TLG 1733 003 :: TIMAEUS :: Fragmenta TIMAEUS Hist. Fragmenta Source: Mette, H.J. (ed.), “Die ‘Kleinen‘ griechischen Historiker heute” [Lustrum 21] 1978: 31.
Citation: FGrH fragment — (line) | ||
88bis a(l1) | PAP. OX. 2637 fr. 5 col. 2, 12f. (s. 2 p.; vol. 32, 1967, 144‐ | |
l2 | 146 [Taf. 14]; Schol. ‘Ibyk.‘ S 223a Page [Supplem. Lyr. Graec. 65]): | |
---|---|---|
1 | Τίμαιος δὲ [Χρυσάορι τρεῖς υἱοὺς (o.ä.)] εἶναι ... | |
88bis b | DIODOR. Ἱστορ. 4, 17, 1f.: (1) Εὐρυσθέως δὲ προστάξαντος ἆθλον δέκατον τὰς Γηρυόνου βοῦς ἀγαγεῖν, ἃς νέμεσθαι συνέβαινε τῆς Ἰβηρίας ἐν τοῖς πρὸς τὸν Ὠκεανὸν κεκλιμένοις μέρεσιν, Ἡρακλῆς θεωρῶν τὸν πόνον τοῦτον μεγάλης προσδεόμενον παρασκευῆς καὶ κακοπαθείας συνεστήσατο στόλον | |
5 | ἀξιόλογον καὶ πλῆθος στρατιωτῶν ἀξιόχρεων ἐπὶ ταύτην τὴν στρατείαν. (2) διεβε‐ βόητο γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην, ὅτι Χρυσάωρ ὁ λαβὼν ἀπὸ τοῦ πλούτου τὴν προσηγορίαν βασιλεύει μὲν ἁπάσης Ἰβηρίας, τρεῖς δ’ ἔχει συναγωνιστὰς υἱούς, διαφέροντας ταῖς τε ῥώμαις τῶν σωμάτων καὶ ταῖς ἐν τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδραγαθίαις, πρὸς δὲ τούτοις ὅτι τῶν υἱῶν ἕκαστος μεγάλας ἔχει | |
10 | δυνάμεις συνεστώσας ἐξ ἐθνῶν μαχίμων. ὧν δὴ χάριν ὁ μὲν Εὐρυσθεὺς νομίζων δυσέφικτον εἶναι τὴν ἐπὶ τούτους στρατείαν προσετετάχει τὸν προειρημένον | |
ἆθλον ... |