TLG 1733 002 :: TIMAEUS :: Fragmenta

TIMAEUS Hist.
(Tauromenitanus: 4–3 B.C.)

Fragmenta

Source: FGrH #566. : 3B:592–658.

Citation: Volume-Jacoby#-F — fragment — (line)

3b,566,F

1a

ATHEN. 4, 38 p. 153 D: Τίμαιος δ’ ἐν τῆι πρώτηι τῶν Ἱστοριῶν καὶ τὰς θεραπαίνας φησὶ παρ’ αὐτοῖς μέχρι οὗ ἂν αὐξηθῶσι γυμνὰς διακο‐
5νεῖσθαι.Column end

3b,566,F

1b

ATHEN. 12, 14 p. 517 D: παρὰ δὲ Τυρρηνοῖς ἐκτόπως τρυφήσασιν ἱστορεῖ Τίμαιος ἐν τῆι α ὅτι αἱ θερά‐ παιναι γυμναὶ τοῖς ἀνδράσι διακο‐
5νοῦνται.Column end

3b,566,F

2*

DIOG. LAERT. 8, 66: (F 134) ὕστερον δ’ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὼς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὅ γέ τοι Τίμαιος ἐν τῆι πρώτηι καὶ δευτέραι (?)—πολλάκις γὰρ αὐτοῦ μνημονεύει—φησὶν ἐναντίαν
5ἐσχηκέναι γνώμην αὐτὸν 〈ἔν〉 τε τῆι πολιτείαι 〈καὶ ἐν τῆι ποιήσει· ὅπου μὲν γὰρ μέτριον καὶ ἐπιεικῆ〉 φαίνεσθαι, ὅπου δὲ ἀλαζόνα καὶ φίλαυτον [ἐν τῆι ποιήσει]· φησὶ γοῦν «χαίρετ’, ἐγὼ δ’ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός,/ πωλεῦμαι» καὶ τὰ ἑξῆς (Vorsokr.5 31 [21] B 112). καθ’ ὃν δὲ χρόνον ἐπεδή‐ μει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν
10γίγνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.

3b,566,F

3

POLYB. 12, 3, 7: καθάπερ δὲ καὶ περὶ τῶν κατὰ Λιβύην ἀπεσχε‐ δίακεν (F 81), οὕτως καὶ περὶ τῶν κατὰ τὴν νῆσον τὴν προσαγορευομένην Κύρνον. (8) καὶ γὰρ ὑπὲρ ἐκείνης μνημονεύων ἐν τῆι δευτέραι βύβλωι φησὶν αἶ‐ γας ἀγρίας καὶ πρόβατα καὶ βοῦς ἀγρίους ὑπάρχειν ἐν αὐτῆι πολλούς, ἔτι δ’ ἐλά‐
5φους καὶ λαγὼς καὶ λύκους καί τινα τῶν ἄλλων ζώιων, καὶ τοὺς ἀνθρώπους περὶ ταῦτα διατρίβειν κυνηγετοῦντας καὶ τὴν ὅλην τοῦ βίου διαγωγὴν ἐν τούτοις ἔχειν. (9) κατὰ δὲ τὴν προειρημένην νῆσον οὐχ οἷον αἲξ ἄγριος ἢ βοῦς ἀλλ’ οὐδὲ λαγὼς οὐδὲ λύκος οὐδ’ ἔλαφος οὐδ’ ἄλλο τῶν τοιούτων ζώιων οὐδέν ἐστι πλὴν ἀλωπέκων καὶ κυνίκλων καὶ προβάτων ἀγρίων. (10) ὁ δὲ κύνικλος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός,
10ὅταν δ’ εἰς τὰς χεῖρας λάβηι τις, μεγάλην ἔχει διαφοράν ... γίνεται δὲ τὸ πλεῖον μέρος κατὰ
γῆς. (4) δοκεῖ γε μὴν πάντ’ εἶναι τὰ ζῶια κατὰ τὴν νῆσον ἄγρια διὰ τοιαύτην αἰτίαν· (2) οὐ δύνανται κατὰ τὰς νομὰς συνακολουθεῖν οἱ ποιμαίνοντες τοῖς θρέμμασι διὰ τὸ σύνδενδρον καὶ κρημνώδη καὶ τραχεῖαν εἶναι τὴν νῆσον· ἀλλ’ ὅταν βούλωνται συναθροῖσαι, κατὰ τοὺς εὐκαίρους τόπους ἐφιστάμενοι, τῆι σάλπιγγι συγκαλοῦσι τὰ ζῶια, καὶ πάντα πρὸς τὴν3
15ἰδίαν ἀδιαπτώτως συντρέχει σάλπιγγα. (3) λοιπὸν ὅταν τινὲς προσπλεύσαντες πρὸς τὴν νῆσον αἶγας ἢ βοῦς θεάσωνται νεμομένας ἐρήμους, κἄπειτα βουληθῶσι καταλαβεῖν, οὐ προσίεται τὰ ζῶια διὰ τὴν ἀσυνήθειαν, ἀλλὰ φεύγει. (4) ὅταν δὲ καὶ συνιδὼν ὁ ποιμὴν τοὺς ἀποβαίνοντας σαλπίσηι, προτροπάδην ἅμα φέρεται καὶ συντρέχει πρὸς τὴν σάλπιγγα· διὸ φαντασίαν ἀγρίων ποιεῖ· ὑπὲρ ὧν Τίμαιος κακῶς καὶ παρέργως ἱστορήσας
20ἐσχεδίασε. (5) τὸ δὲ τῆι σάλπιγγι πειθαρχεῖν οὔκ ἐστι θαυμάσιον κτλ.

3b,566,F

4

DIOG. LAERT. 1, 114: φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι (Epimenides 457 T 1) παρὰ νυμφῶν ἔδεσμά τι καὶ φυλάττοι ἐν χηλῆι βοός· προσφερό‐ μενός τε κατ’ ὀλίγον μηδεμιᾶι κενοῦσθαι ἀποκρίσει μηδὲ ὀφθῆναί ποτε ἐσθίων. μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῆι δευτέραι.

3b,566,F

5

ATHEN. 6, 103 p. 272 B: (F 11b) κἀν τῆι τρίτηι δὲ τῶν Ἱστορι‐ ῶν ὁ Ἐπιτίμαιος ἔφη οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν, ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα· δι’ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας.

3b,566,F

6

DIOG. LAERT. 8, 67: περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ λόγος.
6(71) τούτοις δ’ ἐναντιοῦται Τίμαιος, ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν, ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῆι δ (?)· Συρακόσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα
10καὶ ἀγρὸν οὐκ ἔχειν ἐν Ἀκράγαντι, Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ· καὶ γὰρ πλούσιον εἶναι. «πως οὖν» φησίν «εἰς τοὺς κρατῆρας ἥλατο,
ὧν σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσωι». (72) οὐδὲν δὲ παράδοξον τάφον αὐτοῦ μὴ φαί‐592
15νεσθαι· μηδὲ γὰρ ἄλλων πολλῶν. τοιαῦτά τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει· «ἀλλὰ διὰ παντός ἐστιν Ἡρακλείδης τοιοῦτος παραδοξολόγος, καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἄνθρωπον λέγων».

3b,566,F

7

POLYB. 12, 28, 8: (T 19 p. 590, 16) κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βίβλου φησί τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως, καὶ φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας. (9) ταύτας δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρωι (70 F 111) φησὶ προσπεσεῖν,
5οὐ δυνηθέντος δ’ ἱκανῶς ἐκείνου πρὸς ταῦτα λέγοντας ἀπαντῆσαι, πειρᾶται συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστορίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, πρᾶγμα ποιῶν πάντων ἀτοπώτατον. (10) πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγρα‐ φέως. ὁ γὰρ Ἔφορος .... (11) κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριογράφων καὶ λογο‐
10γράφων. (12) ὁ δ’ ἵνα μὴ δόξηι ταὐτὰ λέγειν Ἐφόρωι, πρὸς τῶι κατεψεῦσθαι ἐκείνου καὶ τῶν λοιπῶν †.ν κα(τ)έγνωσκε γὰρ ...π’ ἄλλων δεόντως κεχειρισ‐ μένα μακρῶς καὶ ἀσαφῶς καὶ τῶι παντὶ χεῖρον ἐξηγούμενος οὐδένα τῶν ζώντων ὑπέλαβε τοῦτο παρατηρήσειν. (28a) οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν ἱστορίαν, πρῶτον μὲν τηλικαύτην εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς
15ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατ’ ἀλήθειαν ὠικοδομημένα καὶ κατε‐ σκευασμένα τῶν ἐν ταῖς σκηνογραφίαις φαινομένων τόπων καὶ διαθέσεων. (2) δεύτερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς ἐπιδεικτικοὺς λόγους· (3) αὐτὸς γοῦν τηλικαύτην ὑπομεμένηκε δαπάνην καὶ κακοπάθειαν τοῦ συνα‐
20γαγεῖν τὰ παρὰ Τυρίων ὑπομνήματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη καὶ Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μηδ’ ἂν αὐτὸς ἐλπίσαι μήτ’ ἂν ἑτέροις ἐξηγούμενος πιστευθῆναι περὶ τούτων.

3b,566,F

8

PHOT. SUD. s. v. Καλλικύριοι· οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρα‐ κούσαις γενόμενοι, πολλοί τινες τὸ πλῆθος—δοῦλοι δ’ ἦσαν οὗτοι τῶν φυγάδων, ὡς Τίμαιος ἐν ϛ, ὅθεν τοὺς ὑπερβολῆι πολλοὺς Καλλικυρίους ἔλεγον. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς593
5Ἀριστοτέλης ἐν Συρακουσίων πολιτείαι (IV), ὅμοιοι τοῖς Λακεδαιμονίων Εἵλωσι καὶ παρὰ Θεσσαλοῖς Πενέσταις καὶ παρὰ Κρησὶν Κλαρώταις. καὶ παροιμία ‘Καλλικυρίων πλείουσ‘· τοῦτο ἐλέγετο, εἴποτε πλῆθος ἤθελον ἐμφῆ‐ ναι· οἱ γὰρ Καλλικύριοι δοῦλοι ἦσαν, πλείους τῶν κυρίων αὐτῶν, ὥστε καὶ αὐτοὺς ἐξέβαλον.

3b,566,F

9

ATHEN. 12, 58 p. 541 BC: περὶ δὲ Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τῆς τούτου τρυφῆς ἱστόρησεν Ἡρόδοτος ἐν τῆι ἕκτηι (127), † ὡς ἀποπλέων ἐπὶ τὴν μνηστείαν τῆς Κλεισθένους τοῦ Σικυωνίων τυράννου θυγατρὸς Ἀγαρίσ‐ της, φησίν «ἀπὸ μὲν Ἰταλίης Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς
5ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀφίκετο»· εἵποντο γοῦν αὐτῶι χίλιοι μάγειροι καὶ ὀρνιθευταί. ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος ἐν τῆι ἑβδόμηι.

3b,566,F

10

ATHEN. 13, 32 p. 573 CD: νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθωι, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης (IV) ἱστορεῖ ἐν τῶι Περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῆι Ἀφροδίτηι, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῆι θεῶι καὶ
5ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ (115 F 285) καὶ Τίμαιος ἐν τῆι ἑβδόμηι, αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας, εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης (F 104 Diehl2) ....

3b,566,F

11a

ATHEN. 6, 86 p. 264 CD: Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῆι ἐνάτηι τῶν Ἱστοριῶν «οὐκ ἦν» φησί «πάτριον τοῖς Ἕλλησιν ὑπὸ
ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι», γράφων οὕτως· «καθό‐ λου δὲ ἠιτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν594
5ἐθῶν· οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας † πλὴν ἐγγὺς τῶν χρόνων, ἀλλὰ πρώτηι τῆι Φιλομήλου γυναικὶ τοῦ καταλα‐ βόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσαι. παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους ἑταῖρον χιλίους οἰκέτας
10κτησάμενον, διαβληθῆναι παρὰ τοῖς Φωκεῦσιν, ὡς τοσούτοις τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφηιρημένον· εἰθίσθαι γὰρ ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέ‐ ροις».

3b,566,F

11b

—6, 103 p. 272 AB: Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐκλαθόμενος αὑτοῦ—ἐλέγχει δ’ αὐτὸν εἰς τοῦτο Πολύβιος ὁ Μεγαλοπολίτης διὰ τῆς δωδεκάτης τῶν Ἱστοριῶν (12, 6, 7)—οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι δούλους κτᾶσθαι, αὐτὸς εἰπὼν ὁ Ἐπιτίμαιος (T 16) ..., [εἰπὼν γὰρ] ὅτι Μνά‐
5σων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων. κἀν τῆι τρίτηι (F 5) ...

3b,566,F

12*

POLYB. 12, 5, 1: ἐμοὶ δὴ συμβαίνει καὶ παραβεβληκέναι πλεονάκις εἰς τὴν τῶν Λοκρῶν πόλιν καὶ παρεσχῆσθαι χρείας αὐτοῖς ἀναγκαίας ... (3) ἐξ ὧν ... ἡμᾶς ἠμείψαντο τοῖς τιμίοις καὶ φιλανθρώποις· διόπερ ὀφείλω μᾶλλον εὐλογεῖν Λοκροὺς ἢ τοὐναν‐ τίον. (4) ἀλλ’ ὅμως οὐκ ὤκνησα καὶ λέγειν καὶ γράφειν ὅτι τὴν ὑπ’ Ἀριστοτέλους παραδι‐
5δομένην ἱστορίαν περὶ τῆς ἀποικίας ἀληθινωτέραν εἶναι συμβαίνει τῆς ὑπὸ Τιμαίου λεγομένης. (5) σύνοιδα γὰρ τοῖς ἀνθρώποις ὁμολογοῦσιν ὅτι παραδόσιμος αὐτοῖς ἐστιν αὕτη περὶ τῆς ἀποικίας ἡ φήμη παρὰ πατέρων, ἣν Ἀριστοτέλης εἴρηκεν, οὐ Τίμαιος· καὶ τούτων γε τοιαύτας ἔφερον ἀποδείξεις. (6) πρῶτον μὲν ὅτι πάντα τὰ διὰ προγόνων ἔνδοξα παρ’ αὐτοῖς ἀπὸ τῶν γυναικῶν, οὐκ ἀπὸ τῶν ἀνδρῶν ἐστιν, οἷον εὐθέως εὐγενεῖς παρά σφισι νομίζεσθαι τοὺς ἀπὸ
10τῶν ἑκατὸν οἰκιῶν λεγομένους· (7) ταύτας δ’ εἶναι τὰς ἑκατὸν οἰκίας τὰς προκριθείσας ὑπὸ τῶν Λοκρῶν πρὶν ἢ τὴν ἀποικίαν ἐξελθεῖν, ἐξ ὧν ἔμελλον οἱ Λοκροὶ κατὰ τὸν χρησμὸν κληροῦν τὰς ἀποσταλησομένας παρθένους εἰς Ἴλιον. (8) τούτων δή τινας τῶν γυναικῶν
14συνεξᾶραι μετὰ τῆς ἀποικίας, ὧν τοὺς ἀπογόνους ἔτι νῦν εὐγενεῖς
15νομίζεσθαι καὶ καλεῖσθαι τοὺς ἀπὸ τῶν ἑκατὸν οἰκιῶν. (9) πάλιν ὑπὲρ τῆς φιαληφόρου παρ’ αὐτοῖς λεγομένης τοιαύτη τις ἱστορία παραδέδοτο, (10) διότι καθ’ ὃν καιρὸν τοὺς Σικελοὺς ἐκβάλοιεν τοὺς κατασχόντας τὸν τόπον τοῦτον τῆς Ἰταλίας, ὧν καὶ ταῖς θυσίαις προηγεῖτο τῶν ἐνδοξοτάτων καὶ τῶν εὐγενεστάτων ὑπάρχων παῖς, αὐτοὶ καὶ πλείω τῶν Σικελικῶν ἐθῶν παραλαβόντες, διὰ τὸ μηδὲν αὐτοῖς πάτριον ὑπάρχειν καὶ τοῦτο διαφυλάττοιεν
20ἀπ’ ἐκείνων, (11) αὐτὸ δὲ τοῦτο διορθώσαιντο τὸ μὴ παῖδα ποιεῖν ἐξ αὑτῶν τὸν φιαληφόρον ἀλλὰ παρθένον διὰ τὴν ἀπὸ τῶν γυναικῶν εὐγένειαν. (6) συνθῆκαι δὲ πρὸς μὲν τοὺς κατὰ τὴν Ἑλλάδα Λοκροὺς οὔτ’ ἦσαν οὔτ’ ἐλέγοντο παρ’ αὐτοῖς γεγονέναι, πρὸς μέντοι Σικελοὺς πάντες εἶχον ἐν παραδόσει. ταῦτα μὲν οὖν λέγεται παρὰ Λοκροῖς. (6a) ἐκ τούτων ἄν τις συλλογιζόμενος
25Ἀριστοτέλει πρόσχοι μᾶλλον ἢ Τιμαίωι· καὶ μὴν τὸ συνεχὲς τούτωι τελέως ἄτοπον. (2) τὸ γὰρ ὑπολαμβάνειν, καθάπερ ἐκεῖνος ὑποδείκνυσιν, ὡς οὐκ εἰκὸς ἦν τοὺς οἰκέτας τῶν Λακεδαιμονίοις συμμαχησάντων τὴν τῶν κυρίων εὔνοιαν ἀναφέρειν πρὸς τοὺς ἐκείνων φίλους εὔηθες. (3) ἧι καὶ τὸ τοὺς Ἀθηναίους595
30πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλην· (4) εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆσθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, εὔλογος γίνεται καὶ ἡ τῶν Ἀθηναίων ἀλλοτριότης ἡ πρὸς (αὐτοὺς) τοὺς προειρη‐ μένους, οὐκ ἐξεταζόντων 〈οὕτωσ〉 τὸ γένος ὡς τὴν προαίρεσιν. (5) νὴ Δία ἀλλὰ πῶς αὐτοὶ
35μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν .... (9) διόπερ οἱ Λοκροὶ μήτε ταῖς ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις 〈οἷσ〉 ὤμοσαν οἱ Λακεδαιμόνιοι .... τῆς μὲν κατὰ τὸ κοινὸν ἐξαποστολῆς εὐλόγως οὐ μετέσχον, (10) κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνηθεστέραν ἢ πρὸς
40τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλλον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν.
42 (9) σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας. (2) φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βίβλον,
45οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλ’ ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας. (3) τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῶι συνθήκας ἐγγράπτους, ἔτι καὶ νῦν διαμενούσας πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ἐπιγεγράφθαι τὴν ἀρχὴν τοιαύτην «ὡς γονεῦσι πρὸς τέκνα». (4) πρὸς δὲ τούτοις εἶναι δόγματα,

3b,566,F

12*

(50)

καθ’ ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρ’ ἑκατέροις. καθόλου δὲ ἀκούοντας τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμότητα τοῦ συγγραφέως. (5) μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίαι Λοκρούς, εὑρίσκειν ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρ’ αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῆι τῶν οἰκετῶν ῥαιδιουργίαι, τῆι δὲ τῶν ἐλευθέρων ἀποικίαι. (6) πάντως γὰρ καὶ
55τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρ’ αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς, τοῖς δραπέταις, ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνήιδεισαν αὑτοῖς ἐκ τοιούτων πεφυκόσι. (10) πρῶτον δὴ διαπορήσαι τις ἂν πρὸς τίνας τῶν Λοκρῶν παραγενόμενος ἐπυνθάνετο περὶ τούτων ..... (3) ἐπεὶ δὲ δύο ἔθνη Λοκρῶν ἐστι, πρὸς ποτέρους ἦλθε .... οὐδὲν γὰρ
60ἡμῖν διασαφεῖται τούτων. (4) καίτοι διότι τοῦτ’ ἴδιόν ἐστι Τιμαίου καὶ ταύτηι παρημίλληται
τοὺς ἄλλους συγγραφέας καὶ καθόλου τῆιδέ πηι τῆς ἀποδοχῆς **—λέγω δὲ κατὰ τὴν ἐν τοῖς χρόνοις καὶ ταῖς ἀναγραφαῖς ἐπίφασιν τῆς ἀκριβείας καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἐπι‐ μέλειαν—δοκῶ, πάντες γινώσκομεν. (5) διὸ καὶ θαυμάζειν ἐστὶν ἄξιον, πῶς οὔτε τὸ τῆς πόλεως ὄνομα, παρ’ οἷς εὗρεν, οὔτε 〈τὸν〉 τόπον, ἐν ὧι συμβαίνει τὴν συνθήκην ἀναγεγρά‐596
65φθαι, διεσάφησεν ἡμῖν οὔτε τοὺς ἄρχοντας τοὺς δείξαντας αὐτῶι τὴν ἀναγραφὴν καὶ πρὸς οὓς ἐποιεῖτο τὸν λόγον ..... (6) ὁ δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς αὑτῶι κατὰ πρόθεσιν ἐψευσμένωι. διότι γὰρ τῶν τοιούτων ἐπιλαβόμενος οὐδὲν ἂν παρέ‐ λειπε Τίμαιος, ἀλλ’ ἀπρίξ (τὸ δὴ λεγόμενον) ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ, προφανὲς ἐκ τούτων· (7) ὁ γὰρ πρὸς τὴν Ἐχεκράτους πίστιν ἀπερεισάμενος ἐπ’ ὀνόματος, πρὸς ὅν φη‐
70σι περὶ τῶν ἐν Ἰταλίαι Λοκρῶν ποιήσασθαι τοὺς λόγους, (8) καὶ παρ’ οὗ πυθέ‐ σθαι περὶ τούτων, καὶ προσεξειργασμένος, ἵνα μὴ φανῆι τοῦ τυχόντος ἀκηκοώς, ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι πρότερον ὑπὸ Διονυσίου, (9) ἦ πού γ’ ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος ἢ παραδοσίμου στήλης παρεσιώ‐ πησεν; (11) ..... (2) καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν
75νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν, (3) ὃν οὔθ’ ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθ’ εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένωι συγγνώμην δοτέον οὐδαμῶς· (4) πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνει κατηγορίας. (5) οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος, μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίαι Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ
80τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις 〈ὑπάρχειν ὅμοια(?), τὸν δ’〉 Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι τῆς πόλεως.

3b,566,F

13a

SCHOL. T PLAT. Phaidr. 279 C (ZENOB. Prov. 4, 79; PHOT. SUD. s. v.): κοινὰ τὰ τῶν φίλων· ἐπὶ τῶν εὖ μεταδότων. φασὶ δὲ λεχθῆναι πρῶτον τὴν παροιμίαν περὶ τὴν Μεγάλην Ἑλλάδα, καθ’ οὓς χρόνους ὁ Πυ‐ θαγόρας ἔπειθε τοὺς αὐτὴν κατοικοῦντας ἀδιανέμητα πάντα κεκτῆσθαι. φησὶ
5γοῦν ὁ Τίμαιος ἐν τῆι θ οὕτω· «προσιόντων δ’ οὖν αὐτῶι τῶν νεωτέ‐ ρων καὶ βουλομένων συνδιατρίβειν, οὐκ εὐθὺς συνεχώρησεν, ἀλλ’ ἔφη δεῖν καὶ τὰς οὐσίας κοινὰς εἶναι τῶν ἐντυγχανόν‐ των». εἶτα μετὰ πολλὰ φησί· «καὶ δι’ ἐκείνους πρῶτον ῥηθῆναι κατὰ τὴν Ἰταλίαν ὅτι κοινὰ τὰ τῶν φίλων‘». ἐμνήσθη δὲ ταύτης
10καὶ Ἀριστοτέλης ἐν τῶι θ τῶν Ἠθικῶν (Eth. Nic. 8, 11 p. 1159 b 31). Κλέαρχος (IV) δέ φησιν ὑπὸ Χαλκιδέων τῶν ἐν Εὐβοίαι πεμφθῆναι δῶρα εἰς Δελφοὺς Ἀπόλλωνι καὶ Ἀρτέμιδι· τῶν δὲ Δελφῶν μαντευομένων, εἰ ἐξ ἴσης τὴν ἀνάθεσιν ποιήσωνται, ἔφησεν ὁ θεὸς ‘κοινὰ τὰ τῶν φίλων‘. καὶ Μένανδρος ἐν Ἀδελφοῖς β (III 6, 9 K).

3b,566,F

13b

DIOG. LAERT. 8, 10: εἶπέ τε πρῶτος, ὥς φησι Τίμαιος, κοινὰ τὰ φίλων εἶναι καὶ φιλίαν ἰσότητα. καὶ αὐτοῦ οἱ μαθηταὶ κατετίθεντο τὰς οὐσίας εἰς ἓν ποιούμενοι, πενταετίαν τε ἡσύχαζον, μόνων τῶν λόγων κατακούοντες καὶ οὐδέπω Πυθαγόραν ὁρῶντες, εἰς ὃ δοκιμασθεῖεν·
597
5τοὐντεῦθεν δὲ ἐγίνοντο τῆς οἰκίας αὐτοῦ, καὶ τῆς ὄψεως μετεῖχον.

3b,566,F

14

DIOG. LAERT. 8, 54: ἀκοῦσαι δ’ αὐτὸν (scil. Ἐμπεδοκλέα) Πυθαγόρου Τίμαιος διὰ τῆς ἐνάτης ἱστορε, λέγων ὅτι κατα‐ γνωσθεὶς ἐπὶ λογοκλοπίαι τότε (καθὰ καὶ Πλάτων) τῶν λόγων ἐκω‐ λύθη μετέχειν. μεμνῆσθαι δὲ καὶ αὐτὸν Πυθαγόρου λέγοντα (Vorsokr. 5
5[21] B 129) «ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς, / ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον». οἱ δὲ τοῦτο εἰς Παρμενίδην αὐτὸν λέγειν ἀναφέροντα.

3b,566,F

15

KYRILL. c. Julian. VI p. 208: Πορφύριος ἐν τῶι τρίτωι τῆς Φιλοσόφου ἱστορίας (260 F 8)· .... δημιουργὸν γὰρ γενέσθαι τὸν Σωκράτην πατρώιαι τέχνηι χρώμενον τῆι λατυπικῆι 〈Ἀριστόξενος ἱστορεῖ〉· καὶ Τίμαιος ἐν τῆι ἐνάτηι λιθουργεῖν φησὶ μεμαθηκέναι Σωκράτην.
5εἰ δὲ ὁ μὲν διὰ δυσμένειαν 〈ἀν〉αξιόπιστος, Τίμαιος δὲ διὰ ἡλικίαν—νεώτερος γάρ [ὁ Ἀριστόξενοσ]—, Μενεδήμωι τῶι Πυρραίωι χρηστέον, Πλάτωνος μὲν γεγονότι μαθητῆι, πρεσβυτέρωι δὲ γεγονότι Ἀριστοξένου, λέγοντι ... ὅτι οὐκ ἐπαύετο Σωκράτης οὔτε ὑπὲρ τοῦ πατρὸς ὡς λιθουργοῦ λαλῶν οὔτε ὑπὲρ τῆς μητρὸς ὡς μαίας.

3b,566,F

16

ATHEN. 4, 56 p. 163 EF: Τίμαιος δ’ ὁ Ταυρομενίτης ἐν τῆι ἐνάτηι τῶν Ἱστοριῶν περὶ αὐτοῦ γράφει οὕτως· «Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι προσποιηθέντος, πρὸς ὃν
5ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι τῶι περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσι‐ μον / στοὰν ἔχοντι Πυθαγόρου πελάται‘».

3b,566,F

17

DIOG. LAERT. 8, 11: Τίμαιός τέ φησιν ἐν δεκάτωι Ἱστοριῶν λέγειν αὐτὸν (scil. Πυθαγόραν) τὰς συνοικούσας ἀνδράσι θεῶν ἔχειν ὀνόματα,
Κόρας, Νύμφας, εἶτα μητέρας 〈καὶ μαίασ〉 καλουμένας.598

3b,566,F

18

SCHOL. PINDAR. Nem. 9, 95a: βαθυκρήμνοισι δ’ ἀμφ’ ἀκταῖς Ἑλώρου] περὶ τοῦτον τὸν ποταμὸν συνέστη Ἱπποκράτει τῶι Γελώιων τυράννωι πρὸς Συρακοσίους πόλεμος, ὁ δὲ Γέλων, 〈οὗ〉 οὗτος ἑταῖρος, ἱππάρχει τότε Ἱπποκράτει· ἐν δὴ τούτωι φησὶ τῶι πολέμωι εἰκὸς τὸν Χρόμιον
5ἐπιδείξασθαι πολλὰ ἔργα κατὰ τὴν μάχην. περὶ δὲ τούτου τοῦ πολέμου Τίμαιος ἐν τῆι ι δεδήλωκε· ‘καθάπαξ γάρ‘ φησὶν ὁ δίδυμος (p. 235 Schm) ‘οὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἕλωρον τῶν συνηκμα‐ κότων τῶι Χρομίωι τυράννων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γέλωνος πρὸς Συρα‐ κουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ
10Τίμαιος ποιήσει γράφων οὕτως· «Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάν‐ δρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῆι τεταγμένηι μεμε‐ νηκότος, ἅμα δὲ τοῖς Γελώιοις χαρίσασθαι βουλόμενος, μετα‐ πεμψάμενος αὐτὸν καὶ παρακαλέσας ἐπὶ τὰς πράξεις, ἁπάντων τῶν ἱππέων τὴν ἐπιμέλειαν ἐκείνωι παρέδωκεν». (es folgt F 21).

3b,566,F

19a

SCHOL. PINDAR. Ol. 5, 19a: νέοικον ἕδραν εἶπε τὴν Καμά‐ ριναν ὁ Πίνδαρος. σαφηνίζει Τίμαιος ἐν τῆι δεκάτηι. εἰσὶ δὲ οὗτοι οἱ
5Καμαριναῖοι, 〈οἳ〉 ὑπὸ τοῦ Γέλωνος τυράννου ἀνηιρέθησαν, εἶτα ὑπὸ Γε‐ λώων συνωικίσθησαν ἐπὶ τῆς * ὀλυμ‐ πιάδος. ἡ δὲ ἅλωσις ἐγένετο κατὰ
τὴν Δαρείου τοῦ Πέρσου διάβασιν.Column end

3b,566,F

19b

——19b: † Ἱπποκράτης ὑπὸ τοῦ τῶν Γελώων τυράννου ἀνηιρέθη, εἶτα ὑπὸ Γελώων συνωικίσθη ἡ Καμάρινα κατὰ τὴν † μβ ὀλυμπιάδα, ὥς φησι
5Τίμαιος· διὸ καὶ νέοικον εἶπε τὴν πόλιν. ἡ δὲ ἅλωσις αὐτῆς ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Ὑστάσπου
στρατείαν.Column end

3b,566,F

20*

SCHOL. PINDAR. Pyth. 2, 2: Μεγαλοπόλιες ὦ Συράκοσαι, βα‐ θυπολέμου τέμενος Ἄρεος] τοῦτο εἴρηκε διὰ τὸ νεωστὶ Καρχηδονίους καὶ Λίβυας καὶ Τυρρηνοὺς ὑπὸ τῶν περὶ Γέλωνα καὶ Ἱέρωνα μὴ μόνον τῆι νήσωι ἐπιπλεύσαντας καθηιρῆσθαι, ἀλλὰ καὶ ὑπ’ αὐτοῖς τὴν Καρχηδόνα γενέσθαι,
5ὥστε ὑπακούειν· τὸ γοῦν ἀνθρωποθυτεῖν φησιν ὁ Θεόφραστος (IV) ἐν τῶι
Περὶ Τυρρηνῶν παύσασθαι αὐτούς, Γέλωνος προστάξαντος. ὅτι δὲ καὶ ἐκέλευσεν αὐτοὺς χρήματα εἰσφέρειν, Τίμαιος διὰ τῆς ια ἀν‐ έγραψεν.599

3b,566,F

21*

SCHOL. PINDAR. Nem. 9, 95a: (F 18) ὅτι δὲ καὶ ὁ Γέλων τῶι Χρομίωι ἐχρῆτο ἑταίρωι, δῆλον πάλιν ἐξ ὧν φησι Τίμαιος ἐν τῆι 〈ι〉β γράφων οὕτως· «ἐπιτρόπους δὲ τοῦ παιδὸς μετ’ ἐκεῖνον κατέ‐ στησεν Ἀριστόνουν καὶ Χρόμιον τοὺς κηδεστάς· τούτοις γὰρ
5ὁ Γέλων δέδωκε τὰς ἀδελφάς».

3b,566,F

22*

POLYB. 12, 25k § 2: (T 19 p. 596b 21 ff.) ὅτι τῶν δεδυναστευ‐ κότων ἐν Σικελίαι μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμο‐ κράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστ’ ἂν δέοι περιάπτειν μειρακιώδεις καὶ διατριβικοὺς λόγους. (3) ὁ δέ φησιν ἐν τῆι † μιᾶι καὶ εἰκοστῆι βίβλωι,
5καθ’ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακουσίων πόλεμον, τότε τοὺς Γελώιους κάμνοντας τῶι πολέμωι διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν. (4) τῶν δὲ προθύ‐ μως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμά‐ χους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς Γέλαν
10βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῆι συμφερόντων. (5) παραγενο‐ μένων δὲ τῶν συνέδρων, καὶ τοῦ διαβουλίου προτεθέντος, τοιούτοις τισὶ χρώ‐ μενον εἰσάγει λόγοις τὸν Ἑρμοκράτην. (6) ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελώιους καὶ τοὺς Καμαρι‐ ναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι 〈τοῦ〉 τοὺς
15περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ (πλ)ήθη περὶ τῶν διαλύσεων ἀλλὰ τοὺς προεστῶτας τῶν πολιτευμάτων καὶ σαφῶς εἰδότας τίνα διαφορὰν ὁ πόλεμος ἔχει τῆς εἰρήνης· (7) μετὰ δὲ ταῦτα δύο ἢ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοιπὸν οἴεται αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην ὁ πόλεμος διαφορὰν ἔχει τῆς εἰρήνης,
20μικρῶι πρότερον εἰρηκὼς ὅτι κατ’ αὐτὸ τοῦτο χάριν ἔχει τοῖς Γελώιοις, τὸ μὴ γίνεσθαι τοὺς λόγους ἐν (τοῖς πολλοῖς, ἀλλ’) ἐν συνεδρίωι καλῶς γινώσκοντι τὰς τοιαύτας παρα(λλα)γάς. (8) ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπι(χειρήσεων οὐκ ὀλίγων ἐλαττοῦσθαι) .... (26) ὅς γε
πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους, διότι κοινωμένους600
25τὸν ὄρθρον ἐν μὲν τῶι πολέμωι διεγείρουσι σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες. (2) μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὐτοῦ προαιρέσεως, ὅσοις δ’ ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατ’ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον κακῶν οὐδενὶ γεγονέναι τῶν ἀνθρώπων. (3) ἑξῆς δὲ
30τούτοις παρὰ μὲν τῶι ποιητῆι (Il. Ε 890/1) τὸν Δία παρεισάγεσθαι δυσα‐ ρεστούμενον τῶι Ἄρει καὶ λέγοντα «ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν· / αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε». (4) ὁμοίως δὲ καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν (I 63/4) «ἀφρήτωρ ἀθέμιστος ἀνέ‐ στιός ἐστιν ἐκεῖνος, / ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος». (5) ὁμογνω‐
35μονεῖν δὲ τῶι ποιητῆι καὶ τὸν Εὐριπίδην (F 453 N2) ἐν οἷς φησιν «Εἰρήνα βαθύπλουτε, / καλλίστα μακάρων θεῶν, / ζῆλός μοι σέθεν, ὡς χρονίζεις. / δέ‐ δοικα δὲ μὴ πρὶν ὑπερβάλληι με γῆρας, / πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν / καὶ καλλιχόρους ἀοιδὰς / φιλοστεφάνους τε κώμους». (6) ἔτι δὲ πρὸς τούτοις ὁμοιότατον εἶναί φησι τὸν μὲν πόλεμον τῆι νόσωι, τὴν δ’ εἰρήνην τῆι ὑγιείαι·
40τὴν μὲν γὰρ καὶ τοὺς κάμνοντας ἀναλαμβάνειν, ἐν ὧι δὲ καὶ τοὺς ὑγιαίνοντας ἀπόλλυσθαι. (7) καὶ κατὰ μὲν τὴν εἰρήνην τοὺς πρεσβυτέρους ὑπὸ τῶν νέων θάπτεσθαι κατὰ φύσιν, ἐν δὲ τῶι πολέμωι τἀναντία. (8) τὸ δὲ μέγιστον, ἐν μὲν τῶι πολέμωι μηδ’ ἄχρι τῶν τειχῶν εἶναι τὴν ἀσφάλειαν, κατὰ δὲ τὴν εἰρήνην μέχρι τῶν τῆς χώρας ὅρων· καὶ τούτοις ἕτερα παραπλήσια.

3b,566,F

23

ATHEN. 7, 132 p. 327 B: Τίμαιος δ’ ἐν τῆι ιγ τῶν Ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου—λέγω δὲ τῶν Ὑκκάρων—διαλεγόμενος, προσα‐ γορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένας ὕκας, καὶ τούτους ἐγκύους· δι’
5οὓς οἰωνισαμένους Ὕκκαρον ὀνομάσαι τὸ χωρίον.

3b,566,F

24a

ATHEN. 13, 54/55 p. 588 B—589 A: Λαίδος δὲ τῆς ἐξ Ὑκκάρων—πόλις δ’ αὕτη Σικελική, ἀφ’ ἧς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων (IV) ἐν τῶι ἕκτωι τῶν πρὸς Τίμαιον— .... Νυμφόδωρος δ’ ὁ Συρακόσιος (572 F 1) ἐν τῶι Περὶ τῶν ἐν Σικελίαι θαυμα‐
5ζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. Στράττις δ’ ἐν Μακεδόσιν ἢ Παυσανίαι (I 718, 26 K) Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ
τούτων· «εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; / —νυνὶ μὲν ἥκουσιν Μεγα‐ ρόθεν, εἰσὶ δέ / Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους». Τίμαιος δ’ ἐν τῆι τρισκαιδεκάτηι τῶν Ἱστοριῶν ἐξ Ὑκκάρων, καθὰ καὶ Πολέμων601
10εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίαι, ἐρασθεῖ‐ σάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν [ταῖς] ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῶι· διὸ καὶ τὸ τέμενος κληθῆναι Ἀνο‐ σίας Ἀφροδίτης. δείκνυσθαι δ’ αὐτῆς τάφον παρὰ τῶι Πηνειῶι σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε· «Τῆς δέ ποθ’ ἡ μεγάλαυχος ἀνίκητός
15τε πρὸς ἀλκήν / Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου / Λαίδος, ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος· / κεῖται δ’ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις». αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθωι τετάφθαι πρὸς τῶι Κρα‐ νείωι.

3b,566,F

24b

STEPH. BYZ. s. v. Εὐκαρπία· .... ἔστι καὶ Εὐκαρπία φρούριον Σικελίας, 〈ὡς Πολέμων〉 ἐν τοῖς 〈Ἀντι〉λεγομένοις 〈πρὸσ〉 Τίμαιον, καὶ γενέσθαι ἐν τούτωι Λαίδα τὴν ἐπὶ κάλλει διαβεβοημένην ἑταίραν, ἣν οἱ πολλοὶ Κορινθίαν φασί.

3b,566,F

25*

DIODOR. 13, 80:
4(5) τέλος δὲ τῶν δυνάμεων
5ἀθροισθεισῶν εἰς Καρχηδόνα, συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῶι πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δ’ Ἔφορος (70 F 203), τριάκοντα μυριάδες. Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖα συνήγαγον πλείω τῶν χιλίων.

3b,566,F

26a

DIODOR. 13, 81:
(3) Ἀκραγαντῖνοι δέ, ὁμοροῦντες τῆι τῶν Καρχηδονίων ἐπικρατείαι, διελάμβανον (ὅπερ ἦν) ἐπ’ αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος· ἔδοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν.602
5 (4) κατ’ ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν Ἀκραγαν‐ τίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη, περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται διελθεῖν, καὶ γὰρ ἀμπελῶνες ** τοῖς μεγέθεσι καὶ τῶι κάλλει διαφέροντες, καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληθῆ κομιζόμενοι καρπὸν ἐπώλουν εἰς Καρχηδόνα· (5) οὔπω γὰρ κατ’ ἐκείνους τοὺς χρόνους
10τῆς Λιβύης πεφυτευμένης, οἱ τὴν Ἀκραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης ἀντιφορτιζόμενοι πλοῦτον, οὐσίας ἀπίστους τοῖς μεγέθεσιν ἐκέκτηντο. πολλὰ δὲ τοῦ πλούτου παρ’ αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα διελθεῖν. (82) ἥ τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων· τῶν μὲν γὰρ ἄλλων ἱερῶν
15τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν. τὸ δ’ οὖν Ὀλύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν, ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν Ἀκραγαντῖνοι τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν. (2) ἔστι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν
20εἴκοσι χωρὶς τοῦ κρηπιδώματος. μέγιστος δ’ ὢν τῶν ἐν Σικελίαι καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως· καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά. (3) τῶν δ’ ἄλλων ἢ μετὰ τοίχων τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλωι κίοσι τοὺς οἴκους περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων·
25συνωικοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸ δ’ ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον· καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ περιφέρεια ποδῶν εἴκοσι, καθ’ ἣν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον ἐναρμόζεσθαι σῶμα, τὸ δ’ ἐντὸς ποδῶν δώδεκα. (4) τῶν δὲ στοῶν τὸ μέγεθος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῶι πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν
30ἐποιήσαντο γλυφαῖς καὶ τῶι μεγέθει καὶ τῶι κάλλει διαφερούσαις, ἐν δὲ τῶι πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ἧι τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον. (5) ἦν δὲ καὶ λίμνη κατ’ ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος,
ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάθος εἴκοσι πηχῶν· εἰς ἣν603
35ἐπαγομένων ὑδάτων, ἐφιλοτέχνησαν πλῆθος ἰχθύων ἐν αὐτῆι ποιῆσαι παντοίων εἰς τὰς δημοσίας ἑστιάσεις· μεθ’ ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων ὀρνέων πολὺ πλῆθος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς θεωμένοις. (6) δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἅ τινα μὲν τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ
40παίδων ἐν οἴκωι τρεφομένοις ὀρνιθαρίοις, ἃ Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ καθ’ ἑαυ‐ τὸν βίου διαμένον‐ τα. (7) καὶ κατὰ τὴν προτέραν δὲ ταύτης ὀ‐
45λυμπιάδα, δευτέραν ἐπὶ ταῖς ἐνενήκοντα, νικήσαντος Ἐξαινέτου Ἀκραγαντίνου, κατήγα‐ γον αὐτὸν εἰς τὴν πόλιν

3b,566,F

26a

(50)

ἐφ’ ἅρματος, συνεπόμ‐ πευον δ’ αὐτῶι χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵπ‐ πων, πᾶσαι παρ’ αὐτῶν
55τῶν Ἀκραγαντίνων. (8) καθόλου δὲ καὶ τὰς ἀγω‐ γὰς εὐθὺς ἐκ παίδων ἐ‐ ποιοῦντο τρυφεράς, τήν τ’ ἐσθῆτα μαλακὴν φο‐
60ροῦντες καθ’ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύ‐ θοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι.
65 (83) ὁ δὲ τῶν Ἀκραγαντίνων σχεδὸν πλουσιώτατος κατ’ ἐκεῖνον τὸν χρόνον Γελλίας, [ὃς] κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους, πρὸς ταῖς πύλαις ἔταττεν
οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίαι. πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἀκραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαικῶς καὶ φιλανθρώπως ὁμιλοῦντες· διόπερ καὶ Ἐμπεδοκλῆς (Vorsokr.5 31 [21] B 112)604
70λέγει περὶ αὐτῶν «ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι». (2) καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλας, χειμερίου περιστάσεως οὔσης, καθάπερ φησὶ Τίμαιος ἐν τῆι πεντεκαιδε‐ κάτηι βίβλωι, πάντας αὐτὸς ὑπεδέξατο, καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκεν. (3—4) καὶ
75Πολύκριτος (559 F 3) ἐν ταῖς Ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν οἰκίαν πιθεῶνος .... (84) οὐ μόνον δὲ περὶ τὸν Γελλίαν συνέβαινεν εἶναι τοῦ πλού‐ του μεγαλοπρέπειαν, ἀλλὰ καὶ περὶ πολλοὺς ἄλλους Ἀκραγαντίνους. Ἀντι‐ σθένης γοῦν ὁ ἐπικαλούμενος Ῥόδος, γάμους ἐπιτελῶν τῆς θυγατρός, εἱστίασε τοὺς πολίτας ἐπὶ τῶν στενωπῶν ὧν ὤικουν ἕκαστοι· καὶ ζεύγη τῆι νύμφηι
80συνηκολούθησε πλείω τῶν ὀκτακοσίων, πρὸς δὲ τούτοις οὐ μόνον οἱ κατ’ αὐτὴν τὴν πόλιν ἱππεῖς ἀλλὰ καὶ τῶν ἀστυγειτόνων πολλοὶ κληθέντες ἐπὶ τὸν γάμον συμπροέπεμψαν τὴν νύμφην. (2) περιττότατον δέ φασι γενέσθαι τὸ περὶ τὴν τοῦ φωτὸς κατασκευήν· τούς τε γὰρ βωμοὺς τοὺς ἐν πᾶσι τοῖς ἱεροῖς καὶ τοὺς ἐν τοῖς στενωποῖς καθ’ ὅλην τὴν πόλιν ἐπλήρωσε ξύλων, καὶ τοῖς ἐπὶ τῶν
85ἐργαστηρίων 〈ἔδωκε〉 σχίδακας καὶ κληματίδας, παραγγείλας ὅταν ἀπὸ τῆς ἀκροπόλεως ἀναφθῆι πῦρ, ἅπαντας ἐπιτελεῖν τὸ παραπλήσιον· (3) ὧν ποιη‐ σάντων τὸ προσταχθέν, καθ’ ὃν καιρὸν ἤγετο ἡ νύμφη, προηγουμένων πολλῶν τῶν τὰς δᾶιδας φερόντων, ἡ μὲν πόλις ἔγεμε φωτός, τὸ δὲ συνακολουθοῦν πλῆθος οὐκ ἐχώρουν αἱ δημόσιαι κατὰ τὸ ἑξῆς ὁδοί, πάντων συμφιλοτιμουμένων τῆι
90τἀνδρὸς μεγαλοπρεπείαι· κατ’ ἐκεῖνον γὰρ τὸν χρόνον Ἀκραγαντῖνοι μὲν ἦσαν πλείους τῶν δισμυρίων (?), σὺν δὲ τοῖς κατοικοῦσι ξένοις οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων. (4) φασὶ δὲ τὸν Ἀντισθένην, ἐπειδὴ τὸν υἱὸν ἑώρα πολεμοῦντά τινα τῶν ἀγρογειτόνων πένητα καὶ βιαζόμενον ἑαυτῶι τὸ ἀγρίδιον πωλῆσαι, μέχρι μέν τινος ἐπιπλήττειν, τῆς δ’ ἐπιθυμίας ἐπίτασιν λαμβανούσης,
95φῆσαι δεῖν μὴ σπεύδειν πῶς ἄπορον ποιήσηι τὸν γείτονα, ἀλλὰ τοὐναντίον ὅπως πλούσιος ὑπάρχηι· οὕτως γὰρ αὐτὸν ἐπιθυμήσειν μὲν ἀγροῦ μείζονος, οὐ δυνάμενον δὲ παρὰ τοῦ γείτονος προσαγοράσαι, τὸν ὑπάρχοντα πωλήσειν. (5) διὰ δὲ τὸ μέγεθος τῆς κατὰ τὴν πόλιν εὐπορίας τοσαύτην συνέβαινε τρυφὴν εἶναι παρὰ τοῖς Ἀκραγαντίνοις, ὥστε μετ’ ὀλίγον τῆς πολιορκίας γινο‐

3b,566,F

26a

(100)

μένης ποιῆσαι ψήφισμα περὶ τῶν ἐν τοῖς φυλακείοις διανυκτερευόντων, ὅπως μή τις ἔχηι πλεῖον τύλης καὶ περιστρώματος καὶ κωδίων καὶ δυεῖν προσκεφα‐ λαίων. (6) τοιαύτης δὲ τῆς σκληροτάτης στρωμνῆς ὑπαρχούσης, ἔξεστι λογίζεσθαι τὴν κατὰ τὸν λοιπὸν βίον τρυφήν. περὶ μὲν οὖν τούτων οὔτε παρα‐ δραμεῖν ἠθελήσαμεν οὔτ’ ἐπὶ πλεῖον μακρολογεῖν, ἵνα μὴ τῶν ἀναγκαιοτέρων ἀποπίπτωμεν.605
105 (85) οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν πόλιν τῶν Ἀκραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο κτλ.

3b,566,F

26b

DIOG. LAERT. 8, 51: Ἐμπεδοκλῆς, ὥς φησιν Ἱππόβοτος (IV), Μέ‐ τωνος ἦν υἱὸς τοῦ Ἐμ‐
5πεδοκλέους Ἀκραγαντῖ‐ νος. τὸ δ’ αὐτὸ καὶ Τίμαιος ἐν τῆι πεν‐ τεκαιδεκάτηι τῶν Ἱστοριῶν, 〈προσι‐
10στορῶν〉 ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιη‐ το. ἀλλὰ καὶ Ἕρμιπ‐
15πος (IV) τὰ αὐτὰ τού‐ τωι φησίν· ὁμοίως Ἡ‐ ρακλείδης ἐν τῶν Περὶ νόσων (F 74 Voss), ὅτι λαμπρᾶς ἦν οἰκίας, ἱπποτροφηκότος τοῦ πάππου. λέγει δὲ καὶ Ἐρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις
20(241 F 7) τὴν πρώτην καὶ ἑβδομηκοστὴν ὀλυμ‐ πιάδα νενικηκέναι τὸν τοῦ Μέτωνος πα‐
τέρα, μάρτυρι χρώμενος Ἀριστοτέλει (IV).Column end

3b,566,F

26c

AELIAN. V. H. 12, 29: Πλάτων ... ἰδὼν Ἀκραγαντίνους καὶ οἰ‐ κοδομοῦντας πολυτελῶς
5καὶ ὁμοίως δειπνοῦντας, εἶπεν ὅτι ἄρα οἱ Ἀκρα‐ γαντῖνοι οἰκοδομοῦσι μὲν ὡς ἀεὶ βιωσόμενοι, δει‐ πνοῦσι δὲ ὡς αὔριον τε‐
10θνηξόμενοι. λέγει δὲ Τίμαιος ὅτι καὶ ἀρ‐ γυραῖς ληκύθοις καὶ στλεγγίσι ἐχρῶντο, καὶ ἐλεφαντίνας κλί‐
15νας εἶχον ὅλας.Column end

3b,566,F

27*

DIODOR. 13, 85, 3: συνεμάχει δ’ αὐτοῖς (scil. τοῖς Ἀκρα‐ γαντίνοις) Δέξιππός τε ὁ Λακεδαιμόνιος, προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων. οὗτος γὰρ κατ’ ἐκεῖνον τὸν χρόνον, ὡς Τίμαιός φησιν, ἐν Γέλαι διέτριβεν, ἔχων ἀξίωμα διὰ τὴν πα‐
5τρίδα· (4) διόπερ ἠξίωσαν αὐτὸν οἱ Ἀκραγαντῖνοι μισθωσάμενον στρατι‐ ώτας ὡς πλείστους ἐλθεῖν εἰς Ἀκράγαντα. ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ οἱ πρότερον Ἀννίβαι συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες· οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν Ἀθήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον.

3b,566,F

28a*

DIODOR. 13, 90, 4: ἐν οἷς καὶ τὸν Φαλάριδος συνέβη κομισθῆναι ταῦρον, τὴν δ’ ἄλλην ὠφέλειαν ἐλαφυροπώ‐ λησεν. (5) τοῦτον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς Ἱστορίαις
5διαβεβαιωσάμενος μὴ γεγόνεναι τὸ σύνολον, ὑπ’ αὐτῆς τῆς τύχης ἠλέγχθη· Σκιπίων γὰρ ὕστερον ταύτης τῆς ἁλώσεως σχεδὸν ἑξήκοντα καὶ διακοσίοις ἔτεσιν ἐκπορθήσας Καρχηδόνα, τοῖς Ἀκραγαντίνοις μετὰ τῶν ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον, ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν Ἀκράγαντι. (6) περὶ δὲ τούτου
10φιλοτιμότερον εἰπεῖν προήχθην, διότι Τίμαιος ὁ τῶν πρό γε αὐτοῦ συγγραφέων πικρότατα κατηγορήσας (T 11) .... αὐτὸς εὑρίσκεται σχεδιάζων ἐν οἷς μάλιστα ἑαυτὸν ἀποπέφαγκεν ἀκριβολογούμενον.

3b,566,F

28b

POLYB. 12, 25: ὅτι περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλάριδος κατασκευασθέντος ἐν Ἀκρά‐ γαντι, εἰς ὃν ἐνεβίβαζεν ἀνθρώπους ... (3) τούτου δὲ τοῦ ταύρου κατὰ τὴν ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ
5τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, δι’ ἧς συνέβαινεν καθίεσθαι τοὺς ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέρας αἰτίας, δι’ ἣν ἐν Καρχηδόνι κατεσκευάσθη τοιοῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ παράπαν, (4) ὅμως Τί‐
μαιος ἐπέβαλε καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖν, φάσκων606
10μήτ’ εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε γεγονέναι τοιοῦτον ἐν τῆι προειρημένηι πόλει. (5) καὶ πολλοὺς δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγους.

3b,566,F

28c

SCHOL. PINDAR. Pyth. 1, 185: τὸν δὲ ταύρωι χαλκέωι καυ‐ τῆρα νηλέα νόον ἐχθρὰ Φάλαριν κατέχει παντᾶι φάτις] τὸν δὲ τοῦ Φαλά‐ ριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσαν, ὥς φησι Τί‐ μαιος· τὸν γὰρ ἐν τῆι πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλά‐
5ριδος, καθάπερ ἡ πολλὴ κατέχει δόξα, ἀλλ’ εἰκόνα Γέλα τοῦ ποταμο. κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον, καὶ πρῶτον ἐν αὐτῶι κατακαῆναι· Καλλίμαχος (F 119 Schn = 46 Pf) «πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον / εὗρε τὸν ἐν χαλκῶι καὶ πυρὶ γιγνόμενον».

3b,566,F

29*

SCHOL. AISCHIN. 2, 10: ἐνεχείρησε δ’ ἀπει‐ κάζειν με Διονυσίωι τῶι Σικελίας τυράννωι, καὶ .... παρεκελεύσαθ’ ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίαι διηγήσατο] περὶ τὴν γραφὴν ἡμάρτηται· δεῖ γὰρ γεγράφθαι Ἱμεραίας. Τίμαιος γὰρ ἐν τῆι 〈ι〉ϛ ἱστορεῖ
5γυναῖκά τινα τὸ γένος Ἱμεραίαν ἰδεῖν ὄναρ ἀνιοῦσαν αὑτὴν εἰς τὸν οὐρανὸν καὶ πρός τινος ἄγεσθαι θεασομένην τὰς τῶν θεῶν οἰκήσεις· ἔνθα ἰδεῖν καὶ τὸν Δία καθεζόμενον ἐπὶ θρόνου, ὑφ’ οὗ ἐδέδετο πυρρός τις ἄνθρωπος καὶ μέγας ἁλύσει καὶ κλοιῶι. ἐρέσθαι οὖν τὸν περιάγοντα ὅστις ἐστί, τὸν δὲ εἰπεῖν ‘ἀλά‐ στωρ ἐστὶ τῆς Σικελίας καὶ Ἰταλίας, καὶ ἐάνπερ ἀφεθῆι, τὰς χώρας διαφθερεῖ‘.
10περιαναστᾶσαν δὲ χρόνωι ὕστερον ὑπαντῆσαι Διονυσίωι τῶι τυράννωι μετὰ τῶν δορυφόρων· ἰδοῦσαν δὲ ἀνακραγεῖν, ὡς οὗτος εἴη ὁ τότε ἀλάστωρ δειχθείς·
καὶ ἅμα ταῦτα λέγουσαν περιπεσεῖν εἰς τὸ ἔδαφος ἐκλυθεῖσαν. μετὰ δὲ τρίμηνον οὐκέτι ὀφθῆναι τὴν γυναῖκα, ὑπὸ Διονυσίου διαφθαρεῖσαν λάθρα. οὗτος ἱέρειάν φησιν εἶναι τὴν γυναῖκα, μηδενὸς τοῦτο ἱστορήσαντος.607

3b,566,F

30

DIOG. LAERT. 8, 60: φησὶ δὲ καὶ Τίμαιος ἐν τῆι ὀκτωκαιδε‐ κάτηι(?) κατὰ πολλοὺς τρόπους τεθαυμάσθαι τὸν ἄνδρα (scil. Ἐμπεδοκλέα)· καὶ γὰρ ἐτησίων ποτὲ σφοδρῶς πνευσάντων, ὡς τοὺς καρποὺς λυμῆναι, κελεύσας ὄνους ἐκδαρῆναι καὶ ἀσκοὺς ποιῆσαι περὶ τοὺς λόφους καὶ τὰς ἀκρω‐
5ρείας, διέτεινε πρὸς τὸ συλλαβεῖν τὸ πνεῦμα· λήξαντος δὲ Κωλυσανέμαν κληθῆναι.

3b,566,F

31a

POLYB. 12, 25, 7 (T 19 p. 585, 29 f.) ἐν γὰρ τῆι μιᾶι (?) καὶ εἰκοστῆι βίβλωι, καὶ ταύτης ἐπὶ τελευτῆι, λέγει (Timaios) κατὰ τὴν τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι «τῆς γῆς τῆς ὑπὸ τῶι κόσμωι κειμένης εἰς τρία μέρη διηιρημένης, καὶ τῆς μὲν Ἀσίας, τῆς
5δὲ Λιβύης, τῆς δ’ Εὐρώπης προσαγορευομένης».

3b,566,F

31b

POLYB. 12, 26a: (F 22) τί δὲ πάλιν ὅταν ὁ Τιμολέων ἐν τῆι αὐτῆι βίβλωι, παρακαλῶν τοὺς Ἕλληνας πρὸς τὸν ἐπὶ τοὺς Καρχηδονίους κίνδυνον, καὶ μόνον οὐκ ἤδη μελλόντων συνάγειν εἰς τὰς χεῖρας τοῖς ἐχθροῖς πολλαπλασίοις οὖσι, πρῶτον
5μὲν ἀξιοῖ μὴ βλέπειν αὐτοὺς πρὸς τὸ πλῆθος τῶν ὑπεναντίων ἀλλὰ πρὸς τὴν ἀνανδρίαν; (2) «καὶ γὰρ τῆς Λιβύης ἁπάσης συνεχῶς οἰκουμένης καὶ πληθυούσης ἀνθρώπων, ὅμως ἐν ταῖς παροιμίαις, ὅταν περὶ ἐρημίας ἔμφασιν βουλώμεθα ποιῆσαι, λέγειν ἡμᾶς ἐρημότερα τῆς Λιβύησ, οὐκ ἐπὶ τὴν ἐρημίαν φέροντας τὸν λόγον, ἀλλ
10ἐπὶ τὴν ἀνανδρίαν τῶν κατοικούντων. (3) καθόλου δ» φησί «τίς ἂν φοβηθείη τοὺς ἄνδρας, οἵτινες τῆς φύσεως τοῦτο τοῖς ἀνθρώποις δεδωκυίας ἴδιον παρὰ τὰ λοιπὰ τῶν ζώων, λέγω δὲ τὰς χεῖρας, ταύτας παρ’ ὅλον τὸν βίον ἐντὸς τῶν χιτώνων
ἔχοντες ἀπράκτους περιφέρουσι; (4) τὸ δὲ μέγιστον, οἵ γε καὶ608
15ὑπὸ τοῖς χιτωνίσκοις (φησ) περιζώματα φοροῦσι, ἵνα μηδ’ ὅταν ἀποθάνωσιν ἐν ταῖς μάχαις φανεροὶ γένωνται τοῖς ὑπεναντίοις».

3b,566,F

32

ATHEN. 6, 56 p. 250 A—D: Τίμαιος δ’ ἐν τῆι δευτέραι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν Δημοκλέα φησὶ τὸν Διονυσίου τοῦ νεωτέρου κόλακα, ἔθους ὄντος κατὰ Σικελίαν θυσίας ποιεῖσθαι κατὰ τὰς οἰκίας ταῖς Νύμφαις καὶ περὶ τὰ ἀγάλματα παννυχίζειν μεθυσκομένους ὀρχεῖσθαί τε περὶ τὰς θεάς,
5ὁ Δημοκλῆς ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς, ἐλθὼν ὠρχεῖτο περὶ τὸν Διονύσιον. ἔπειτα πρεσβεύσας ποτὲ μεθ’ ἑτέρων † ὡς τὸν Διονύσιον, καὶ πάντων κομιζομένων ἐπὶ τριήρους, κατηγορούμενος ὑπὸ τῶν ἄλλων, ὅτι στασιάζοι κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι [τοῦ Διονυσίου] τὰς κοινὰς πράξεις, καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος, ἔφησεν τὴν δια‐
10φορὰν γενέσθαι αὑτῶι πρὸς τοὺς συμπρέσβεις, ὅτι μετὰ τὸ δεῖπνον ἐκεῖνοι μὲν τῶν Φρυνίχου καὶ Στησιχόρου, ἔτι δὲ Πινδάρου † παιᾶνα † τῶν ναυτῶν τινες ἀνειληφότες ἦιδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς ὑπὸ τοῦ Διονυσίου πεποιημένους διεπεραίνετο. καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγεί‐ λατο· τοὺς μὲν γὰρ αὑτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν τῶν ἀισμάτων
15κατέχειν, αὐτὸς δ’ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ἄιδειν. λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου, πάλιν ὁ Δημοκλὴς ἔφη ‘χαρίσαιο δ’ ἂν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς τὸν Ἀσκληπιὸν παιᾶνα· ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτον‘. παρα‐ κεκλημένων δέ ποτε τῶν φίλων ὑπὸ τοῦ Διονυσίου ἐπὶ τὸ δεῖπνον, εἰσιὼν
20ὁ Διονύσιος εἰς τὸν οἶκον ‘γράμματα ἡμῖν‘ ἔφη ‘ἄνδρες φίλοι, ἐπέμφθη παρὰ τῶν ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντων‘· καὶ ὁ Δημοκλῆς ὑπολαβὼν [ἔφη] ‘εὖ γε νὴ τοὺς θεοὺς ἐποίησαν‘ ἔφη ‘Διονύσιε‘· κἀκεῖνος προσβλέψας αὐτῶι ‘τί δ’ οἶδασ‘ ἔφη ‘σύ, πότερα κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον ἃ γεγρά‐ φασι;‘ καὶ ὁ Δημοκλῆς ‘εὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκασ‘ ἔφη ‘Διονύσιε‘.
25καὶ Σάτυρον δέ τινα ἀναγράφει ὁ Τίμαιος κόλακα ἀμφοτέρων τῶν Διονυσίων.

3b,566,F

33

ATHEN. 11, 43 p. 471 F: Τίμαιος δ’ ἐν τῆι ὀγδόηι καὶ εἰ‐ κοστῆι τῶν Ἱστοριῶν θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως· «Πολύ‐ ξενός τις τῶν ἐκ Ταυρομενίου μεθεστηκότων ταχθεὶς ἐπὶ τὴν πρεσβείαν ἕτερά τε δῶρα παρὰ τοῦ Νικοδήμου καὶ κύλικα θηρι‐609
5κλείαν λαβὼν ἐπανῆκεν».

3b,566,F

34

POLYB. 12, 25h 1: ὅτι Τίμαιός φησιν ἐν τῆι τριακοστῆι καὶ τετάρτηι βίβλωι· «πεντήκοντα συνεχῶς ἔτη διατρίψας Ἀθήνησι ξενιτεύων», ἁπάσης ὁμολογουμένως ἄπειρος ἐγένετο πολεμικῆς χρείας, ἔτι δὲ καὶ τῆς τῶν τόπων θέας κτλ.

3b,566,F

35a

SUDA s. v. ὧι τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι· Τίμαιον ἐν λη ἱστορεῖν, ὡς οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρους (no. 75) εἶπον, ὅτι μόνωι αὐτῶι πάντων Ἀθηναίων οὐκ ἔξεστι τὸ ἱερὸν πῦρ φυσῆσαι, ὡς μὴ καθαρεύοντι τοῖς ἄνω μέρεσιν. Δοῦρις δ’ ἐν τῆι δεκάτηι (76 F 8) Πυθέαν κατὰ
5Δημοσθένους τὸ ὅμοιον εἰπεῖν.

3b,566,F

35b

POLYB. 12, 13: ὅτι Τίμαιός φησι Δημο‐ χάρην ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δ’ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντογράφων.
5(2) ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους [ἀπὸ τοῦ σώματος] εἰργασμένων οὐδείς. (3) ὁ δ’ ἵνα πιστὸς φανῆι κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν, καὶ προσκα‐ τέψευσται τἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. (7) οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμωιδιογρά‐
10φος (III 278, 4 K) ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους, ὡς Τίμαιός φησιν, (8) ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, καθ’ οὗ πεπαρρησίασται (scil. Demochares) .... πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος ὁ Φαληρεύς, (9) οὗ ’κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς Ἱστορίαις (75 F 4) ..... (12) ἀλλ’ ὅμως οὔτε Δημήτριος οὔτ’ ἄλλος οὐδεὶς εἰρήκει περὶ Δημοχάρους τοιοῦτον οὐδέν. (14) ἐξ ὧν
15ἐγὼ βεβαιοτέραν τὴν τῆς πατρίδος ἡγούμενος μαρτυρίαν ἢ τὴν Τιμαίου πικρίαν, θαρσῶν
ἀποφαίνομαι, μηδενὶ τὸν Δημοχάρους βίον ἔνοχον εἶναι τῶν τοιούτων κατηγορημάτων κτλ.610

3b,566,F

36

POLYB. 12, 4b: (T 19 p. 584, 16 f.) καὶ μὴν ἐν τοῖς Περὶ Πύρρου πάλιν φησὶ τοὺς Ῥωμαίους ἔτι νῦν ὑπόμνημα ποιουμένους τῆς κατὰ τὸ Ἴλιον ἀπωλείας, ἐν ἡμέραι τινὶ κατακοντίζειν ἵππον πολε‐ μιστὴν πρὸ τῆς πόλεως ἐν τῶι Κάμπωι καλουμένωι, διὰ τὸ τῆς Τροίας
5τὴν ἅλωσιν διὰ τὸν ἵππον γενέσθαι τὸν δούριον προσαγορευόμενον, (2) πρᾶγμα πάντων παιδαριωδέστατον· οὕτω μὲν γὰρ δεήσει πάντας τοὺς βαρβάρους λέγειν Τρώων ἀπογόνους ὑπάρχειν· (3) σχεδὸν γὰρ πάντες, εἰ δὲ μή γ’ οἱ πλείους, ὅταν ἢ πολεμεῖν μέλλωσιν ἐξ ἀρχῆς ἢ διακινδυνεύειν πρός τινας ὁλοσχερῶς, ἵππωι προθύονται καὶ σφαγιά‐ ζονται, σημειούμενοι τὸ μέλλον ἐκ τῆς τοῦ ζώου πτώσεως, (4c) ὁ δὲ Τίμαιος περὶ τοῦτο
10τὸ μέρος τῆς ἀλογίας οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν, ὅς γε διότι θύουσιν ἵππον, εὐθέως ὑπέλαβε τοῦτο ποιεῖν αὐτοὺς διὰ τὸ τὴν Τροίαν ἀπὸ ἵππου δοκεῖν ἑαλωκέναι.

3b,566,F

37

SCHOL. APOLL. RHOD. 4, 965: Θρινακίης λειμῶνα, βοῶν τρο‐ φὸν Ἠελίοιο] Τίμαιος † Θρινακίαν φησὶ καλεῖσθαι τὴν Σικελίαν, ὅτι τρεῖς ἄκρας ἔχει· οἱ δὲ ἱστορικοὶ Θρίνακόν φασιν ἄρξαι τῆς Σικελίας ** Μύλας δὲ χερσόνησον Σικελίας, ἐν ἧι αἱ τοῦ Ἡλίου βόες ἐνέμοντο.

3b,566,F

38

DIODOR. 5, 6, 1: περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῆι πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντό‐ μως εἰπεῖν. Φίλιστος (556 F 45) μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικι‐ σθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατ’ Ἰβηρίαν
5ὄντος τετευχότας ταύτης τῆς προσηγορίας, Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας, ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι. πολλὰς δ’ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγούμεθα περὶ τούτων διεξιέναι.

3b,566,F

39a

STEPH. BYZ. s. v. Ἀτάβυρον· ὄρος Ῥόδου· Ῥιανὸς ϛ Μεσ‐
σηνιακῶν (265 F 41). τὸ ἐθνικὸν Ἀταβύριος, ἐξ οὗ καὶ Ἀταβύριος Ζεύς. ἔστι καὶ Σικελίας Ἀταβύριον, ὡς Τίμαιος. κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου.611

3b,566,F

39b

SCHOL. PINDAR. Ol. 7, (159 g) 160c: Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου μεδέων] Δίδυμος (p. 220 Schm) δέ φησιν ἐν Σικελίαι εἶναι ὄρος Ἀταβύριον, ὡς Τίμαιός φησι. καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῶι ὄρει τῆς Ῥόδου κτλ.

3b,566,F

40

CICERO De rep. 3, 43: urbs illa praeclara (Syrakus), quam ait Timaeus Graecarum maxumam, omnium autem esse pulcherrimam.

3b,566,F

41a

(KALLIMACH.—) ANTIGON. Hist. mir. 140: Ἀρέθουσαν δὲ τὴν ἐν Συρακούσαις, ὥσπερ οἱ λοιποί φασιν καὶ Πίνδαρος (Nem. 1, 1 f.), τὴν πηγὴν ἔχειν ἐκ τοῦ κατὰ τὴν Ἤλιδα Ἀλφειοῦ (Lykos 570 F 15?)· διὸ καὶ ταῖς Ὀλυμπικαῖς ἡμέραις, ὅταν ἐν τῶι ποταμῶι ἀποπλύνωσιν τῶν θυμά‐
5των τὰς κοιλίας, οὐ καθαρὰν εἶναι τὴν ἐν τῆι Σικελίαι κρήνην, ἀλλὰ ῥεῖν ὄνθωι. φησὶν δὲ καὶ φιάλην ποτ’ εἰς τὸν Ἀλφειὸν ποταμὸν ἐμβληθεῖσαν ἐν ἐκείνηι φανῆναι. τοῦτο δ’ ἱστορεῖ καὶ Τίμαιος.

3b,566,F

41b

POLYBIOS 12, 4d (T 19 p. 584, 25/7) φησὶ τοιγαροῦν τὴν Ἀρέθουσαν κρήνην τὴν ἐν ταῖς Συρακούσσαις ἔχειν τὰς πηγὰς ἐκ τοῦ κατὰ Πελοπόννησον διά τε τῆς Ἀρκαδίας καὶ διὰ τῆς Ὀλυμπίας ῥέοντος ποταμοῦ [Ἀλφειοῦ]· (6) ἐκεῖνον γὰρ δύντα κατὰ γῆς 〈καὶ〉 τετρα‐
5κισχιλίους σταδίους ὑπὸ τὸ Σικελικὸν ἐνεχθέντα πέλαγος ἀναδύνειν ἐν ταῖς Συρακούσσαις. (7) γενέσθαι δὲ τοῦτο δῆλον ἐκ τοῦ κατά τινα χρόνον οὐρανίων ὄμβρων ῥαγέντων κατὰ τὸν τῶν Ὀλυμπίων καιρόν, καὶ τοῦ ποταμοῦ τοὺς κατὰ τὸ τέμενος ἐπικλύσαντος τόπους, ὄνθου τε πλῆθος ἀναβλύζειν τὴν Ἀρέ‐ θουσαν ἐκ τῶν κατὰ τὴν πανήγυριν θυομένων βοῶν, καὶ φιάλην χρυσῆν 〈ποτ’〉
10ἀναβαλεῖν, ἣν ἐπιγνόντες εἶναι τῆς ἑορτῆς ἀνείλοντο.

3b,566,F

41c

STRABON 6, 2, 4 p. 270/1: ἡ δ’ Ὀρτυγία συνάπτει γεφύραι πρὸς τὴν ἤπειρον 〈πρόσγειοσ〉 οὖσα, κρήνην δ’ ἔχει τὴν Ἀρέθουσαν, ἐξιεῖσαν ποταμὸν εὐθὺς εἰς τὴν θάλατταν. μυθεύουσι δὲ τὸν Ἀλφειὸν εἶναι τοῦτον, ἀρχόμενον μὲν ἐκ τῆς Πελοποννήσου,
5διὰ δὲ τοῦ πελάγους ὑπὸ γῆς τὸ ῥεῖθρον ἔχοντα μέχρι πρὸς τὴν Ἀρέθουσαν, εἶτ’ ἐκδιδόντα ἐνθένδε πάλιν εἰς τὴν θάλατταν. τεκμηριοῦνται δὲ τοιούτοις τισί· καὶ γὰρ φιάλην τινὰ ἐκπεσοῦσαν εἰς τὸν ποταμὸν ἐνόμισαν [ἐν Ὀλυμπίαι] δεῦρο ἀνενεχθῆναι εἰς τὴν κρήνην, καὶ θολοῦσθαι ἀπὸ τῶν ἐν Ὀλυμπίαι βου‐ θυσιῶν· ὅ τε Πίνδαρος ἐπακολουθῶν τούτοις εἴρηκε τάδε «ἄνπνευμα σεμνὸν
10Ἀλφεοῦ, κλεινᾶν Συρακουσσᾶν θάλος, Ὀρτυγία». συναποφαίνεται δὲ τῶι
Πινδάρωι ταὐτὰ καὶ Τίμαιος ὁ συγγραφεύς.612

3b,566,F

42a

GELLIUS N. A. 11, 1, 1: Timaeus in historiis quas oratione Graeca de rebus populi Romani composuit et M. Varro in Antiquitatibus rerum humanarum terram Italiam de Graeco vocabulo appellatam scripserunt, quoniam boves Graeca vetere lingua italoe vocitati sunt, quorum in Italia
5magna copia fuerit, bucetaque in ea terra gigni, pascique solita sint com‐ plurima.

3b,566,F

42b

VARRO De r. r. 2, 5, 3: nam bos in pecuaria maxima debet esse auctoritate, praesertim in Italia, quae a bubus nomen habere sit existimata. Graecia enim antiqua, ut scribit Timaeus, tauros vocabat italos, a quorum multitudine et pulchritudine et fetu vitulorum Italiam dixerunt. alii scrip‐
5serunt quod ex Sicilia Hercules persecutus sit eo nobilem taurum qui diceretur italus.

3b,566,F

43a

ANTIGON. Hist. mir. 1: Τίμαιος ὁ τὰς Σικελικὰς ἱστορίας συγγεγραφὼς †ἐν Ῥηγίωι φησὶ τοὺς Λοκροὺς καὶ τοὺς Ῥηγίνους ὁρίζον‐
5τος Ἅληκος καλουμένου ποταμοῦ, τῶν τεττίγων τοὺς μὲν ἐν τῆι Λοκρι‐ κῆι ἄιδειν, τοὺς δὲ ἐν τῆι Ῥηγίνων ἀφώνους εἶναι. λέγεται δέ τι τούτου μυθωδέστερον· ἀφικομένων
10γὰρ εἰς Δελφοὺς κιθαρωιδῶν Ἀρί‐ στωνος μὲν ἐκ Ῥηγίου, παρὰ δὲ Λοκρῶν Εὐνόμου, καὶ περὶ τοῦ κλήρου πρὸς ἑαυτοὺς εἰς ἀντιλογίαν ἐλθόντων, ὁ μὲν οὐκ ὤιετο δεῖν ἐλαττοῦσθαι, τῆς
15ὅλης Ῥηγίνων ἀποικίας ἐκ Δελφῶν καὶ παρὰ τοῦ θεοῦ γεγενημένης, ὁ δὲ κατέτρεχεν ὅτι τὸ παράπαν οὐδὲ κι‐ θαρωιδεῖν καθήκει, παρ’ οἷς οὐδ’ οἱ τέττιγες ἄιδουσιν. εὐημερήσαντος
20[γ’] οὖν τοῦ Ῥηγίνου ἐν τῶι ἀγῶνι, ἐνίκησεν Εὔνομος ὁ Λοκρὸς παρὰ τοιαύτην αἰτίαν ἄιδοντος αὐτοῦ μετα‐ ξὺ τέττιξ ἐπὶ τὴν λύραν ἐπιπτὰς ἦιδεν, ἡ δὲ πανήγυρις ἀνεβόησεν
1ἐπὶ τῶι γεγονότι καὶ ἐκέλευσεν ἐᾶν. (2) καὶ ἄλλο δὲ παρὰ τοῖς Ῥηγίνοις τοιοῦτον ὡς μυθικὸν ἱστορεῖται, ὅτι Ἡρακλῆς ἔν τινι τόπωι τῆς χώρας κατακοιμηθεὶς καὶ ἐνο‐
5χλούμενος ὑπὸ τῶν τεττίγων ηὔξατο αὐτοὺς
ἀφώνους γενέσθαι.Column end

3b,566,F

43b

STRABON 6, 1, 9 p. 260: τοῦ δὲ Ἅληκος ποταμοῦ τοῦ διορίζοντος τὴν Ῥηγίνην ἀπὸ τῆς Λοκρίδος βαθεῖαν φάραγγα διεξιόντος, ἴδιόν τι συμβαί‐
5νει τὸ περὶ τοὺς τέττιγας· οἱ μὲν γὰρ ἐν τῆι τῶν Λοκρῶν περαίαι φθέγ‐ γονται, τοῖς δ’ ἀφώνοις εἶναι συμβαίνει. τὸ δ’ αἴτιον εἰκάζουσιν, ὅτι τοῖς μὲν παλίν‐ σκιόν ἐστι τὸ χωρίον, ὥστ’ ἐνδρόσους ὄντας
10μὴ διαστέλλειν τοὺς ὑμένας, τοὺς δ’ ἡλιαζο‐ μένους ξηροὺς καὶ κερατώδεις ἔχειν, ὥστ’ ἀπ’ αὐτῶν εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. ἐδείκνυτο δ’ ἀνδριὰς ἐν Λοκροῖς Εὐνό‐ μου τοῦ κιθαρωιδοῦ, τέττιγα ἐπὶ τὴν
15κιθάραν καθήμενον ἔχων. φησὶ δὲ Τίμαιος, Πυθίοις ποτὲ ἀγωνιζομένους τοῦτόν τε καὶ Ἀρίστωνα Ῥηγῖνον ἐρίσαι περὶ τοῦ κλήρου· τὸν μὲν δὴ Ἀρίστωνα δεῖσθαι τῶν Δελφῶν ἑαυ‐
20τῶι συμπράττειν. ἱεροὺς γὰρ εἶναι τοῦ θεοῦ τοὺς προγόνους αὐτοῦ, καὶ τὴν ἀποικίαν ἐνθένδε ἐστάλθαι. τοῦ δ’ Εὐνόμου φήσαντος ἀρχὴν μηδὲ μετεῖ‐
ναι ἐκείνοις τῶν περὶ φωνὴν ἀγωνισμά‐613
25των, παρ’ οἷς καὶ οἱ τέττιγες εἶεν ἄφωνοι, τὰ εὐφθογγότατα τῶν ζώιων, ὅμως εὐδοκιμεῖν μηδὲν ἧττον τὸν Ἀρί‐ στωνα καὶ ἐν ἐλπίδι τὴν νίκην ἔχειν, νικῆσαι μέντοι τὸν Εὔνομον καὶ ἀνα‐
30θεῖναι τὴν λεχθεῖσαν εἰκόνα ἐν τῆι πατρίδι, ἐπειδὴ κατὰ τὸν ἀγῶνα μιᾶς τῶν χορδῶν ῥαγείσης, ἐπιπτὰς τέττιξ
ἐκπληρώσειε τὸν φθόγγον.Column end

3b,566,F

44

ATHEN. 12, 22 p. 522 A: καὶ Κροτωνιᾶται δ’, ὥς φησι Τίμαιος, μετὰ τὸ ἐξελεῖν Συβαρίτας ἐξώκειλαν εἰς τρυφήν, ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῶι στεφάνωι, ὑποδεδεμένον λευκὰς κρηπῖδας. οἳ δὲ οὐ διὰ τρυφήν φασι τοῦτο γεγονέναι,
5ἀλλὰ διὰ Δημοκήδη τὸν ἰατρὸν κτλ.

3b,566,F

45

ATHEN. 12, 22 p. 522 C: ὕστερον δὲ καὶ οἱ Κροτωνιᾶται, φησὶν ὁ Τίμαιος, ἐπεχείρησαν τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῶι αὐτῶι χρόνωι προθέντες ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα. οἳ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.

3b,566,F

46

(KALLIMACH.—)ANTIGON. Hist. mir. 134: Τίμαιον δὲ τῶν ἐν Ἰταλίαι ποταμῶν ἱστορεῖν Κρᾶθιν ξανθίζειν τὰς τρίχας.

3b,566,F

47

ATHEN. 1, 62 p. 34 C: καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα. καὶ ἐν ὧι δ’ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος ὁ οἶνος γίνεται. διὸ καὶ Συβαρῖται, φησὶ Τί‐ μαιος, πρὸ τοῦ πίνειν κράμβας ἤσθιον.

3b,566,F

48

ATHEN. 12, 15 p. 518 D: ἱστορεῖ δὲ περὶ αὐτῶν (scil. τῶν Συβαριτῶν) Τίμαιος, ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος, ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων ‘αὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν
5πλευράν.‘

3b,566,F

49*

ATHEN. 12, 16 p. 518 EF: ἐπιχωριάζειν δὲ παρ’ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ καὶ τοὺς †σκοπαίους, ὥς φησιν ὁ Τίμαιος, τοὺς καλουμένους παρά τισι στίλπωνας, καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς
καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια.614

3b,566,F

50

ATHEN. 12, 17—18 p. 519 B—520 C: ἐφόρουν δ’ οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα, ἀφ’ ὧν δὴ καὶ αἱ φιλίαι ταῖς πόλεσιν ἐγένοντο, ὡς ὁ Τίμαιος ἱστορεῖ· ἠγάπων γὰρ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δ’ ἔξωθεν τοὺς Ἴωνας, ὅτι τρυφῆι προσεῖχον.
5 οἱ δ’ ἱππεῖς τῶν Συβαριτῶν, ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες, ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν, καὶ τοῦ θέρους οἱ νεώτεροι αὐτῶν εἰς τὰ τῶν Νυμφῶν ἄντρα τῶν Λουσιάδων ἀποδημοῦντες διετέλουν μετὰ πάσης τρυφῆς. οἱ δ’ εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι, τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον.
10ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. τοῖς δὲ πλείστοις αὐτῶν ὑπάρχουσιν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς δι’ ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων, τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δὲ εἰς τὴν πόλιν τοῖς πλοίοις διακομίζεσθαι. ποιοῦνται δὲ καὶ δημοσίαι πολλὰς καὶ πυκνὰς ἑστιάσεις, καὶ τοὺς λαμπρῶς φιλο‐
15τιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι, καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν, προσκηρύττοντες οὐκ εὔνοιαν ἀλλὰ τὴν εἰς τὰ δεῖπνα χορηγίαν· ἐν οἷς στεφανοῦσθαι καὶ τῶν μαγείρων τοὺς ἄριστα τὰ παρατεθέντα διασκευάσαντας. παρὰ Συβαρίταις δ’ εὑρέθησαν καὶ πύελοι, ἐν αἷς κατακείμενοι ἐπυριῶντο· πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦ‐
20ρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια. καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων, αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῶι γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις. (18) δοκεῖ δὲ †μετὰ τῆς εὐδαιμονίας αὐτῶν εἶναι, ὅτι ἐκ τῆς χώρας, ἀλιμέ‐ νου τῆς θαλάσσης παρηκούσης, καὶ τῶν καρπῶν σχεδὸν ἁπάντων ὑπὸ τῶν
25πολιτῶν καταναλισκομένων†· ὅ τε τῆς πόλεως τόπος καὶ ὁ παρὰ τοῦ θεοῦ χρησμὸς συμπαροξῦναι πάντας ἐκτρυφῆσαι καὶ ποιῆσαι ζῆσαι ὑπὲρ τὸ μέτρον ἐκλελυμένως. ἡ δὲ πόλις αὐτῶν ἐν κοίλωι κειμένη τοῦ μὲν θέρους ἕωθέν τε καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύπ‐ οιστον, ὥστε τοὺς πλείστους αὐτῶν ὑπειληφέναι πρὸς ὑγίειαν διαφέρειν τοὺς
30πότουσ(?)· ὅθεν καὶ ῥηθῆναι, ὅτι τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας ἀποθανεῖν οὔτε δυόμενον οὔτε ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. ἔπεμψαν δέ ποτε
καὶ εἰς θεοῦ τοὺς χρησομένους, ὧν ἦν εἷς Ἄμυρις, πυνθανόμενοι μέχρι τίνος εὐδαιμονήσουσι· καὶ ἡ Πυθία ἔφη «Εὐδαίμων, 〈Συβαρῖτα, πανευδαίμων〉 σὺ μὲν αἰεί / ἐν θαλίηισιν ἔσηι, τιμῶν γένος αἰὲν ἐόντων. / εὖτ’ ἂν δὲ πρότερον615
35θνητὸν θεοῦ ἄνδρα σεβίσσηις, / τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει». τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες· οὐδέποτε γὰρ τιμήσειν ἄνθρωπον μᾶλλον θεοῦ. ἐγένετ’ οὖν αὐτοῖς τῆς τύχης ἡ μεταβολή, ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν καὶ τοῦτον κατα‐ φυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ
40τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. ἐξαναλώθησαν δὲ φιλο‐ τιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ ἡ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλ‐ λᾶτο περὶ τρυφῆσ. εἶτα μετ’ οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν † καὶ ἀπωλείας, περὶ ἧς οὐκέτ’ ἐπείγει λέγειν, διεφθάρησαν.

3b,566,F

51

ATHEN. 12, 25 p. 523 C: καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες— ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δ’ ὑπὸ Κολοφωνίων **, ὥς φησι Τίμαιος καὶ Ἀριστοτέλης (IV)—εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρ’ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας,
5οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοί‐ κων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος (Il. Π 419) τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ· καὶ Ἀρχίλοχος δ’ ὁ ποιητὴς (F 18 Diehl) ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν.

3b,566,F

52

ATHEN. 12, 25 p. 523 DE: ὠνομάσθη δ’ ἡ Σῖρις, ὡς μὲν Τί‐ μαιός φησιν καὶ Εὐριπίδης ἐν Δημώτιδι [ἢ] Μελανίππηι (F 496 N2), ἀπὸ γυναικός τινος Σίριδος, ὡς δ’ Ἀρχίλοχος (F 18 Diehl2) ἀπὸ ποταμοῦ.

3b,566,F

53

SCHOL. LYKOPHR. Al. 615: κολοσσοβάμων] ἁλούσης τῆς Ἰλίου Διομήδης ἀντὶ τοῦ ἕρματος ἐκ τοῦ τείχους τῶν Τρώων λίθους εἰς τὴν ναῦν ἐβάλετο. παραγενόμενος δὲ εἰς τὸ Ἄργος καὶ ἐλαθεὶς ὑπὸ Αἰγιαλείας τῆς γα‐ μετῆς, παρεγένετο εἰς Ἰταλίαν. εὑρὼν δὲ τηνικαῦτα τὸν ἐν τῆι Σκυθίαι δρά‐
5κοντα λυμαινόμενον τὴν Φαιακίδα διέφθειρε τοῦτον, τὴν τοῦ Γλαύκου χρυσῆν ἀσπίδα κατέχων, νομίσαντος τοῦ δράκοντος τὸ χρυσοῦν δέρας εἶναι τοῦ κριοῦ.
τιμηθεὶς δ’ ἐπὶ τούτωι σφόδρα, ἀνδριάντα κατασκευάσας, ἱδρύσατο ἐκ τῶν λίθων τῶν ἐκ τῆς Ἰλίου. ἱστορεῖ δὲ τοῦτο Τίμαιος καὶ Λύκος ἐν τῶι τρίτωι (570 F 3). ὕστερον δὲ ἀνελὼν ὁ Δαῦνος αὐτόν, ἔρριψε καὶ τοὺς ἀνδριάντας εἰς θάλασσαν· οὗτοι616
10δὲ ἀνεχόμενοι τὰ κύματα, πάλιν ἐξήρχοντο πρὸς τὰς βάσεις αὐτῶν. καὶ ἡ μὲν ἱστορία τοιαύτη.

3b,566,F

54

POLLUX 2, 29: ἐκαλεῖτο δέ τις καὶ Ἑκτόρειος κόμη, περὶ ἧς φησιν Ἀναξίλας (II 275, 38 K) «τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην». (30) Τίμαιος δὲ τὴν κουρὰν ταύτην προεστάλθαι μὲν δεῖν περὶ τὸ μέτωπον λέγει, τῶι δὲ τραχήλωι περικεχύσθαι.

3b,566,F

55

SCHOL. LYKOPHR. Al. 1137: σηκὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι / Σάλπης παρ’ ὄχθαις .... / κόραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν / ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι / τοὺς Ἑκτορείοις ἠγλαισμένους κόμαις / ... ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας, / ἄλκαρ μέγιστον κτώμεναι νυμφευ‐
5μάτων / Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφάς, / πεπασμέναι θρόνοισι φαρμακτη‐ ρίοις. / κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ / ῥαβδηφόροις γυναιξὶν αὐθηδήσομαι] ὁ δὲ Τίμαιός φησιν, ὅτι Ἕλληνες ἐπειδὰν ἀπαντήσωσι ταῖς Δαυνίαις ὑπεσταλ‐ μέναις μὲν ἐσθῆτα φαιάν, ἐζωσμέναις δὲ ταινίαις πλατείαις, ὑποδεδεμέναις δὲ τὰ κοῖλα τῶν ὑποδημάτων, ἐχούσαις δὲ ἐν ταῖς χερσὶ ῥάβδον, ὑπαληλιμμέ‐
10ναις δὲ τὸ πρόσωπον καθάπερ πυρρῶι τινι χρώματι, τῶν Ποινῶν ἔννοιαν λαμβάνουσι τῶν τραγικῶν.

3b,566,F

56a

SCHOL. LYKOPHR. Al. 1050: ὁ δ’ Αὐσονείων ἄγχι Κάλ‐ χαντος τάφων, / δυοῖν ὁμαίμοιν ἅτερος, ψευδηρίων / ξένην ἐπ’ ὀστέοισιν ὀγχήσει κόνιν. / δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις / χρήσει καθ’ ὕπνον πᾶσι νη‐ μερτῆ φάτιν. / νόσων δ’ ἀκεστὴς Δαυνίοις κληθήσεται, / ὅταν καθικμαίνοντες
5Ἀλθαίνου ῥοαῖς / ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον / αὐτοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν] εἰώθασιν οἱ Δαύνιοι ἐν μηλωταῖς καθεύδειν ἐν τῶι τάφωι τοῦ Ποδαλειρίου καὶ καθ’ ὕπνους λαμβάνειν χρησμοὺς ἐξ αὐτοῦ. εἰώθασι δὲ καὶ ἐν τῶι πλησίον ποταμῶι Ἀλθαίνωι ἀπολούεσθαι, καὶ αὐτοὶ καὶ τὰ θρέμματα αὐτῶν, καὶ ἐπικαλεῖσθαι τὸν Ποδαλείριον, καὶ ὑγιάζεσθαι, ὅθεν καὶ ὁ ποτα‐
10μὸς ἔσχε τὴν ὀνομασίαν, ὡς ἀλθαίνων κατὰ Τίμαιον καὶ θεραπεύων τῶν λουο‐ μένων ἁπάντων ζώων.

3b,566,F

56b

ET. GEN. p. 320, 1 Rei (ET. M. p. 63, 3): Ἄλ‐ θαινος· ποταμὸς Ἰταλίας, ὅν φησιν ὀνομασθῆναι Τίμαιος διὰ τὸ ἀλθαίνειν τὰ τραύματα τῶν ἐν αὐτῶι λουομένων. οὕτως Ὦρος.

3b,566,F

57

(KALLIMACH.—)ANTIGON. Hist. mir. 152: τὴν δὲ ἐν τοῖς Σαρ‐ μάταις λίμνην Ἡρακλείδην (F 66 Voss) γράφειν ὅτι οὐδὲν τῶν ὀρνίθων ὑπερ‐ αίρειν, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν· ὃ δὴ καὶ περὶ τὴν Ἀορ‐
νῖτιν δοκεῖ γίγνεσθαι, καὶ κατίσχυκεν ἡ φήμη παρὰ τοῖς πλείστοις. ὁ δὲ Τί‐617
5μαιος τοῦτο μὲν ψεῦδος ἡγεῖται εἶναι· τὰ πλεῖστα γὰρ κατατυχεῖν τῶν εἰθισ‐ μένων παρ’ αὐτῆι διαιτᾶσθαι. ἐκεῖνο μέντοι λέγει, διότι «συνδένδρων τό‐ πων ἐπικειμένων αὐτῆι, καὶ πολλῶν κλάδων καὶ φύλλων διὰ τὰ πνεύματα τῶν μὲν κατακλωμένων, τῶν δὲ ἀποσειομένων, οὐδέν ἐστιν ἰδεῖν ἐπ’ αὐτῆι ἐφεστηκός, ἀλλὰ διαμένειν καθα‐
10ράν».

3b,566,F

58

STRABON 5, 4, 9 p. 248: καὶ Τίμαιος δὲ περὶ τῶν Πιθηκουσ‐ σῶν φησιν ὑπὸ τῶν παλαιῶν πολλὰ παραδοξολογεῖσθαι, μικρὸν δὲ πρὸ ἑαυτοῦ τὸν Ἐπωμέα λόφον ἐν μέσηι τῆι νήσωι τιναγέντα ὑπὸ σεισμῶν ἀναβαλεῖν πῦρ, καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάττης ἐξῶσαι [πάλιν] ἐπὶ τὸ πέλαγος, τὸ δ’
5ἐκτεφρωθὲν τῆς γῆς μετεωρισμὸν λαβὸν κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ ἐπὶ τρεῖς τὴν θάλατταν ἀναχωρῆσαι σταδίους, ἀναχωρήσασαν δὲ μετ’ οὐ πολὺ ὑποστρέψαι καὶ τῆι παλιρροίαι κατακλύσαι τὴν νῆσον, καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῆι πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῆι ἠπείρωι φυ‐ γεῖν ἐκ τῆς παραλίας εἰς τὴν 〈ἄνω〉 Καμπανίαν.

3b,566,F

59

DIONYS. HAL. A. R. 1, 67, 4: σχήματος δὲ καὶ μορφῆς αὐτῶν πέρι Τίμαιος μὲν ὁ συγγραφεὺς ὧδε ἀποφαίνεται· κηρύκεια σιδηρᾶ καὶ χαλκᾶ καὶ κέραμον Τρωικὸν εἶναι τὰ ἐν τοῖς ἀδύτοις τοῖς ἐν Λαουι‐ νίωι κείμενα ἱερά, πυθέσθαι δὲ αὐτὸς ταῦτα παρὰ τῶν ἐπιχωρίων.

3b,566,F

60

DIONYS. HAL. A. R. 1, 74, 1 (EUSEB. ARM. p. 135, 14 K; SYNKELL. p. 365, 1): τὸν δὲ τελευταῖον γενόμενον τῆς Ῥώμης οἰκισμὸν ἢ κτίσιν ἢ ὅτι δήποτε χρὴ καλεῖν Τίμαιος μὲν ὁ Σικελιώτης (οὐκ οἶδ’ ὅτωι κανόνι χρησάμενος) ἅμα Καρχηδόνι κτιζομένηι γενέσθαι φησὶν ὀγδόωι καὶ
5τριακοστῶι πρότερον ἔτει τῆς πρώτης ὀλυμπιάδος.

3b,566,F

61

PLIN. N. H. 33, 42: populus Romanus ne argento quidem sig‐ nato ante Pyrrhum regem devictum usus est ... (43) ... Servius rex primus signavit aes; antea rudi usos Romae Timaeus tradit. signatum est nota pecudum, unde et pecunia appellata. maximus census
5CXX assium fuit illo rege; et ideo haec prima classis. argentum signatum anno urbis CCCCLXXXV, Q. Ogulnio C. Fabio cos., quinque annis ante
primum Punicum bellum.618

3b,566,F

62

TERTULLIAN. De spectac. 5: Lydos ex Asia transvenas in Etruria consedisse Timaeus refert duce Tyrrheno, qui fratri suo cesserat regni contentione; exstant auctores multi.

3b,566,F

63

PLIN. N. H. 3, 85 (SOLIN. 4, 1): Sardiniam ipsam Timaeus Sandaliotim appellavit ab effigie soleae, Myrsilus (477 F 11) Ichnusam a similitudine vestigii.

3b,566,F

64

SCHOL. PLATON Resp. 337 A (ZENOB. Prov. 5, 85; PHOT. SUD. s. v. Σαρδάνιος γέλως; EUST. HOM. Od. υ 302; TZETZ. LYKOPHR. Al. 796): Σαρδάνιον· παροιμία ἐπὶ τῶν ἐπ’ ὀλέθρωι τῶι σφῶν αὐτῶν γελώντων. οἱ γὰρ τὴν Σαρδὼ κατοικοῦντες, ὥς φησι Τίμαιος, ἐπειδὰν αὐτοῖς ἀπογηρά‐
5σκωσιν οἱ γονεῖς, καὶ νομίσωσιν ἱκανὸν βεβιωκέναι χρόνον, ἄγουσιν αὐτοὺς ἐπὶ τὸν τόπον ἐν ὧι μέλλουσι θάψαι, κἀκεῖ λάκκους ὀρύξαντες ἐπ’ ἄκρων χειλῶν τοὺς μέλλοντας ἀποθνήσκειν καθίζουσιν, ἔπειτα ἕκαστος αὐτῶν σχίζαν ἔχων τύπτει τὸν ἑαυτοῦ πατέρα, καὶ εἰς τοὺς λάκκους περιωθεῖ· τοὺς δὲ πρεσβύ‐ τας χαίροντας ἐπὶ τὸν θάνατον παραγίνεσθαι ὡς εὐδαίμονας, καὶ μετὰ γέλωτος
10καὶ εὐθυμίας ἀπόλλυσθαι. ἐπεὶ οὖν γελᾶν μὲν συνέβαινεν, οὐ πάνυ δὲ ὁ γέλως ἐπ’ ἀγαθῶι τινι ἐγίνετο, παρὰ τοῖς Ἕλλησι τὴν προκειμένην ῥηθῆναι παροιμίαν.

3b,566,F

65

STRABON 14, 2, 10p. 654: τινὲς δὲ μετὰ τὴν ἐκ Τροίας ἄφοδον τὰς Γυμνησίας νήσους ὑπ’ αὐτῶν κτισθῆναι λέγουσιν, ὧν τὴν μείζω φησὶ Τίμαιος μεγίστην εἶναι μετὰ τὰς ἑπτά—Σαρδώ, Σικελίαν, Κύπρον, Κρήτην, Εὔβοιαν, Κύρνον, Λέσβον—, οὐ τἀληθῆ λέγων·
5πολὺ γὰρ ἄλλαι μείζους. φασὶ δὲ τοὺς γυμνήτας ὑπὸ Φοινίκων βαλεαρίδας λέγεσθαι † διότι τὰς Γυμνησίας Βαλεαρίδας λεχθῆναι.

3b,566,F

66

SCHOL. LYKOPHR. Al. 633: οἱ δ’ ἀμφικλύστους χοιράδας Γυμ‐ νησίας / σισυρνοδῦται καρκίνοι πεπλωκότες / ἄχλαινον ἀμπρεύσουσι νή‐ λιποι βίον, / τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι. / ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην / ἄδορπα παιδεύσουσι νηπίους γονάς· / οὐ γάρ τις αὐ‐
5τῶν ψίσεται πύρνον γνάθωι, / πρὶν ἂν κρατήσηι ναστὸν εὐστόχωι λίθωι /
ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ. / καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπράς / Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης, / Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι] Τίμαιος δέ φησιν εἰς ταύτας τὰς νήσους ἐλθεῖν τινας τῶν Βοιωτῶν, ἅστινας νήσους Χοιράδας εἶπεν.619
10Φιλτέας δὲ ἐν τρίτηι Ναξιακῶν (498 F 1) Βαλιαρίδας φησὶν αὐτὰς ὕστερον ὀνομασθῆναι. ἃς νήσους Ἕλληνες μὲν καὶ Ῥωμαῖοι κοινῶς Γυμνησίας φασίν, Ἴβηρες δὲ Βαλερίας ἤτοι ὑγιεινάς. ἕτεροι δὲ Γυμνασίας οὕτως αὐτάς φασι κληθῆναι, ὅτι οἱ περισωθέντες τῶν Ἑλλήνων ἐκεῖσε γυμνοὶ ἐξήχθησαν, καὶ συνοικήσαντες γυναιξὶν οὕτω καὶ τὰς νήσους καὶ τοὺς παῖδας ἐκάλεσαν.

3b,566,F

67

PLIN N. H. 4, 120: ab eo latere quo Hispaniam spectat (Gades) passibus fere C altera insula est, longa M passus, M lata, in qua prius oppi‐ dum Gadium fuit. vocatur ab Ephoro (70 F 129) et Philistide (11 F 3) Ery‐ thea, a Timaeo et Sileno (175 F 7) Aphrodisias, ab indigenis Junonis.
5maiorem Timaeus Cotinusam ab oleis vocitatam ait, nostri Tarteson appel‐ lant, Poeni Gadir, ita Punica lingua saepem significante. Erythea dicta est, quoniam Tyri aborigines earum orti ab Erythro mari ferebantur. in hac Geryones habitasse a quibusdam existimatur, cuius armenta Hercules abduxerit; sunt qui aliam esse eam et contra Lusitaniam arbitrentur,
10eodemque nomine quandam ibi appellant.

3b,566,F

68

POLYB. 2, 16, 13: τἄλλα δὲ τὰ περὶ τὸν πο‐ ταμὸν τοῦτον ἱστορούμενα παρὰ τοῖς Ἕλλησι, λέγω δὴ τὰ περὶ Φαέθοντα καὶ τὴν ἐκείνου πτῶσιν, ἔτι τε τὰ δάκρυα τῶν αἰγείρων καὶ τοὺς μελανειμόνας τοὺς περὶ τὸν ποταμὸν οἰκοῦντας, οὕς φασι τὰς ἐσθῆτας εἰσέτι νῦν φορεῖν τοιαύτας ἀπὸ τοῦ κατὰ Φαέθοντα πένθους, (14) καὶ
5πᾶσαν δὴ τὴν τραγικὴν ... ὕλην ἐπὶ μὲν τοῦ παρόντος ὑπερθησόμεθα .... (15) μετα‐ λαβόντες δὲ καιρὸν ἁρμόττοντα ποιησόμεθα τὴν καθήκουσαν μνήμην (—), καὶ μάλιστα διὰ τὴν Τιμαίου περὶ τοὺς προειρημένους τόπους ἄγνοιαν.

3b,566,F

69

ET. M. p. 220, 5: Γαλατία· χώρα· ὠνομάσθη, ὥς φησι Τί‐ μαιος, ἀπὸ Γαλάτου, Κύκλωπος καὶ Γαλατείας υἱοῦ.

3b,566,F

70

STRABON 4, 1, 8 p. 183: περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος (34, 10, 5) μὲν ἐπιτιμᾶι Τιμαίωι, φήσας εἶναι μὴ πεντάστομον,
ἀλλὰ δίστομον· Ἀρτεμίδωρος (V) δὲ τρίστομον λέγει.620

3b,566,F

71

[SKYMN.] Perieg. 209: Μασσαλία δ’ ἔστ’ ἐχομένη, / πόλις μεγίστη, Φωκαέων ἀποικία· / ἐν τῆι Λιγυστικῆι δὲ ταύτην ἔκτισαν / πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης / ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι· / Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν.

3b,566,F

72

STEPH. BYZ. s. v. Μασσαλία· πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων· Ἑκαταῖος Εὐρώπηι (1 F 55). Τίμαιος δέ φησιν, ὅτι προσπλέων ὁ 〈τῶν ἀποίκων Φωκαέων〉 κυβερνήτης καὶ ἰδὼν 〈ἐκεῖ〉 ἁλιέα κελεῦσαι μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν
5Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται.

3b,566,F

73

AETIOS Plac. 3, 17, 6 p. 383 Diels: Τίμαιος ὁ Ταυρομενίτης τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις, ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις.

3b,566,F

74

PLIN. N. H. 4, 104: ultima omnium quae memorantur Tyle, in qua sol‐ stitio nullas esse noctes indicavimus, cancri signum sole transeunte, nullosque contra per brumam dies .... Timaeus historicus a Britannia introrsus sex dierum navigatione abesse dicit insulam Ictim, in qua candidum
5plumbum proveniat; ad eam Britannos vitilibus navigiis corio cir‐ cumsutis navigare. sunt qui et alias prodant, Scandias, Dumnam, Bergos maxi‐ mamque omnium Berricen, ex qua in Tylen navigetur.

3b,566,F

75a

PLIN. N. H. 4, 94: ... transgressisque Ripaeos montes litus oceani septentrionalis in laeva, donec perveniatur Gadis, legendum. insulae complures sine nominibus eo situ traduntur, ex quibus ante Scythiam quae appellatur Baunonia(?) unam abesse diei cursu, in quam veris tempore
5fluctibus electrum eiciatur, Timaeus prodidit.

3b,566,F

75b

——37, 35: Pytheas Guionibus, Germaniae genti, accoli aestuarium oceani Metuonidis nomine spatio stadiorum sex milium; ab hoc diei navigatione abesse insulam Abalum; illo per ver fluctibus advehi et esse concreti maris purga‐
5mentum; incolas pro ligno ad ignem uti eo proximisque Teutonis vendere. (36) huic et Timaeus credidit, sed insulam Basiliam(?) vocavit.621

3b,566,F

76

PHOT. BEROL. p. 53, 21 Rei (SYNAG. LEX. p. 362, 24): Αἷμον· τὸ ὄρος οὐδετέρως Ἑκαταῖος διὰ παντὸς (1 F 167) καὶ Διονύσιος (III C) καὶ Ἑλλάνικος ἐν α Ἀτθίδος (4 F 41; 323a F 4) καὶ Τίμαιος καὶ Εὔδοξος.

3b,566,F

77

[SKYMN.] Perieg. 405: ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλική, / πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη. / πόλεις δ’ ἐν αὐτῆι φασι πέντε καὶ δέκα / Ὕλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει· / τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν. / ἐκβαρβαρωθῆναι δὲ τούτους τῶι χρόνωι / τοῖς ἔθεσιν ἱστο‐
5ροῦσι τοῖς τῶν πλησίον, / ὥς φασι Τίμαιος τε καὶ Ἐρατοσθένης. / νῆσος κατ’ αὐτοὺς δ’ ἔστιν Ἴσσα λεγομένη, / Συρακοσίων ἔχουσα τὴν ἀποικίαν.

3b,566,F

78

STEPH. BYZ. s. v. Ἀργυρῖνοι· ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων καὶ Λυκόφρων (Al. 1017) «εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας».

3b,566,F

79

SCHOL. APOLL. RHOD. 4, 982/92g: ἡ νῆσος ἡ Κέρκυρα· αὕτη πρότερον Σχερία ἐκαλεῖτο. ἀποδίδωσι δὲ τὴν αἰτίαν Ἀριστοτέλης ἐν τῆι Κερκυραίων πολιτείαι (IV)· φησὶ γὰρ τὴν Δήμητρα φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐρχόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι Ποσειδῶνος
5ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα· ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρε‐ πάνης Σχερίαν ὀνομασθῆναι. 〈Δρεπάνη δὲ ἐκαλεῖτο〉 διὰ τὸ τὴν Δήμητρα αἰτησαμένην δρέπανον παρ’ Ἡφαίστου τοὺς Τιτᾶνας διδάξαι θερίζειν, εἶτα αὐτὸ κρύψαι εἰς τὸ παραθαλάσσιον μέρος τῆς νήσου· προσκλυζούσης δὲ τῆς θαλάσσης ἐξομοιωθῆναι τὴν θέσιν τῆς γῆς δρεπάνηι. Τίμαιος δέ φησιν ὧι
10ἐξέτεμεν [τοῦ Οὐρανοῦ ἢ] τοῦ Κρόνου τὰ αἰδοῖα ὁ Ζεύς, τοῦτο κεκρύφθαι [φασίν]. (h) Μάκριν δὲ ἀπὸ Μάκριδος τῆς Διονύσου τροφοῦ, Κέρκυραν δὲ ἀπὸ Κερκύρας τῆς Ἀσωποῦ θυγατρός.

3b,566,F

80

SCHOL. APOLL. RHOD. 4, 1216: Τίμαιος δέ φησι μετὰ ἔτη ἑξακόσια(?) τῶν Τρωικῶν Χερσικράτη, ἀπόγονον τῶν Βακχιαδῶν, κατωικηκέναι τὴν νῆσον. Κόλχοι δὲ διαβάντες εἰς τὴν πλησίον νῆσον καὶ μετὰ ταῦτα εἰς τὰ Κεραύνια ὄρη ὁρμήσαντες εἴς τε τοὺς
5Ἄβαντας καὶ Νεσταίους καὶ Ὠρικὸν ἀπωικίσθησαν. ἔστι δὲ ὁ τὴν ἀποικίαν ἀγαγὼν τῶν Βακχιαδῶν Χερσικράτης, ἀποστερούμενος τῶν τιμῶν ὑπὸ Κο‐ ρινθίων.622

3b,566,F

81

POLYB. 12, 3: τὴν μὲν τῆς χώρας ἀρετὴν πᾶς ἄν τις θαυμάσειε, (2) τὸν δὲ Τίμαιον εἴποι τις ἂν οὐ μόνον ἀνιστόρητον γεγονέναι περὶ τῶν κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ παιδαριώδη καὶ τελέως ἀσυλλόγιστον καὶ ταῖς ἀρχαίαις φήμαις ἀκμὴν ἐνδεδεμένον, ἃς παρειλήφαμεν, ὡς ἀμμώδους πάσης καὶ ξηρᾶς
5καὶ ἀκάρπου †ὑπαρχούσης τῆς Λιβύης. (3) ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ζώιων. (6) περὶ ὧν οὐ‐ δὲν ἱστορήσας Τίμαιος ὥσπερ ἐπίτηδες τἀναντία τοῖς κατ’ ἀλήθειαν ὑπάρ‐ χουσιν ἐξηγεῖται.

3b,566,F

82

ANON. De mul. 6 p. 215 West: Θειοσσώ. ταύτην φησὶ Τίμαιος κατὰ μὲν τὴν Φοινίκων γλώσσαν Ἐλίσσαν καλεῖσθαι, ἀδελφὴν δὲ εἶναι Πυγμαλίω‐ νος τοῦ Τυρίων βασιλέως, ὑφ’ ἧς φησι τὴν Καρχηδόνα τὴν ἐν Λιβύηι κτισθῆναι· τοῦ γὰρ ἀνδρὸς αὐτῆς ὑπὸ τοῦ Πυγμαλίωνος ἀναιρεθέντος, ἐνθεμένη τὰ χρή‐
5ματα εἰς σκάφας μετά τινων πολιτῶν ἔφευγε, καὶ πολλὰ κακοπαθήσασα τῆι Λιβύηι προσηνέχθη, καὶ ὑπὸ τῶν Λιβύων διὰ τὴν πολλὴν αὐτῆς πλάνην Δειδὼ προσηγορεύθη ἐπιχωρίως. κτίσασα δὲ τὴν προειρημένην πόλιν, τοῦ τῶν Λι‐ βύων βασιλέως θέλοντος αὐτὴν γῆμαι, αὐτὴ μὲν ἀντέλεγεν, ὑπὸ δὲ τῶν πολιτῶν συναναγκαζομένη, σκηψαμένη τελετήν τινα πρὸς ἀνάλυσιν ὅρκων ἐπιτελέσειν,
10πυρὰν μεγίστην ἐγγὺς τοῦ οἴκου κατασκευάσασα καὶ ἅψασα, ἀπὸ τοῦ δώματος αὑτὴν εἰς τὴν πυρὰν ἔρριψεν.

3b,566,F

83

PARTHEN. Narr. am. 29: Περὶ Δάφνιδος. ἱστορεῖ Τίμαιος Σικελικοῖς. ἐν Σικελίαι δὲ Δάφνις Ἑρμοῦ παῖς ἐγένετο, σύριγγι †δή τε δεξιῶς χρήσασθαι καὶ τὴν ἰδέαν ἐκπρεπής. οὗτος εἰς μὲν τὸν πολὺν ὅμιλον ἀνδρῶν οὐ κατήιει, βουκολῶν δὲ κατὰ τὴν Αἴτνην χείματος τε καὶ θέρους
5ἠγραύλει. τούτου λέγουσιν Ἐχεναίδα νύμφην ἐρασθεῖσαν, παρακελεύσασθαι αὐτῶι γυναικὶ μὴ πλησιάζειν· μὴ πειθομένου γὰρ αὐτοῦ, συμβήσεσθαι τὰς ὄψεις ἀποβαλεῖν. (2) ὁ δὲ χρόνον μέν τινα καρτερῶς ἀντεῖχεν, καίπερ οὐκ ὀλίγων ἐπιμαινομένων αὐτῶι, ὕστερον δὲ μία τῶν κατὰ τὴν Σικελίαν βασιλίδων οἴνωι πολλῶι δηλησαμένη αὐτόν, ἤγαγεν εἰς ἐπιθυμίαν αὐτῆι μιγῆναι· καὶ
10οὕτως ἐκ τοῦδε ὁμοίως Θαμύραι τῶι Θραικὶ δι’ ἀφροσύνην ἐπεπήρωτο.623

3b,566,F

84

SCHOL. APOLL. RHOD. 2, 399/401a: ἔνθα δ’ ἐπ’ ἠπείροιο Κυταιί‐ δος, ἠδ’ Ἀμαραντῶν / τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο / Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει] Κίρκαιον δὲ τόπος ἐστὶ τῆς Κολχίδος ἀπὸ Κίρκης τῆς Αἰήτου ἀδελφῆς ἢ πεδίον. οὐ δύναται δὲ ἀπὸ τῆς ἑτέρας Κίρκης ὠνομάσθαι·
5ἐγένοντο γὰρ Κίρκαι δύο, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐροῦμεν (—). καὶ Τίμαιος δέ φησι πεδίον ἐν Κόλχοις εἶναι Κίρκαιον.

3b,566,F

85

DIODOR. 4, 56, 3: οὐκ ὀλίγοι γὰρ τῶν τε ἀρχαίων συγγραφέων καὶ τῶν μεταγενεστέρων, ὧν ἐστι καὶ Τίμαιος, φασὶ τοὺς Ἀργοναύτας μετὰ τὴν τοῦ δέρους ἁρπαγὴν πυθομένους ὑπ’ Αἰήτου προκατειλῆφθαι ναυσὶ τὸ στόμα τοῦ Πόντου, πρᾶξιν ἐπιτελέσασθαι παράδοξον καὶ μνήμης ἀξίαν·
5ἀναπλεύσαντας γὰρ αὐτοὺς διὰ Τανάιδος ποταμοῦ ἐπὶ τὰς πηγάς, καὶ κατὰ τόπον τινὰ τὴν ναῦν διελκύσαντας, καθ’ ἑτέρου πάλιν ποταμοῦ τὴν ῥύσιν ἔχοντος εἰς τὸν Ὠκεανὸν καταπλεῦσαι πρὸς τὴν θάλατταν, ἀπὸ δὲ τῶν ἄρκτων ἐπὶ τὴν δύσιν κομισθῆναι, τὴν γῆν ἔχοντας ἐξ εὐωνύμων, καὶ πλησίον γενομένους Γα‐ δείρων εἰς τὴν καθ’ ἡμᾶς θάλατταν εἰσπλεῦσαι. (4) ἀποδείξεις δὲ τούτων
10φέρουσι, δεικνύντες τοὺς παρὰ τὸν ὠκεανὸν κατοικοῦντας Κελτοὺς σεβο‐ μένους μάλιστα τῶν θεῶν τοὺς Διοσκόρους· παραδόσιμον γὰρ αὐτοὺς ἔχειν ἐκ παλαιῶν χρόνων τὴν τούτων τῶν θεῶν παρουσίαν ἐκ τοῦ ὠκεανοῦ γεγενημένην. εἶναι δὲ καὶ τὴν παρὰ τὸν ὠκεανὸν χώραν οὐκ ὀλίγας ἔχουσαν προσηγορίας ἀπό τε τῶν Ἀργοναυτῶν καὶ τῶν Διοσκόρων. (5) παραπλησίως
15δὲ καὶ τὴν ἐντὸς Γαδείρων ἤπειρον ἔχειν ἐμφανῆ σημεῖα τῆς τούτων ἀνακομι‐ δῆς· περὶ μὲν γὰρ τὴν Τυρρηνίαν καταπλεύσαντας αὐτοὺς εἰς νῆσον τὴν ὀνο‐ μαζομένην Αἰθάλειαν, τὸν ἐν αὐτῆι λιμένα, κάλλιστον ὄντα τῶν ἐν ἐκείνοις τοῖς τόποις, Ἀργῶιον ἀπὸ τῆς νεὼς προσαγορεῦσαι, καὶ μέχρι τῶνδε τῶν χρόνων διαμένειν αὐτοῦ τὴν προσηγορίαν. (6) παραπλησίως δὲ τοῖς εἰρημένοις
20κατὰ μὲν τὴν Τυρρηνίαν ἀπὸ σταδίων ὀκτακοσίων τῆς Ῥώμης ὀνομάσαι λιμένα Τελαμῶνα, κατὰ δὲ Φορμίας τῆς Ἰταλίας Αἰήτην τὸν νῦν Καιήτην προσαγο‐ ρευόμενον. πρὸς δὲ τούτοις ὑπ’ ἀνέμων αὐτοὺς ἐκριφέντας εἰς τὰς Σύρτεις, καὶ μαθόντας παρὰ Τρίτωνος, τοῦ τότε βασιλεύοντος τῆς Λιβύης, τὴν ἰδιότητα τῆς θαλάττης, καὶ τὸν κίνδυνον ἐκφυγόντας, δωρήσασθαι χαλκοῦν τρίποδα
25τὸν ἀρχαίοις μὲν κεχαραγμένον γράμμασι, μέχρι δὲ τῶν νεωτέρων χρόνων διαμείναντα παρὰ τοῖς Εὐεσπερίταις. (7) οὐ παραλειπτέον δ’ ἡμῖν ἀνεξέλεγκτον τὴν ἱστορίαν τῶν ἀποφηναμένων τοὺς Ἀργοναύτας ἀνὰ τὸν Ἴστρον πλεύσαντας μέχρι τῶν πηγῶν κατενεχθῆναι διὰ τῆς ἀντιπροσώπου ῥύσεως πρὸς τὸν Ἀδριατικὸν κόλπον. (8) τούτους γὰρ ὁ χρόνος ἤλεγξεν ὑπολαβόντας τὸν ἐν τῶι Πόντωι πλείοσι στόμασιν
30ἐξερευγόμενον Ἴστρον καὶ τὸν εἰς τὸν Ἀδρίαν ἐκβάλλοντα τὴν ῥύσιν ἔχειν ἀπὸ τῶν αὐτῶν
τόπων· Ῥωμαίων γὰρ καταπολεμησάντων τὸ τῶν Ἴστρων ἔθνος, εὑρέθη τὰς πηγὰς ἔχων ὁ ποταμὸς ἀπὸ τετταράκοντα(») σταδίων τῆς θαλάττης. ἀλλὰ γὰρ τοῖς συγγραφεῦσιν αἰτίαν τῆς πλάνης φασὶ γενέσθαι τὴν ὁμωνυμίαν τῶν ποταμῶν.624

3b,566,F

86

SCHOL. APOLL. RHOD. 4, 786/7: Πλαγκταὶ πέτραι ἐν τῶι Πορ‐ θμῶι εἰσιν, ὡς Τίμαιος καὶ Πεισίστρατος ὁ Λιπαραῖος (574 F 1).

3b,566,F

87

SCHOL. APOLL. RHOD. 4, 1153/4: κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληί‐ ζεται ἄντρον / Μηδείης, ὅτι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν / τεινάμεναι ἑανοὺς εὐώδεας] τὸ Μάκριδος, ὃ νῦν ἱερὸν Μηδείας καλεῖται. Τιμαίου λέγοντος ἐν Κερκύραι τοὺς γάμους ἀχθῆναι, Διονύσιος
5ὁ Μιλήσιος ἐν β τῶν Ἀργοναυτῶν (32 F 3) ἐν Βυζαντίωι φησίν, Ἀντίμαχος δὲ ἐν Λύδηι (F 64 Wyss) ἐν Κόλχοις πλησίον τοῦ ποταμοῦ μιγῆναι.

3b,566,F

88

SCHOL. APOLL. RHOD. 4, 1217/9b: Μοιράων δ’ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται / καὶ νυμφέων Νομίοιο καθ’ ἱερὸν Ἀπόλλωνος / βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ’ ἰοῦσιν / Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δ’ ὄπασσεν / Ἀρήτη] Τίμαιος περὶ τῆς θυσίας ἱστορεῖ, ἔτι καὶ νῦν λέγων ἄγεσθαι
5κατ’ ἐνιαυτόν, Μηδείας πρῶτον θυσάσης ἐν τῶι Ἀπόλλωνος ἱερῶι. καὶ βω‐ μοὺς δέ φησι μνημεῖα τῶν γάμων ἱδρύσασθαι σύνεγγυς μὲν τῆς θαλάσσης, οὐ μακρὰν δὲ τῆς πόλεως· ὀνομάζουσι δὲ τὸν μὲν Νυμφῶν, τὸν δὲ Νηρείδων.

3b,566,F

89

DIODOR. 4, 21: Ἡρακλῆς δὲ διελθὼν τήν τε τῶν Λιγύων καὶ τὴν τῶν Τυρρηνῶν χώραν, καταντήσας πρὸς τὸν Τίβεριν ποταμὸν κατεστρατοπέ‐ δευσεν οὗ νῦν ἡ Ῥώμη ἐστίν ..... (5) ὁ δ’ οὖν Ἡρακλῆς ἀπὸ τοῦ Τιβέρεως ἀναζεύξας καὶ διεξιὼν τὴν παράλιον τῆς νῦν Ἰταλίας ὀνομαζομένης, κατήντησεν εἰς τὸ
5Κυμαῖον πεδίον, ἐν ὧι μυθολογοῦσιν ἄνδρας γενέσθαι ταῖς τε ῥώμαις προέ‐ χοντας καὶ ἐπὶ παρανομίαι διωνομασμένους, οὓς ὀνομάζεσθαι γίγαντας. ὠνο‐ μάσθαι δὲ καὶ τὸ πεδίον τοῦτο Φλεγραῖον ἀπὸ τοῦ λόφου τοῦ τὸ παλαιὸν ἐκφυ‐ σῶντος ἄπλατον πῦρ παραπλησίως τῆι κατὰ τὴν Σικελίαν Αἴτνηι· καλεῖται δὲ νῦν ὁ τόπος Οὐεσούιος, ἔχων πολλὰ σημεῖα τοῦ κεκαῦσθαι κατὰ τοὺς ἀρχαίους χρόνους.
10(6) τοὺς δ’ οὖν γίγαντας πυθομένους τὴν Ἡρακλέους παρουσίαν, ἀθροισθῆναι πάντας καὶ παρατάξασθαι τῶι προειρημένωι· θαυμαστῆς δὲ γενομένης μάχης .... φασὶ τὸν Ἡρακλέα, συμμαχούντων αὐτῶι τῶν θεῶν, κρατῆσαι τῆι μάχηι καὶ τοὺς πλείστους ἀνελόντα τὴν χώραν ἐξημερῶσαι. (7) μυθολογοῦνται δ’ οἱ γίγαντες γηγενεῖς γεγονέναι διὰ τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ σῶμα μεγέ‐
15θους. καὶ περὶ μὲν τῶν ἐν Φλέγραι φονευθέντων γιγάντων τοιαῦτα μυθολογοῦσί τινες, οἷς καὶ Τίμαιος ὁ συγγραφεὺς ἠκολούθησεν.

3b,566,F

90

DIODOR. 4, 22, 6: ὁ δ’ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν Πορθμὸν
κατὰ τὸ στενώτατον τῆς θαλάττης, τὰς μὲν βοῦς ἐπεραίωσεν εἰς τὴν Σικελίαν, αὐτὸς δὲ ταύρου κέρως λαβόμενος διενήξατο τὸν πόρον, ὄντος τοῦ διαστήματος σταδίων τριῶν καὶ δέκα, ὡς Τίμαιός φησιν.625

3b,566,F

91

SCHOL. A HOM. Il. Σ 486: τὰς μὲν κατηστερισμένας ἐν τῶι μετώπωι τοῦ ταύρου Ὑάδας φασὶν εἰρῆσθαι, τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς Πληιάδας καλεῖσθαι. Ἄτλαντος γὰρ τοῦ Ἰαπετοῦ καὶ Αἴθρας τῆς Ὠκεανοῦ, καθά φησιν Τίμαιος, θυγατέρες δώδεκα καὶ υἱὸς Ὕας. τοῦτον ἐν Λιβύηι κυνη‐
5γετοῦντα ὄφις κτείνει· καὶ αἱ μὲν ε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, τὰς δὲ λοιπὰς δι’ οἶκτον καταστερίσας Ζεὺς Ὑάδας ἐπωνόμασεν ἐπωνυμίαι τοῦ ἀδελφοῦ· αἱ δὲ πλείους ζ βραδέως μέν, πλὴν ἀποθανοῦσαι Πληιάδες εἴρηνται. Φερεκύδης δὲ (3 F 90) ...

3b,566,F

92

SCHOL. PINDAR. Ol. 2, 15a: Θήρωνα ... ἔρεισμ’ Ἀκράγαντος, εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν· καμόντες οἳ πολλὰ θυμῶι ἱερὸν ἔσχον οἴκημα ποταμοῦ] οἱ πρόγονοι τοῦ Θήρωνος ἔσχον τὴν Ἀκράγαντα· οἴκημα γὰρ ποταμοῦ τοῦ Ἀκράγαντος, καὶ τὴν πόλιν ὁμοίως καλεῖσθαι. οἱ
5δὲ Ἀκραγαντῖνοι Γελώιων εἰσὶν ἄποικοι, ὥστε τὸ ‘πατέρων ἄωτον‘ λέγει ἐπὶ τῶν Θήρωνος προγόνων, οἳ οὐχ ἁπλῶς εἰς τὴν Γέλαν μετῆραν, ἀλλὰ εὐθὺς ἀπὸ Ῥόδου εἰς τὴν Ἀκράγαντα. καὶ τοῦτο ἐξ αὐτοῦ Πινδάρου σαφηνίζεται, ὡς καὶ Τίμαιός φησι.

3b,566,F

93a

SCHOL. PINDAR. Ol. 2 inscr. p. 58, 12 Dr: γέγραπται Θήρωνι Ἀκραγαντίνωι ἅρματι νικήσαντι τὴν οϛ ὀλυμπιάδα· ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῶι τυράννωι, δοὺς αὐτῶι τὴν θυγατέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον ὠνομάσθη νόμισμα.
5καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος θυγατέρα ἔγημε, καθ’ ἅ φησι Τίμαιος.

3b,566,F

93b

——2, 29d: ζητεῖται, δι’ ἣν αἰτίαν εὐξάμενος τῶι Θήρωνι τὰ κάλλιστα, κατάπαυσιν τῶν πραχθέντων δεινῶν αἰτεῖται τὸν Δία. καὶ ὁ μὲν Ἀρίσταρχός φησι διὰ τὸ κεκμηκέναι τοὺς τοῦ Θήρωνος πατέρας κατὰ τὴν Ῥόδον, τῶν πραγμάτων στασιαζομένων, καὶ
5οὕτω τὴν μετοικίαν εἰς τὴν Σικελίαν στειλαμένων, ὁ δὲ Δίδυμος (p. 215 Schm) τὸ ἀκριβέστερον τῆς ἱστορίας ἐκτίθεται, μάρτυρα Τίμαιον τὸν
συντάξαντα τὰ περὶ τῆς Σικελίας προφερόμενος. ἡ δὲ ἱστορία οὕτως ἔχει· Θήρων ὁ τῶν Ἀκραγαντίνων βασιλεὺς Γέλωνι τῶι Ἱέρωνος ἀδελφῶι ἐπικηδεύσας γάμωι συνάπτει τὴν ἑαυτοῦ626
10θυγατέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα ἐν Σικελίαι. τοῦ δὲ Γέλωνος τελευτᾶν τὸν βίον μέλλοντος, Πολύ‐ ζηλος ὁ ἀδελφὸς τὴν στρατηγίαν καὶ τὴν γαμετὴν τοῦ ἀδελφοῦ διαδέχεται κατὰ τὰς Γέλωνος προστάξεις, ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆδος εἰς τὸν Πολύζηλον μετατεθεῖσθαι. λαμπρῶι
15δὲ αὐτῶι καὶ περιβλέπτωι τυγχάνοντι κατὰ τὴν Σικελίαν, Ἱέ‐ ρων φθονήσας ὁ ἀδελφὸς καὶ πρόφασιν σκηψάμενος τὸν πρὸς Συβαρίτας πόλεμον, ἀπελαύνει τῆς πατρίδος· ἀλλὰ καὶ τοῦτον κατώρθωσε τὸν πόλεμον ὁ Πολύζηλος. ὁ δὲ μὴ φέρων γυμνό‐ τερον αὐτοῦ κατηγορεῖν, ἐπειρᾶτο νεωτερισμο, καὶ οὕτω τὸν
20Θήρωνα, ὑπεραγανακτήσαντα θυγατρὸς ἅμα καὶ γαμβρο, συρ‐ ρῆξαι πρὸς Ἱέρωνα πόλεμον παρὰ Γέλαι τῶι Σικελιωτικῶι ποταμῶι, οὗ Καλλίμαχος (F 361 Schn = F 43, 48 Pf) μέμνηται «οἶδα Γέλα ποταμοῦ κεφαλῆι ἐπικείμενον ἄστυ». μή γε μὴν εἰς βλάβην μήδε εἰς τέλος προχωρῆσαι τὸν πόλεμον· φασὶ γὰρ τότε Σιμωνίδην
25τὸν λυρικὸν περιτυχόντα διαλῦσαι τοῖς βασιλεῦσι τὴν ἔχθραν. τούτοις οἰκείως τοῖς φθάσασιν εὔχεσθαι τῶι Διί φησι τὸν Πίνδαρον ὁ Δίδυμος, ὥστε λοιπὸν αὐτοῖς εἰρηναῖον εἶναι τὸν βίον.

3b,566,F

94

POLYB. 12, 26b: ὅτι Γέλωνος ἐπαγγελλομένου τοῖς Ἕλλησι δισμυρίοις πεζοῖς, διακοσίαις δὲ ναυσὶ καταφράκτοις βοηθήσειν, ἐὰν αὐτῶι τῆς ἡγεμονίας [ἢ τῆς ἡγεμονίας] ἢ τῆς κατὰ γῆν ἢ τῆς κατὰ θάλατταν παρα‐ χωρήσωσι, φασὶ τοὺς προκαθημένους ἐν Κορίνθωι τῶν Ἑλλήνων πραγματι‐
5κώτατον ἀπόκριμα δοῦναι τοῖς παρὰ τοῦ Γέλωνος πρεσβευταῖς· (2) ἐκέλευον γὰρ ὡς ἐπίκουρον ἔρχεσθαι τὸν Γέλωνα μετὰ τῶν δυνάμεων, τὴν δ’ ἡγεμονίαν ἀνάγκηι τὰ πράγματα περιθήσειν τοῖς ἀρίστοις τῶν ἀνδρῶν. (3) τοῦτο δ’ 〈οὔκ〉 ἐστι τῶν καταφευγόντων ἐπὶ τὰς Συρακουσίων ἐλπίδας, ἀλλὰ πιστευόν‐ των αὑτοῖς καὶ προκαλουμένων τὸν βουλόμενον εἰς τὸν τῆς ἀνδρείας ἀγῶνα
10καὶ τὸν περὶ τῆς ἀρετῆς στέφανον. (4) ἀλλ’ ὅμως Τίμαιος εἰς ἕκαστα τῶν προειρημένων τοσούτους ἐντείνει λόγους καὶ τοσαύτην
ποιεῖται σπουδὴν περὶ τοῦ τὴν μὲν Σικελίαν μεγαλομερεστέραν ποιῆσαι τῆς συμπάσης Ἑλλάδος, τὰς δὲ ἐν αὐτῆι πράξεις ἐπι‐ φανεστέρας καὶ καλλίους τῶν κατὰ τὴν ἄλλην οἰκουμένην, τῶν627
15δ’ ἀνδρῶν τῶν μὲν σοφίαι διενηνοχότων σοφωτάτους τοὺς ἐν Σικελίαι, τῶν δὲ πραγματικῶν ἡγεμονικωτάτους καὶ θειοτάτους τοὺς ἐκ Συρακουσσῶν, (5) ὥστε μὴ καταλιπεῖν ὑπερβολὴν τοῖς μειρα‐ κίοις τοῖς ἐν ταῖς διατριβαῖς καὶ τοῖς τόποις πρὸς τὰς παραδόξους ἐπιχειρήσεις, ὅταν ἢ Θερσίτου λέγειν ἐγκώμιον ἢ Πηνελόπης προθῶνται ψόγον ἤ τινος ἑτέ‐
20ρου τῶν τοιούτων.

3b,566,F

95

TZETZ. Chil. 4, 266: Γέλωνα Συρακούσιον καθ’ ὕπνους δὲ βο‐ ῶντα / (κεραυνοβλὴς γὰρ ἔδοξεν ὀνείροις γεγονέναι) / ὁ κύων θορυβούμενον ἀμέτρως γνοὺς ἐκεῖνον, / καθυλακτῶν οὐκ ἔληξεν, ἕως ἐγείρει τοῦτον. / τοῦτον ἐξέσωσέ ποτε καὶ λύκος ἐκ θανάτου· / σχολῆι προσκαθημένου γὰρ ἔτι παιδίου
5ὄντος, / λύκος ἐλθὼν ἀφήρπαξε τὴν δέλτον τὴν ἐκείνου· / τοῦ δὲ δραμόντος πρὸς αὐτὸν τὸν λύκον καὶ τὴν δέλτον, / κατασεισθεῖσα ἡ σχολὴ βαθρόθεν κατα‐ πίπτει, / καὶ σύμπαντας ἀπέκτεινε παῖδας σὺν διδασκάλωι. / τῶν παίδων δὲ τὸν ἀριθμὸν οἱ συγγραφεῖς βοῶσι, / Τίμαιοι, Διονύσιοι (—), Διόδωροι (10, 29) καὶ Δίων (—), / πλείω τελοῦντα ἑκατόν· τὸ δ’ ἀκριβὲς οὐκ οἶδα.

3b,566,F

96

SCHOL. PINDAR. Ol. 6, 158: Ἱέρων καθαρῶι σκάπτωι διέπων] (a) ἱερωσύνην 〈εἶχεν〉 ὁ Ἱέρων Δήμητρος καὶ Κόρης καὶ Διὸς Αἰτναίου ἐν Σικελίαι ἐκ διαδοχῆς 〈Τη〉λίνου τοῦ προγόνου †αὐτῶν ... (c) ὁ δὲ Δίδυμος (p. 219 Schm)· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν
5θεῶν (?) ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος. καὶ παρατίθεται τὰ Φιλίστου (556 F 49) καὶ τὰ Τιμαίου.

3b,566,F

97

SCHOL. PINDAR. Pyth. 1, 112: Δεινομένης δὲ υἱὸς Ἱέρωνος ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς κατὰ Φίλιστον (556 F 50) καὶ Τίμαιον· ἐκ γὰρ τῆς Ἀναξιλάου θυγατρὸς καὶ τῆς Θήρωνος ἀνεψιᾶς οὐκ ἐπαιδοποίησεν ὁ Ἱέρων, προγαμήσας ταύτην. ὅθεν ἐστὶ καὶ ὁ παῖς ὁμώνυμος
5τῶι πάππωι· Δεινομένης γὰρ πατὴρ Ἱέρωνος.

3b,566,F

98

SCHOL. LYKOPHR. Al. 732: φησὶ Τίμαιος Διότιμον τὸν Ἀθη‐ ναίων ναύαρχον παραγενόμενον εἰς Νεάπολιν, κατὰ χρησμὸν θῦσαι τῆι Παρθε‐ νόπηι καὶ δρόμον ποιῆσαι λαμπάδος· διὸ καὶ μέχρι τοῦ νῦν τῆς λαμπάδος ἀγῶνα 〈ἐτησίωσ〉 τελεῖσθαι παρὰ τοῖς Νεαπολίταις.

3b,566,F

99

CORNEL. NEP. Alkib. 11, 1: hunc infamatum a plerisque tres gravissimi historici summis laudibus extulerunt: Thucydides, qui eiusdem aetatis fuit, Theopompus (115 F 288) post aliquanto natus, et Timaeus, qui quidem duo maledicentissimi nescio quo modo in illo uno628
5laudando consentiunt. (2) namque ea quae supra scripsimus de eo praedi‐ carunt atque hoc amplius: cum Athenis, splendidissima civitate, natus esset, omnes splendore ac dignitate superasse vitae; (3) postquam inde expulsus Thebas venerit, adeo studiis eorum inservisse, ut nemo eum labore corpo‐ risque viribus posset aequiperare (omnes enim Boeotii magis firmitati cor‐
10poris quam ingenii acumini inserviunt); (4) eundem apud Lacedaemonios, quorum moribus summa virtus in patientia ponebatur, sic duritiae se dedisse, ut parsimonia victus atque cultus omnes Lacedaemonios vinceret. fuisse apud Thracas, homines vinolentos rebusque veneriis deditos: hos quoque in his rebus antecessisse. (5) venisse ad Persas, apud quos summa
15laus esset fortiter venari, luxuriose vivere: horum sic imitatum consuetudinem, ut illi ipsi eum in his maxime admirarentur. (6) quibus rebus effecisse ut apud quoscumque esset, princeps poneretur habereturque carissimus.

3b,566,F

100a

PLUTARCH. Nikias 19, 5: Τίμαιος δὲ καὶ τοὺς Σικελιώτας φησὶν ἐν μηδενὶ λόγωι ποιεῖσθαι τὸν Γύλιππον, ὕστερον μὲν αἰσχροκέρδειαν αὐτοῦ καὶ μικρολογίαν καταγνόντας, ὡς δὲ πρῶτον ὤφθη, σκώπτοντας εἰς τὸν τρίβωνα καὶ τὴν κόμην. εἶτα μέντοι φησὶν αὐτός, ὅτι τῶι Γυλίππωι φανέντι
5καθάπερ γλαυκὶ πολλοὶ προσέπτησαν ἑτοίμως στρατευόμενοι.

3b,566,F

100b

——28: ἐκκλησίας δὲ πανδήμου Συρακουσίων καὶ τῶν συμμάχων γενομένης, Εὐρυ‐ κλῆς ὁ δημαγωγὸς ἔγραψε .... (2) ... τῶν δ’ Ἀθηναίων τοὺς μὲν οἰκέτας ἀποδόσθαι καὶ τοὺς ἄλλους συμμάχους, αὐτοὺς δὲ καὶ τοὺς ἀπὸ Σικελίας
5φρουρεῖν ἐμβαλόντας εἰς τὰς λατομίας πλὴν τῶν στρατηγῶν, ἐκείνους δ’ ἀποκτεῖναι. (3) ταῦτα προσδεχομένων τῶν Συρακουσίων, Ἑρμοκράτης μὲν εἰπὼν ὅτι τοῦ νικᾶν κρεῖττόν ἐστι τὸ καλῶς χρῆσθαι τῆι νίκηι, οὐ μετρίως ἐθο‐ ρυβήθη, Γύλιππον δὲ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων ἐξαιτούμενον ζῶντας ἀγαγεῖν Λακεδαιμονίοις, ὑβρίζοντες ἤδη τοῖς εὐτυχήμασιν κακῶς ἔλεγον,
10ἄλλως τε καὶ παρὰ τὸν πόλεμον αὐτοῦ τὴν τραχύτητα καὶ τὸ Λακωνικὸν τῆς ἐπιστασίας οὐ ῥαιδίως ἐνηνοχότες· (4) ὡς δὲ Τίμαιός φησι, καὶ μικρολογίαν τινὰ καὶ πλεονεξίαν κατεγνωκότες, ἀρρώστημα πατρῶιον ἐφ’ ὧι καὶ Κλεαν‐ δρίδης ὁ πατὴρ αὐτοῦ δώρων ἁλοὺς ἔφυγε, καὶ οὗτος αὐτὸς ἀπὸ τῶν χιλίων ταλάντων, ἃ Λύσανδρος ἔπεμψεν εἰς Σπάρτην, ὑφελόμενος τριάκοντα καὶ
15κρύψας ὑπὸ τὸν ὄροφον τῆς οἰκίας, εἶτα μηνυθεὶς αἴσχιστα πάντων ἐξέπεσεν.629

3b,566,F

100c

—Timol. 41, 4: Τίμαιος δὲ καὶ Γύλιππον ἀκλεῶς φησι καὶ ἀτίμως ἀπο‐ πέμψαι Συρακοσίους, φιλοπλουτίαν αὐτοῦ καὶ ἀπληστίαν ἐν τῆι στρατηγίαι κατεγνωκότας.

3b,566,F

101

PLUTARCH. Nikias 28, 5: Δημοσθένην δὲ καὶ Νικίαν ἀποθα‐ νεῖν Τίμαιος οὔ φησιν ὑπὸ Συρακουσίων κελευσθέντας, ὡς Φίλιστος (556 F 55) ἔγραψε καὶ Θουκυδίδης (7, 86, 2), ἀλλ’ Ἑρμοκράτους πέμψαντος ἔτι τῆς ἐκκλησίας συνεστώσης, καὶ δι’ ἑνὸς τῶν φυλάκων παρέντος αὐτοὺς δι’ αὑτῶν
5ἀποθανεῖν· τὰ μέντοι σώματα πρὸς ταῖς πύλαις ἐκβληθέντα κεῖσθαι φανερὰ τοῖς δεομένοις τοῦ θεάματος.

3b,566,F

102a

ANON. Π. ὑψ. 4, 3: (T 23) τοῖς δὲ Ἀθηναίοις ἁλοῦσιν περὶ Σικελίαν τίνα τρόπον ἐπιφωνεῖ; ὅτι «εἰς τὸν Ἑρμῆν ἀσεβήσαντες καὶ περικόψαντες αὐτοῦ τὰ ἀγάλματα, διὰ τοῦτ’ ἔδωκαν δίκην, οὐχ ἥκιστα δι’ ἕνα ἄνδρα, ὃς ἀπὸ τοῦ παρανομηθέντος διὰ
5πατέρων ἦν, Ἑρμοκράτη τὸν Ἕρμωνος».

3b,566,F

102b

PLUTARCH. Nikias 1, 2: (T 18) πολλαχοῦ δ’ ὑπορρέων εἰς τὸν Ξέναρχον, ὥσπερ ὅταν λέγηι τοῖς Ἀθηναίοις οἰωνὸν ἡγήσασθαι (?) γεγονέναι τὸν ἀπὸ τῆς νίκης ἔχοντα τοὔνομα στρατηγὸν ἀντειπόντα πρὸς τὴν στρατη‐
5γίαν· καὶ τῆι περικοπῆι τῶν Ἑρμῶν προσημαίνειν αὐτοῖς τὸ δαι‐ μόνιον, ὡς ὑφ’ Ἑρμοκράτους τοῦ Ἕρμωνος πλεῖστα πείσονται παρὰ τὸν πόλεμον· (3) ἔτι δ’ εἰκὸς εἶναι τὸν Ἡρακλέα τοῖς μὲν Συρακουσίοις βοηθεῖν διὰ τὴν Κόρην, παρ’ ἧς ἔλαβε τὸν Κέρβερον, ὀργίζεσθαι δὲ τοῖς Ἀθηναίοις, ὅτι τοὺς Αἰγεστέας,
10ἀπογόνους ὄντας Τρώων, ἔσωιζον, αὐτὸς δ’ ὑπὸ Λαομέδοντος ἀδικηθεὶς ἀνάστατον ἐποίησε τὴν πόλιν.

3b,566,F

103

DIODOR. 13, 54, 5: εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος (70 F 201) ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῶι πλείους τῶν δέκα μυριάδων.

3b,566,F

104

DIODOR. 13, 60, 5: λαμπρῶς δ’ αὐτῶν ἀγωνιζομένων, οἱ βάρβαροι .... πρὸς φυγὴν ἐτράπησαν· τούτων δ’ οὐδενὶ κόσμωι φευγόντων πρὸς τοὺς ἐπὶ τῶν λόφων στρατοπεδεύοντας, ἐπηκολούθουν ἀλλήλοις παρακελευόμενοι μηδένα
5ζωγρεῖν, καὶ πλείους ἀνεῖλον τῶν ἑξακισχιλίων, ὡς Τίμαιος, ὡς δ’ Ἔφορός
φησι (70 F 202), δισμυρίων.630

3b,566,F

105

PLUTARCH. Quaest. conv. 8, 1, 1, p. 717 C: οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέραι, καθ’ ἣν οἱ Ἕλλη‐ νες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον, ἀποθανόντος δὲ καθ’ ἣν † ἐγεν‐ νήθη Διονύσιος ὁ πρεσβύτερος τῶν ἐν Σικελίαι τυράννων, ἅμα τῆς Τύχης, ὡς
5Τίμαιος ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης.

3b,566,F

106

DIODOR. 13, 108, 4: ἐχόντων δὲ τῶν Γελώιων ἐκτὸς τῆς πό‐ λεως Ἀπόλλωνος ἀνδριάντα χαλκοῦν σφόδρα μέγαν, συλήσαντες αὐτὸν ἀπέ‐ στειλαν εἰς τὴν Τύρον. τοῦτον μὲν οἱ Γελῶιοι κατὰ τὸν τοῦ θεοῦ χρησμὸν
5ἀνέθηκαν, οἱ δὲ Τύριοι καθ’ ὃν καιρὸν ὕστερον ὑπ’ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐπολιορκοῦντο, καθύβριζον ὡς συναγωνιζόμενον τοῖς πολεμίοις. Ἀλεξάνδρου δ’ ἑλόντος τὴν πόλιν, ὡς Τίμαιός φησι, κατὰ τὴν ὁμώνυμον ἡμέραν καὶ τὴν αὐτὴν ὥραν ἐν ἧι Καρχηδόνιοι τὸν Ἀπόλλωνα περὶ Γέλαν ἐσύλησαν, συνέβη τιμηθῆναι θυσίαις καὶ προσόδοις ταῖς μεγίσταις τῶν Ἑλλήνων ὡς αἴτιον
10γεγενημένον τῆς ἁλώσεως. (5) ταῦτα μὲν οὖν καίπερ ἐν ἄλλοις πραχθέντα χρόνοις, οὐκ ἀνεπιτήδειον ἡγησάμεθα παρ’ ἄλληλα θεῖναι διὰ τὸ παράδοξον.

3b,566,F

107

DIODOR. 13, 109: Διονύσιος δ’ ὁ τῶν Συρακοσίων τύραννος μεταπεμψάμενος παρὰ τῶν ἐξ Ἰταλίας Ἑλλήνων βοήθειαν, ἐξῆγε καὶ παρὰ τῶν ἄλλων συμμάχων δύναμιν· ἐπέλεξε δὲ καὶ τῶν Συρακοσίων τοὺς πλείστους τῶν ἐν ἡλικίαι, καὶ τοὺς μισθοφόρους κατέλεξεν εἰς τὸ στρατόπεδον. (2) εἶχε
5δὲ τοὺς ἅπαντας, ὡς μέν τινες, πεντακισμυρίους, ὡς δὲ Τίμαιος ἀνέγραψε, πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ χιλίους, ναῦς δὲ καταφράκτους πεντήκοντα.

3b,566,F

108

DIODOR. 14, 54, 5: καὶ πέρας ἤθροι‐ σαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους χωρὶς τῶν ἁρμάτων (ταῦτα δ’ ἦσαν τετρακόσια), ναῦς δὲ μακρὰς μὲν τετρακοσίας,
5τὰς δὲ τὸν σῖτον καὶ τὰ μηχανήματα καὶ τὴν ἄλλην ὑπηρεσίαν παρακομιζούσας πλείους τῶν ἑξακοσίων, καθάπερ φησὶν Ἔφορος (70 F 204). (6) Τίμαιος μὲν γὰρ τὰς ἐκ τῆς Λιβύης περαιωθείσας δυνάμεις οὐ πλείω φησὶν εἶναι δέκα μυριάδων, καὶ πρὸς ταύταις ἑτέρας τρεῖς ἀποφαίνεται κατὰ Σικελίαν στρατο‐ λογηθείσας.

3b,566,F

109

PLUTARCH. Dion 6, 2: ἐπεὶ δὲ νοσῶν ἔδοξεν ὁ Διονύσιος ἀβιώτως ἔχειν, ἐπεχείρησεν αὐτῶι διαλέγεσθαι περὶ τῶν ἐκ τῆς Ἀριστομάχης
τέκνων ὁ Δίων. (3) οἱ δ’ ἰατροὶ τῶι μέλλοντι τὴν ἀρχὴν διαδέχεσθαι χαριζόμε‐ νοι, καιρὸν οὐ παρέσχον· ὡς δὲ Τίμαιός φησι, καὶ φάρμακον ὑπνωτικὸν αἰ‐631
5τοῦντι δόντες ἀφείλοντο τὴν αἴσθησιν αὐτοῦ, θανάτωι συνάψαντες τὸν ὕπνον.

3b,566,F

110

POLYB. 12, 4a, 3: (T 19 p. 584, 13) Ἐφόρου δὲ †πάλιν ὅταν καταψεύδηται, φάσκων λέγειν αὐτὸν ὅτι Διονύσιος ὁ πρεσβύτερος παρελάμ‐ βανεν τὴν ἀρχὴν ἐτῶν εἴκοσι τριῶν ὑπάρχων, δυναστεῦσαι δὲ τετταράκοντα καὶ δύο, μεταλλάξαι δὲ τὸν βίον προσλαβὼν τοῖς ἑξήκοντα τρία. (4) τοῦτο γὰρ
5οὐδεὶς ἂν εἴπειεν δή που τοῦ συγγραφέως εἶναι τὸ διατύπωμα, τοῦ δὲ γραφέως ὁμολογουμένως.

3b,566,F

111

POLYB. 12, 24, 3: (F 152) τὸν δ’ αὐτὸν τρόπον ἐπὶ τοῦ Διονυ‐ σίου τοῦ τυράννου κλινοκοσμοῦντος καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζομένου συνεχῶς (scil. λέγει διαφαίνειν τὴν ἑαυτοῦ φύσιν).

3b,566,F

112

ATHEN. 5, 40 p. 206 E: Τίμαιος δ’ ἐπὶ τῆι πυρᾶι τῆι κατα‐ σκευασθείσηι Διονυσίωι τῶι Σικελίας τυράννωι (scil. θαυμάζεται).

3b,566,F

113

PLUTARCH. Dion 14, 4: ἐκ τούτων ὑποψίας πρῶτον, εἶτα καὶ φανερωτέρας ὀργῆς καὶ διαφορᾶς γενομένης, ἐκομίσθη τις ἐπιστολὴ κρύφα πρὸς Διονύσιον, ἣν ἐγεγράφει Δίων πρὸς τοὺς Καρχηδονίων ἐπιμελητάς, κε‐ λεύων ὅταν Διονυσίωι περὶ τῆς εἰρήνης διαλέγωνται, μὴ χωρὶς αὐτοῦ ποιή‐
5σασθαι τὴν ἔντευξιν, ὡς πάντα θησομένους ἀμεταπτώτως δι’ αὐτοῦ. (5) ταύ‐ την ἀναγνοὺς Διονύσιος Φιλίστωι, καὶ μετ’ ἐκείνου βουλευσάμενος, ὥς φησι Τίμαιος, ὑπῆλθε τὸν Δίωνα πεπλασμέναις διαλύσεσι. (6) καὶ μέτρια σκηψά‐ μενος, διαλάττεσθαί τε φήσας, μόνον τ’ ἀπαγαγὼν ὑπὸ τὴν ἀκρόπολιν πρὸς τὴν θάλασσαν, ἔδειξε τὴν ἐπιστολὴν, καὶ κατηγόρησεν ὡς συνισταμένου μετὰ
10Καρχηδονίων ἐπ’ αὐτόν. (7) ἀπολογεῖσθαι δὲ βουλομένου τοῦ Δίωνος, οὐκ ἀνασχόμενος, ἀλλ’ εὐθὺς ὡς εἶχεν ἐνθέμενος εἰς ἀκάτιον, προσέταξε τοῖς ναύταις κομίζοντας αὐτὸν ἐκθεῖναι περὶ τὴν Ἰταλίαν.

3b,566,F

114

PLUTARCH. Dion 31, 2: κήρυκες δὲ παρὰ τοῦ Διονυσίου κα‐ τέβαινον ἐπιστολὰς πρὸς Δίωνα παρὰ τῶν οἰκείων γυναικῶν κομίζοντες. μία δ’ ἦν ἔξωθεν ἐπιγεγραμμένη ‘τῶι πατρὶ παρ’ Ἱππαρίνου‘· τοῦτο γὰρ ἦν ὄνομα τῶι Δίωνος υἱῶι. (3) καίτοι φησὶ Τίμαιος Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς
5Ἀρέτης καλεῖσθαι· Τιμωνίδηι δὲ μᾶλλον (561 F 1), ὡς οἴομαι, περί γε τούτων πιστευτέον ....

3b,566,F

115

PLUTARCH. Dion 35, 6: (Timonides 561 F 2) ἔτι δὲ μᾶλ‐ λον ἐφυβρίζων ὁ Τίμαιος ἐκ τοῦ σκέλους φησὶ τοῦ χωλοῦ τὰ παιδάρια τὸν νεκρὸν ἐφαψάμενα τοῦ Φιλίστου σύρειν διὰ τῆς πόλεως, χλευαζόμενον ὑπὸ τῶν Συρα‐
κοσίων πάντων, ὁρώντων τοῦ σκέλους ἑλκόμενον τὸν εἰπόντα μὴ δεῖν ἐκ τυ‐632
5ραννίδος φεύγειν Διονύσιον ἵππωι ταχεῖ χρώμενον, ἀλλὰ τοῦ σκέλους ἑλκό‐ μενον. (7) καίτοι τοῦτο Φίλιστος (556 F 59) ὡς ὑφ’ ἑτέρου λεχθέν, οὐχ ὑφ’ αὑτοῦ, πρὸς Διονύσιον ἐξήγγελκεν (folgt F 154).

3b,566,F

116

PLUTARCH. Timoleon 4, 5 (Clem. Al. Strom. 1, 135, 1): βαρέως φέρων ὁ Τιμολέων καὶ συμφορὰν ποιούμενος ἑαυτοῦ τὴν ἐκείνου κακίαν, ἐπεχείρησε μὲν αὐτῶι διαλέγεσθαι .... (6) ἀπωσαμένου δ’ ἐκείνου καὶ καταφρονήσαντος,
5οὕτω παραλαβὼν τῶν μὲν οἰκείων Αἰσχύλον, ἀδελφὸν ὄντα τῆς Τιμοφάνους γυναικός, τῶν δὲ φίλων τὸν μάντιν, ὃν Σάτυρον μὲν Θεόπομπος (115 F 334), Ἔφορος (70 F 221) δὲ καὶ Τίμαιος Ὀρθαγόραν ὀνομάζουσιν, καὶ διαλιπὼν ἡμέρας ὀλίγας, αὖθις ἀνέβη πρὸς τὸν ἀδελφόν· (7) καὶ περιστάντες αὐτὸν οἱ τρεῖς, καθικέτευον ἀλλὰ νῦν γε χρησάμενον λογισμῶι μεταβαλέσθαι. (8) τοῦ
10δὲ Τιμοφάνους πρῶτον μὲν αὐτῶν καταγελῶντος, ἔπειτα δὲ πρὸς ὀργὴν ἐκφε‐ ρομένου καὶ χαλεπαίνοντος, ὁ μὲν Τιμολέων ἀποχωρήσας μικρὸν αὐτοῦ καὶ συγκαλυψάμενος εἱστήκει δακρύων, ἐκεῖνοι δὲ τὰ ξίφη σπασάμενοι ταχὺ διαφθείρουσι αὐτόν.

3b,566,F

117

POLYB. 12, 4a, 2 (T 19 p. 584, 12/3) ἐν αἷς Θεοπόμπου μὲν κατηγορεῖ, διότι Διονυσίου ποιησαμένου τὴν ἀνακομιδὴν ἐκ Σικελίας εἰς Κό‐ ρινθον ἐν μακρᾶι νηί, Θεόπομπός (115 F 341) φησιν ἐν στρογγύληι παραγε‐ νέσθαι τὸν Διονύσιον.

3b,566,F

118

PLUTARCH. Quaest. cov. 5, 3, 2 p. 676 D: ἱστορεῖ δὲ καὶ Τί‐ μαιος ὁ συγγραφεύς, ὅτι Κορινθίοις ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλον ἡμίονοι σέλινα κομίζοντες· οἰωνισα‐ μένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπι‐
5κήδειον εἶναι, καὶ τοὺς ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμέν, ἄλλως θ’ ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας.

3b,566,F

119a

POLYB. 12, 23, 4 (T 19 p. 585, 15) ἐκεῖνος μὲν οὖν ἀποθεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τίμαιος δὲ μείζω ποιεῖ Τιμολέοντα τῶν ἐπιφανεστάτων θεῶν· (5) καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦ‐ τον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατ’ ἄνθρωπον γεγονέναι τῆι ψυχῆι συγχω‐
5ροῦσιν, (6) οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγα‐
λεῖον, ἀλλ’ οὐδ’ ἐπιβαλόμενον, μίαν δὲ τῶι βίωι γραμμὴν διανύσαντα, καὶ ταύ‐ την οὐδὲ σπουδαίαν τρόπον τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὲ τὴν ἐκ τῆς πατρίδος εἰς Συρακούσσας. (7) ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος ὡς, ἂν Τιμολέων, πεφιλοδοξηκὼς ἐν αὐτῆι Σικελίαι, καθάπερ ἐν ὀξυβάφωι, σύγ‐633
10κριτος φανῆι τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγματευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ τῆς οἰκουμένης καὶ τῶν καθόλου πράξεων πεποιημένοις τὰς συντάξεις.

3b,566,F

119b

PLUTARCH. Timol. 36: πολλῶν γοῦν κατ’ αὐτὸν Ἑλλήνων μεγάλων γενο‐ μένων καὶ μεγάλα κατεργασαμένων, ὧν καὶ Τιμόθεος ἦν καὶ Ἀγησίλαος καὶ Πελοπίδας καὶ ὁ μάλιστα ζηλωθεὶς ὑπὸ Τιμολέοντος Ἐπαμεινώνδας, αἱ μὲν ἐκείνων πράξεις βίαι τινὶ καὶ πόνωι τὸ λαμπρὸν ἐξενηνόχασι μεμειγμένον,
5ὥστε καὶ μέμψιν ἐνίαις ἐπιγίνεσθαι καὶ μετάνοιαν· (2) τῶν δὲ Τιμολέοντος ἔργων, ἔξω λόγου θεμένοις τὴν περὶ τὸν ἀδελφὸν ἀνάγκην (F 116), οὐδέν ἐστιν ὧι μὴ τὰ τοῦ Σοφοκλέους (F 790 N2), ὥς φησι Τίμαιος, ἐπιφωνεῖν ἔπρεπεν· «ὦ θεοί, τίς ἆρα Κύπρις ἢ τίς Ἵμερος / τοῦδε ξυνήψατο;»

3b,566,F

119c

CICERO Ad. fam. 5, 12, 7: ... si in tua scripta pervenero ... ingenium mihi .... suppeditatum fuerit tuum, sicut Timoleonti a Timaeo aut ab Herodoto Themistocli.

3b,566,F

120

DIODOR. 20, 79, 5: ὁ δ’ Ἀγαθοκλῆς γνοὺς αὐτοῦ τὴν ἐπίνοιαν, πρὸς μὲν τοὺς φυγάδας διεπέμπετο, κατηγορῶν τοῦ Δημοκράτους ὡς διακω‐ λύοντος αὐτοῦ τυχεῖν αὐτοὺς τῆς αὐτονομίας, πρὸς δὲ Καρχηδονίους πρεσ‐
5βευτὰς ἀποστείλας, συνέθετο τὴν εἰρήνην ἐφ’ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας πάσας τὰς πρότερον ὑπ’ αὐτοὺς γεγενημένας· ἀντὶ δὲ τούτων ἔλαβε παρὰ Καρχηδονίων χρυσίον μὲν εἰς ἀργυρίου λόγον τριακοσίων ταλάντων (ὡς δὲ Τίμαιός φησιν ἑκατὸν πεντήκοντα), σίτου δὲ μηδίμνων εἴκοσι μυριάδας.

3b,566,F

121

DIODOR. 20, 89, 4: τῶν δὲ φυγάδων οἱ μὲν ἱππεῖς ἅπαντες ἀπὸ τῆς φυγῆς διεσώθησαν εἰς Ἄμβικας χωρίον, τῶν δὲ πεζῶν ἔνιοι μὲν νυκτὸς ἐπιγενομένης διέδρασαν, οἱ δὲ πλείους καταλαβόμενοι λόφον .... διελύσαντο πρὸς Ἀγαθοκλέα. (5)
5λαβόντων οὖν αὐτῶν πίστεις καὶ καταβάντων ἀπό τινος ἐρυμνοῦ λόφου, τὰ μὲν ὅπλα παρείλετο, τὴν δὲ δύναμιν περιστήσας ἅπαντας κατηκόντισεν, ὄντας περὶ ἑπτακισχιλίους, ὡς Τίμαιός φησιν, ὡς δ’ ἔνιοι γράφουσιν, εἰς τετρακισχιλίους. (6) ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων
κατεφρόνει, τὴν δ’ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὐτὸν δυνάμεως ἀλλ’ ἐκ τῆς τῶν634
10ὑποτεταγμένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους.

3b,566,F

122

ANON. Π. ὑψ. 4, 5: ὁ μέντοι Τίμαιος, ὡς φωρίου τινὸς ἐφα‐ πτόμενος, οὐδὲ τοῦτο Ξενοφῶντι (Resp. Lac. 3, 5) τὸ ψυχρὸν κατέλιπεν· φησὶ γοῦν ἐπὶ τοῦ Ἀγαθοκλέους καὶ τὸ τὴν ἀνεψιὰν ἑτέρωι δεδομένην ἐκ τῶν ἀνακαλυπτηρίων ἁρπάσαντα ἀπελθεῖν, «ὃ τίς ἂν ἐποίησεν ἐν ὀφθαλμοῖς κόρας,
5μὴ πόρνας ἔχων;»

3b,566,F

123a

DIODOR. 21, 16, 5: Ἀγαθοκλῆς μὲν πλείστους καὶ ποικι‐ λωτάτους φόνους ἐπιτελεσάμενος κατὰ τὴν δυναστείαν, καὶ τῆι κατὰ τῶν ὁμο‐ φύλων ὠμότητι προσθεὶς καὶ τὴν εἰς θεοὺς ἀσέβειαν, πρέπουσαν ἔσχε τῆι πα‐ ρανομίαι τὴν τοῦ βίου καταστροφήν, δυναστεύσας μὲν ἔτη δύο τῶν τριάκοντα
5λείποντα, βιώσας δὲ δύο πρὸς τοῖς ἑβδομήκοντα ἔτη, καθὼς Τίμαιος ὁ Συρακόσιος συγγράφει, καὶ Καλλίας καὶ αὐτὸς Συρακόσιος (564 F 6) ... καὶ Ἄνταν‐ δρος ... καὶ αὐτὸς συγγραφεύς (565).

3b,566,F

123b

[LUKIAN.] Macrob. 10: Ἀγαθο‐ κλῆς δὲ ὁ Σικελίας τύραννος ἐτῶν † ἐνενήκοντα πέντε τελευτᾶι, καθάπερ Δημοχάρης (75 F 5) καὶ Τίμαιος ἱστοροῦσιν.

3b,566,F

124a

POLYB. 8, 12, 12: ὥστε τὴν μὲν Τιμαίου τοῦ συγγρα‐ φέως πικρίαν, ἧι κέχρηται κατ’ Ἀγαθοκλέους τοῦ Σικελίας δυνάστου, καίπερ ἀνυπέρβλητον εἶναι δοκοῦσαν, ὅμως λόγον ἔχειν—ὡς γὰρ κατ’ ἐχθροῦ καὶ πονηροῦ καὶ τυράννου διατίθεται τὴν κατηγορίαν.

3b,566,F

124b

POLYB. 12, 15: καὶ γὰρ οὐδὲ ταῖς κατ’ Ἀγαθοκλέους ἔγωγε λοιδορίαις, εἰ καὶ πάντων γέγονεν ἀσε‐ βέστατος, εὐδοκῶ. (2) λέγω δὲ τούτοις, ἐν οἷς ἐπὶ καταστροφῆι τῆς ὅλης ἱστορίας φησὶ γεγονέναι τὸν Ἀγαθοκλέα κατὰ τὴν πρώτην ἡλικίαν
5κοινὸν πόρνον, ἕτοιμον τοῖς ἀκρατεστάτοις, κολοιόν, τριόρχην, πάντων τῶν βουλομένων τοὺς ὄπισθεν ἔμπροσθεν γεγονότα. (3) πρὸς δὲ τούτοις, ὅτ’ ἀπ‐ έθανε, τὴν γυναῖκά φησι κατακλαιομένην αὐτὸν οὕτω θρηνεῖν· ‘τί δ’ οὐκ ἐγὼ σέ; τί δ’ οὐκ ἐμὲ σύ;‘ (4) ἐν γὰρ τούτοις πάλιν οὐ μόνον ἄν τις ἐπιφθέγξαιτο τὰ καὶ περὶ Δημοχάρους (F 35), ἀλλὰ καὶ τὴν ὑπερβολὴν θαυμάσειε τῆς
10πικρίας. (5) ὅτι γὰρ ἐκ φύσεως ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλόν ἐστιν ἐξ αὐτῶν ὧν ὁ Τίμαιος ἀποφαίνεται. (6) εἰ γὰρ εἰς τὰς Συρακούσας παρεγενή‐ θη, φεύγων τὸν τροχόν, τὸν καπνόν, τὸν πηλόν, περί τε τὴν ἡλικίαν ὀκτω‐
15καίδεκα 〈ἔτη〉 γεγονώς, καὶ μετά τινα χρόνον ὁρμηθεὶς ἀπὸ τοιαύτης ὑποθέ‐ σεως, κύριος μὲν ἐγεννήθη πάσης Σι‐ κελίας, μεγίστους δὲ κινδύνους περιέ‐ στησε Καρχηδονίους, τέλος ἐγγηράσας
20τῆι δυναστείαι κατέστρεψε τὸν βίον βασιλεὺς προσαγορευόμενος, (8) ἆρ’ οὐκ ἀνάγκη μέγα τι γεγονέναι χρῆμα καὶ θαυμάσιον τὸν Ἀγαθοκλέα ..... (10) ὁ δὲ πᾶς ἐσκοτισμένος ὑπὸ τῆς ἰδίας πικρίας, τὰ μὲν ἐλαττώματα δυσμε‐ νικῶς καὶ μετ’ αὐξήσεως ἡμῖν ἐξήγγελκε, τὰ δὲ κατορθώματα συλλήβδην πα‐ ραλέλοιπε.

3b,566,F

124c

POLYB. 15, 35, 2: ὁ δ’ Ἀγα‐
θοκλῆς, ὡς ὁ Τίμαιος ἐπισκώπτων φησί, κεραμεὺς ὑπάρχων καὶ κατα‐ λιπὼν τὸν τροχὸν 〈καὶ τὸν〉 πηλὸν635
5καὶ τὸν καπνόν, ἧκε νέος ὢν εἰς τὰς
Συρακούσσας.Column end

3b,566,F

124d

DIODOR. 21, 17: (T 12) φυγαδευθεὶς γὰρ ὑπ’ Ἀγαθοκλέους ἐκ τῆς Σικελίας ζῶντα μὲν ἀμύνασθαι τὸν δυνάστην οὐκ ἴσχυσε, τελευτήσαντα δὲ διὰ τῆς ἱστορίας ἐβλασφήμησεν εἰς τὸν αἰῶνα. (2) καθόλου γὰρ ταῖς προυπ‐ αρχούσαις τῶι βασιλεῖ τούτωι κακίαις ἄλλα πολλὰ παρ’ ἑαυτοῦ προσθεὶς ὁ
5συγγραφεύς, τὰς μὲν εὐημερίας ἀφαιρούμενος αὐτοῦ, τὰς δὲ ἀποτεύξεις, οὐ τὰς δι’ αὐτὸν μόνον γενομένας ἀλλὰ καὶ τὰς διὰ τύχην, μεταφέρων εἰς τὸν μηδὲν ἐξαμαρτόντα. γενομένου δὲ ὁμολογουμένως αὐτοῦ στρατηγικοῦ μὲν κατὰ τὴν ἐπίνοιαν, δραστικοῦ δὲ καὶ τεθαρρηκότος κατὰ τὴν ἐν τοῖς κινδύνοις εὐτολμίαν, οὐ διαλείπει παρ’ ὅλην τὴν ἱστορίαν ἀποκαλῶν αὐτὸν ἄνανδρον
10καὶ δειλόν. καίτοι γε τίς οὐκ οἶδεν, ὅτι τῶν πώποτε δυναστευσάντων οὐδεὶς ἐλάττοσιν ἀφορμαῖς χρησάμενος μείζω βασιλείαν περιεποιήσατο .... (3) θαυμάσαι δ’ ἄν τις τοῦ συγγραφέως τὴν εὐχέρειαν· παρ’ ὅλην γὰρ τὴν γραφὴν ἐγκωμιάζων τὴν τῶν Συρακοσίων ἀνδρείαν, τὸν τούτων κρατήσαντα δειλίαι φησὶ διενηνοχέναι τοὺς ἅπαντας ἀνθρώπους .... διόπερ τὰς ἐσχάτας τῆς συν‐
15τάξεως πέντε βίβλους τοῦ συγγραφέως τούτου, καθ’ ἃς περιείληφε τὰς Ἀγα‐ θοκλέους πράξεις (T 8), οὐκ ἄν τις δικαίως ἀποδέξαιτο.

3b,566,F

125

CENSORIN. De d. nat. 21, 2: hinc ad olympiadem primam paulo plus CCCC, quos solos, quamvis mythici temporis postremos, tamen quia a memoria scriptorum proximos quidam certius definire voluerunt., (3) et quidem Sosibius (595 F 1) scripsit
5esse CCCXCV, Eratosthenes (241 F 1c) autem septem et quadringentos, Timaeus CCCCXVII, Eretes (242) DXIII.

3b,566,F

126

CLEM. AL. Strom. 1, 139, 4: ἀπὸ τούτου (scil. τῆς Ἡρακλει‐ δῶν καθόδου) ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφ’ οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβῆναι, ὡς μὲν Φανίας (IV) ἔτη ἑπτακόσια δεκαπέντε· ὡς δὲ Ἔφορος (70 F 223) ἑπτακόσια τριάκοντα πέντε· ὡς δὲ Τίμαιος καὶ636
5Κλείταρχος (137 F 7) ὀκτακόσια εἴκοσι· ὡς δὲ Ἐρατοσθένης (241 F 1d) ἑπτακόσια ἑβδομήκοντα [τέσσαρα]· ὡς δὲ Δοῦρις (76 F 41) ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια.

3b,566,F

127

PLUTARCH. Lycurg. 1: περὶ Λυκούργου ... καθόλου μὲν οὐδὲν ἔστιν εἰπεῖν ἀναμφισβήτητον ... ἥκιστα δ’ οἱ χρόνοι, καθ’ οὓς γέγονεν ὁ ἀνὴρ ὁμολογοῦνται. (2) οἱ μὲν γὰρ Ἰφίτωι συνακμάσαι καὶ συνδιαθεῖναι τὴν Ὀλυμ‐ πιακὴν ἐκεχειρίαν λέγουσιν αὐτόν, ὧν ἐστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος
5(IV), τεκμήριον προφέρων τὸν Ὀλυμπίασι δίσκον, ἐν ὧι τοὔνομα τοῦ Λυκούρ‐ γου διασώιζεται καταγεγραμμένον· (3) οἱ δὲ ταῖς διαδοχαῖς τῶν ἐν Σπάρτηι βεβασιλευκότων ἀναλεγόμενοι τὸν χρόνον. ὥσπερ Ἐρατοσθένης (241 F 2) καὶ Ἀπολλόδωρος (244 F 64), οὐκ ὀλίγοις ἔτεσι πρεσβύτερον ἀποφαίνουσι τῆς πρώτης ὀλυμπιάδος. Τίμαιος δ’ ὑπονοε, δυεῖν ἐν Σπάρτηι γε‐
10γονότων Λυκούργων οὐ κατὰ τὸν αὐτὸν χρόνον, τῶι ἑτέρωι τὰς ἀμφοῖν πράξεις διὰ τὴν δόξαν ἀνακεῖσθαι· καὶ τόν γε πρεσβύτερον οὐ πόρρω τῶν Ὁμήρου γεγονέναι χρόνων (ἔνιοι δὲ καὶ κατ’ ὄψιν ἐντυχεῖν Ὁμήρωι).

3b,566,F

128

PLUTARCH. Lykurg. 31, 7: τελευτῆσαι δ’ αὐτὸν (scil. Λυκοῦρ‐ γον) οἱ μὲν ἐν Κίρραι λέγουσιν, Ἀπολλόθεμις (VI) δ’ εἰς Ἦλιν κομισθέντα, Τίμαιος δὲ καὶ Ἀριστόξενος (IV) ἐν Κρήτηι καταβιώσαντα.

3b,566,F

129

STRABON 13, 1, 49 p. 600: Τίμαιον δὲ ψεύσασθαί φησιν ὁ Δη‐ μήτριος (V) ἱστοροῦντα ἐκ τῶν λίθων τῶν ἐξ Ἰλίου Περίανδρον ἐπιτειχίσαι τὸ Ἀχίλλειον τοῖς Ἀθηναίοις, βοηθοῦντα τοῖς περὶ Πιττακόν· ἐπιτειχισθῆναι μὲν γὰρ ὑπὸ τῶν Μιτυληναίων τὸν τόπον τοῦτον τῶι Σιγείωι, οὐ μὴν ἐκ λίθων
5τοιούτων, οὐδ’ ὑπὸ τοῦ Περιάνδρου. πῶς γὰρ ἂν αἱρεθῆναι διαιτητὴν τὸν προσπολεμοῦντα;

3b,566,F

130a

CICERO De legg. 2, 15: quid, quod Zaleucum istum negat ullum fuisse Timaeus?—at 〈ait〉 Theophrastus (IV), auctor haud deterior mea quidem sententia (meliorem multi nominant), commemorant vero ipsius cives, nostri clientes, Locri.

3b,566,F

130b

Ad Att. 6, 1, 18: quis Zaleucum leges Locris scripsisse non dixit? num igitur iacet Theophrastus, si id a Timaeo,
tuo familiari, reprehensum est?637

3b,566,F

131

PORPHYR. Vit. Pyth. 4 (HIERON. Adv. Jov. 1, 42): Τίμαιος δ’ ἱστορεῖ τὴν Πυθαγόρου θυγατέρα καὶ παρθένον οὖσαν ἡγεῖσθαι τῶν παρθένων ἐν Κρότωνι, καὶ γυναῖκα τῶν γυναικῶν· τὴν δ’ οἰκίαν Δήμητρος ἱερὸν ποιῆσαι τοὺς Κροτωνιάτας, τὸν δὲ στενωπὸν καλεῖν μουσεῖον. (5) Λύκος (?) δ’ ἐν τῆι
5τετάρτηι τῶν Ἱστοριῶν (570 F 15) ...

3b,566,F

132

SCHOL. EURIP. Hek. 131: κοπίδας δὲ τὰς τῶν λόγων τέχνας ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων· «ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν εὑρ〈ετὴν γεν〉όμενον τῶν ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφ’ Ἡρακλείτου (Vorsokr. 22 [12] B 81) κατηγορούμενον,
5ἀλλ’ αὐτὸν 〈τὸν〉 Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον».

3b,566,F

133

CLEM. AL. Strom. 1, 64, 2: τῆς δὲ Ἐλεατικῆς ἀγωγῆς Ξενοφά‐ νης ὁ Κολοφώνιος κατάρχει, ὅν φησι Τίμαιος κατὰ Ἱέρωνα τὸν Σι‐ κελίας δυνάστην καὶ Ἐπίχαρμον τὸν ποιητὴν γεγονέναι, Ἀπολ‐ λόδωρος (244 F 68c) δὲ κατὰ τὴν πεντηκοστὴν ὀλυμπιάδα γενό‐
5μενον παρατετακέναι ἄχρι τῶν Δαρείου τε καὶ Κύρου χρόνων.

3b,566,F

134

DIOG. LAERT. 8, 63: φησὶ δ’ αὐτὸν (scil. Ἐμπεδοκλέα) καὶ Ἀριστοτέλης (IV) ἐλεύθερον γεγονέναι καὶ πάσης ἀρχῆς ἀλλότριον, εἴ γε τὴν βασιλείαν αὐτῶι διδομένην παρηιτήσατο, καθάπερ Ξάνθος (III C) ἐν τοῖς περὶ αὐτοῦ λέγει, τὴν λιτότητα δηλονότι πλέον ἀγαπήσας. (64) τὰ δ’ αὐτὰ
5καὶ Τίμαιος εἴρηκε, τὴν αἰτίαν ἅμα παρατιθέμενος τοῦ δημοτικὸν εἶναι τὸν ἄνδρα. φησὶ γὰρ ὅτι κληθεὶς ὑπό τινος τῶν ἀρχόντων, ὡς προβαίνοντος τοῦ δείπνου τὸ ποτὸν οὐκ εἰσεφέρετο, τῶν [δ’] ἄλλων ἡσυχαζόντων, μισοπονήρως διατιθεὶς ἐκέλευσεν εἰσφέρειν· ὁ δὲ κεκληκὼς ἀναμένειν ἔφη τὸν τῆς βουλῆς ὑπηρέτην. ὡς δὲ παρεγένετο, ἐγενήθη συμποσίαρχος, τοῦ κεκληκότος δηλονότι
10καταστήσαντος, καὶ ὑπεγράφετο τυραννίδος ἀρχήν· ἐκέλευσε γὰρ ἢ πίνειν ἢ καταχεῖσθαι τῆς κεφαλῆς. τότε μὲν οὖν ὁ Ἐμπεδοκλῆς ἡσύχασε, τῆι δ’ ὑστεραίαι εἰσαγαγὼν εἰς δικαστήριον, ἀπέκτεινε καταδικάσας ἀμφοτέρους, τόν τε κλή‐ τορα καὶ τὸν συμποσίαρχον. ἀρχὴ μὲν οὖν αὐτῶι τῆς πολιτείας ἥδε.

3b,566,F

135

MARCELLIN. Vit. Thuc. 25: μὴ γὰρ δὴ πειθώμεθα Τιμαίωι λέγοντι ὡς φυγὼν ὤικησεν ἐν Ἰταλίαι (scil. Θουκυδίδης.)

3b,566,F

136

MARCELLIN. Vit. Thuc. 33: τὸ δ’ ἐν Ἰταλίαι Τίμαιον αὐτὸν
(scil. Θουκυδίδην) καὶ ἄλλους λέγειν κεῖσθαι μὴ καὶ σφόδρα καταγέλαστον ἦι.638

3b,566,F

137

DIONYS. HAL. Lysias 3: ἥψατο δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ἡ ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἄρξαντος ἡνίκ’ Ἀθήναζε πρεσβεύων κατεπλή‐ ξατο τοὺς ἀκούοντας τῆι δημηγορίαι, ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ
5παλαιότερον αἰεί τι θαυμαζομένη· Θουκυδίδης γοῦν ... ἔν τε τῶι ἐπιταφίωι καὶ ἐν ταῖς δημηγορίαις ποιητικῆι κατασκευῆι χρησάμενος ...

3b,566,F

138

CICERO Brutus 63: est enim Atticus (Lysias), quoniam certe Athenis est et natus et mortuus et functus omni civium munere, quamquam Timaeus eum quasi Licinia et Mucia lege repetit Syracusas.

3b,566,F

139

ANON. Π. ὑψ. 4, 2: (T 23) ἐπαινῶν Ἀλέξανδρον τὸν μέγαν «ὃς τὴν Ἀσίαν ὅλην» φησιν «ἐν ἐλάττοσι παρέλαβεν 〈ἔτεσιν〉 ἢ ὅσοις τὸν ὑπὲρ τοῦ πρὸς Πέρσας πολέμου πανηγυρικὸν λόγον Ἰσοκράτης ἔγραψεν».

3b,566,F

140

ATHEN. 5, 10 p. 181 C: «οἱ δὲ λεγόμενοι Λακωνισταί» φη‐ σὶν ὁ Τίμαιος «ἐν τετραγώνοις χοροῖς ἦιδον». καθόλου δὲ διάφορος ἦν ἡ μου‐ σικὴ παρὰ τοῖς Ἕλλησι, τῶν μὲν Ἀθηναίων τοὺς Διονυσιακοὺς χοροὺς καὶ τοὺς κυκλίους προτιμώντων, Συρακουσίων δὲ τοὺς ἰαμβιστάς, ἄλλων δ’ ἄλλο τι.

3b,566,F

141

SCHOL. PINDAR. Pyth. 2 inscr.: γέγραπται μὲν Ἱέρωνι ἅρμα‐ τι νικήσαντι, ἄδηλον δὲ εἰς ποῖον ἀγῶνα· διεστασίασται γὰρ οὐ μετρίως τοῖς πρὸ ἡμῶν. οἱ μὲν γὰρ οὐδὲ ὅλως ἐπίνικον αὐτὸν εἶναί φασι· Τίμαιος δὲ θυ‐ σιαστικήν, Καλλίμαχος (F 100d 16 Schn = 450 Pf) Νεμεακήν, Ἀμμώ‐
5νιος καὶ Καλλίστρατος Ὀλυμπιακήν, ἔνιοι Πυθικήν, ὡς Ἀπολλώνιος ὁ εἰδογράφος, ἔνιοι δὲ Παναθηναικήν.

3b,566,F

142a

SCHOL. PINDAR. Nem. 1 inscr.: γέγραπται ὁ ἐπίνικος Χρομίωι Αἰτναίωι. Ἱέρων γὰρ οἰκιστὴς ἀντὶ τυράννου βουλόμενος εἶναι, Κατά‐ νην ἐξελών, Αἴτνην μετωνόμασε τὴν πόλιν, ἑαυτὸν οἰκιστὴν προσαγορεύσας, καὶ ἐν ταῖς ἀναρρήσεσιν ἔν τισι τῶν ἀγώνων Αἰτναῖον ἑαυτὸν ἀνεῖπε. ταὐτὸν
5δέ, φησιν ὁ Δίδυμος (p. 229 Schm), εἰκὸς παθεῖν καὶ τὸν Χρόμιον, ἑταίρωι κεχρημένον αὐτῶι. Τίμαιος δὲ τὸν ἐπίνικον Ὀλυμπικὸν εἶναι τοῦ‐ τον, ἁμαρτάνων· ὁ γὰρ Πίνδαρος ἄντικρυς Νεμεακὸν εἶναί φησιν.

3b,566,F

142b

——25a: θαμὰ δὴ καὶ Ὀλυμπιάδων] ... ἔστι δὲ ὁ λόγος τῶι Πινδάρωι οὐ περὶ τοῦ Χρομίου μόνου ἀλλὰ καὶ περὶ τοῦ παντὸς λαοῦ, οἳ πολλὰς ἔσχον νίκας Ὀλυμ‐ πικάς. ἐντεῦθεν ἴσως πλανηθεὶς ὁ Τίμαιος Ὀλυμπικὸν τὸν ἐπίνικον ὠιήθη εἶναι.

3b,566,F

143a

SCHOL. AT HOM. Il. Ψ 269: δύω χρυσοῖο τάλαντα] πῶς τῶι
τετάρτωι μεῖζον πάντων τίθησιν; φησὶν οὖν Ἀριστοτέλης (IV) οὐκ εἶναι τὸ τά‐ λαντον ὡρισμένον τότε τοῖς παλαιοῖς .... νῦν δὲ ρκ δραχμὰς ἔχει τὸ τάλαντον, τὸ δὲ παλαιὸν ὁ μὲν Πολέμαρχος (VI) δ δραχμῶν, Θεόφραστος (IV) δὲ ιδ,639
5Τίμαιος δὲ κδ.

3b,566,F

143b

SCHOL. B.: ... εἶχε δὲ ποτὲ μὲν ἑκατὸν δραχμάς, ποτὲ δὲ πεντήκοντα, ποτὲ δὲ λ, ποτὲ εἰκοσιτέσσαρας, ποτὲ δ, ὥς φησι Τίμαιος, καὶ τὸ τελευταῖον μίαν.

3b,566,F

144

ATHEN. 13, 79 p. 602 F: ** τοῦ παιδεραστεῖν παρὰ πρώ‐ των Κρητῶν εἰς τοὺς Ἕλληνας παρελθόντος, ὡς ἱστορεῖ Τίμαιος.

3b,566,F

145

SCHOL. PINDAR. Ol. 13, 29b: τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέ‐ τρα ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον ἐπέθηκε;] ... τινὲς δὲ τὸ ἀέτωμα λέγουσιν, ὥς φησι Δίδυμος (p. 225 Schm), παρατιθέμενος Τίμαιον λέγοντα «καὶ τοῦτο ἐν ταῖς οἰκοδομίαις αὐτῶν εὕρημα»,
5ταύτην ἀποδοὺς τὴν ἐξήγησιν τῶν προκειμένων.

3b,566,F

146a

SCHOL. LYKOPHR. Al. 1155: Τίμαιος ἱστορεῖ ὅτι αἱ πα‐ ραγενόμεναι παρθένοι ἐδούλευον ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς (in Ilion), β οὖσαι. εἰ δέ τις ἀποθάνοι, ἑτέραν παραγίνεσθαι ἀντ’ αὐτῆς· ἐκείνην δὲ οὐ θάπτεσθαι παρὰ τῶν Τρώων, ἀλλὰ καίεσθαι ἀγρίοις ξύλοις, καὶ τὰ ὀστᾶ
5αὐτῆς ῥίπτεσθαι εἰς θάλασσαν.

3b,566,F

146b

TZETZ. LYKOPHR. Al. 1141: Αἴαντος τοῦ Λοκροῦ περὶ τὰς Γυραίας ναυαγήσαντος καὶ ταφέντος ἐν Τρέμοντι χώραι τῆς Δήλου, οἱ Λοκροὶ μόλις σωθέντες ἦλθον εἰς τὴν οἰκείαν. φθορὰ δὲ καὶ λοιμὸς μετὰ τρίτον ἔτος ἔσχε τὴν Λοκρίδα διὰ τὴν εἰς Κασάνδραν ἀθέμιτον πρᾶξιν τοῦ Αἴαντος. ἔχρησε δὲ ὁ
5θεὸς ἱλάσκεσθαι τὴν θεὰν Ἀθηνᾶν τὴν ἐν Ἰλίωι ἐπ’ ἔτη α, β παρθένους πέμποντας κλήρωι καὶ λαχήσει. πεμπομένας δὲ αὐτὰς προυπαντῶντες οἱ Τρῶες εἰ κατέσχον, ἀνήιρουν, καὶ καίοντες ἀκάρποις καὶ ἀγρίοις ξύλοις τὰ ὀστᾶ αὐτῶν ἀπὸ Τράρωνος ὄρους τῆς Τροίας τὴν σποδὸν εἰς θάλασσαν ἔρριπτον· καὶ πάλιν οἱ Λοκροὶ ἑτέρας ἔστελλον. εἰ δέ τινες ἐκφύγοιεν, ἀνελθοῦσαι λάθρα εἰς τὸ τῆς Ἀθηνᾶς ἱερόν, ἔσαιρον αὐτὸ καὶ
10ἔραινον, τῆι δὲ θεῶι οὐ προσήρχοντο οὔτε τοῦ ἱεροῦ ἐξήρχοντο, εἰ μὴ νύκτωρ. ἦσαν δὲ κεκαρμέναι, μονοχίτωνες καὶ ἀνυπόδητοι. πρῶται δὲ τῶν Λοκρίδων παρθένων Περίβοια καὶ Κλεοπάτρα ἀφίκοντο. καὶ πρῶτον μὲν τὰς παρθένους, εἶτα τὰ βρέφη ἐνιαύσια μετὰ τῶν τροφῶν αὐτῶν ἔπεμπον οἱ Λοκροί· χιλίων δ’ ἐτῶν παρελθόντων, μετὰ τὸν Φωκικὸν πόλεμον, ἐπαύσαντο τῆς τοιαύτης θυσίας ὥς φησι Τίμαιος ὁ Σικελόσ. μέμνηται δὲ τῆς ἱστορίας
15καὶ ὁ Κυρηναῖος Καλλίμαχος (F 13d Schn = F 35 Pf).

3b,566,F

147

CENSORIN. De d. nat. 2, 3: denique Deli ad Apollinis Genitoris
aram, ut Timaeus auctor est, nemo hostiam caedit.640

3b,566,F

148

ZENOB. Prov. 1, 31: ἁρπαγὰ τὰ Κιννάρου· ταύτης μὲν μέμνηται Καλλίμαχος ἐν Ἰάμβοις (Dieg. 9, 12 ff. = F 201 Pf). Τίμαιος δὲ ἔφη, ὅτι Κίνναρος ἐγένετο πορνοβοσκὸς Σελινούσιος· πλουσιώτατος οὖν ἐκ τῆς ἐργα‐ σίας γενόμενος, ζῶν μὲν ἐπηγγέλλετο τὴν οὐσίαν ἱερὰν τῆι Ἀφροδίτηι κατα‐
5λεῖψαι, τελευτῶν δὲ τὰ ὄντα προύθηκεν εἰς ἁρπαγήν.

3b,566,F

149

ATHEN. 2, 5 p. 37 B—D: Τίμαιος δὲ ὁ Ταυρομενίτης ἐν Ἀκράγαντι οἰκίαν τινά φησι καλεῖσθαι τριήρη ἐξ αἰτίας τοιαύτης. νεανίσκους τινὰς ἐν αὐτῆι μεθυσκομένους ἐς τοσοῦτον ἐλθεῖν μανίας, ἐκθερμανθέντας ὑπὸ τῆς μέθης, ὡς νομίζειν μὲν ἐπὶ τριήρους πλεῖν, χειμάζεσθαι δὲ χαλεπῶς
5κατὰ τὴν θάλασσαν· καὶ τοσοῦτον ἔκφρονας γενέσθαι, ὡς τὰ ἀπὸ τῆς οἰκίας πάντα σκεύη καὶ στρώματα ῥίπτειν ὡς εἰς τὴν θάλασσαν, τὴν ναῦν διὰ τὸν χειμῶνα ἀποφορτίζεσθαι δόξαν αὐτοῖς λέγειν τὸν κυβερνήτην. συναθροιζομένων οὖν πολλῶν καὶ τὰ ῥιπτόμενα διαρπαζόντων, οὐδ’ ὣς παύεσθαι τῆς μανίας τοὺς νεανίσκους. καὶ τῆι ἐπιούσηι τῶν ἡμερῶν παραγενομένων τῶν στρατηγῶν ἐπὶ
10τὴν οἰκίαν, ἐγκληθέντες οἱ νεανίσκοι ἔτι ναυτιῶντες ἀπεκρίναντο πυνθανομέ‐ νων τῶν ἀρχόντων, ὑπὸ χειμῶνος ἐνοχλούμενοι ἠναγκάσθαι ἀποφορτίσασθαι [τῆι θαλάσσηι] τὰ περιττὰ τῶν φορτίων. θαυμαζόντων δὲ τῶν στρατηγῶν τὴν ἔκπληξιν τῶν ἀνδρῶν, εἷς τῶν νεανίσκων, καίτοι δοκῶν τῶν ἄλλων πρεσ‐ βεύειν κατὰ τὴν ἡλικίαν, ‘ἐγὼ δ’‘ ἔφη ‘ἄνδρες Τρίτωνες, ὑπὸ τοῦ δέους κατα‐
15βαλὼν ἐμαυτὸν ὑπὸ τοὺς θαλάμους ὡς ἔνι μάλιστα κατωτάτω ἐκείμην‘. συγ‐ γνόντες οὖν τῆι αὐτῶν ἐκστάσει, ἐπιτιμήσαντες μὴ πλείονος οἴνου ἐμφορεῖσθαι, ἀφῆκαν· καὶ οἳ χάριν ἔχειν ὁμολογήσαντες, ‘ἂν λιμένοσ‘ ἔφη ‘τύχωμεν ἀπαλλα‐ γέντες τοσούτου κλύδωνος, Σωτῆρας ὑμᾶς ἐπιφανεῖς μετὰ τῶν θαλασσίων δαιμόνων ἐν τῆι πατρίδι ἱδρυσόμεθα, ὡς αἰσίως ἡμῖν ἐπιφανέντασ‘. ἐντεῦθεν
20ἡ οἰκία τριήρης ἐκλήθη.

3b,566,F

150a

CICERO De nat. deor. 2, 69: concinneque, ut multa, Timaeus, qui cum in historia dixisset, qua nocte natus Alexander esset, eadem Dianae Ephesiae templum deflagravisse, adiunxit minime id esse mirandum, quod Diana, cum in partu Olympiadis adesse voluisset, afuisset
5domo.

3b,566,F

150b

STRABON 14, 1, 22 p. 640: τὸν δὲ νεὼν τῆς Ἀρτέμιδος πρῶτος μὲν Χερσίφρων ἠρχιτεκτόνησεν, εἶτ’ ἄλλος ἐποίησε μείζω· ὡς δὲ τοῦτον Ἡρό‐ στρατός τις ἐνέπρησεν, ἄλλον ἀμείνω κατεσκεύασαν, συνενέγκαντες τὸν τῶν
γυναικῶν κόσμον καὶ τὰς ἰδίας οὐσίας, διαθέμενοι δὲ καὶ τοὺς προτέρους κίονας.641
5τούτων δὲ μαρτύριά ἐστι τὰ γενηθέντα τότε ψηφίσματα, ἅπερ ἀγνοοῦντά φησιν ὁ Ἀρτεμίδωρος τὸν Ταυρομενίτην Τίμαιον, καὶ ἄλλως βάσκανον ὄντα καὶ συκοφάντην—διὸ καὶ Ἐπιτίμαιον κληθῆναι (T 11)—λέγειν, ὡς ἐκ τῶν Περσικῶν παρακαταθηκῶν ἐποιή‐ σαντο τοῦ ἱεροῦ τὴν ἐπισκευήν· οὔτε δὲ ὑπάρξαι παρακαταθήκας τότε,
10εἴ τε ὑπῆρξαν, συνεμπεπρῆσθαι τῶι ναῶι· μετὰ δὲ τὴν ἔμπρησιν τῆς ὀροφῆς ἠφανισμένης, ἐν ὑπαίθρωι τῶι σηκῶι τίνα ἂν ἐθελῆσαι παρακαταθήκην κειμένην ἔχειν; Ἀλέξανδρον δὴ τοῖς Ἐφεσίοις ὑποσχέσθαι τὰ γεγονότα καὶ τὰ μέλλοντα ἀναλώματα, ἐφ’ ὧι τε τὴν ἐπιγραφὴν αὐτὸν ἔχειν, τοὺς δὲ μὴ ἐθελῆσαι, πολὺ μᾶλλον οὐκ ἂν ἐθελήσαντας ἐξ ἱεροσυλίας καὶ ἀποστερήσεως φιλοδοξεῖν κτλ.

3b,566,F

151

POLYB. 12, 11a, 8: ὅτι Τίμαιός φησι μέγιστον ἁμάρτημα περὶ τὴν ἱστορίαν εἶναι τὸ ψεῦδος· διὸ καὶ παραινεῖ τούτοις, οὓς ἂν ἐξελέγξηι διεψευσμένους ἐν τοῖς συγγράμμασιν, ἕτερόν τι ζητεῖν ὄνομα τοῖς βιβλίοις, πάντα δὲ μᾶλλον ἢ καλεῖν ἱστορίαν. (12) καθάπερ γὰρ ἐπὶ τῶν κανόνων, κἂν
5ἐλάττων ἦι τῶι μήκει κἂν τῶι πλάτει ταπεινότερος, μετέχηι δὲ τῆς τοῦ κανόνος ἰδιότητος, κανόνα φησὶ δεῖν προσαγορεύειν ὅμως, ὅταν 〈δὲ〉 τῆς εὐθείας καὶ τῆς πρὸς ταύτην οἰκειότητος 〈μὴ〉 ἐγγίζηι, πάντα μᾶλλον δεῖν ἢ κανόνα καλεῖν, (2) τὸν αὐτὸν τρόπον καὶ τῶν συγγραμμάτων ὅσα μὲν ἂν ἢ κατὰ τὴν λέξιν ἢ κατὰ τὸν χειρισμὸν ἢ κατ’ ἄλλο τι διαμαρτάνηται τῶν ἰδίων μερῶν, ἀντέχηται δὲ
10τῆς ἀληθείας, προσίεσθαί φησι τὸ τῆς ἱστορίας ὄνομα τὰς βίβλους, ὅταν δὲ ταύτης παραπέσηι, μηκέτι καλεῖσθαι δεῖν ἱστορίαν.

3b,566,F

152

POLYB. 12, 24: (T 19 p. 585, 19 f.) φησὶ γὰρ τοὺς ποιητὰς καὶ συγγραφέας διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐν τοῖς ὑπομνήμασι διαφαίνειν τὰς ἑαυτῶν φύσεις, (2) λέγων τὸν μὲν ποιητὴν ἐκ τοῦ δαιτρεύειν πολλαχοῦ τῆς ποιήσεως, ὡς ἂν εἰ γαστρίμαργον παρεμφαίνειν, τὸν δ’ Ἀριστοτέλην
5(F 156), ὀψαρτεύοντα πλεονάκις ἐν τοῖς συγγράμμασιν ὀψοφάγον εἶναι καὶ
λίχνον. (3) τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ Διονυσίου (F 111) ....642

3b,566,F

153

JOSEPH. c. Ap. 1, 221: πολλὰ δὲ καὶ Τίμαιος ἐν ταῖς ἱστορίαις περὶ τῶν προειρημένων καὶ περὶ ἄλλων βεβλασφήμηκεν.

3b,566,F

154

PLUTARCH. Dion 36: ἀλλὰ Τίμαιος οὐκ ἄδικον λαβὼν πρόφασιν τὴν ὑπὲρ τῆς τυραννίδος τοῦ Φιλίστου σπουδὴν καὶ πίστιν, ἐμπίμπλαται τῶν κατ’ αὐτοῦ βλασφημιῶν, ὧι τοὺς μὲν ἀδικηθέντας τότε συγγνωστόν ἐστιν ἴσως ἄχρι τῆς εἰς ἀναίσθητον ὀργῆς χαλεποὺς γενέσθαι, (2) τοὺς δ’ ὕστερον συγγρά‐
5φοντας τὰ πεπραγμένα, καὶ τῶι μὲν βίωι μὴ λυπηθέντας αὐτοῦ, τῶι δὲ λόγωι χρωμένους, ἡ δόξα παραιτεῖται μὴ μεθ’ ὕβρεως μηδὲ μετὰ βωμολοχίας ὀνειδί‐ ζειν τὰς συμφοράς, ὧν οὐδὲν ἀπέχει καὶ τὸν ἄριστον ἀνδρῶν ἐκ τύχης μετασχεῖν.

3b,566,F

155

POLYB. 12, 12b, 2: (T 19 p. 585, 3 ff.) ἐκεῖνος γὰρ κόλακα μὲν εἶναί φησι τὸν Καλλισθένην τοιαῦτα γράφοντα, καὶ πλεῖστον ἀπέχειν φιλοσοφίας, κόραξί τε προσέχοντα καὶ κορυβαντιώσαις γυναιξί, δικαίως δ’ αὐτὸν ὑπ’ Ἀλεξάνδρου τετευχέναι τιμωρίας διεφθαρκότα τὴν ἐκείνου ψυχὴν
5καθ’ ὅσον οἷός τ’ ἦν. (3) καὶ Δημοσθένην μὲν καὶ τοὺς ἄλλους ῥήτορας τοὺς κατ’ ἐκεῖνον τὸν καιρὸν ἀκμάσαντας ἐπαινεῖ, καί φησι τῆς Ἑλλάδος ἀξίους γεγονέναι, διότι ταῖς Ἀλεξάνδρου τιμαῖς ταῖς ἰσοθέοις ἀντέλεγον, τὸν δὲ φιλόσοφον αἰγίδα καὶ κεραυνὸν 〈περι〉τιθέντα θνητῆι φύσει δικαίως αὐτὸν ὑπὸ τοῦ δαιμονίου τετευχέναι τούτων ὧν ἔτυχεν.

3b,566,F

156

POLYB. 12, 8: .... ἀπεχθείαι καὶ πικρίαι κατὰ τῶν πέλας οἵαι κέχρηται Τίμαιος κατὰ Ἀριστοτέλους. (2) φησὶ γὰρ αὐτὸν εἶναι θρασύν, εὐχερῆ, προπετῆ, πρὸς δὲ τούτοις κατατετολμηκέναι τῆς τῶν Λοκρῶν πόλεως, εἰπόντα τὴν ἀποικίαν αὐτῶν εἶναι δραπετῶν, οἰκετῶν, μοιχῶν, ἀνδρα‐
5ποδιστῶν. (3) καὶ ταῦτα λέγειν αὐτόν φησιν οὕτως ἀξιοπίστως, ὥστε δοκεῖν ἕνα τῶν ἐστρατηγηκότων ὑπάρχειν καὶ τοὺς Πέρσας ἐν ταῖς Κιλικίαις πύλαις ἄρτι παρατάξει νενικηκότα διὰ τῆς ἑαυτοῦ δυνάμεως, (4) ἀλλ’ οὐ σοφιστὴν
ὀψιμαθῆ καὶ μισητὸν ὑπάρχοντα καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀρτίως ἀποκεκλει‐ κότα· πρὸς δὲ τούτοις εἰς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα· πρὸς δὲ643
10γαστρίμαργον, ὀψαρτυτήν, ἐπὶ στόμα φερόμενον ἐν πᾶσι.

3b,566,F

157

PROKL. HESIOD. Opp. 403: μάτην οὖν λέγουσιν οἱ περὶ Τί‐ μαιον Ἡσιόδωι τὸν Ἀριστοτέλην πειθόμενον μετὰ τὴν τῆς γυναικὸς τελευτὴν Ἑρπυλλίδι συνεῖναι τῆι θεραπαίνηι, ἐξ ἧς αὐτὸν σχεῖν υἱόν.

3b,566,F

158a

ATHEN. 10, 49 p. 437 B: Τίμαιος δέ φησι, ὡς «Διονύ‐ σιος ὁ τύραννος τῆι τῶν Χοῶν ἑορτῆι τῶι πρώτωι ἐκπιόντι χοᾶ ἆθλον ἔθηκε στέφανον χρυσοῦν», καὶ ὅτι «πρῶτος ἐξέπιε Ξενο‐ κράτης ὁ φιλόσοφος, καὶ λαβὼν τὸν χρυσοῦν στέφανον καὶ
5ἀναλύων τῶι Ἑρμῆι τῶι ἱδρυμένωι ἐπὶ τῆς αὐλῆς ἐπέθηκεν, ὧι περ εἰώθει καὶ τοὺς ἀνθινοὺς ἑκάστοτε ἐπιτιθέναι στεφάνους, ἑσπέρας ἀπαλλασσόμενος ὡς αὑτόν»· καὶ ἐπὶ τούτωι ἐθαυμάσθη.

3b,566,F

158b

PHILODEM. Ind. Ac. Herc. 8 p. 43 Mekler: Τί[μαιος δὲ] / τοῦτον ἐ[ξή]‐ λεγ[ξεν ὄντα γυν]αικε[ίας ὁμιλίας (?) ἥτ]τω [κ]αὶ γασ[τρὸς (?) *** / γράφ[ον]τι δὲ Τι[μαίωι (?) περὶ α]ὐτοῦ [δι]ότι *** / ἑκατ[ὸ]ν δ̣ὲ [γε]νο‐ μέ〈ν〉ων τῶν π[ινόντ]ω̣ν̣ [ἑκ]ατὸν χόες εἰσ[ηνέ]χθη[σα]ν̣ χρυσοῖ̣ τ̣ῶ̣ι πότωι
5[ὑ]π̣ὸ [τῶν] παίδων, καὶ παρατε[θ]έντο̣ς ἑνὸς ἑκάστωι πλήρο̣[υς ο]ἴνου, καὶ χρυσοῦ στεφά[νου] μεγάλου τε καὶ καλοῦ τεθέντος εἰς τὸ μέσον ἐπὶ τριποδίου, τῶι πρώτωι π[ιόν]τι τὸν οἶν[ον] δώσειν ἔφη· καὶ νικήσας Ξ̣[ε]νοκράτης ἔλα[βε]ν αὐ̣[τὸν κἀ]πὶ τὸν Ἑρμῆν ἀπέ̣θ̣[ε]το, καθάπερ εἰώθει τοὺς [ἀ]νθινούς. διαδοθείσης δὲ τῆς πράξεως ἐθαυμάσθη μᾶλλον ὁ τὸ χρυσίον ὑπ[ερι]δὼν τοῦ
10τοσαῦτα πα[ρ]εσ[κε]υακ[ό]τος αὐθημερόν.

3b,566,F

159

AELIAN. V. H. 4, 7: Λακεδαιμόνιοι γοῦν Παυσανίαν μηδίσαντα οὐ μό‐ νον λιμῶι ἀπέκτειναν, ἀλλὰ γὰρ καὶ τὸν νεκρὸν ἐξέβαλον αὐτοῦ ἐκτὸς τῶν ὅρων, φησὶν Ἐπι‐ τιμίδης.

3b,566,F

160

AELIAN. N. A. 17, 15: Τίμαιος δὲ καὶ Ἡρακλείδης καὶ Νεοκλῆς ὁ ἰατρὸς λέγουσι τοὺς φρύνους δύο ἥπατα ἔχειν, καὶ τὸ μὲν ἀποκτείνειν, τὸ δὲ ἐκείνου πεφυκέναι ἀντίπαλον· σώζειν γάρ.

3b,566,F

161

[PLUTARCH.] Plac. 5, 18 p. 428, 1 Diels: Τίμαιος δ’ οὐδὲ δέκα μῆνάς φησιν,
ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων †τὰ πρὸ τῆς συλλήψεως. οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα· † ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεως.644

3b,566,F

162

POLYB. 12, 12a: ὅτι ἐπὶ τῶν ἀθετούντων τὰς ὁμολογίας προφερόμεθα ταύτην τὴν παροιμίαν ‘Λοκροὶ τὰς συνθήκασ‘. τοῦτο δέ † τις ἐξιστόρηκεν, ὅτι καὶ παρὰ τοῖς συγγραφεῦσι καὶ παρὰ τοῖς ἄλλοις ἀνθρώποις ὁμολογούμενόν ἐστι, (2) διότι κατὰ τὴν τῶν Ἡρακλειδῶν ἔφοδον συνθεμένων τῶν Λοκρῶν τοῖς Πελοποννησίοις πολεμίους πυρσοὺς
5αἴρειν, ἐὰν συμβῆι τοὺς Ἡρακλείδας μὴ κατὰ τὸν ἰσθμὸν ἀλλὰ κατὰ τὸ Ῥίον ποιεῖσθαι τὴν διάβασιν, χάριν τοῦ προαισθανομένους φυλάξασθαι τὴν ἔφοδον αὐτῶν. (3) οὐ ποιησάντων δὲ τῶν Λοκρῶν τοῦτο, πᾶν δὲ τοὐναντίον φιλίους ἀράντων πυρσούς, ὅτε παρῆσαν, τοὺς μὲν Ἡρακλείδας συνέβη μετ’ ἀσφαλείας χρῆσθαι τῆι διαβάσει, τοὺς δὲ Πελοποννησίους κατολι‐ γωρήσαντας μαθεῖν παραδεξαμένους εἰς τὴν οἰκείαν τοὺς ὑπεναντίους, παρασπονδηθέντας
10ὑπὸ τῶν Λοκρῶν.

3b,566,F

163

STEPH. BYZ. s. v. Χάλκεια· πόλις Λιβύης· ὁ Πολυίστωρ ἐν Λιβυκῶν γ (273 F 46) «ὡς Δημοσθένης (IV), ὧι μεμφόμενος Πολύβιος ἐν τῶι ιβ (1, 5) ὧδε γράφει· ‘ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν χαλκείων· οὐδὲ γὰρ πόλις ἐστὶν ἀλλὰ χαλκουργεῖα‘».

3b,566,F

164

DIODOR. 5, 2: καὶ ταύτην τὴν βίβλον ἐπιγράφοντες Νησιωτικήν, ἀκολούθως τῆι γραφῆι περὶ πρώτης τῆς Σικελίας ἐροῦμεν, ἐπεὶ καὶ κρατίστη τῶν νήσων ἐστὶ καὶ τῆι παλαιότητι τῶν μυθολογουμένων πεπρώτευκεν. (2) ἡ γὰρ νῆσος τὸ παλαιὸν ἀπὸ μὲν τοῦ σχήματος Τρινακρία κληθεῖσα, ἀπὸ δὲ τῶν
5κατοικησάντων αὐτὴν Σικανῶν Σικανία προσαγορευθεῖσα, τελευταῖον δὲ ἀπὸ Σικελῶν τῶν ἐκ τῆς Ἰταλίας πανδημεὶ περαιωθέντων ὠνόμασται Σικελία. (3) ἔστι δ’ αὐτῆς ἡ περίμετρος σταδίων ὡς τετρακισχιλίων τριακοσίων ἑξήκοντα· τῶν γὰρ τριῶν πλευρῶν ἡ μὲν ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸ Λιλύβαιον ὑπάρχει σταδίων χιλίων ἑπτακοσίων, ἡ δ’ ἀπὸ Λιλυβαίου μέχρι Παχύνου τῆς Συρακοσίας χώρας σταδίων χιλίων καὶ πεντακοσίων, ἡ δ’ ἀπολειπο‐
10μένη σταδίων χιλίων ἑκατὸν τεσσαράκοντα. (3) οἱ ταύτην οὖν κατοικοῦντες Σικελιῶται παρειλήφασι παρὰ τῶν προγόνων, ἀεὶ τῆς φήμης ἐξ αἰῶνος παραδεδομένης τοῖς ἐκγόνοις, ἱερὰν ὑπάρχειν τὴν νῆσον Δήμητρος καὶ Κόρης· ἔνιοι δὲ τῶν ποιητῶν μυθολογοῦσι κατὰ τὸν τοῦ Πλούτωνος καὶ Φερσεφόνης γάμον ὑπὸ Διὸς ἀνακάλυπτρα τῆι νύμφηι δεδόσθαι ταύτην τὴν νῆσον. (4) τοὺς δὲ κατοικοῦντας
15αὐτὴν τὸ παλαιὸν Σικανοὺς αὐτόχθονας εἶναί φασιν οἱ νομιμώτατοι τῶν συγγραφέων, καὶ τάς τε προειρημένας θεὰς ἐν ταύτηι τῆι νήσωι πρώτως φανῆναι, καὶ τὸν τοῦ σίτου καρπὸν ταύτην πρώτην ἀνεῖναι διὰ τὴν ἀρετὴν τῆς χώρας, περὶ ὧν καὶ τὸν ἐπιφανέστατον τῶν ποιη‐ τῶν μαρτυρεῖν λέγοντα (Od. ι 107/9) «ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται / πυροὶ καὶ κριθαὶ ἠδ’ ἄμπελοι, αἵ τε φέρουσιν / οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος
20ἀέξει»· ἔν τε γὰρ τῶι Λεοντίνωι πεδίωι καὶ κατὰ πολλοὺς ἄλλους τόπους τῆς Σικελίας μέχρι τοῦ νῦν φύεσθαι τοὺς ἀγρίους ὀνομαζομένους πυρούς. (5) καθόλου δὲ [πρὸ τῆς εὑρέσεως τοῦ σίτου] ζητουμένου κατὰ ποίαν τῆς οἰκουμένης γῆς πρῶτον ἐφάνησαν οἱ προειρημένοι καρποί, εἰκός ἐστιν ἀποδίδοσθαι τὸ πρωτεῖον τῆι κρατίστηι χώραι· καὶ τὰς θεὰς δὲ τὰς εὑρούσας ἀκολούθως τοῖς εἰρημένοις ὁρᾶν ἐστι μάλιστα τιμωμένας παρὰ τοῖς Σικελιώταις.645
25 (3) καὶ τῆς ἁρπαγῆς τῆς κατὰ τὴν Κόρην ἐν ταύτηι γενομένης, ἀπόδειξιν εἶναι λέγουσι φανερωτάτην, ὅτι τὰς διατριβὰς αἱ θεαὶ κατὰ ταύτην τὴν νῆσον ἐποιοῦντο διὰ τὸ στέργεσθαι μάλιστα παρ’ αὐταῖς ταύτην. (2) γενέσθαι δὲ μυθολογοῦσι τὴν ἁρπαγὴν τῆς Κόρης ἐν τοῖς λειμῶσι τοῖς κατὰ τὴν Ἔνναν. ἔστι δ’ ὁ τόπος οὗτος πλησίον μὲν τῆς πόλεως, ἴοις δὲ καὶ τοῖς ἄλλοις ἄνθεσι παντοδαποῖς ἐκπρεπὴς καὶ τῆς θεᾶς ἄξιος. διὰ δὲ τὴν ἀπὸ τῶν φυομένων
30ἀνθῶν εὐωδίαν λέγεται τοὺς κυνηγεῖν εἰωθότας κύνας μὴ δύνασθαι στιβεύειν, ἐμποδιζομένους τὴν φυσικὴν αἴσθησιν. ἔστι δ’ ὁ προειρημένος † λειμὼν ἄνωθεν μὲν ὁμαλὸς καὶ παντελῶς εὔυδρος, κύκλωι δὲ ὑψηλὸς καὶ πανταχόθεν κρημνοῖς ἀπότομος· δοκεῖ δ’ ἐν μέσωι κεῖσθαι τῆς ὅλης νήσου, διὸ καὶ Σικελίας ὀμφαλὸς ὑπό τινων προσαγορεύεται. (3) ἔχει δὲ [καὶ πλησίον] ἄλση καὶ λειμῶνας καὶ περὶ ταῦτα ἕλη, καὶ 〈πλησίον〉 σπήλαιον εὐμέγεθες, ἔχον
35χάσμα κατάγειον πρὸς τὴν ἄρκτον νενευκός, δι’ οὗ μυθολογοῦσι τὸν Πλούτωνα μεθ’ ἅρματος ἐπελθόντα ποιήσασθαι τὴν ἁρπαγὴν τῆς Κόρης. τὰ δὲ ἴα καὶ τῶν ἄλλων ἀνθῶν τὰ παρεχόμενα τὴν εὐωδίαν παραδόξως δι’ ὅλου τοῦ ἐνιαυτοῦ παραμένειν θάλλοντα καὶ τὴν ὅλην πρόσοψιν ἀνθηρὰν καὶ ἐπιτερπῆ παρεχόμενα. (4) μυθολογοῦσι δὲ μετὰ τῆς Κόρης τὰς τῆς ὁμοίας παρθενίας ἠξιωμένας Ἀθηνᾶν τε καὶ Ἄρτεμιν συντρεφομένας συνάγειν μετ’ αὐτῆς
40τὰ ἄνθη καὶ κατασκευάζειν κοινῆι τῶι πατρὶ Διὶ τὸν πέπλον. διὰ δὲ τὰς μετ’ ἀλλήλων διατριβάς τε καὶ ὁμιλίας ἁπάσας στέρξαι τὴν νῆσον ταύτην μάλιστα, καὶ λαχεῖν ἑκάστην αὐτῶν χώραν· τὴν μὲν Ἀθηνᾶν ἐν τοῖς περὶ τὸν Ἱμέραν μέρεσιν, ἐν οἷς τὰς μὲν Νύμφας χαριζομένας Ἀθηνᾶι τὰς τῶν θερμῶν ὑδάτων ἀνεῖναι πηγὰς κατὰ τὴν Ἡρακλέους παρουσίαν, τοὺς δ’ ἐγχωρίους πόλιν αὐτῆι καθιερῶσαι καὶ χώραν τὴν ὀνομαζομένην μέχρι τοῦ νῦν Ἀθήναιον· (5) τὴν
45δ’ Ἄρτεμιν τὴν ἐν ταῖς Συρακούσαις νῆσον λαβεῖν παρὰ τῶν θεῶν τὴν ἀπ’ ἐκείνης Ὀρτυγίαν ὑπό τε τῶν χρησμῶν καὶ τῶν ἀνθρώπων ὀνομασθεῖσαν. ὁμοίως δὲ καὶ κατὰ τὴν νῆσον ταύτην ἀνεῖναι τὰς Νύμφας ταύτας χαριζομένας τῆι Ἀρτέμιδι μεγίστην πηγὴν τὴν ὀνομαζομένην Ἀρέθουσαν. (6) ταύτην δ’ οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνουσ ἔχειν μεγάλους καὶ πολλοὺς ἰχθύας, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν διαμένειν συμβαίνει τούτουσ,

3b,566,F

164

(50)

ἱεροὺς ὄντας καὶ ἀθίκτους ἀνθρώποις· ἐξ ὧν πολλάκις τινῶν κατὰ τὰς πολεμικὰς περιστάσεις
φαγόντων, παραδόξως ἐπεσήμηνε τὸ θεῖον, καὶ μεγάλαις συμφοραῖς περιέβαλε τοὺς τολμή‐ σαντας προσενέγκασθαι περὶ ὧν ἀκριβῶς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοισ. (4) ὁμοίως δὲ ταῖς προειρημέναις δυσὶ θεαῖς καὶ τὴν Κόρην λαχεῖν τοὺς περὶ τὴν Ἔνναν λει‐ μῶνας, πηγὴν δὲ μεγάλην αὐτῆι καθιερωθῆναι ἐν τῆι Συρακοσίαι τὴν ὀνομαζομένην Κυάνην.646
55(2) τὸν γὰρ Πλούτωνα μυθολογοῦσι τὴν ἁρπαγὴν ποιησάμενον ἀποκομίσαι τὴν Κόρην ἐφ’ ἅρματος πλησίον τῶν Συρακουσῶν, καὶ τὴν γῆν ἀναρρήξαντα αὐτὸν μὲν μετὰ τῆς ἁρπα‐ γείσης δῦναι καθ’ Ἅιδου, πηγὴν δ’ ἀνεῖναι τὴν ὀνομαζομένην Κυάνην, πρὸς ἧι κατ’ ἐνιαυτὸν οἱ Συρακόσιοι πανήγυριν ἐπιφανῆ συντελοῦσι· καὶ θύουσιν οἱ μὲν ἰδιῶται τὰ ἐλάττω τῶν ἱερείων, δημοσίαι δὲ ταύρους βυθίζουσιν ἐν τῆι λίμνηι, ταύτην τὴν θυσίαν καταδείξαντος
60Ἡρακλέους καθ’ ὃν καιρὸν τὰς Γηρυόνου βοῦς ἐλαύνων περιῆλθε πᾶσαν Σικελίαν. (3) μετὰ δὲ τὴν τῆς Κόρης ἁρπαγὴν μυθολογοῦσι τὴν Δήμητραν μὴ δυναμένην εὑρεῖν τὴν θυγατέρα, λαμπάδας ἐκ τῶν κατὰ τὴν Αἴτνην κρατήρων ἀναψαμένην ἐπελθεῖν ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης, τῶν δ’ ἀνθρώπων τοὺς μάλιστ’ αὐτὴν προσδεξαμένους εὐεργετῆσαι, τὸν τῶν πυρῶν καρπὸν ἀντιδωρησαμένην. (4) φιλανθρωπότατα δὲ τῶν Ἀθηναίων ὑπο‐
65δεξαμένων τὴν θεόν, πρώτοις τούτοις μετὰ τοὺς Σικελιώτας δωρήσασθαι τὸν τῶν πυρῶν καρπόν· ἀνθ’ ὧν ὁ δῆμος οὗτος περιττότερον τῶν ἄλλων ἐτίμησε τὴν θεὸν θυσίαις τ’ ἐπι‐ φανεστάταις καὶ τοῖς ἐν Ἐλευσῖνι μυστηρίοις, ἃ διὰ τὴν ὑπερβολὴν τῆς ἀρχαιότητος καὶ ἁγνείας ἐγένετο πᾶσιν ἀνθρώποις περιβόητα. παρὰ δὲ τῶν Ἀθηναίων πολλοὶ μεταλαβόντες τῆς ἐκ τοῦ σίτου φιλανθρωπίας, καὶ τοῖς πλησιοχώροις μεταδιδόντες τοῦ σπέρματος, ἐπλή‐
70ρωσαν πᾶσαν τὴν οἰκουμένην. (5) οἱ δὲ κατὰ τὴν Σικελίαν διὰ τὴν τῆς Δήμητρος καὶ Κόρης πρὸς αὐτοὺς οἰκειότητα πρῶτοι τῆς εὑρέσεως τοῦ σίτου μεταλαβόντες, ἑκατέραι τῶν θεῶν κατέδειξαν θυσίας καὶ πανηγύρεις, ἐπωνύμους αὐταῖς ποιήσαντες καὶ τῶι χρόνωι διασημήναντες τὰς δοθείσας, δωρεάς. (6) τῆς μὲν γὰρ Κόρης τὴν καταγωγὴν ἐποιήσαντο περὶ τὸν καιρὸν ἐν ὧι τὸν τοῦ σίτου καρπὸν τελεσιουργεῖσθαι συνέβαινε, καὶ ταύτην τὴν
75θυσίαν καὶ πανήγυριν μετὰ τοσαύτης ἁγνείας καὶ σπουδῆς ἐπιτελοῦσιν ὅσης εἰκός ἐστι τοὺς τῆι κρατίστηι δωρεᾶι προκριθέντας τῶν ἄλλων ἀνθρώπων ἀποδιδόναι τὰς χάριτας. (7) τῆς δὲ Δήμητρος τὸν καιρὸν τῆς θυσίας προέκριναν ἐν ὧι τὴν ἀρχὴν ὁ σπόρος τοῦ σίτου λαμβάνει. ἐπὶ δ’ ἡμέρας δέκα πανήγυριν ἄγουσιν ἐπώνυμον τῆς θεοῦ ταύτης, τῆι τε λαμ‐ πρότητι τῆς παρασκευῆς μεγαλοπρεπεστάτην καὶ τῆι διασκευῆι μιμούμενοι τὸν ἀρχαῖον
80βίον. ἔθος δ’ ἐστὶν αὐτοῖς ἐν ταύταις ταῖς ἡμέραις αἰσχρολογεῖν κατὰ τὰς πρὸς ἀλλήλους ὁμιλίας διὰ τὸ τὴν θεὸν ἐπὶ τῆι τῆς Κόρης ἁρπαγῆι λυπουμένην γελάσαι διὰ τὴν αἰσχρολογίαν. (5) περὶ δὲ τῆς κατὰ τὴν Κόρην ἁρπαγῆς ὅτι γέγονεν ὡς προειρήκαμεν, πολλοὶ τῶν ἀρχαίων συγγραφέων καὶ ποιητῶν μεμαρτυρήκασι. Καρκίνος μὲν γὰρ ὁ τῶν τραγωιδιῶν ποιητής, πλεονάκις ἐν ταῖς Συρακούσαις παρεπιδεδημηκώς, καὶ τὴν τῶν ἐγχωρίων τεθεαμένος σπουδὴν
85〈τὴν〉 περὶ τὰς θυσίας καὶ πανηγύρεις τῆς τε Δήμητρος καὶ Κόρης, κατεχώρισεν ἐν τοῖς ποιήμασι τούσδε τοὺς στίχους (p. 799, 5 N2): «λέγουσι Δήμητρός ποτ’ ἄρρητον κόρην / Πλούτωνα κρυφίοις ἁρπάσαι βουλεύμασι, / δῦναί τε γαίας εἰς μελαμφαεῖς μυχούς. / πόθωι δὲ μητέρ’ ἠφανισμένης κόρης / μαστῆρ’ ἐπελθεῖν πᾶσαν ἐν κύκλωι χθόνα· / καὶ γῆν μὲν Αἰτναίοισι Σικελίαν πάγοις / πυρὸς γέμουσαν ῥεύμασιν δυσεμβόλοις / πᾶσαν στενάξαι,
90πένθεσιν δὲ παρθένου / σίτων ἄμοιρον διοτρεφὲς φθίνειν γένος. / ὅθεν θεὰς τιμῶσιν ἐς τὰ
νῦν ἔτι». (2) οὐκ ἄξιον δὲ παραλιπεῖν τῆς θεοῦ ταύτης τὴν ὑπερβολὴν τῆς εἰς τοὺς ἀνθρώ‐ πους εὐεργεσίας. χωρὶς γὰρ τῆς εὑρέσεως τοῦ σίτου τήν τε κατεργασίαν αὐτοῦ τοὺς ἀνθρώ‐ πους ἐδίδαξε, καὶ νόμους εἰσηγήσατο καθ’ οὓς δικαιοπραγεῖν εἰθίσθησαν, δι’ ἣν αἰτίαν φασὶν αὐτὴν θεσμοφόρον ἐπονομασθῆναι. (3) τούτων δὲ τῶν εὑρημάτων οὐκ ἄν τις ἑτέραν647
95εὐεργεσίαν εὕροι μείζονα· καὶ γὰρ τὸ ζῆν καὶ τὸ καλῶς ζῆν περιέχουσι. περὶ μὲν οὖν τῶν μυθολογουμένων παρὰ τοῖς Σικελιώταις ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν. (6) περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῆι πρώτων Σικανῶν ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν. Φίλιστος (556 F 43) μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατ’

3b,566,F

164

(100)

Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας· Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας, ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι. πολλὰς δ’ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγούμεθα περὶ τούτων διεξιέ‐ ναι. (2) οἱ δ’ οὖν Σικανοὶ τὸ παλαιὸν κωμηδὸν ὤικουν, ἐπὶ τῶν ὀχυροτάτων λόφων τὰς πόλεις κατασκευάζοντες διὰ τοὺς ληιστάς· οὐ γὰρ ἦσαν ὑπὸ μίαν ἡγεμονίαν βασιλέως τεταγ‐
105μένοι, κατὰ πόλιν δὲ ἑκάστην εἷς ἦν ὁ δυναστεύων. (3) καὶ τὸ μὲν πρῶτον ἅπασαν τὴν νῆσον κατώικουν, καὶ τὴν χώραν ἐργαζόμενοι τὰς τροφὰς εἶχον· ὕστερον δὲ τῆς Αἴτνης ἐν πλείοσι τόποις ἀναφυσήματα πυρὸς ἀνείσης, καὶ πολλοῦ κατὰ τὴν χώραν ῥύακος ἐκχυθέντος, συνέβη φθαρῆναι τῆς γῆς ἐπὶ πολὺν τόπον. ἐπ’ ἔτη δὲ πλείω τοῦ πυρὸς ἐπινεμομένου πολλὴν χώραν, φοβηθέντες τὰ μὲν πρὸς ἕω κεκλιμένα τῆς Σικελίας ἐξέλιπον, εἰς δὲ τὰ πρὸς δυσμὰς
110νεύοντα μετώικησαν. τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον ἐκ τῆς Ἰταλίας τὸ τῶν Σικελῶν ἔθνος πανδημεὶ περαιωθὲν εἰς τὴν Σικελίαν, τὴν ὑπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατώικησαν. (4) ἀεὶ δὲ τῆι πλεονεξίαι προβαινόντων τῶν Σικελῶν καὶ τὴν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως συνθήκας ποι‐ ησάμενοι συμφώνους ὅρους ἔθεντο τῆς χώρας περὶ ὧν τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις
115χρόνοις ἀναγράψομεν. (5) ὕσταται δ’ ἀποικίαι τῶν Ἑλλήνων ἐγένοντο κατὰ τὴν Σικελίαν ἀξιόλογοι, καὶ πόλεις παρὰ θάλατταν ἐκτίσθησαν. ἀναμιγνύμενοι δ’ ἀλλήλοις καὶ διὰ τὸ πλῆθος τῶν καταπλεόντων Ἑλλήνων τήν τε διάλεκτον αὐτῶν ἔμαθον, καὶ ταῖς ἀγωγαῖς συντραφέντες τὸ τελευταῖον τὴν βάρβαρον διάλεκτον ἅμα καὶ τὴν προσηγορίαν ἠλλάξαντο, Σικελιῶται προσαγορευθέντες.
120 (7) ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰς νήσους τὰς ὀνομαζομένας Αἰολίδας. αὗται δ’ εἰσὶ τὸν μὲν ἀριθμὸν ἑπτά, προσηγορίας δ’ ἔχουσι ταύτας· Στρογγύλη καὶ Εὐώνυμος, ἔτι δὲ Διδύμη καὶ Φοινικώδης καὶ Ἐρικώδης, πρὸς δὲ τούτοις Ἱερὰ Ἡφαίστου καὶ Λιπάρα, καθ’ ἣν ὁμώνυμος πόλις καθίδρυται. (2) κεῖνται δ’ αὗται μεταξὺ Σικελίας καὶ Ἰταλίας ἐπ’ εὐθείας ἀπὸ Πορθμοῦ [καὶ τῆς πρὸς ἕω]
125πρὸς δύσιν· ἀπέχουσι δὲ τῆς Σικελίας ὡς ἑκατὸν πεντήκοντα σταδίους, καὶ τὸ μέγεθός εἰσιν ἀλλήλαις παραπλήσιαι· ἡ δὲ μεγίστη αὐτῶν ἐστι τὴν περίμετρον σταδίων ὡς ἑκατὸν πεντήκοντα. (3) αὗται δὲ πᾶσαι πυρὸς ἐσχήκασιν ἀναφυσήματα μεγάλα, ὧν κρατῆρες οἱ γεγενημένοι καὶ τὰ στόμια μέχρι τοῦ νῦν εἰσι φανερά· ἐν δὲ τῆι Στρογγύληι καὶ τῆι Ἱερᾶι μέχρι τοῦ νῦν ἐκ τῶν χασμάτων ἐκπίπτει πνεύματος μεγέθος καὶ βρόμος ἐξαίσιος· ἐκφυσᾶται
130δὲ καὶ ἅμμος καὶ λίθων διαπύρων πλῆθος, καθάπερ ἔστιν ὁρᾶν καὶ περὶ τὴν Αἴτνην γινόμενον. (4) λέγουσι γάρ τινες ἐκ τούτων τῶν νήσων ὑπονόμους εἶναι κατὰ γῆς μέχρι τῆς Αἴτνης καὶ τοῖς ἐπ’ ἀμφότερα στομίοις συνημμένους· διὸ καὶ κατὰ τὸ πλεῖστον ἐναλλὰξ κάεσθαι
τοὺς ἐν ταύταις ταῖς νήσοις κρατῆρας τῶν κατὰ τὴν Αἴτνην. (5) φασὶ δὲ τὰς Αἰόλου νήσους τὸ μὲν παλαιὸν ἐρήμους γεγονέναι, μετὰ δὲ ταῦτα τὸν648
135ὀνομαζόμενον Λίπαρον, Αὔσονος ὄντα τοῦ βασιλέως υἱόν, ὑπὸ τῶν ἀδελφῶν καταστασια‐ σθῆναι, κυριεύσαντα δὲ νεῶν μακρῶν καὶ στρατιωτῶν ἐκ τῆς Ἰταλίας φυγεῖν εἰς τὴν ἀπὸ τούτου Λιπάραν ὀνομασθεῖσαν· ἐν ταύτηι δὲ τὴν ἐπώνυμον αὑτοῦ πόλιν κτίσαι, καὶ τὰς ἄλλας νήσους τὰς προειρημένας γεωργῆσαι. (6) τούτου δὲ γεγηρακότος, Αἰόλον τὸν Ἱππότου μετά τινων παραβαλόντα εἰς τὴν Λιπάραν τήν τε τοῦ Λιπάρου θυγατέρα γῆμαι. Κυάνην·
140καὶ τοὺς λαοὺς κοινῆι μετὰ τῶν ἐγχωρίων πολιτεύεσθαι ποιήσας, ἐβασίλευσε τῆς νήσου. τῶι δὲ Λιπάρωι τῆς Ἰταλίας ἐπιθυμοῦντι, συγκατεσκεύασεν αὐτῶι τοὺς περὶ τὸ Σύρρεντον τόπους, ὅπου βασιλεύσας καὶ μεγάλης ἀποδοχῆς τυχὼν ἐτελεύτησε, ταφεὶς δὲ μεγαλοπρεπῶς τιμῶν ἔτυχεν ἡρωικῶν παρὰ τοῖς ἐγχωρίοις. (7) ὁ δ’ Αἰόλος οὗτός ἐστι, πρὸς ὃν μυθολογοῦσι τὸν Ὀδυσσέα κατὰ τὴν πλάνην ἀφικέσθαι. γενέσθαι δ’ αὐτόν φασιν εὐσεβῆ καὶ δίκαιον,
145ἔτι δὲ καὶ πρὸς τοὺς ξένους φιλάνθρωπον· πρὸς δὲ τούτοις τὴν τῶν ἱστίων χρείαν τοῖς ναυτι‐ κοῖς ἐπεισηγήσασθαι· καὶ ἀπὸ τῆς τοῦ πυρὸς προσημασίας παρατετηρηκότα προλέγειν τοὺς ἐγχωρίους ἀνέμους εὐστόχως, ἐξ οὗ ταμίαν αὐτὸν εἶναι τῶν ἀνέμων ὁ μῦθος ἀνέδειξε. διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐσεβείας φίλον τῶν θεῶν ὀνομασθῆναι. (8) τοῦ δ’ Αἰόλου υἱοὺς γενέσθαι τὸν ἀριθμὸν ἕξ· Ἀστύοχον καὶ Ξοῦθον καὶ Ἀνδροκλέα, πρὸς δὲ τούτοις Φεραίμονα

3b,566,F

164

(150)

καὶ Ἰόκαστον καὶ Ἀγάθυρνον. πάντας δὲ τούτους διά τε τὴν τοῦ πατρὸς δόξαν καὶ τὰς 〈ἰδίασ〉 ἀρετὰς ἀποδοχῆς μεγάλης τυχεῖν. τούτων δ’ Ἰόκαστος μὲν τῆς Ἰταλίας ἀντεχόμενος, ἐβασίλευσε τῆς παραλίας μέχρι τῶν κατὰ τὸ Ῥήγιον τόπων, Φεραίμων δὲ καὶ Ἀνδροκλῆς ἐδυνάστευσαν τῆς Σικελίας ἀπὸ Πορθμοῦ μέχρι τῶν κατὰ τὸ Λιλύβαιον τόπων. (2) ταύτης δὲ τῆς χώρας τὰ μὲν πρὸς ἕω κεκλιμένα μέρη κατώικουν Σικελοί, τὰ δὲ πρὸς δυσμὰς Σικανοί·
155ταῦτα δὲ τὰ ἔθνη πρὸς ἄλληλα διεφέροντο, τοῖς δ’ Αἰόλου παισὶ τοῖς προειρημένοις ἑκουσίως ὑπήκουον διά τε τὴν τοῦ πατρὸς Αἰόλου διαβεβοημένην εὐσέβειαν καὶ διὰ τὴν αὐτῶν ἐκείνων ἐπιείκειαν. ἐβασίλευσε δὲ καὶ Ξοῦθος τῆς περὶ τοὺς Λεοντίνους χώρας, ἥτις ἀπ’ ἐκείνου μέχρι τοῦ νῦν χρόνου Ξουθία προσαγορεύεται. Ἀγάθυρνος δὲ βασιλεύσας τῆς νῦν ὀνομα‐ ζομένης Ἀγαθυρνίτιδος χώρας, ἔκτισε πόλιν τὴν ἀπ’ αὐτοῦ κληθεῖσαν Ἀγάθυρνον. Ἀστύ‐
160οχος δὲ τῆς Λιπάρας ἔσχε τὴν ἡγεμονίαν. (3) πάντες δ’ οὗτοι μιμησάμενοι τὴν τοῦ πατρὸς εὐσέβειάν τε καὶ δικαιοσύνην μεγάλης ἐτύγχανον ἀποδοχῆς. ἐπὶ πολλὰς δὲ γενεὰς τῶν ἐκγόνων διαδεχομένων τὰς δυναστείας, τὸ τελευταῖον οἱ ἀπ’ Αἰόλου γεγονότες βασιλεῖς κατὰ τὴν Σικελίαν διελύθησαν. (9) μετὰ δὲ ταῦτα οἱ μὲν Σικελοὶ τοῖς ἀρίστοις τῶν ἀνδρῶν τὰς ἡγεμονίας ἐνεχείριζον, οἱ δὲ Σικανοὶ περὶ τῆς δυναστείας διαφερόμενοι πρὸς ἀλλήλους
165ἐπολέμουν ἐπὶ πολλοὺς χρόνους. (2) μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσιν ὕστερον, πάλιν τῶν νήσων ἐξερημουμένων ἀεὶ καὶ μᾶλλον, Κνίδιοί τινες καὶ Ῥόδιοι δυσαρεστήσαντες τῆι βαρύτητι τῶν κατὰ τὴν Ἀσίαν βασιλέων, ἔγνωσαν ἀποικίαν ἐκπέμπειν. διόπερ προστησάμενοι σφῶν αὐτῶν ἡγεμόνα Πένταθλον τὸν Κνίδιον, ὃς ἦν ἀναφέρων τὸ γένος εἰς Ἱππότην τὸν ἀφ’ Ἡρακλέους γεγονότα, κατὰ τὴν ὀλυμπιάδα τὴν πεντηκοστὴν, ἣν ἐνίκα στάδιον
170Ἐπιτελίδας Λάκων—οἱ δ’ οὖν περὶ τὸν Πένταθλον πλεύσαντες τῆς Σικελίας εἰς τοὺς κατὰ τὸ Λιλύβαιον τόπους, κατέλαβον Ἐγεσταίους καὶ Σελινουντίους διαπολεμοῦντας πρὸς ἀλλήλους. (3) πεισθέντες δὲ τοῖς Σελινουντίοις συμμαχεῖν, πολλοὺς ἀπέβαλον κατὰ τὴν μάχην, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Πένταθλος· διόπερ οἱ περιλειφθέντες ἐπειδὴ κατεπολεμήθησαν οἱ Σελινούντιοι, διέγνωσαν ἀπιέναι πάλιν ἐπ’ οἴκου. ἑλόμενοι δ’ ἡγεμόνας τοὺς οἰκείους τοῦ649
175Πεντάθλου Γόργον καὶ Θέστορα καὶ Ἐπιθερσίδην, ἀπέπλεον διὰ τοῦ Τυρρηνικοῦ πελάγους. (4) προσπλευσάντων δ’ αὐτῶν τῆι Λιπάραι, καὶ φιλόφρονος ἀποδοχῆς τυχόντων, ἐπείσθησαν κοινῆι μετὰ τῶν ἐγχωρίων κατοικῆσαι τὴν Λιπάραν, ὄντων τῶν ἀπ’ Αἰόλου περιλελειμ‐ μένων ὡς πεντακοσίων. ὕστερον δὲ τῶν Τυρρηνῶν ληιστευόντων τὰ κατὰ θάλατταν, πολεμού‐ μενοι κατεσκευάσαντο ναυτικόν· καὶ διελόμενοι σφᾶς αὐτούς, οἱ μὲν ἐγεώργουν τὰς νήσους
180κοινὰς ποιήσαντες, οἱ δὲ πρὸς τοὺς ληιστὰς ἀντετάττοντο· καὶ τὰς οὐσίας δὲ κοινὰς ποιησά‐ μενοι καὶ ζῶντες κατὰ συσσίτια, διετέλεσαν ἐπί τινας χρόνους κοινωνικῶς βιοῦντες. (5) ὕστερον δὲ τὴν μὲν Λιπάραν, καθ’ ἣν καὶ ἡ πόλις ἦν, διενείμαντο, τὰς δ’ ἄλλας ἐγεώργουν κοινῆι. τὸ δὲ τελευταῖον πάσας τὰς νήσους εἰς εἴκοσι ἔτη διελόμενοι, πάλιν κληρουχοῦσιν, ὅταν ὁ χρόνος οὗτος διέλθηι. μετὰ δὲ ταῦτα πολλαῖς ναυμαχίαις ἐνίκησαν 〈τοὺσ〉 Τυρρηνούς,
185καὶ ἀπὸ τῶν λαφύρων πλεονάκις ἀξιολόγους δεκάτας ἀνέθεσαν εἰς Δελφούς. (10) λείπεται δ’ ἡμῖν περὶ τῆς τῶν Λιπαραίων πόλεως τὰς αἰτίας ἀποδοῦναι, δι’ ἃς ἐν τοῖς ὕστερον χρόνοις ἔλαβεν αὔξησιν οὐ μόνον πρὸς εὐδαιμονίαν, ἀλλὰ καὶ πρὸς δόξαν. αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις· οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατ’ αὐτὴν λουτρὰ πολλὰ συμβάλλεται, ἀλλὰ
190καὶ κατὰ τὴν ἐκ τῶν θερμῶν ὑδάτων ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ τὴν τυ‐ χοῦσαν· διόπερ πολλοὶ τῶν κατὰ τὴν Σικελίαν ὑπὸ νόσων ἰδιοτρόπων ἐνοχλούμενοι καταν‐ τῶσιν εἰς αὐτήν, καὶ τοῖς λουτροῖς χρώμενοι παραδόξως ὑγιεῖς καθίστανται. (2) ἔχει δ’ ἡ νῆσος αὕτη τὰ διαβεβοημένα μέταλλα τῆς στυπτηρίας, ἐξ ἧς λαμβάνουσιν οἱ Λιπαραῖοι καὶ Ῥωμαῖοι μεγάλας προσόδους. οὐδαμοῦ γὰρ τῆς οἰκουμένης τῆς στυπτηρίας γινο‐
195μένης, καὶ πολλὴν χρείαν παρεχομένης, εἰκότως μονοπώλιον ἔχοντες καὶ τὰς τιμὰς ἀναβι‐ βάζοντες, πλῆθος χρημάτων λαμβάνουσιν ἄπιστον· ἐν μόνηι γὰρ τῆι νήσωι Μήλωι φύεται μικρά τις στυπτηρία, μὴ δυναμένη διαρκεῖν πολλαῖς πόλεσιν. (3) ἔστι δὲ καὶ ἡ νῆσος τῶν Λιπαραίων μικρὰ μὲν τὸ μέγεθος, καρποφόρος δὲ ἱκανῶς καὶ τὰ πρὸς ἀνθρώπων τρυφὴν ἔχουσα διαφερόντως· καὶ γὰρ ἰχθύων παντοδαπῶν παρέχεται πλῆθος τοῖς κατοικοῦσι,

3b,566,F

164

(200)

καὶ τῶν ἀκροδρύων τὰ μάλιστα δυνάμενα παρέχεσθαι τὴν ἐκ τῆς ἀπολαύσεως ἡδονήν. καὶ περὶ μὲν Λιπάρας καὶ τῶν ἄλλων τοῦ Αἰόλου νήσων καλουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν. (11) μετὰ δὲ τὴν Λιπάραν εἰς τὸ πρὸς δυσμὰς μέρος νῆσός ἐστι πελαγία, μικρὰ μὲν τὸ μέγεθος, ἔρημος δὲ καὶ διά τινα περιπέτειαν Ὀστεώδης ὀνομαζομένη· καθ’ ὃν γὰρ καιρὸν
205Καρχηδόνιοι πρὸς Συρακοσίους διαπολεμοῦντες πολλοὺς καὶ μεγάλους πολέμους, δυνάμεις εἶχον ἀξιολόγους πεζικάς τε καὶ ναυτικάς, περὶ δὲ τούτους τοὺς καιροὺς μισθοφόρων ὄντων παρ’ αὐτοῖς πολλῶν καὶ παντοδαπῶν τοῖς ἔθνεσιν, οὗτοι δὲ ταραχώδεις ὄντες καὶ πολλὰς καὶ μεγάλας στάσεις εἰωθότες ποιεῖσθαι, καὶ μάλιστα ὅταν τοὺς μισθοὺς εὐκαίρως μὴ λαμβά‐ νωσιν, ἐχρήσαντο καὶ τότε τῆι συνήθει ῥαιδιουργίαι τε καὶ τόλμηι. (2) ὄντες γὰρ τὸν ἀριθμὸν
210ὡς ἑξακισχίλιοι, καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶτον συντρέχοντες κατε‐ βόων τῶν στρατηγῶν, ἐκείνων δ’ ἀπορουμένων [χρήμασι] καὶ πολλάκις ἀναβαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσέφερον τοῖς ἡγεμόσι. (3) τῆς δὲ γερουσίας ἐγκαλούσης, καὶ τῆς διαφορᾶς ἀεὶ μᾶλλον ἐκκαομένης, ἡ μὲν γερουσία τοῖς στρατηγοῖς ἐν ἀπορρήτοις προσέταξεν ἀφανίσαι πάντας τοὺς ἐγκα‐650
215λουμένους· οἱ δὲ λαβόντες τὰς ἐντολάς, καὶ τοὺς μισθοφόρους ἐμβιβάσαντες εἰς τὰς ναῦς, ἐξέπλευσαν ὡς ἐπί τινα πολεμικὴν χρείαν. προσπλεύσαντες δὲ τῆι προειρημήνηι νήσωι, καὶ πάντας τοὺς μισθοφόρους ἀποβιβάσαντες εἰς αὐτήν, ἀπέπλευσαν καταλιπόντες ἐν αὐτῆι τοὺς ἐγκαλουμένους. (4) οἱ δὲ μισθοφόροι περιαλγεῖς ὄντες τῆι περιστάσει, καὶ μὴ δυνάμενοι τοὺς Καρχηδονίους ἀμύνασθαι, λιμῶι διεφθάρησαν. ἐν νήσωι δὲ μικρᾶι τοσούτων αἰχμαλώτων
220τελευτησάντων, συνέβη τὸν τόπον ὀλίγον ὄντα πληρωθῆναι τῶν ὀστῶν· ἀφ’ ἧς αἰτίας ἡ νῆσος ἔτυχε ταύτης τῆς προσηγορίας. οἱ μὲν οὖν μισθοφόροι τοῦτον τὸν τρόπον παρανομη‐ θέντες τῆς μεγίστης συμφορᾶς ἔτυχον, ἐνδείαι τροφῆς διαφθαρέντες. (12) ἡμεῖς δ’ ἐπεὶ τὰ περὶ τὰς Αἰολίδας νήσους διήλθομεν, ἐν μέρει τὰς ἐκ θατέρου μέρους νήσους κειμένας ἀναγραφῆς ἀξιώσομεν. τῆς γὰρ Σικελίας ἐκ τοῦ κατὰ μεσημβρίαν
225μέρους νῆσοι τρεῖς πρόκεινται πελάγιαι, καὶ τούτων ἑκάστη πόλιν ἔχει καὶ λιμένας δυνα‐ μένους τοῖς χειμαζομένοις σκάφεσι παρέχεσθαι τὴν ἀσφάλειαν. (2) καὶ πρώτη μέν ἐστιν ἡ προσαγορευομένη Μελίτη, τῶν Συρακουσῶν ἀπέχουσα σταδίους ὡς ὀκτακοσίους· καὶ λιμένας μὲν ἔχει πολλοὺς καὶ διαφόρους ταῖς εὐχρηστίαις, τοὺς δὲ κατοικοῦντας ταῖς οὐσίαις εὐδαίμονας· τεχνίτας τε γὰρ ἔχει πανταδαποὺς ταῖς ἐργασίαις, κρατίστους δὲ τοὺς ὀθόνια
230ποιοῦντας τῆι τε λεπτότητι καὶ τῆι μαλακότητι διαπρεπῆ, τάς τε οἰκήσεις ἀξιολόγους 〈καὶ〉 κατεσκευασμένας φιλοτίμως γείσσοις καὶ θεμελίοις καὶ κονιάμασι περιττοτέροις. (3) ἔστι δ’ ἡ νῆσος αὕτη Φοινίκων ἄποικος, οἳ ταῖς ἐμπορίαις διατείνοντες μέχρι τοῦ κατὰ τὴν δύσιν ὠκεανοῦ καταφυγὴν εἶχον ταύτην, εὐλίμενον οὖσαν καὶ κειμένην πελαγίαν· δι’ ἣν αἰτίαν οἱ κατοικοῦντες αὐτὴν εὐχρηστούμενοι κατὰ πολλὰ διὰ τοὺς ἐμπόρους ταχὺ τοῖς τε
235βίοις ἀνέδραμον καὶ ταῖς δόξαις ηὐξήθησαν. (4) μετὰ δὲ ταύτην τὴν νῆσόν ἐστιν ἑτέρα, τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμημένη, Φοινίκων ἄποικος. (5) ἑξῆς δ’ ἐστὶ Κέρκινα, πρὸς τὴν Λιβύην νενευκυῖα, πόλιν ἔχουσα σύμμετρον καὶ λιμένας εὐχρηστοτάτους οὐ μόνον τοῖς ἐμπόροις, ἀλλὰ καὶ ταῖς μακραῖς ναυσὶν εὐθετοῦντας. ἐπεὶ δὲ περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων εἰρήκαμεν, ἐπάνιμεν πάλιν ἐπὶ τὰς ἑξῆς τῆι
240Λιπάραι νήσους τὰς κειμένας κατὰ τὸ Τυρρηνικὸν καλούμενον πέλαγος. (13) τῆς γὰρ Τυρρηνίας κατὰ τὴν ὀνομαζομένην πόλιν Ποπλώνιον νῆσός ἐστιν, ἣν ὀνο‐ μάζουσιν Αἰθάλειαν. αὕτη δὲ τῆς [Λιπάρας] παραλίας ἀπέχουσα σταδίους ὡς ἑκατόν, τὴν μὲν προσηγορίαν εἴληφεν ἀπὸ τοῦ πλήθους τοῦ κατ’ αὐτὴν αἰθάλου. πέτραν γὰρ ἔχει πολλὴν σιδηρῖτιν, ἣν τέμνουσιν ἐπὶ τὴν χωνείαν καὶ κατασκευὴν τοῦ σιδήρου, πολλὴν ἔχοντες τοῦ
245μετάλλου δαψίλειαν. οἱ γὰρ ταῖς ἐργασίαις προσεδρεύοντες κόπτουσι τὴν πέτραν, καὶ τοὺς τμηθέντας λίθους κάουσιν ἔν τισιν φιλοτέχνοις καμίνοις· ἐν δὲ ταύταις τῶι πλήθει τοῦ πυρὸς
τήκοντες τοὺς λίθους, καταμερίζουσιν εἰς μεγέθη σύμμετρα, παραπλήσια ταῖς ἰδέαις μεγάλοις σπόγγοις. (2) ταῦτα συναγοράζοντες ἔμποροι καὶ μεταβαλλόμενοι κομίζουσιν εἴς τε Δικαιάρχειαν καὶ εἰς τἄλλα ἐμπόρια. ταῦτα δὲ τὰ φορτία τινὲς ὠνούμενοι, καὶ τεχνιτῶν χαλ‐651

3b,566,F

164

(250)

κέων πλῆθος ἀθροίζοντες, κατεργάζονται, καὶ ποιοῦσι σιδήρου πλάσματα παντοδαπά. τούτων δὲ τὰ μὲν εἰς †ὀρνέων τύπους χαλκεύουσι, τὰ δὲ πρὸς δικελλῶν καὶ δρεπάνων καὶ τῶν ἄλλων ἐργαλείων εὐθέτους τύπους φιλοτεχνοῦσιν· ὧν κομιζομένων ὑπὸ τῶν ἐμπόρων εἰς πάντα τόπον, πολλὰ μέρη τῆς οἰκουμένης μεταλαμβάνει τῆς ἐκ τούτων εὐχρηστίας. (3) μετὰ δὲ τὴν Αἰθάλειαν νῆσός ἐστιν ἀπέχουσα μὲν ταύτης ὡς τριακοσίους σταδίους,
255ὀνομάζεται δὲ ὑπὸ μὲν τῶν Ἑλλήνων Κύρνος, ὑπὸ δὲ τῶν Ῥωμαίων καὶ τῶν ἐγχωρίων Κόρσικα. αὕτη δ’ ἡ νῆσος εὐπροσόρμιστος οὖσα, κάλλιστον ἔχει λιμένα τὸν ὀνομαζόμενον Συρακόσιον. ὑπάρχουσι δ’ ἐν αὐτῆι καὶ πόλεις ἀξιόλογοι δύο· καὶ τούτων ἡ μὲν Κάλαρις, ἡ δὲ Νίκαια προσαγορεύεται. (4) τούτων δὲ τὴν μὲν Κάλαριν Φωκαεῖς ἔκτισαν, καὶ χρόνον τινὰ κατοικήσαντες ὑπὸ Τυρρηνῶν ἐξεβλήθησαν ἐκ τῆς νήσου· τὴν δὲ Νίκαιαν ἔκτισαν
260Τυρρηνοὶ θαλαττοκρατοῦντες, καὶ τὰς κατὰ τὴν Τυρρηνίαν κειμένας νήσους ἰδιοποιούμενοι. ἐπὶ δέ τινας χρόνους τῶν ἐν τῆι Κύρνωι πόλεων κυριεύοντες, ἐλάμβανον παρὰ τῶν ἐγχωρίων φόρους ῥητίνην καὶ κηρὸν καὶ μέλι, φυομένων τούτων δαψιλῶς ἐν τῆι νήσωι. (5) τὰ δ’ ἀνδράποδα τὰ Κύρνια διαφέρειν δοκεῖ τῶν ἄλλων δούλων εἰς τὰς κατὰ τὸν βίον χρείας, φυσικῶς ταύτης τῆς ἰδιότητος παρακολουθούσης. (5a) ἡ δ’ ὅλη νῆσος εὐμεγέθης οὖσα,
265πολλὴν τῆς χώρας ὀρεινὴν ἔχει, πεπυκασμένην δρυμοῖς συνεχέσι καὶ ποταμοῖς διαρρεο‐ μένην μικροῖς. (14) οἱ δ’ ἐγχώριοι τροφαῖς μὲν χρῶνται γάλακτι καὶ μέλιτι καὶ κρέασι, δαψιλῶς πάντα ταῦτα παρεχομένης τῆς χώρας, τὰ δὲ πρὸς ἀλλήλους βιοῦσιν ἐπιεικῶς καὶ δικαίως παρὰ πάντας σχεδὸν τοὺς ἄλλους βαρβάρους· τά τε γὰρ κατὰ τὴν ὀρεινὴν ἐν τοῖς δένδρεσιν εὑρισκόμενα κηρία τῶν πρώτων εὑρισκόντων ἐστί, μηδενὸς ἀμφισβητοῦντος, τά
270τε πρόβατα σημείοις διειλημμένα, κἂν μηδεὶς φυλάττηι, σώιζεται τοῖς κεκτημένοις, ἔν τε ταῖς ἄλλαις ταῖς ἐν τῶι βίωι κατὰ μέρος οἰκονομίαις θαυμαστῶς προτιμῶσι τὸ δικαιοπραγεῖν. (2) παραδοξότατον δ’ ἐστὶ τὸ παρ’ αὐτοῖς γινόμενον κατὰ τὰς τῶν τέκνων γενέσεις· ὅταν γὰρ ἡ γυνὴ τέκηι, ταύτης μὲν οὐδεμία γίνεται περὶ τὴν λοχείαν ἐπιμέλεια, ὁ δ’ ἀνὴρ αὐτῆς ἀναπεσὼν ὡς νοσῶν λοχεύεται τακτὰς ἡμέρας, ὡς τοῦ σώματος αὐτῶι κακοπαθοῦντος.
275(3) φύεται δὲ κατὰ τὴν νῆσον ταύτην καὶ πύξος πλείστη καὶ διάφορος, δι’ ἣν καὶ τὸ μέλι τὸ γινόμενον ἐν ταύτηι παντελῶς γίνεται πικρόν. (4) κατοικοῦσι δ’ αὐτὴν βάρβαροι, τὴν διάλεκτον ἔχοντες ἐξηλλαγμένην καὶ δυσκατανόητον· τὸν δ’ ἀριθμὸν ὑπάρχουσιν ὑπὲρ τοὺς τρισμυρίους. (15) ἐχομένη δὲ ταύτης ἐστὶ νῆσος ἡ προσαγορευομένη Σαρδώ, τῶι μὲν μεγέθει παρα‐
280πλήσιος τῆι Σικελίαι, κατοικουμένη δ’ ὑπὸ βαρβάρων τῶν ὀνομαζομένων Ἰολαείων, οὓς νομίζουσιν ἀπογόνους εἶναι τῶν μετὰ Ἰολάου καὶ τῶν Θεσπιαδῶν [ὄντων αὐτῶν πολλῶν ἐκ τῶν Θεσπίων] κατοικησάντων. κατὰ γὰρ τοὺς χρόνους ἐν οἷς Ἡρακλῆς τοὺς διαβεβοημένους ἄθλους ἐτέλει, παίδων ὄντων αὐτῶι πολλῶν ἐκ τῶν Θεσπίου θυγατέρων, τούτους Ἡρακλῆς κατά τινα χρησμὸν ἐξαπέστειλεν εἰς Σαρδώ, καὶ μετ’ αὐτῶν δύναμιν ἀξιόλογον Ἑλλήνων
285τε καὶ βαρβάρων ἐπὶ τὴν ἀποικίαν. (2) ταύτης δὲ προεστηκὼς Ἰόλαος ὁ ἀδελφιδοῦς Ἡρα‐
κλέους 〈καὶ τὴν νῆσον〉 καταλαβόμενος, ὤικισεν ἐν αὐτῆι πόλεις ἀξιολόγους· καὶ τὴν χώραν κατακληρουχήσας, τοὺς μὲν λαοὺς προσηγόρευσεν ἀφ’ ἑαυτοῦ Ἰολαείους, κατεσκεύασε δὲ καὶ γυμνάσια καὶ θεῶν ναοὺς καὶ τἄλλα πάντα τὰ πρὸς βίον ἀνθρώπων εὐδαίμονα, ὧν ὑπομνήματα μέχρι τῶνδε τῶν καιρῶν διαμένει· τὰ μὲν γὰρ κάλλιστα πεδία τὴν προσηγορίαν652
290ἀπ’ ἐκείνου λαβόντα Ἰολάεια καλεῖται, τὸ δὲ πλῆθος μέχρι τοῦ νῦν φυλάττει τὴν ἀπὸ Ἰολάου προσηγορίαν. (3) τοῦ δὲ περὶ τῆς ἀποικίας χρησμοῦ περιέχοντος ὅτι τοῖς τῆς ἀποικίας ταύτης κοινωνήσασι διαμενεῖ τὰ τῆς ἐλευθερίας ἅπαντα τὸν αἰῶνα, συνέβη τὸν χρησμὸν παραδόξως μέχρι τοῦ νῦν αὐτονομίαν τοῖς ἐγχωρίοις ἀσάλευτον φυλάξαι· (4) Καρχηδόνιοί τε γὰρ ἐπὶ πλέον ἰσχύσαντες καὶ τῆς νήσου κρατήσαντες, οὐκ ἠδυνήθησαν τοὺς προκατασχόν‐
295τας τὴν νῆσον καταδουλώσασθαι, ἀλλ’ οἱ μὲν Ἰολάειοι καταφυγόντες εἰς τὴν ὀρεινὴν καὶ καταγείους οἰκήσεις κατασκευάσαντες, ἔτρεφον πολλὰς ἀγέλας βοσκημάτων, ὧν παρεχομέ‐ νων δαψιλεῖς τροφάς, ἠρκοῦντο προσφερόμενοι γάλα καὶ τυρὸν καὶ κρέα· καὶ τῆς μὲν πεδιάδος γῆς ἐκχωρήσαντες τὴν ἐκ τῆς ἐργασίας κακοπάθειαν ἐξέκλιναν, τὴν δ’ ὀρεινὴν νεμόμενοι καὶ βίον ἔχοντες ἄμοιρον κακοπαθείας ταῖς προειρημέναις τροφαῖς διετέλεσαν χρώμενοι.

3b,566,F

164

(300)

(5) τῶν δὲ Καρχηδονίων πολλάκις ἀξιολόγοις δυνάμεσι στρατευσάντων ἐπ’ αὐτούς, διὰ τὰς δυσχωρίας καὶ τὴν ἐν τοῖς καταγείοις δυστραπέλειαν διέμειναν ἀδούλωτοι· τὸ δὲ τελευ‐ ταῖον Ῥωμαίων ἐπικρατούντων καὶ πολλάκις ἐπ’ αὐτοὺς στρατευσάντων διὰ ταύτας τὰς αἰ‐ τίας ἀχείρωτοι πολεμίαι δυνάμει διέμειναν. (6) οὐ μὴν ἀλλὰ κατὰ τοὺς ἀρχαίους χρόνουσἸόλαος μὲν συγκατασκευάσας τὰ κατὰ τὴν ἀποικίαν ἐπανῆλθεν εἰς τὴν Ἑλλάδα, οἱ δὲ Θεσπι‐
305άδαι τῆς νήσου προεστῶτες ἐπὶ πολλὰς γενεάς, τὸ τελευταῖον ἐξέπεσον εἰς τὴν Ἰταλίαν, καὶ κατώικησαν ἐν τοῖς κατὰ Κύμην τόποις, τὸ δ’ ἄλλο πλῆθος ἐκβαρβαρωθὲν καὶ προστησάμενον ἐκ τῶν ἐγχωρίων τοὺς ἀρίστους ἡγεμόνας, διεφύλαξε τὴν ἐλευθερίαν μέχρι τῶν καθ’ ἡμᾶς χρόνων. (16) ἡμεῖς δ’ ἀρκούντως εἰρηκότες περὶ τῆς Σαρδόνος διέξιμεν περὶ τῶν ἑξῆς κειμένων
310νήσων. μετὰ γὰρ τὰς προειρημένας νῆσός ἐστιν ὀνομαζομένη μὲν Πιτυοῦσσα, τὴν δὲ προσηγορίαν ἔχουσα ἀπὸ τοῦ πλήθους τῶν κατ’ αὐτὴν φυομένων πιτύων. πελαγία δ’ οὖσα διέ‐ στηκεν ἀπὸ μὲν Ἡρακλέους στηλῶν πλοῦν ἡμερῶν τριῶν καὶ τῶν ἴσων νυκτῶν, ἀπὸ δὲ Λιβύης ἡμέρας καὶ νυκτός, ἀπὸ δ’ Ἰβηρίας μιᾶς ἡμέρας. (2) κατὰ δὲ τὸ μέγεθος παραπλή‐ σιός ἐστι Κορκύραι. κατὰ δὲ τὴν ἀρετὴν οὖσα μετρία, τὴν μὲν ἀμπελόφυτον χώραν ὀλίγην
315ἔχει, τὰς δ’ ἐλαίας ἐμπεφυτευμένας ἐν τοῖς κοτίνοις· τῶν δὲ φυομένων ἐν αὐτῆι καλλιστεύειν φασὶ τὴν μαλακότητα τῶν ἐρίων. διειλημμένη δὲ πεδίοις ἀξιολόγοις καὶ γεωλόφοις, πόλιν ἔχει τὴν ὀνομαζομένην Ἔρεσον (?), ἄποικον Καρχηδονίων. (3) ἔχει δὲ καὶ λιμένας ἀξιολό‐ γους καὶ τειχῶν κατασκευὰς εὐμεγέθεις καὶ οἰκιῶν πλῆθος εὖ κατεσκευασμένων. κατοικοῦσι δ’ αὐτὴν βάρβαροι παντοδαποί, πλεῖστοι δὲ Φοίνικες. ὁ δ’ ἀποικισμὸς αὐτῆς γέγονεν ὕστερον
320ἔτεσιν ἑκατὸν ἑξήκοντα τῆς κατὰ τὴν Καρχηδόνα κτίσεως. (17) ἄλλαι δ’ ὑπάρχουσι νῆσοι κατ’ ἀντικρὺ τῆς Ἰβηρίας, ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομα‐ ζόμεναι Γυμνησίαι διὰ τὸ τοὺς ἐνοικοῦντας γυμνοὺς τῆς ἐσθῆτος βιοῦν κατὰ τὴν τοῦ θέρους ὥραν, ὑπὸ δὲ τῶν ἐγχωρίων καὶ τῶν Ῥωμαίων προσαγορευθῆναι Βαλιαρίδας ἀπὸ τοῦ
βάλλειν ταῖς σφενδόναις λίθους μεγάλους κάλλιστα τῶν ἁπάντων ἀνθρώπων. τούτων δ’ ἡ653
325μείζω μεγίστη πασῶν ἐστι μετὰ τὰς ἑπτὰ νήσους—Σικελίαν, Σαρδώ, Κύπρον, Κρήτην, Εὔβοιαν, Κύρνον, Λέσβον—, ἀπέχει δὲ τῆς Ἰβηρίας πλοῦν ἡμερήσιον· ἡ δ’ ἐλάττων κέκλιται μὲν πρὸς τὴν ἕω, τρέφει δὲ κτήνη πολλὰ καὶ παντοδαπά, μάλιστα δ’ ἡμιόνους μεγάλους μὲν τοῖς ἀναστήμασιν, ὑπεράγοντας δὲ ταῖς ῥώμαις. (2) ἀμφότεραι δ’ αἱ νῆσοι χώραν ἔχουσιν ἀγαθὴν καρποφόρον, καὶ πλῆθος τῶν κατοικούντων ὑπὲρ τοὺς τρισμυρίους. τῶν δὲ
330πρὸς τὴν τροφὴν γεννημάτων οἶνον μὲν ὁλοσχερῶς οὐ φέρουσι· διὸ καὶ πάντες εἰσὶν ὑπερβολῆι πρὸς τὸν οἶνον εὐκατάφοροι διὰ τὸ σπανίζειν παρ’ αὐτοῖς· ἐλαίου δὲ παντελῶς σπανίζοντες, κατασκευάζουσιν ἐκ τῆς σχίνου, καὶ μιγνύντες ὑείωι στέατι τὰ σώματα αὑτῶν ἀλείφουσι τούτωι. (3) μάλιστα δὲ τῶν ἁπάντων ὄντες φιλογύναιοι, προτιμῶσιν αὐτὰς ἐπὶ τοσοῦτον, ὥστε ὅταν τινὲς γυναῖκες ὑπὸ τῶν προσπλεόντων ληιστῶν ἁλῶσιν, ἀντὶ μιᾶς γυναικὸς
335τρεῖς ἢ τέτταρας ἄνδρας διδόντες λυτροῦνται. (3a) οἰκοῦσι δ’ ὑπὸ ταῖς κοιλάσι πέτραις, καὶ παρὰ τοὺς κρημνοὺς ὀρύγματα κατασκευάζοντες καὶ καθόλου πολλοὺς τόπους ὑπονόμους ποιοῦντες, ἐν τούτοις βιοῦσιν, ἅμα τὴν ἐξ αὐτῶν σκέπην καὶ ἀσφάλειαν θηρώμενοι. (4) ἀρ‐ γυρῶι δὲ καὶ χρυσῶι νομίσματι τὸ παράπαν οὐ χρῶνται, καὶ καθόλου ταῦτα εἰσάγειν εἰς τὴν νῆσον κωλύουσιν· αἰτίαν δὲ ταύτην ἐπιφέρουσιν, ὅτι τὸ παλαιὸν Ἡρακλῆς ἐστράτευσεν ἐπὶ
340Γηρυόνην, ὄντα Χρυσάορος μὲν υἱόν, πλεῖστον δὲ κεκτημένον ἄργυρόν τε καὶ χρυσόν· ἵν’ οὖν ἀνεπιβούλευτον ἔχωσι τὴν κτῆσιν, ἀνεπιμικτὸν ἑαυτοῖς ἐποίησαν τὸν ἐξ ἀργύρου τε καὶ χρυσοῦ πλοῦτον· διόπερ ἀκολούθως ταύτηι τῆι κρίσει κατὰ τὰς γεγενημένας πάλαι ποτὲστρατείας παρὰ Καρχηδονίοις τοὺς μισθοὺς οὐκ ἀπεκόμιζον εἰς τὰς πατρίδας, ἀλλ’ ὠνούμενοι γυναῖκας καὶ οἶνον ἅπαντα τὸν μισθὸν εἰς ταῦτα κατεχώριζον. (18) παράδοξον δέ τι καὶ
345κατὰ τοὺς γάμους νόμιμον παρ’ αὐτοῖς ἐστιν· ἐν γὰρ ταῖς κατὰ τοὺς γάμους εὐωχίαις οἰκείων τε καὶ φίλων κατὰ τὴν ἡλικίαν ὁ πρῶτος ἀεὶ καὶ ὁ δεύτερος καὶ οἱ λοιποὶ κατὰ τὸ ἑξῆς μίσγονται ταῖς νύμφαις ἀνὰ μέρος, ἐσχάτου τοῦ νυμφίου τυγχάνοντος ταύτης τῆς τιμῆς. (2) ἴδιον δέ τι ποιοῦσι καὶ παντελῶς ἐξηλλαγμένον περὶ τὰς τῶν τετελευτηκότων ταφάς· συγκόψαντες γὰρ ξύλοις τὰ μέλη τοῦ σώματος εἰς ἀγγεῖον ἐμβάλλουσι, καὶ λίθους δαψιλεῖς

3b,566,F

164

(350)

ἐπιτιθέασιν. (3) ὁπλισμὸς δ’ ἐστὶν αὐτοῖς τρεῖς σφενδόναι· καὶ τούτων μίαν μὲν περὶ τὴν κεφαλὴν ἔχουσιν, ἄλλην δὲ περὶ τὴν γαστέρα, τρίτην δ’ ἐν ταῖς χερσί. κατὰ δὲ τὰς πολεμικὰς χρείας βάλλουσι λίθους πολὺ μείζους τῶν ἄλλων οὕτως εὐτόνως, ὥστε δοκεῖν τὸ βληθὲν ἀπό τινος καταπέλτου φέρεσθαι· διὸ καὶ κατὰ τὰς τειχομαχίας ἐν ταῖς προσβολαῖς τύπτοντες τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας κατατραυματίζουσιν, ἐν δὲ ταῖς παρατάξεσι τούς τε θυ‐
355ρεοὺς καὶ τὰ κράνη καὶ πᾶν σκεπαστήριον ὅπλον συντρίβουσι. (4) κατὰ δὲ τὴν εὐστοχίαν οὕτως ἀκριβεῖς εἰσιν, ὥστε κατὰ τὸ πλεῖστον μὴ ἁμαρτάνειν τοῦ προκειμένου σκοποῦ. αἴτιαι δὲ τούτων αἱ συνεχεῖς ἐκ παίδων μελέται, καθ’ ἃς ὑπὸ τῶν μητέρων ἀναγκάζονται παῖδες ὄντες συνεχῶς σφενδονᾶν· προκειμένου γὰρ σκοποῦ κατά τι ξύλον ἠρτημένου ἄρτου, οὐ πρότερον δίδοται τῶι μελετῶντι φαγεῖν, ἕως ἂν τυχὼν τοῦ ἄρτου συγχωρούμενον λάβηι παρὰ
360τῆς μητρὸς καταφαγεῖν τοῦτον. (19) ἐπεὶ δὲ περὶ τῶν ἐντὸς Ἡρακλείων στηλῶν κειμένων νήσων διεληλύθαμεν, περὶ τῶν κατὰ τὸν ὠκεανὸν οὐσῶν διέξιμεν. κατὰ γὰρ τὴν Λιβύην κεῖται μὲν πελαγία νῆσος
ἀξιόλογος [μὲν] τῶι μεγέθει, κειμένη δὲ κατὰ τὸν ὠκεανόν, ἀπέχει [δὲ] πλοῦν ἀπὸ τῆς Λιβύης ἡμερῶν πλειόνων, κεκλιμένη πρὸς τὴν δύσιν. (2) ἔχει δὲ χώραν καρποφόρον, πολλὴν654
365μὲν ὀρεινήν, οὐκ ὀλίγην δὲ πεδιάδα κάλλει διαφέρουσαν· διαρρεομένη γὰρ ποταμοῖς πλω‐ τοῖς, ἐκ τούτων ἀρδεύεται. καὶ πολλοὺς μὲν ἔχει παραδείσους καταφύτους παντοίοις δέν‐ δρεσι, παμπληθεῖς δὲ κηπείας διειλημμένας ὕδασι γλυκέσιν· ἐπαύλεις τε πολυτελεῖς ταῖς κατασκευαῖς ὑπάρχουσιν ἐν αὐτῆι, καὶ κατὰ τὰς κηπείας κατεσκευασμένα κωθωνιστήρια τὴν διάθεσιν ἀνθηρὰν ἔχοντα, ἐν οἷς οἱ κατοικοῦντες κατὰ τὴν θερινὴν ὥραν ἐνδιατρίβουσι,
370δαψιλῶς τῆς χώρας χορηγούσης τὰ πρὸς τὴν ἀπόλαυσιν καὶ τρυφήν. (3) ἥ τε ὀρεινὴ δρυ‐ μοὺς ἔχει πυκνοὺς καὶ μεγάλους, καὶ δένδρα παντοδαπὰ καρποφόρα, καὶ πρὸς τὰς ἐν τοῖς ὄρεσι διαίτας [ἔχοντα] συναγκείας καὶ πηγὰς πολλάς. καθόλου δ’ ἡ νῆσος αὕτη κατάρρυτός ἐστι ναματιαίοις καὶ γλυκέσι ὕδασι, δι’ ὧν οὐ μόνον ἀπόλαυσις ἐπιτερπὴς γίνεται τοῖς ἐμ‐ βιοῦσιν ἐν αὐτῆι, ἀλλὰ καὶ πρὸς ὑγίειαν σωμάτων καὶ ῥώμην συμβάλλεται. (4) κυνήγιά
375τε δαψιλῆ παντοίων ζώιων καὶ θηρίων ὑπάρχει, καὶ τούτων ἐν ταῖς εὐωχίαις εὐποροῦντες, οὐδὲν ἐλλιπὲς ἔχουσι τῶν πρὸς τρυφὴν καὶ πολυτέλειαν ἀνηκόντων· καὶ γὰρ ἰχθύων ἔχει πλῆθος ἡ προσκλύζουσα τῆι νήσωι θάλαττα διὰ τὸ φύσει τὸν ὠκεανὸν πανταχῆι πλήθειν παντοδαπῶν ἰχθύων. (5) καθόλου δ’ ἡ νῆσος αὕτη τὸν περικείμενον ἀέρα παντελῶς εὔκρατον ἔχουσα, τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ φέρει πλῆθος ἀκροδρύων καὶ τῶν ἄλλων τῶν ὡραίων,
380ὥστε δοκεῖν αὐτὴν ὡσεὶ θεῶν τινων, οὐκ ἀνθρώπων ὑπάρχειν ἐμβιωτήριον διὰ τὴν ὑπερβολὴν τῆς εὐδαιμονίας. (20) κατὰ μὲν οὖν τοὺς παλαιοὺς χρόνους ἀνεύρετος ἦν διὰ τὸν ἀπὸ τῆς ὅλης οἰκουμένης ἐκτοπισμόν, ὕστερον δ’ εὑρεθῆναι διὰ τοιαύτας αἰτίας. Φοίνικες ἐκ παλαιῶν χρόνων συνεχῶς πλέοντες κατ’ ἐμπορίαν, πολλὰς μὲν κατὰ τὴν Λιβύην ἀποικίας ἐποιήσαντο, οὐκ ὀλίγας δὲ καὶ τῆς Εὐρώπης ἐν τοῖς πρὸς δύσιν κεκλιμένοις μέρεσι. τῶν δ’ ἐπιβολῶν αὐτοῖς
385κατὰ νοῦν προχωρουσῶν, πλούτους μεγάλους ἤθροισαν, καὶ τὴν ἐκτὸς Ἡρακλειῶν στηλῶν ἐπ‐ εβάλοντο πλεῖν, ἣν ὠκεανὸν ὀνομάζουσι. (2) καὶ πρῶτον μὲν ἐπ’ αὐτοῦ τοῦ κατὰ τὰς στήλας πόρου πόλιν ἔκτισαν ἐπὶ τῆς Εὐρώπης, ἣν οὖσαν χερρόνησον προσηγόρευσαν Γάδειρα, ἐν ἧι τά τε ἄλλα κατεσκεύασαν οἰκείως τοῖς τόποις καὶ ναὸν Ἡρακλέους πολυτελῆ, καὶ θυσίας κατέδειξαν μεγαλοπρεπεῖς τοῖς τῶν Φοινίκων ἔθεσι διοικουμένας. τὸ δ’ ἱερὸν συνέβη
390τοῦτο καὶ τότε καὶ κατὰ τοὺς νεωτέρους χρόνους τιμᾶσθαι περιττότερον μέχρι τῆς καθ’ ἡμᾶς ἡλικίας. πολλοὶ δὲ καὶ τῶν Ῥωμαίων .... (3) οἱ δ’ οὖν Φοίνικες διὰ τὰς προειρη‐ μένας αἰτίας ἐρευνῶντες τὴν ἐκτὸς τῶν στηλῶν παραλίαν, καὶ παρὰ τὴν Λιβύην πλέοντες, ὑπ’ ἀνέμων μεγάλων ἀπηνέχθησαν ἐπὶ πολὺν πλοῦν δι’ ὠκεανοῦ· χειμασθέντες δὲ ἐπὶ πολλὰς ἡμέρας προσηνέχθησαν τῆι προειρημένηι νήσωι, καὶ τὴν εὐδαιμονίαν αὐτῆς καὶ
395φύσιν κατοπτεύσαντες ἅπασι γνώριμον ἐποίησαν. (4) διὸ καὶ Τυρρηνῶν θαλαττοκρατούντων καὶ πέμπειν εἰς αὐτὴν ἀποικίαν ἐπιβαλλομένων, διεκώλυσαν αὐτοὺς Καρχηδόνιοι, ἅμα μὲν εὐλαβούμενοι μὴ διὰ τὴν ἀρετὴν τῆς νήσου πολλοὶ τῶν ἐκ τῆς Καρχηδόνος εἰς ἐκείνην μετα‐ στῶσιν, ἅμα δὲ πρὸς τὰ παράλογα τῆς Τύχης κατασκευαζόμενοι καταφυγήν, εἴ τι περὶ τὴν Καρχηδόνα ὁλοσχερὲς πταῖσμα συμβαίνοι· δυνήσεσθαι γὰρ αὐτοὺς θαλαττοκρατοῦντας ἀπᾶραι

3b,566,F

164

(400)

πανοικίους εἰς ἀγνοουμένην ὑπὸ τῶν ὑπερεχόντων νῆσον. (21) ... μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην. κατὰ γὰρ τὴν Γαλατίαν τὴν παρωκεανῖτιν κατ’ ἀντικρὺ τῶν Ἑρκυνίων ὀνομαζομένων δρυμῶν—ὀρῶν μέγιστα γὰρ
ὑπάρχειν παρειλήφαμεν τῶν κατὰ τὴν Εὐρώπην—νῆσοι πολλαὶ κατὰ τὸν ὠκεανὸν ὑπάρχου‐ σιν, ὧν ἐστι μεγίστη ἡ Πρεττανικὴ καλουμένη. (2) αὕτη δὲ τὸ μὲν παλαιὸν ἀνεπίμικτος655
405ἐγένετο ξενικαῖς δυνάμεσιν· οὔτε γὰρ Διόνυσον οὔθ’ Ἡρακλέα παρειλήφαμεν οὔτε τῶν ἄλλων ἡρώων ἢ δυναστῶν ἐστρατευμένον ἐπ’ αὐτήν, καθ’ ἡμᾶς δὲ Γάιος Καῖσαρ .... περὶ δὲ τῆς νήσου καὶ τοῦ φυομένου κατ’ αὐτὴν καττιτέρου νῦν διέξιμεν. (3) αὕτη γὰρ τῶι σχήματι τρίγωνος οὖσα, παραπλησίως τῆι Σικελίαι τὰς πλευρὰς οὐκ ἰσοκώλους ἔχει. παρεκ‐ τεινούσης δ’ αὐτῆς παρὰ τὴν Εὐρώπην λοξῆς, τὸ μὲν ἐλάχιστον ἀπὸ τῆς ἠπείρου διεστηκὸς
410ἀκρωτήριον, ὃ καλοῦσι Κάντιον, φασὶν ἀπέχειν ἀπὸ τῆς γῆς σταδίους ὡς ἑκατόν, καθ’ ὃν τόπον ἡ θάλαττα ποιεῖται τὸν ἔκρουν· τὸ δ’ ἕτερον ἀκρωτήριον τὸ καλούμενον Βελέριον ἀπέχειν λέγεται τῆς ἠπείρου πλοῦν ἡμερῶν τεττάρων· τὸ δ’ ὑπολειπόμενον ἀνήκειν μὲν ἱστοροῦσιν εἰς τὸ πέλαγος, ὀνομάζεσθαι δ’ Ὄρκαν. (4) τῶν δὲ πλευρῶν τὴν μὲν ἐλαχίστην εἶναι σταδίων ἑπτακισχιλίων πεντακοσίων, παρήκουσαν παρὰ τὴν Εὐρώπην, τὴν δευτέραν
415τὴν ἀπὸ τοῦ πορθμοῦ πρὸς τὴν κορυφὴν ἀνήκουσαν σταδίων μυρίων πεντακισχιλίων, τὴν δὲ λοιπὴν σταδίων δισμυρίων, ὥστε τὴν πᾶσαν εἶναι τῆς νήσου περιφορὰν σταδίων τετρακισμυ‐ ρίων δισχιλίων πεντακοσίων. (5) κατοικεῖν δέ φασι τὴν Πρεττανικὴν αὐτόχθονα γένη καὶ τὸν παλαιὸν βίον ταῖς ἀγωγαῖς διατηροῦντα· ἅρμασι μὲν γὰρ κατὰ τοὺς πολέμους χρῶνται, καθάπερ οἱ παλαιοὶ τῶν Ἑλλήνων ἥρωες ἐν τῶι Τρωικῶι πολέμωι κεχρῆσθαι παραδέδονται·
420καὶ τὰς οἰκήσεις εὐτελεῖς ἔχουσιν, ἐκ τῶν καλάμων ἢ ξύλων κατὰ τὸ πλεῖστον συγκειμένας· τήν τε συναγωγὴν τῶν σιτικῶν καρπῶν ποιοῦνται τοὺς στάχυς αὐτοὺς ἀποτέμνοντες καὶ θησαυρίζοντες εἰς τὰς καταστέγους οἰκήσεις, ἐκ δὲ τούτων τοὺς παλαιοὺς στάχυς καθ’ ἡμέραν τίλλειν, καὶ κατεργαζομένους ἔχειν τὴν τροφήν. (6) τοῖς δ’ ἤθεσιν ἁπλοῦς εἶναι καὶ πολὺ κεχωρισμένους τῆς τῶν νῦν ἀνθρώπων ἀγχινοίας καὶ πονηρίας· τάς τε διαίτας
425εὐτελεῖς ἔχειν, καὶ τῆς ἐκ τοῦ πλούτου γεννωμένης τρυφῆς πολὺ διαλλάττοντας. εἶναι δὲ καὶ πολυάνθρωπον τὴν νῆσον· καὶ τὴν τοῦ ἀέρος ἔχειν διάθεσιν παντελῶς κατεψυγμένην, ὡς ἂν ὑπ’ αὐτὴν τὴν ἄρκτον κειμένην. βασιλεῖς δὲ καὶ δυνάστας πολλοὺς ἔχειν, καὶ πρὸς ἀλλήλους κατὰ τὸ πλεῖστον εἰρηνικῶς διακεῖσθαι. (22) ἀλλὰ περὶ μὲν τῶν κατ’ αὐτὴν νομίμων καὶ τῶν ἄλλων ἰδιωμάτων τὰ κατὰ μέρος ἀναγράψομεν, ὅταν ἐπὶ τὴν Καίσαρος ...
430στρατείαν ... παραγενηθῶμεν, νῦν δὲ περὶ τοῦ κατ’ αὐτὴν φυομένου καττιτέρου διέξιμεν. τῆς γὰρ Βρεττανικῆς κατὰ τὸ ἀκρωτήριον τὸ καλούμενον Βελέριον οἱ κατοικοῦντες φιλόξενοί τε διαφερόντως εἰσὶ καὶ διὰ τὴν τῶν ξένων ἐμπόρων ἐπιμιξίαν ἐξημερωμένοι τὰς ἀγωγάς. οὗτοι τὸν κασσίτερον κατασκευάζουσι, φιλοτέχνως ἐργαζόμενοι τὴν φέρουσαν αὐτὸν γῆν. (2) αὕτη δὲ πετρώδης οὖσα διαφυὰς ἔχει γεώδεις, ἐν αἷς τὸν πόρον κατεργαζόμενοι καὶ
435τήξαντες καθαίρουσιν. ἀποτυποῦντες δ’ εἰς ἀστραγάλων ῥυθμοὺς κομίζουσιν εἴς τινα νῆσον προκειμένην μὲν τῆς Βρεττανικῆς, ὀνομαζομένην δὲ Ἴκτιν· κατὰ γὰρ τὰς ἀμπώτεις ἀναξη‐ ραινομένου τοῦ μεταξὺ τόπου ταῖς ἁμάξαις εἰς ταύτην κομίζουσι δαψιλῆ τὸν κασσίτερον. (3) ἴδιον δέ τι συμβαίνει περὶ τὰς πλησίον νήσους τὰς μεταξὺ κειμένας τῆς τε Εὐρώπης καὶ τῆς Βρεττανικῆς· κατὰ μὲν γὰρ τὰς πλημμυρίδας τοῦ μεταξὺ πόρου πληρουμένου νῆσοι
440φαίνονται, κατὰ δὲ τὰς ἀμπώτεις ἀπορρεούσης τῆς θαλάττης καὶ πολὺν τόπον ἀναξηραινούσης. θεωροῦνται χερρόνησοι. (4) ἐντεῦθεν δ’ οἱ ἔμποροι παρὰ τῶν ἐγχωρίων ὠνοῦνται, καὶ δια‐ κομίζουσιν εἰς τὴν Γαλατίαν· τὸ δὲ τελευταῖον πεζῆι διὰ τῆς Γαλατίας πορευθέντες ἡμέρας
ὡς τριάκοντα, κατάγουσι ἐπὶ τῶν ἵππων τὰ φορτία πρὸς τὴν ἐκβολὴν τοῦ Ῥοδανοῦ ποταμοῦ. (23) περὶ μὲν οὖν τοῦ καττιτέρου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ τοῦ καλου‐656
445μένου ἠλέκτρου νῦν διέξιμεν. τῆς Σκυθίας τῆς ὑπὲρ τὴν Γαλατίαν κατ’ ἀντικρὺ νῆσός ἐστι πελαγία κατὰ τὸν ὠκεανὸν ἡ προσαγορευομένη Βασίλεια. εἰς ταύτην ὁ κλύδων ἐκβάλλει δαψιλὲς τὸ καλούμενον ἤλεκτρον, οὐδαμοῦ δὲ τῆς οἰκουμένης φαινόμενον. περὶ δὲ τούτου πολλοὶ τῶν παλαιῶν ἀνέγραψαν μύθους παντελῶς ἀπιστουμένους καὶ διὰ τῶν ἀποτελεσμάτων ἐλεγχομένους. (2) πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων

3b,566,F

164

(450)

φασὶ Φαέθοντα τὸν Ἡλίου μὲν υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα, πεῖσαι τὸν πατέρα, μίαν ἡμέραν παραχωρῆσαι τοῦ τεθρίππου· συγχωρηθέντος δ’ αὐτῶι τούτου, τὸν μὲν Φαέθοντα ἐλαύνοντα τὸ τέθριππον μὴ δύνασθαι κρατεῖν τῶν ἡνιῶν, τοὺς δ’ ἵππους κατα‐ φρονήσαντας τοῦ παιδὸς ἐξενεχθῆναι τοῦ συνήθους δρόμου· καὶ τὸ μὲν πρῶτον κατὰ τὸν οὐρανὸν πλανωμένους ἐκπυρῶσαι τοῦτον καὶ ποιῆσαι τὸν νῦν γαλαξίαν καλούμενον
455κύκλον, μετὰ δὲ ταῦτα πολλὴν τῆς οἰκουμένης ἐπιφλέξαντας, οὐκ ὀλίγην κατακάειν χώραν. (3) διὸ καὶ τοῦ Διὸς ἀγανακτήσαντος ἐπὶ τοῖς γεγενημένοις, κεραυνῶσαι μὲν τὸν Φαέθοντα, ἀποκαταστῆσαι δὲ τὸν Ἥλιον ἐπὶ τὴν συνήθη πορείαν. τοῦ δὲ Φαέθοντος πεσόντος πρὸς τὰς ἐκβολὰς τοῦ νῦν καλουμένου Πάδου ποταμοῦ, τὸ δὲ παλαιὸν Ἠριδανοῦ προσαγορευομένου, θρηνῆσαι μὲν τὰς ἀδελφὰς αὐτοῦ τὴν τελευτὴν φιλοτιμότατα, διὰ δὲ τὴν ὑπερβολὴν τῆς
460λύπης [ὑπὸ τῆς φύσεως] μετασχηματισθῆναι τὴν φύσιν, γενομένας αἰγείρους. (4) ταύτας δὲ κατ’ ἐνιαυτὸν κατὰ τὴν αὐτὴν ὥραν δάκρυον ἀφιέναι, καὶ τοῦτο πηγνύμενον ἀποτελεῖν τὸ καλούμενον ἤλεκτρον, λαμπρότητι μὲν τῶν ὁμοφυῶν διαφέρον, ἐπιχωριάζον δ’ ἐν ταῖς τῶν νέων τελευταῖς κατὰ τὸ τούτων πένθος. (5) διημαρτηκότων δὲ πάντων τῶν τὸν μῦθον τοῦτον πεπλακότων καὶ διὰ τῶν ἀποτελεσμάτων ἐν τοῖς ὕστερον χρόνοις ἐλεγχομένων,
465προσεκτέον ταῖς ἀληθιναῖς ἱστορίαις· τὸ γὰρ ἤλεκτρον συνάγεται μὲν ἐν τῆι προειρημένηι νήσωι, κομίζεται δ’ ὑπὸ τῶν ἐγχωρίων πρὸς τὴν ἀντιπέρας ἤπειρον, δι’ ἧς φέρεται πρὸς
τοὺς καθ’ ἡμᾶς τόπους, καθότι προείρηται [περὶ τούτων].657