκοντι ἄχρις ἥπατος χωρέοντες. ἐν δ’ αὐτοῖς πνεῦμα, οὗ ἁ κίνασις ἀκοά ἐστι. φωνᾶς δὲ καὶ ἀκουᾶς ἁ μὲν ταχεῖα ὀξεῖα, ἁ δὲ βραδεῖα βαρεῖα, μέσα δ’ ἁ συμμετροτάτα. καὶ ἁ μὲν πολλὰ καὶ κεχυμένα μεγάλα, ἁ δὲ ὀλίγα καὶ συναγμένα μικρά. ἁ δὲ τεταγμένα ποτὶ λόγως μωσικὼς ἐμμελής, ἁ δὲ ἄτακτός τε καὶ ἄλογος ἐκμελής τε | |
10 | καὶ ἀνάρμοστος. τέταρτον δὲ γένος αἰσθητῶν πολυειδέστατον καὶ ποικιλώτατον, ὁρατὰ δὲ λέγεται· ἐν ᾧ χρώματά τε παντοῖα καὶ κεχρωσ‐ μένα μυρία, πρᾶτα δὲ τέτορα, λευκόν, μέλαν, λαμπρόν, φοινικοῦν· τἆλλα γὰρ ἐκ κιρναμένων τούτων γεννᾶται. τὸ μὲν ὦν λευκὸν διακρίνει τὰν ὄψιν, τὸ δὲ μέλαν συγκρίνει, ὅκως περ τὸ μὲν θερμὸν διαχῆν τὰν | |
15 | ἁφάν, τὸ δὲ ψυχρὸν συνάγεν δύναται, καὶ τὸ μὲν στρυφνὸν συνάγεν τὰν γεῦσιν, τὸ δὲ δριμὺ διαιρῆν πέφυκε. Τρέφεσθαι δὲ τὸ σκᾶνος τῶν ἐναερίων ζώων καὶ συνέχεσθαι τᾶς μὲν τροφᾶς διαδιδομένας διὰ τῶν φλεβῶν εἰς ὅλον τὸν ὄγκον κατ’ ἐπιρροάν, οἷον δι’ ὀχετῶν ἀγομένας καὶ ἀρδομένας ὑπὸ τῶ πνεύματος, ὃ | |
20 | διαχεῖ αὐτὰν ἐπὶ τὰ πέρατα φέρον. ἁ δ’ ἀνάπνοια γίνεται μηδενὸς μὲν κενοῦ ἐν τᾷ φύσει ἐόντος, ἐπιρρέοντος δὲ καὶ ἑλκομένω τῶ ἀέρος ἀντὶ τῶ ἀπορρέοντος διὰ τῶν ἀοράτων στομίων, δι’ ὧν καὶ ἁ νοτὶς ἐπιφαίνε‐ ται· τινὸς δὲ καὶ ὑπὸ τᾶς φυσικᾶς θερμότατος ἀπαναλωμένω. ἀνάγκα ὦν ἀντικαταχθῆμεν τὸ ἴσον τῷ ἀναλωθέντι· εἰ δὲ μή, κενώσιας εἶμεν, | |
25 | ὅπερ ἀμάχανον· οὐδὲ γὰρ ἔτι εἴη κα σύνσοον καὶ ἓν τὸ ζῶον, διαιρωμένω | |
τῶ σκάνεος ὑπὸ τῶ κενῶ. ἁ δ’ ὁμοία ὀργανοποιία γίγνεται καὶ ἐπὶ τῶν | 220 | |
221 | ἀψύχων καττὰν τᾶς ἀναπνοᾶς ἀναλογίαν· ἁ γὰρ σικύα καὶ τὸ ἤλεκτρον εἰκόνες ἀναπνοᾶς ἐντι. ῥεῖ γὰρ διὰ τῶ σώματος ἔξω θύραζε τὸ πνεῦμα, ἀντεπεισάγεται δὲ διὰ τᾶς ἀναπνοᾶς τῷ τε στόματι καὶ ταῖς ῥισίν, εἶτα πάλιν οἷον Εὔριπος ἀντεπιφέρεται εἰς τὸ σῶμα, τὸ δὲ ἀνατείνεται | |
5 | καττὰς ἐκροάς. ἁ δὲ σικύα ἀπαναλωθέντος ὑπὸ τῶ πυρὸς τῶ ἀέρος ἐφέλκεται τὸ ὑγρόν, τὸ δ’ ἤλεκτρον ἐκκριθέντος τῶ πνεύματος ἀναλαμ‐ βάνει † τὸ ὅμοιον σῶμα. Τροφὰ δὲ πᾶσα ἀπὸ ῥίζας μὲν τᾶς καρδίας, παγᾶς δὲ τᾶς κοιλίας ἐπάγεται τῷ σώματι· καὶ εἴ κα πλείω τᾶς ἀπορρεοίσας ἐπάρδοιτο, | |
10 | αὔξα λέγεται, εἴ κα δὲ μείω, φθίσις· ἁ δ’ ἀκμὰ μεθόριόν τε τουτέων ἐστὶ καὶ ἐν ἰσότατι ἀπορροᾶς καὶ ἐπιρροᾶς νοέεται. λυομένων δὲ τῶν ἁρμῶν τᾶς συστάσιος, αἴ κα μηκέτι δίοδος ἢ πνεύματι ἢ τροφᾷ διαδίδο‐ ται, θνάσκει τὸ ζῶον. Πολλαὶ δὲ κᾶρες ζωᾶς καὶ θανάτου αἰτίαι. ἓν δ’ ὦν γένος νόσος | |
15 | ὀνυμαίνεται. νόσων δ’ ἀρχαὶ μὲν αἱ τᾶν πρατᾶν δυναμίων ἀσυμμετρίαι, εἴκα πλεονάζοιεν ἢ ἐλλείποιεν ταὶ ἁπλαῖ δυνάμιες, θερμότας ἢ ψυχρότας ἢ ὑγρότας ἢ ξηρότας. μετὰ δὲ ταύτας αἱ τῶ αἵματος τροπαὶ καὶ ἀλλοι‐ ώσιες ἐκ διαφθορᾶς καὶ αἱ τᾶς σαρκὸς τακομένας κακώσιες, αἰ καττὰς μεταβολὰς ἐπὶ τὸ ὀξὺ ἢ ἁλμυρὸν ἢ δριμὺ τροπαὶ αἵματος ἢ σαρκὸς | |
20 | τακεδόνες γένοιντο. χολᾶς γὰρ αἱ γενέσιες καὶ φλέγματος ἐνθένδε χυμοί τε νοσώδεες καὶ ὑγρῶν σάψιες, ἀμαυραὶ μὲν αἱ μὴ ἐν βάθει, χαλεπαὶ δ’ ὧν ἀρχαὶ γεννῶνται ἐξ ὀστέων, ἀνιαραὶ δὲ ἐκ μυελοῦ ἐξαπ‐ | |
τόμεναι. τελευταία δὲ νόσων αἰτία ἐντὶ πνεῦμα, χολά, φλέγμα αὐξόμενα | 221 | |
222 | καὶ ῥέοντα ἐς χώρας ἀλλοτρίας ἢ τόπως ἐπικαιρίως. τόκα γὰρ ἀντι‐ καταλαμβάνοντα τὰν τῶν καρρόνων χώραν καὶ ἀπελάσαντα τὰ συγγενέα ἱδρύεται κακοῦντα τὰ σώματα καὶ ἐς αὔταυτα ἀναλύοντα. καὶ σώματος μὲν πάθεα τάδε τε καὶ ἐκ τῶνδε. | |
5 | Ψυχᾶς δὲ νόσοι ἐντὶ πολλαί, ἄλλαι δ’ ἄλλων δυναμίων ἐντί, αἰσθ‐ ητικᾶς μὲν δυσαισθησία, μναμονικᾶς δὲ λάθα, ὁρματικᾶς δὲ ἀνορεξία τε καὶ ἁ προπέτεια, παθητικᾶς δὲ ἄγρια πάθεά τε καὶ λύσσαι οἰστρώδεες, λογικᾶς δὲ ἀμαθία καὶ ἐκφροσύνα. ἀρχαὶ δὲ κακίας ἁδοναὶ καὶ λῦπαι ἐπιθυμίαι τε καὶ φόβοι, ἐξαμμέναι μὲν ἐκ σώματος, ἀνακεκραμέναι | |
10 | δὲ τᾷ ψυχᾷ· καὶ ἐξαγγελλόμεναι ὀνόμασι ποικίλοις· ἔρωτες γὰρ καὶ πόθοι ἵμεροί τε ἔκλυτοι ὀργαί τε σύντονοι καὶ θυμοὶ βαρεῖς ἐπιθυμίαι τε ποικίλαι καὶ ἁδοναὶ ἄμετροι ἐντί. ἁπλῶς δὲ εἰπεῖν· τὸ πὼς ἔχεν ποτὶ τὰ πάθεα ἀρχά τε καὶ πέρας ἀρετᾶς καὶ κακίας ἐστί· τὸ γὰρ πλεονάζεν ἐν τούτοις ἢ κάρρον αὐτῶν εἶμεν εὖ ἢ κακῶς ἀμὲ διατίθητι. | |
15 | ποτὶ δὲ ταύτας τὰς ὁρμὰς μεγάλα μὲν συνεργῆν δύνανται αἱ τῶν σωμάτων κράσιες, ὀξεῖαι ἢ θερμαὶ ἢ ἄλλοτ’ ἀλλοῖαι γιγνόμεναι, ἔς τε μελαγχολίας καὶ λαγνείας καὶ λαβρότατας ἄγοισαι ἀμέ. καὶ ῥευ‐ ματιζόμενά τινα μέρεα ὀδαξασμὼς ποιέντι καὶ μορφὰς φλεγμαινόντων σωμάτων μᾶλλον ἢ ὑγιαινόντων, δι’ ὧν δυσθυμίαι καὶ λᾶθαι παραφρο‐ | |
20 | σύναι τε καὶ πτοῖαι ἀπεργάζονται. Ἱκανὰ δὲ τὰ ἔθεα, ἐν οἷς ἂν ἐντραφῶσι κατὰ πόλιν ἢ οἶκον, | |
καὶ ἁ καθ’ ἁμέραν δίαιτα θρύπτοισα τὰν ψυχὰν ἢ ῥωννύοισα ποτ’ ἀλκάν· | 222 | |
223 | ταὶ γὰρ θυραυλίαι καὶ ἁπλαῖ τροφαὶ τά τε γυμνάσια καὶ τὰ ἤθεα τῶν συνόντων τὰ μέγιστα δύνανται ποτὶ ἀρετὰν καὶ ποτὶ κακίαν. καὶ ταῦτα κακίας μὲν αἰτία ἐκ τῶν γενετόρων καὶ στοιχείων ἐπάγεται μᾶλλον ἢ ἐξ ἁμέων· ὅ τι μὴ ἀργία ἐστίν, [οὐκ] ἀφισταμένων ἡμῶν τῶν ποθ‐ | |
5 | ακόντων ἔργων. ποτὶ δὲ τὸ εὖ ἔχεν τὸ ζῶον δεῖ τὸ σῶμα ἔχεν τὰς ὑπ’ αὐτῷ ἀρετάς, ὑγείαν τε καὶ εὐαισθησίαν ἰσχύν τε καὶ κάλλος. ἀρχὰ δὲ κάλλους συμμετρία ποτί τ’ αὐτῶ τὰ μέρεα καὶ ποτὶ τὰν ψυχάν· ἁ γὰρ φύσις οἷον ὄργανον ἁρμόξατο τὸ σκᾶνος, ὑπάκουόν τε εἶμεν καὶ ἐναρμόνιον ταῖς τῶν βίων ὑποθέσεσι. δεῖ δὲ καὶ τὰν ψυχὰν ῥυθμίζεσθαι | |
10 | ποτὶ τὰς ἀναλόγως ἀρετάς, ποτὶ μὲν σωφροσύναν οἷον ποτὶ ὑγείαν τὸ σῶμα, ποτὶ δὲ φρόνασιν οἷον ποτὶ εὐαισθασίαν, ποτὶ δὲ ἀνδρειότατα οἷον ποτὶ ῥώμαν καὶ ἰσχύν, ποτὶ δὲ δικαιοσύναν οἷον ποτὶ κάλλος τὸ σῶμα. τουτέων δὲ ἀρχαὶ μὲν ἐκ φύσιος, μέσα δὲ καὶ πέρατα ἐξ ἐπιμε‐ λείας, σώματος μὲν διὰ γυμναστικᾶς καὶ ἰατρικᾶς, ψυχᾶς δὲ διὰ παιδείας | |
15 | καὶ φιλοσοφίας. αὗται γὰρ ταὶ δυνάμιες τρέφοισαί τε καὶ τονοῖσαι καὶ τὰ σώματα καὶ τὰς ψυχὰς διὰ πόνων καὶ γυμνασίων καὶ διαίτας καὶ ὀρνύοντι ὅκα δεῖ, ταὶ μὲν διὰ φαρμακειᾶν, ταὶ δὲ παιδευτικαὶ τᾶν ψυχᾶν διὰ κολασίων καὶ ἐπιπλαξίων. ῥωννύοντι γὰρ διὰ προτροπᾶν ἐγείροισαι τὰν ὁρμὰν καὶ ἐγκελευόμεναι τὰ ποτίφορα ποττὰ ἔργα. ἀληπτικὰ μὲν | |
20 | ὦν καὶ ἁ ταύτᾳ συγγενεστάτα ἰατρικά, σώματα ταχθεῖσαι θεραπεῦεν, ἐς τὰν κρατίσταν ἁρμονίαν ἄγοισαι τὰς δυνάμιας τό τε αἷμα καθαρὸν καὶ τὸ πνεῦμα σύρροον ἀπεργάζονται, ἵν’ εἰ καί τι νοσῶδες ὑπογένοιτο, | |
κράτος αὐτοῦ ἔχοιεν ἐρρωμέναι ταὶ δυνάμιες αἵματος καὶ πνεύματος. | 223 | |
224 | Μωσικὰ δὲ καὶ ἁ ταύτας ἁγεμὼν φιλοσοφία, ἐπὶ τᾷ τᾶς ψυχᾶς ἐπανορθώσει ταχθεῖσαι ὑπὸ ἐθέων τε καὶ νόμων, ἐθίζοντι καὶ πείθοντι, τὰ δὲ καὶ ποταναγκάζοντι, τὸ μὲν λογικὸν τῷ λογισμῷ πείθεσθαι, τῶ δ’ ἀλόγω θυμὸν μὲν πρᾶον εἶμεν, ἐπιθυμίαν δὲ ἐν ἀρεμήσει, | |
5 | ὡς μὴ δίχα λόγω κινέεσθαι, μηδὲ μὰν ἀτρεμίζειν τῶ νῶ ἐκκαλεομένω ἢ ποτὶ ἔργα ἢ ποτὶ ἀπολαύσιας. οὗτος γάρ ἐστιν ὅρος σωφροσύνας ἀπάθειά τε καὶ καρτερία. Καὶ σύνεσις καὶ ἁ πρεσβίστα φιλοσοφία, ἀποκαθαράμεναι ψευδέας δόξας, ἐνέθηκαν τὰν ἐπιστάμαν, ἀνακαλεσάμεναι τὸν νόον ἐκ μεγάλας | |
10 | τᾶς ἀγνοίας, χαλάσασαι ἐς ὄψιν τῶν θείων, τοῖς ἐνδιατρῖβεν σὺν αὐταρ‐ κείᾳ τε ποττἀνθρώπεια καὶ σὺν εὐροίᾳ ἐπὶ τὸν σύμμετρον βίω χρόνον εὐδαιμονέν ἐστιν. ὅτῳ μὲν δὴ ὁ δαίμων μοίρας τάσδ’ ἔλαχε, δι’ ἀλαθεσ‐ τάταν δόξαν ἄγεται ἐπὶ τὸν εὐδαιμονέστατον βίον. εἰ δέ κά τις σκλαρὸς καὶ ἀπειθής, τούτῳ δὲ ἑπέσθω κόλασις ἅ τ’ ἐκ τῶν νόμων καὶ ἁ ἐκ | |
15 | τῶν λόγων, σύντονα ἐπάγοισα δείματά τε ὑπωράνια καὶ τὰ καθ’ Ἅιδεος, ὅθι κολάσιες ἀπαραίτητοι ἀπόκεινται δυσδαίμοσι νερτέροις, καὶ τἆλλα ὅσα ἐπαινέω τὸν Ἰωνικὸν ποιητὰν ἐκπλαγέντας ποιεῦντα τὼς ἐναγέας. ὡς γὰρ τὰ σώματα νοσώδεσί ποκα ὑγιάζομες, αἴ κα μὴ εἴκῃ τοῖς ὑγιεινοτάτοις, οὕτω τὰς ψυχὰς ἀνείργομες ψευδέσι λόγοις, αἴ | |
20 | κα μὴ ἄγηται ἀλαθέσι. λέγοιντο δ’ ἀναγκαίως καὶ τιμωρίαι ξέναι, ὡς | 224 |
225 | μετενδυομενᾶν τᾶν ψυχᾶν τῶν μὲν δειλῶν ἐς γυναικεῖα σκάνεα ποθ’ ὕβριν ἐκδιδόμενα, τῶν δὲ μιαιφόνων ἐς θηρίων σώματα ποτὶ κόλασιν, λάγνων δ’ ἐς συῶν ἢ κάπρων μορφάς, κούφων δὲ καὶ μετεώρων ἐς πτηνῶν ἀεροπόρων, ἀργῶν δὲ καὶ ἀπράκτων ἀμαθῶν τε καὶ ἀνοήτων | |
5 | ἐς τὰν τῶν ἐνύδρων ἰδέαν. ἅπαντα δὲ ταῦτα ἐν δευτέρᾳ περιόδῳ ἁ Νέμεσις συνδιέκρινε σὺν δαίμοσι παλαμναίοις χθονίοις τε, τοῖς ἐπόπταις τῶν ἀνθρωπίνων, οἷς ὁ πάντων ἁγεμὼν θεὸς ἐπέτρεψε διοίκησιν κόσμω εἶμεν συμπεπληρωμένω ἐκ θεῶν τε καὶ ἀνθρώπων τῶν τε ἄλλων ζώων, ὅσα δεδαμιούργηται ποτ’ εἰκόνα τὰν ἀρίσταν εἴδεος ἀγεννήτω | |
10 | καὶ αἰωνίω καὶ νοατῶ. | 225 |