TLG 1733 001 :: TIMAEUS :: Testimonia

TIMAEUS Hist.
(Tauromenitanus: 4–3 B.C.)

Testimonia

Source: FGrH #566. : 3B:581–591.

Citation: Volume-Jacoby#-T — fragment — (line)

3b,566,T

1

SUDA s. v. Τίμαιος· Ἀνδρομάχου Ταυρομενίτης, ὃν Ἀθηναῖοι Ἐπιτίμαιον ὠνόμασαν, Φιλίσκου μαθητὴς τοῦ Μιλησίου· παρωνόμαστο δὲ τοῦτο διὰ τὸ πολλὰ ἐπιτιμᾶν, καὶ γραοσυλλέκτρια δὲ διὰ τὸ τὰ τυχόντα ἀναγράφειν. ἔγραψεν Ἰταλικὰ καὶ Σικελικὰ ἐν βιβλίοις 〈λ〉η· Ἑλληνικὰ καὶ
5Σικελικά· Συλλογὴν ῥητορικῶν ἀφορμῶν βιβλία ξη· Ὀλυμπιονίκας ἤτοι Χρονικὰ Πραξιδικά (T 10).

3b,566,T

2

DIODOR. 21, 16, 5 (F 123): Τίμαιος ὁ Συρακόσιος.

3b,566,T

3a

DIODOR. 16, 7, 1: ἅμα δὲ τούτοις πραττομένοις Ἀνδρόμαχος ὁ Ταυρομενίτης, Τιμαίου μὲν τοῦ τὰς ἱστορίας συγγράψαντος πατὴρ ὤν, πλούτωι δὲ καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἤθροισε τοὺς ἐκ τῆς Νάξου τῆς κατασκαφείσης ὑπὸ Διονυσίου περιλειφθέντας. οἰκίσας δὲ τὸν
5ὑπὲρ τῆς Νάξου λόφον τὸν ὀνομαζόμενον Ταῦρον, καὶ μείνας κατ’ αὐτὸν πλείω χρόνον, ἀπὸ τῆς ἐπὶ τοῦ Ταύρου μονῆς ὠνόμασε Ταυρομένιον.

3b,566,T

3b

PLUTARCH. Timol. 10, 6: καὶ κατήχθησαν εἰς Ταυρομένιον τῆς Σικελίας, ὑποδεχομένου καὶ καλοῦντος αὐτοὺς ἐκπάλαι προθύμως Ἀνδρομάχου τοῦ τὴν πόλιν ἔχοντος καὶ δυναστεύοντος. (7) οὗτος ἦν πατὴρ Τιμαίου τοῦ ἱστορικοῦ,
5καὶ πολὺ κράτιστος τῶν τότε δυναστευόντων ἐν Σικελίαι γενόμενος, τῶν θ’ ἑαυτοῦ πολιτῶν ἡγεῖτο νομίμως καὶ δικαίως, καὶ πρὸς τοὺς τυράννους φανερὸς ἦν ἀεὶ διακείμενος ἀπεχθῶς καὶ ἀλλοτρίως. (8) διὸ καὶ Τιμολέοντι τότε τὴν πόλιν ὁρμητήριον παρέσχε, καὶ τοὺς πολίτας ἔπεισε συναγωνίζεσθαι τοῖς Κορινθίοις καὶ συνελευθεροῦν τὴν Σικελίαν.

3b,566,T

4a

DIODOR. 21, 17, 1 (F 124 d): φυγαδευθεὶς γὰρ ὑπ’ Ἀγα‐ θοκλέους ἐκ τῆς Σικελίας.

3b,566,T

4b

POLYB. 12, 25 h 1: πεντήκοντα συνε‐ χῶς ἔτη διατρίψας Ἀθήνησι ξενιτεύων.

3b,566,T

4c

—12, 25 d 1: ἀποκαθίσας γὰρ Ἀθήνησι σχεδὸν ἔτη πεντήκοντα.

3b,566,T

4d

—12, 28, 6: καταβιώσας ἐν ἑνὶ τόπωι ξενιτεύων.

3b,566,T

4e

PLUTARCH. De exil. 14 p. 605 C: Τίμαιος ὁ Ταυρομενίτης ἐν
Ἀθήναις (scil. συνέγραψε τὰς ἱστορίας).3

3b,566,T

5

(LUKIAN.) Macrob. 22: Τίμαιος ὁ Ταυρομενίτης ἓξ καὶ ἐνενήκοντα (scil. ἔζησεν ἔτη).

3b,566,T

6a

POLYB. 1, 5, 1: ὑποθησόμεθα δὲ ταύτης ἀρχὴν τῆς βύβλου τὴν πρώ‐ την διάβασιν ἐξ Ἰταλίας Ῥωμαίων· αὕτη δ’ ἐστὶν συνεχὴς μὲν τοῖς ἀφ’ ὧν Τίμαιος ἀπέλιπεν, πίπτει δὲ κατὰ τὴν ἐνάτην καὶ εἰκοστὴν πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδα.

3b,566,T

6b

—39, 8, 4: ἐξεθέμεθα τοιγαροῦν ἐν ἀρχαῖς ὅτι τῆς μὲν προκατασκευῆς ποιησόμεθα τὴν ἀρχὴν ἀφ’ ὧν Τίμαιος ἀπέλιπεν. (5) ἐπι‐ δραμόντες δὲ κεφαλαιωδῶς τὰς κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν καὶ Λιβύην πράξεις, ἐπειδὴ περὶ μόνων τῶν τόπων τούτων (cf. F 119a) κἀκεῖνος πεποίηται
5τὴν ἱστορίαν ....

3b,566,T

7

POLYB. 12, 26d 4 (T 19): ... τοῖς πρώτοις ὑπομνήμασιν, ἐν οἷς αἱ περὶ τῶν προειρημένων (scil. περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας) εἰσὶ συντάξεις.

3b,566,T

8

DIODOR. 21, 17, 3 (F 124 d): .... τὰς ἐσχάτας τῆς συντάξεως ε βί‐ βλους ... καθ’ ἃς περιείληφε τὰς Ἀγαθοκλέους πράξεις.

3b,566,T

9a

CICERO Ad fam. 5, 12, 2: ut multi Graeci fecerunt, Callisthenes (124 T 25) Phocicum bellum, Timaeus (F 36) Pyrrhi, Polybius Numan‐ tinum, qui omnes a perpetuis suis historiis ea quae dixi bella separaverunt.

3b,566,T

9b

DIONYS. HAL A. R. 1, 6, 1: πρώτου μέν, ὅσα κἀμὲ εἰδέναι, τὴν Ῥω‐ μαικὴν ἀρχαιολογίαν ἐπιδραμόντος Ἱερωνύμου (154 F 13) ... ἔπειτα Τι‐ μαίου τοῦ Σικελιώτου τὰ μὲν ἀρχαῖα τῶν ἱστοριῶν ἐν ταῖς κοιναῖς ἱστορίαις ἀφηγησαμένου, τοὺς δὲ πρὸς Πύρρον τὸν Ἠπειρώτην πολέμους εἰς ἰδίαν κατα‐
5χωρίσαντος πραγματείαν.

3b,566,T

9c

GELLIUS N. A. 11, 1, 1: Timaeus in histo‐ riis, quas oratione Graeca de rebus populi Romani composuit (F 42), et M. Varro in Antiquitatibus rerum humanarum.

3b,566,T

10

POLYB. 12, 11, 1 (F 12): ὁ γὰρ τὰς συγκρίσεις ποιούμενος ἀνέκαθεν τῶν ἐφόρων πρὸς τοὺς βασιλεῖς τοὺς ἐν Λακεδαίμονι καὶ τοὺς ἄρχοντας τοὺς Ἀθήνησι, καὶ τὰς ἱερείας τὰς ἐν Ἄργει παραβάλλων πρὸς τοὺς Ὀλυμπιονίκας, καὶ τὰς ἁμαρτίας τῶν πόλεων περὶ τὰς ἀναγραφὰς τὰς τούτων ἐξελέγχων,
5παρὰ τρίμηνον ἐχούσας τὸ διαφέρον, οὗτός ἐστι. (2) καὶ μὴν ὁ τὰς ὀπισθοδό‐ μους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν.

3b,566,T

11

DIODOR. 5, 1, 3: Τίμαιος μὲν οὖν μεγίστην πρόνοιαν πεποιημένος τῆς τῶν χρόνων ἀκριβείας καὶ τῆς πολυπειρίας πεφροντικώς (T 20; 23), διὰ τὰς
ἀκαίρους καὶ μακρὰς ἐπιτιμήσεις εὐλόγως διαβάλλεται, καὶ διὰ τὴν ὑπερβολὴν τῆς ἐπιτιμήσεως Ἐπιτίμαιος ὑπό τινων ὠνομάσθη.581

3b,566,T

12

DIODOR. 21, 17, 1: ὅτι οὗτος ὁ ἱστορικὸς τὰς ἁμαρτίας τῶν πρὸ ἑαυτοῦ συγγραφέων πικρότατα ἐλέγξας κατὰ μὲν τἄλλα μέρη τῆς γραφῆς πλείστην πρόνοιαν εἶχε τῆς ἀληθείας, ἐν δὲ ταῖς Ἀγαθοκλέους πράξεσι τὰ πολλὰ κατέψευσται τοῦ δυνάστου διὰ τὴν πρὸς αὐτὸν ἔχθραν (F 124).

3b,566,T

13

MARCELLIN. Vit. Thucyd. 27: Τίμαιος δ’ ὁ Ταυρομενίτης Τιμολέον‐ τα ὑπερεπήινεσε τοῦ μετρίου, καθότι Ἀνδρόμαχον τὸν αὐτοῦ πατέρα οὐ κατέ‐ λυσε τῆς μοναρχίας.

3b,566,T

14

AGATHARCHIDES De m. Rubr. 64: τῆς ὅλης οἰκουμένης ἐν τέτταρσι κυκλιζομένης μέρεσιν ... τὰ μὲν πρὸς ἑσπέραν ἐξείργασται Λύκος (570) τε καὶ Τίμαιος, τὰ δὲ πρὸς ἀνατολὰς Ἑκαταῖος (1 T 14) καὶ Βάσιλις (III C) τὰ δὲ πρὸς τὰς ἄρκτους Διόφαντος (III C) καὶ Δημήτριος, τὰ δὲ πρὸς μεσημ‐
5βρίαν ... ἡμεῖς.

3b,566,T

15a

CLEM. AL. Strom. 1, 1, 2: ἀλλ’ ἄρα Θεοπόμπωι (115 T 26) μὲν καὶ Τιμαίωι μύθους καὶ βλασφημίας συντάττουσιν ....

3b,566,T

15b

PHILODEM. Π. ποιημ. 5 col. 5, 22 Jensen: [τὸ δὲ ε]ὐτ[ελὲ]ς καὶ ἐλαφ[ρὸν παν]τελῶς ἀπεῖναι δεῖ[ν καὶ ἀ]π[ὸ] τῶν τοιούτων [οἶμαι]· καὶ δὴ μύθους ἰδίο[υς καὶ ὑ]πόθεσιν καὶ ἀλήθ[ει]α[ν καὶ ἰδι]ότητα Τίμα[ιος κατ]ὰ ταῦτ’ οὐκ ἂν προσ‐
5φέρ[οι].

3b,566,T

16

ATHEN. 6, 103 p. 272 B: ὁ Ἐπιτίμαιος—οὕτως δ’ αὐτὸν καλεῖ Ἴστρος ὁ Καλλιμάχειος ἐν ταῖς πρὸς αὐτὸν ἀντιγραφαῖς (334 F 59).

3b,566,T

17

JOSEPH c. Ap. 1, 16: Ἔφορον (70) δὲ Τίμαιος καὶ Τίμαιον οἱ μετ’ ἐκεῖνον γεγονότες (scil. ψευδόμενον ἐπιδεικνύουσιν), Ἡρόδοτον δὲ πάντες. (17) ἀλλ’ οὐδὲ περὶ τῶν Σικελικῶν τοῖς περὶ Ἀντίοχον (555) καὶ Φίλιστον (556) ἢ Καλλίαν (564) Τίμαιος συμφωνεῖν ἠξίωσεν.

3b,566,T

18

PLUTARCH. Nikias 1 .... ὅπως ἐπὶ ταῖς διηγήσεσιν αἷς Θουκυδίδης .... ἀμιμήτως ἐξενήνοχε, μηδὲν ἡμᾶς ὑπολάβωσι πεπονθέναι Τιμαίωι πάθος ὅμοιον, ὃς ἐλπίσας τὸν μὲν Θουκυδίδην ὑπερβαλεῖσθαι δεινότητι, τὸν δὲ Φίλιστον ἀποδείξειν παν‐
5τάπασι φορτικὸν καὶ ἰδιώτην, διὰ μέσων ὠθεῖται τῆι ἱστορίαι τῶν μάλιστα καθωρθωμένων ἐκείνοις ἀγώνων καὶ ναυμαχιῶν καὶ δημηγοριῶν, ... ὅλως τις ὀψιμαθὴς καὶ μειρακιώδης φαινόμενος ἐν τούτοις καὶ κατὰ τὸν Δίφιλον (II 576, 119 K) «παχύς, ὠνθυλευμένος στέατι Σικελικῶι», (2) πολλαχοῦ δ’ ὑπορρέων εἰς τὸν Ξέναρχον (cf. T 23), ὥσπερ ὅταν λέγηι (F 102 b) ....
10(4) ἀλλὰ τούτωι μὲν ἴσως ἀπὸ τῆς αὐτῆς ἐμμελείας ταῦτά τε γράφειν ἐπήιει καὶ τὴν Φιλίστου διάλεκτον εὐθύνειν καὶ τοῖς περὶ Πλάτωνα καὶ Ἀριστοτέλην λοιδορεῖσθαι· ἐμοὶ δ’ ὅλως μὲν ἡ περὶ λέξιν ἅμιλλα καὶ ζηλοτυπία πρὸς ἑτέρους μικροπρεπὲς φαίνεται καὶ σοφιστικόν, ἂν δὲ πρὸς τὰ ἀμίμητα γίγνηται, καὶ τελέως ἀναίσθητον.582

3b,566,T

19

POLYB. 12, 3: τὴν μὲν τῆς χώρας ἀρετὴν πᾶς ἄν τις θαυμάσειε, τὸν δὲ Τίμαιον εἴποι τις ἂν οὐ μόνον ἀνιστόρητον γεγονέναι περὶ τῶν κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ παιδαριώδη καὶ τελέως ἀσυλλόγιστον καὶ ταῖς ἀρχαίαις φήμαις ἀκμὴν ἐνδεδεμένον (F 81) ... (7) καθάπερ δὲ καὶ περὶ τῶν κατὰ
5Λιβύην ἀπεσχεδίακεν, οὕτως καὶ περὶ τῶν κατὰ ... Κύρνον (F 3) ... (4a) ὅτι διασύρας ὁ Πολύβιος τὸν Τίμαιον ἐν πολλοῖς αὖθίς φησι· τίς ἂν ἔτι δοίη συγγνώμην 〈ἐπὶ〉 τοῖς τοιούτοις ἁμαρτήμασιν, ἄλλως τε καὶ Τιμαίωι τῶι προσφυομένωι τοῖς ἄλλοις πρὸς τὰς τοιαύτας παρωνυχίας; (2) ἐν αἷς Θεοπόμ‐ που μὲν κατηγορεῖ (F 117) ... (3) Ἐφόρου δὲ πάλιν ἄγνοιαν καταψεύδεται
10(F 110) ... (6) ... τὸ δὲ Τιμαίου φιλεπίτιμον καὶ φιλέγκλημον οὐδεὶς ἂν ἀποδέξαιτο.
13(4 b c) οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν .... (2) πλὴν ὅτι γε κακῶς ἱστόρηκε
15καὶ τὰ περὶ τὴν Λιβύην καὶ τὰ περὶ τὴν Σαρδόνα, καὶ μάλιστα τὰ κατὰ τὴν Ἰταλίαν, (3) ἐκ τούτων ἐστὶ συμφανές, καὶ καθόλου διότι τὸ περὶ τὰς ἀνα‐ κρίσεις μέρος ἐπισέσυρται παρ’ αὐτῶι τελέως, ὅπερ ἐστὶ κυριώτατον τῆς ἱστορίας .... (4 d) ἐν ὧι γένει μεγίστην ἐπίφασιν ἕλκων Τίμαιος πλεῖστον ἀπολείπεσθαί μοι δοκεῖ τῆς ἀληθείας. (2) τοσοῦτο γὰρ ἀπέχει τοῦ δι’ ἑτέρων
20ἀκριβῶς τὴν ἀλήθειαν ἐξετάζειν ὡς οὐδὲ τούτων ὧν αὐτόπτης γέγονε .... οὐδὲ περὶ τούτων οὐδὲν ὑγιὲς ἡμῖν ἐξηγεῖται. (3) τοῦτο δ’ ἔσται δῆλον, ἐὰν ἐν τοῖς κατὰ τὴν Σικελίαν δείξωμεν αὐτὸν ἀγνοοῦντα περὶ ὧν ἀποφαίνεται ...
24(5, 4) ἀλλ’ ὅμως οὐκ ὤκνησα καὶ λέγειν καὶ γράφειν ὅτι τὴν ὑπ’ Ἀριστοτέ‐
25λους (IV) παραδιδομένην ἱστορίαν περὶ τῆς ἀποικίας ἀληθινωτέραν εἶναι συμβαίνει τῆς ὑπὸ Τιμαίου (F 12) λεγομένης .... (7) ὅτι πολλὰ ἱστορεῖ ψευδῆ ὁ Τίμαιος καὶ δοκεῖ τὸ παράπαν οὐκ ἄπειρος ὢν οὐδενὸς τῶν τοιούτων, ὑπὸ δὲ τῆς φιλονεικίας ἐπισκοτούμενος, ὅταν ἅπαξ ἢ ψέγειν ἢ τοὐναντίον ἐγκωμιάζειν τινὰ πρόθηται, πάντων ἐπιλανθάνεται καὶ
30πολύ τι τοῦ καθήκοντος παρεκβαίνει. ... (11a) ὅτι Τίμαιός φησι μέγιστον ἁμάρτημα περὶ τὴν ἱστορίαν εἶναι τὸ ψεῦδος (F 151) ..... (12, 4) δύο μέντοι τρόπους ἔφαμεν εἶναι
ψεύδους, ἕνα μὲν τὸν κατ’ ἄγνοιαν, ἕτερον δὲ τὸν κατὰ προαίρεσιν .... (7) ὧι γένει μάλιστ’ ἂν εὕροι τις ἔνοχον αὐτὸν ὄντα τὸν Τίμαιον. διότι δ’ ἐστὶ583
35τοιοῦτος, σκοπεῖν ἤδη πάρεστιν. (12b) ** κατηγορεῖν καὶ ** τῶν ὀνειρωττόντων καὶ δαιμονώντων ἐν τοῖς ὑπομνήμασιν. ὅσοι γε μὴν αὐτοὶ πολλὴν τῆς τοιαύτης ἐμπεποίηνται φλυαρίας, τοὺς τοιούτους ἀγαπᾶν ἂν δέοι μὴ τυγχάνοντας κατηγορίας, μηδ’ ὅτι καὶ τῶν ἄλλων αὐτοὺς κατατρέχειν, ὃ συμβέβηκε περὶ Τίμαιον (F 155).
42 (23) ὅτι κατὰ τοῦ Ἐφόρου Τίμαιος πλείστην πεποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, (2) τῶι μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις οἷς αὐτὸς ἔνοχός ἐστι, τῶι δὲ διότι καθόλου διέφθαρται τὴν ψυχήν,
45τοιαύτας ἀποφάσεις ἐκτιθέμενος ἐν τοῖς ὑπομνήμασι καὶ τοιαύτας ἐντίκτων δόξας τοῖς ἐντυγχάνουσιν. (3) πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολα‐ σθέντα μεταλλάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον; πολὺ γὰρ ἂν δικαιότερον τούτωι νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει (F 119a; cf. F 155) ... (8) περὶ μὲν οὖν Ἀριστοτέλους καὶ Θεοφράστου καὶ Καλλισθένους, ἔτι δ’ Ἐφόρου

3b,566,T

19

(50)

καὶ Δημοχάρους, ἱκανὰ ταῦτ’ ἡμῖν ἐστι πρὸς τὴν Τιμαίου καταδρομήν, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἀφιλοτίμως πεπεισμένους ἀληθεύειν τὸν συγγραφέα τοῦτον. (24) ὅτι διαπορεῖν ἔστι περὶ τῆς αἱρέσεως Τιμαίου. ... (4) ** ἀνάγκη τὴν ἀκόλουθον ποιεῖσθαι διάληψιν καὶ δυσαρεστεῖσθαι κατὰ τὴν προαίρεσιν.
55(5) οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπι‐ θάνων καὶ συλλήβδην δεισιδαιμονίας ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης. (6) οὐ μὴν ἀλλὰ διότι γε συμβαίνει διὰ τὴν ἀπειρίαν καὶ κακοκρισίαν πολλοὺς ἐνίοτε † καθάπερ εἰ παρόντας τρόπον τινὰ μὴ παρεῖναι καὶ βλέποντας
60μὴ βλέπειν, ἐκ τῶν εἰρημένων γε νῦν καὶ τῶν Τιμαίωι συμβεβηκότων γέγονε φανερόν. (25) (5) κατὰ τῆς Τιμαίου τί ποτε δεῖ λέγειν ὄνομα καὶ ῥῆμα; πάντα γὰρ ἐπιδέχεσθαί μοι δοκεῖ τὰ πικρότατα τὸ
γένος, οἷς ἐκεῖνος κέχρηται κατὰ τῶν πλησίον. (6) ὅτι μὲν οὖν ἐστι φιλαπεχθὴς584
65καὶ ψεύστης καὶ τολμηρός, σχεδὸν ἱκανῶς ἐκ τῶν προειρημένων ὑπεδείχθη· διότι δ’ ἀφιλόσοφός ἐστι καὶ συλλήβδην ἀνάγωγος συγγραφεύς, ἐκ τῶν λέγεσθαι μελλόντων ἔσται συμφανές (F 31a). (25a) οὐδὲν ἂν ἔτι
70βέβαιον οὐδ’ ἀσφαλὲς γένοιτο τῶν ὑπὸ τοῦ τοιούτου συγγραφέως λεγο‐ μένων. (3) ἵνα δὲ καὶ τοὺς φιλοτιμό‐ τερον διακειμένους μεταπείσωμεν, ῥη‐ τέον ἂν εἴη περὶ τῆς αἱρέσεως αὐτοῦ
75καὶ μελέτης τῆς κατὰ τὰς δημηγορίας καὶ τὰς παρακλήσεις, ἔτι δὲ τοὺς πρεσβευτικοὺς λόγους, καὶ συλλήβδην πᾶν 〈τὸ〉 τοιοῦτο γένος, ἃ σχεδὸν ὡς εἰ κεφάλαια τῶν πράξεών ἐστι καὶ
80συνέχει τὴν ὅλην ἱστορίαν. (4) διότι γὰρ †τα ... πανταμ(?) ....... ἐν τοῖς ὑπομνήμασι κατατέταχε Τίμαιος, καὶ τοῦτο πεποίηκε κατὰ πρόθεσιν, τίς οὐ παρακολουθεῖ τῶν ἀνεγνωκό‐
85των; (5) οὐ γὰρ τὰ ῥηθέντα γέγρα‐ φεν, οὐδ’ ὡς ἐρρήθη κατ’ ἀλήθειαν, ἀλλὰ προθέμενος ὡς δεῖ ῥηθῆναι, πάντας ἐξαριθμεῖται τοὺς ῥηθέντας λόγους καὶ τὰ παρεπόμενα τοῖς πράγ‐
90μασιν οὕτως ὡς ἂν εἴ τις ἐν διατριβῆι πρὸς ὑπόθεσιν ἐπιχειροίη ** ὥσπερ ἀπόδειξιν τῆς ἑαυτοῦ δυνάμεως ποιού‐ μενος, ἀλλ’ οὐκ ἐξήγησιν τῶν κατ’ ἀλήθειαν εἰρημένων. (25b) .... (4)
95ὁ δὲ καὶ τοὺς ῥηθέντας λόγους καὶ τὴν αἰτίαν παρασιωπῶν, ψευδῆ δ’ ἀντὶ τούτων ἐπιχειρήματα καὶ διεξο‐ δικοὺς λέγων λόγους, ἀναιρεῖ τὸ τῆς ἱστορίας ἴδιον, ὃ μάλιστα ποιεῖ Τί‐

3b,566,T

19

(100)

μαιος· καὶ διότι τούτου τοῦ γένους ἐστὶ πλήρη τὰ βυβλία παρ’ αὐτῶι, πάντες
γινώσκομεν. (25c) ἴσως δ’ οὖν ἄν τις ἐναπορήσειε πῶς, τοιοῦτος ὢν .... τοιαύτης παρ’ ἐνίοις ἀποδοχῆς τέτευχε καὶ πίστεως. (2) τούτου δ’ ἐστὶν αἴτιον διότι πλεονα‐Column end
105ζούσης αὐτῶι κατὰ τὴν πραγματείαν τῆς κατὰ τῶν ἄλλων ἐπιτιμήσεως καὶ λοιδορίας, οὐκ ἐκ τῆς αὑτοῦ θεωρεῖται πραγματείας ... ἀλλ’ ἐκ τῆς τῶν πέλας κατηγορίας, πρὸς ὃ γένος καὶ πολυπραγμοσύνην δοκεῖ μοι καὶ φύσιν προσενέγκασθαι διαφέρουσαν.
110 (25d) τῶι δὲ Τιμαίωι καὶ ἕτερόν τι χωρὶς τῶν προγεγραμμένων συμβέβηκεν. ἀποκαθίσας γὰρ Ἀθήνησιν σχεδὸν ἔτη πεντήκοντα (T 4; F 34) καὶ πρὸς τοῖς τῶν προγεγονότων ὑπομνήμασι γενόμενος, ὑπέλαβε τὰς μεγίστας ἀφορμὰς ἔχειν πρὸς τὴν ἱστορίαν, ἀγνοῶν ὡς γ’ ἐμοὶ δοκεῖ.
115.... (25e 7) τό γε μὴν ἀπ’ αὐτῆς ταύτης 〈τῆσ〉 δυνάμεως ὁρμηθέντα πεπεῖσθαι γράφειν τὰς ἐπιγινο‐ μένας πράξεις καλῶς, ὃ πέπεισται Τίμαιος, τελέως εὔηθες καὶ παραπλήσιον, ὡς ἂν εἴ τις τὰ τῶν ἀρχαίων ζωγράφων ἔργα θεασάμενος ἱκανὸς οἴοιτο ζωγράφος εἶναι καὶ προστάτης τῆς τέχνης.
120.... (25 f 6) τὸ δ’ αὐτὸ συμβαίνει καὶ Θεοπόμπωι (115 T 30) καὶ μάλιστα Τιμαίωι, περὶ οὗ νῦν ὁ λόγος. (7) οὗ μὲν γὰρ ἂν ὑπὲρ τῶν τοιούτων κεφαλαιώδη ποιήσωνται τὴν ὑπόθεσιν, διαλανθάνουσιν οὗ δ’ ἂν βουληθῶσι διαθέσθαι καὶ συνυποδεῖξαί τι τῶν κατὰ μέρος, τοιοῦτοι φαίνονται καὶ πάντως οἷος Ἔφορος. (25g) ὅτι οὔτε περὶ τῶν κατὰ πόλεμον
125συμβαινόντων δυνατόν ἐστι γράψαι καλῶς τὸν μηδεμίαν ἐμπειρίαν ἔχοντα τῶν πολεμικῶν ἔργων οὔτε περὶ τῶν ἐν ταῖς πολιτείαις τὸν μὴ πεπειραμένον τῶν τοιούτων πράξεων καὶ περιστάσεων. (2) λοιπὸν οὔτ’ ἐμπείρως ὑπὸ τῶν βι‐ βλιακῶν, οὔτ’ ἐμφαντικῶς οὐδενὸς γραφομένου, συμβαίνει τὴν πραγματείαν ἄπρακτον γίνεσθαι τοῖς ἐντυγχάνουσιν .... (3) ἔτι δὲ περὶ τῶν πόλεων καὶ
130τόπων ὅταν ἐπιβάλωνται γράφειν τὰ κατὰ μέρος, ὄντες ἀτριβεῖς τῆς τοιαύτης ἐμπειρίας, δῆλον ὡς ἀνάγκη συμβαίνειν τὸ παραπλήσιον, καὶ πολλὰ μὲν ἀξιό‐ λογα παραλείπειν, περὶ πολλῶν δὲ ποιεῖσθαι πολὺν λόγον οὐκ ἀξίων ὄντων, ὃ
δὴ συμβαίνει μάλιστα Τιμαίωι διὰ τὴν ἀορασίαν. (25h) ὅτι Τίμαιός φησιν ἐν τῆι τριακοστῆι καὶ τετάρτηι βίβλωι (F 34)585
135«πεντήκοντα συνεχῶς ἔτη διατρίψας Ἀθήνησι ξενιτεύων» ἁπάσης ὁμολο‐ γουμένως ἄπειρος ἐγένετο πολεμικῆς χρείας, ἔτι δὲ καὶ τῆς τῶν τόπων θέας. (2) λοιπὸν ὅταν εἴς τι τῶν μερῶν τούτων ἐμπέσηι κατὰ τὴν ἱστορίαν, πολλὰ μὲν ἀγνοεῖ καὶ ψεύδεται, κἄν ποτε δὲ τῆς ἀληθείας ἐπιψαύσηι, παραπλήσιός ἐστι τοῖς ζωγράφοις τοῖς ἀπὸ τῶν ἀνασεσαγμένων θυλάκων ποιουμένοις τὰς
140ἀπογραφάς· (3) καὶ γὰρ ἐπ’ ἐκείνων ἡ μὲν ἐκτὸς ἐνίοτε γραμμὴ σώζεται, τὸ δὲ τῆς ἐμφάσεως καὶ τῆς ἐναργείας τῶν ἀληθινῶν ζώων ἄπεστιν, ὅπερ ἴδιον ὑπάρχει τῆς ζωγραφικῆς τέχνης. τὸ δ’ αὐτὸ συμβαίνει καὶ περὶ Τίμαιον καὶ καθόλου τοὺς ἀπ’ αὐτῆς τῆς βιβλιακῆς ἕξεως ὁρμωμένους· (4) ἡ γὰρ ἔμφασις τῶν πραγμάτων αὐτοῖς ἄπεστι διὰ τὸ μόνον ἐκ τῆς αὐτοπαθείας τοῦτο
145γίνεσθαι τῆς τῶν συγγραφέων, ὅθεν οὐκ ἐντίκτουσιν ἀληθινοὺς ζήλους τοῖς ἀκούουσι οἱ μὴ δι’ αὐτῶν πεπορευμένοι τῶν πραγμάτων. (25i 3) ὡς δ’ ἀληθές ἐστι τὸ νυνὶ λεγόμενον

3b,566,T

19

(150)

καὶ ἐκφανέστατον γένοιτ’ ἂν ἐπί τε τῶν συμβουλευτικῶν καὶ πα‐ ρακλητικῶν, ἔτι δὲ πρεσβευτικῶν λόγων, οἷς κέχρηται Τίμαιος. (4) ὀλίγοι μὲν γὰρ καιροὶ πάντας ἐπιδέ‐
155χονται διαθέσθαι τοὺς ἐνόντας λόγους, οἱ δὲ πλεῖστοι βραχεῖς καί τινας τῶν ὑπόντων .... (5) †καίρω(ι) καὶ πρὸς πάντας διεξιέναι τοὺς ἐνόν‐ τας λόγους, ὃ ποιεῖ Τίμαιος πρὸς
160πᾶσαν ὑπόθεσιν εὑρεσιολογῶν, τελέως ἀνάληθες καὶ μειρακιῶδες καὶ δια‐ τριβικὸν φαίνεται, καὶ πολλοῖς ἀπο‐ τυχίας αἴτιον ἤδη τοῦτο γέγονε καὶ καταφρονήσεως .... (25k) ἵνα δὲ
165καὶ περὶ ταῦτα βεβαιωσώμεθα τὴν ἀπόφασιν τὴν ὑπὲρ Τιμαίου, καθάπερ καὶ τὴν ὑπὲρ τῆς ἀγνοίας, ἔτι δὲ τῆς ἑκουσίου ψευδογραφίας, βραχέα προοι‐ σόμεθα τῶν ὁμολογουμένων αὐτοῦ
170λόγων ἐπ’ ὀνόματος (F 22; 31; 94). (26c) λοιπὸν ἐκ τούτων διὰ τὴν ὑπερβολὴν τῆς παραδοξολογίας οὐκ εἰς σύγκρισιν ἀλλ’ εἰς καταμώκησιν ἄγει καὶ τοὺς ἄνδρας καὶ τὰς πράξεις ὧν βούλεται προίστασθαι, καὶ σχεδὸν εἰς τὸ παραπλήσιον ἐμπίπτει τοῖς περὶ τοὺς ἐν Ἀκαδημίαι λόγους τὸν προχειριστότατον λόγον ἠσκηκόσιν. (2) καὶ586
175γὰρ ἐκείνων τινὲς βουλόμενοι περί τε τῶν προφανῶς καταληπτῶν εἶναι δοκούν‐ των καὶ περὶ τῶν ἀκαταλήπτων εἰς ἀπορίαν ἄγειν τοὺς προσδιαλεγομένους, τοιαύταις χρῶνται παραδοξολογίαις καὶ τοιαύτας εὐποροῦσι πιθανότητας, ὥστε διαπορεῖν εἰ δυνατόν ἐστι τοὺς ἐν Ἀθήναις ὄντας ὀσφραίνεσθαι τῶν ἑψομένων ὠῶν ἐν Ἐφέσωι .... (26d) τὸ δ’ αὐτὸ καὶ Τιμαίωι συμβέβηκε, περὶ τὴν
180ἱστορίαν καὶ τοῖς τούτου ζηλωταῖς. παραδοξολόγος γὰρ ὢν καὶ φιλόνεικος περὶ τὸ προτεθέν, τοὺς μὲν πολλοὺς καταπέπληκται ἀλόγως, ἠνάγκασε δ’ αὑτῶι 〈προσέχειν〉 διὰ τὴν ἐπίφασιν τῆς ἀληθινολογίας, τινὰς δὲ καὶ προσκέ‐ κληται καὶ μετ’ ἀποδείξεως δοκεῖ πείσειν. (2) καὶ μάλιστα ταύτην ἐνείργασται τὴν δόξαν ἐκ τῶν περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας ἀποφάσεων.
185(3) ἐν γὰρ τούτοις τηλικαύτην ἐπίφασιν ποιεῖ διὰ τῆς ἀκριβολογίας καὶ τῆς πικρίας τῆς ἐπὶ τῶν ἐλέγχων, οἷς χρῆται κατὰ τῶν πέλας, ὥστε δοκεῖν κατὰ τοὺς ἄλλους συγγραφέας ἅπαντας συγκεκοιμῆσθαι τοῖς πράγμασι καὶ κατε‐ σχεδιακέναι τῆς οἰκουμένης, αὐτὸν δὲ μόνον ἐξητακέναι τὴν ἀκρίβειαν καὶ
διευκρινηκέναι τὰς ἐν ἑκάστοις ἱστορίας, ἐν οἷς πολλὰ μὲν ὑγιῶς λέγεται,587
190πολλὰ δὲ καὶ ψευδῶς. (4) οὐ μὴν ἀλλ’ οἱ πλείω χρόνον συντραφέντες αὐτοῦ τοῖς πρώτοις ὑπομνήμασιν, ἐν οἷς αἱ περὶ τῶν προειρημένων εἰσὶ συντάξεις (T 7), ὅταν ἅπασαν συνταξαμένωι τὴν ὑπερβολὴν τῆς ἐπαγγελίας ἀποπιστεύ‐ σωσι, κἄπειτά τις αὐτοῖς ἀποδεικνύηι τὸν Τίμαιον, ἐν οἷς πικρότατός ἐστι κατὰ τῶν πέλας, αὐτὸν ἔνοχον ὄντα, καθάπερ ἡμεῖς ἀρτίως ἐπὶ τῶν Λοκρῶν
195(F 11/2) καὶ τῶν ἑξῆς παραπαίοντα συνεστήσαμεν, (5) δυσέριδες γίνονται καὶ φιλόνεικοι καὶ δυσμετάθετοι, καὶ σχεδὸν ὡς ἐπὸς εἰπεῖν οἱ φιλοπονώτατα προσεδρεύσαντες τοῖς ὑπομνήμασιν αὐτοῦ τοῦτ’ ἀποφέρονται τὸ λυσιτελὲς ἐκ τῆς ἀναγνώσεως· (6) οἵ γε μὴν ταῖς δημηγορίαις προσσχόντες αὐτοῦ καὶ καθόλου τοῖς διεξοδικοῖς λόγοις μειρακιώδεις καὶ διατριβικοὶ καὶ τελέως

3b,566,T

19

(200)

ἀναλήθεις γίνονται διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας. (27a) λοιπὸν δὲ τὸ πραγματικὸν αὐτῶι μέρος τῆς ἱστορίας ἐκ πάντων σύγκειται τῶν ἁμαρτημάτων, ὧν τὰ πλεῖστα διεληλύθαμεν. (2) τὴν δ’ αἰτίαν τῆς ἁμαρτίας νῦν ἐροῦμεν, ἥτις οὐκ ἔνδοξος μὲν φανεῖται τοῖς πλείστοις, ἀλη‐ θινωτάτη δ’ εὑρεθήσεται τῶν Τιμαίου κατηγορημάτων. (3) δοκεῖ μὲν γὰρ
205καὶ τὴν ἐμπειρικὴν περὶ ἕκαστα δύναμιν καὶ τὴν ἐπὶ τῆς πολυπραγμοσύνης ἕξιν παρεσκευάσθαι, καὶ συλλήβδην φιλοπόνως προσεληλυθέναι πρὸς τὸ γρά‐ φειν τὴν ἱστορίαν, (4) ἐν ἐνίοις δ’ οὐδεὶς οὔτ’ ἀπειρότερος οὔτ’ ἀφιλοπονώτερος φαίνεται γεγονέναι τῶν ἐπ’ ὀνόματος συγγραφέων. (27) δῆλον δ’ ἔσται τὸ λεγόμενον ἐκ τούτων· δυεῖν γὰρ ὄντων κατὰ φύσιν ὡσανεί τινων ὀργάνων
210ἡμῖν .... ἀκοῆς καὶ ὁράσεως .... (2) τούτων Τίμαιος τὴν ἡδίω μὲν ἥττω δὲ τῶν ὅλων, ὥρμησε πρὸς τὸ πολυπραγμονεῖν. (3) τῶν μὲν γὰρ διὰ τῆς ὁρά‐ σεως εἰς τέλος ἀπέστη, τῶν δὲ διὰ τῆς ἀκοῆς ἀντεποιήσατο. καὶ ταύτης *** διὰ τῶν ὑπομνημάτων, τοῦ δὲ περὶ τὰς ἀνακρίσεις ῥαθύμως ἀπεστράφη. (4) δι’ ἣν δ’ αἰτίαν ταύτην ἔσχε τὴν αἵρεσιν εὐχερὲς καταμαθεῖν, ὅτι τὰ μὲν ἐκ τῶν
215βιβλίων δύναται πολυπραγμονεῖσθαι χωρὶς κινδύνου καὶ κακοπαθείας, ἐάν τις αὐτὸ τοῦτο προνοηθῆι μόνον, ὥστε λαβεῖν ἢ πόλιν ἔχουσαν ὑπομνημάτων πλῆθος ἢ βιβλιοθήκην που γειτνιῶσαν· (5) λοιπὸν κατακείμενον ἐρευνᾶν δὴ τὸ ζητούμενον καὶ συγκρίνειν τὰς τῶν προγεγονότων συγγραφέων ἀγνοίας ἄνευ πάσης κακοπαθείας. (6) ἡ δὲ πολυπραγμοσύνη πολλῆς μὲν προσδεῖται
220ταλαιπωρίας καὶ δαπάνης, μέγα δέ τι συμβάλλεται, καὶ μέγιστόν ἐστι μέρος
τῆς ἱστορίας. (7) δῆλον δὲ τοῦτ’ ἐστὶν ἐξ αὐτῶν τῶν τὰς συντάξεις πραγμα‐ τευομένων. ὁ μὲν γὰρ Ἔφορός φησιν (70 F 110), εἰ δυνατὸν ἦν αὐτοὺς παρεῖναι πᾶσι τοῖς πράγμασι, ταύτην δὴ διαφέρειν πολὺ τῶν ἐμπειριῶν· (8) ὁ δὲ Θεόπομπος (115 F 342) τοῦτον μὲν ἄριστον ἐν τοῖς πολεμικοῖς τὸν πλείστοις588
225κινδύνοις παρατετευχότα ..... (10) ἔτι δὲ τούτων ἐμφαντικώτερον ὁ ποιητὴς (Od. α 1 ff.) εἴρηκε περὶ τούτου τοῦ μέρους ..... (28) δοκεῖ δέ μοι καὶ τὸ τῆς ἱστορίας πρόσχημα τοιοῦτον ἄνδρα ζητεῖν ... (3) κἀγὼ δ’ ἂν εἴποιμι, διότι τὰ τῆς ἱστορίας ἕξει τότε καλῶς, ὅταν ἢ οἱ πραγματικοὶ τῶν ἀνδρῶν γράφειν ἐπιχειρήσωσι τὰς ἱστορίας .... (5) ἢ οἱ γράφειν ἐπιβαλλόμενοι τὴν
230ἐξ αὐτῶν τῶν πραγμάτων ἕξιν ἀναγκαίαν ἡγήσωνται πρὸς τὴν ἱστορίαν· πρότερον δ’ οὐκ ἔσται παῦλα τῆς τῶν ἱστοριογράφων ἀγνοίας. (6) ὧν Τίμαιος οὐδὲ τὴν ἐλαχίστην πρόνοιαν θέμενος, ἀλλὰ καταβιώσας ἐν ἑνὶ τόπωι ξενιτεύων (T 4) καὶ σχεδὸν ὡς εἰ κατὰ πρόθεσιν ἀπειπάμενος καὶ τὴν ἐνεργητικὴν τὴν περὶ τὰς πολεμικὰς καὶ πολιτικὰς πράξεις καὶ τὴν ἐκ τῆς πλάνης καὶ θέας αὐ‐
235τοπάθειαν, οὐκ οἶδ’ ὅπως ἐκφέρεται δόξαν ὡς ἕλκων τὴν τοῦ συγγραφέως προστασίαν. (7) καὶ διότι τοιοῦτός ἐστιν, αὐτὸν ἀνθομολογούμενον εὐχερὲς παραστῆσαι τὸν Τίμαιον (F 7).

3b,566,T

20

CICERO De or. 2, 55/8: apud Graecos autem eloquentissimi homines remoti a causis forensibus cum ad ceteras res illustris tum ad historiam scribendam maxime se applicaverunt.
5minimus natu horum omnium Timaeus, quantum autem iudicare possum longe eruditissimus et rerum copia et sententiarum varietate abun‐ dantissimus et ipsa compositione verborum non impolitus, magnam elo‐ quentiam ad scribendum attulit, sed nullum usum forensem.

3b,566,T

21

CICERO Brut. 325: genera autem Asiaticae dictionis duo sunt: unum sententiosum et argutum, sententiis non tam gravibus et severis quam con‐ cinnis et venustis, qualis in historia Timaeus, in dicendo autem pueris nobis Hierocles Alabandeus, magis etiam Menecles frater eius fuit ...
5aliud ... non tam sententiis frequentatum quam verbis volucre atque inci‐ tatum, quale est nunc Asia tota ....

3b,566,T

22

DIONYS. HAL. De Din. 8: οἱ δ’ Ἰσοκράτην καὶ τὰ Ἰσοκράτους ἀπο‐ τυπώσασθαι θελήσαντες ὕπτιοι καὶ ψυχροὶ καὶ ἀσύστροφοι καὶ ἀναληθεῖς·
οὗτοι δ’ εἰσὶν οἱ περὶ Τίμαιον καὶ Ψάωνα (78 T 2) καὶ Σωσιγένην (VI).589

3b,566,T

23

ANON. Π. ὕψ. 4: τοῦ ψυχροῦ πλήρης ὁ Τίμαιος, ἀνὴρ τὰ μὲν ἄλλα ἱκανὸς καὶ πρὸς λόγων ἐνίοτε μέγεθος οὐκ ἄφορος, πολυίστωρ, ἐπινοητικός, πλὴν ἀλλοτρίων μὲν ἐλεγκτικώτατος ἁμαρτημάτων, ἀνεπαίσθητος δὲ ἰδίων, ὑπὸ δὲ ἔρωτος τοῦ ξένας νοήσεις ἀεὶ κινεῖν πολλάκις ἐκπίπτων εἰς τὸ παιδαριω‐
5δέστατον (cf. T 18). (2) παραθήσομαι δὲ τἀνδρὸς ἓν ἢ δύο (F 139; 102a), ἐπειδὴ τὰ πλείω προέλαβεν ὁ Κεκίλιος (F 85 Of.).

3b,566,T

26

ATHEN. 10, 9 p. 416 B: Πολέμων (IV) δ’ ἐν α τῶν Πρὸς Τίμαιον.

3b,566,T

27

STRABON 14, 1, 22: ἅπερ ἀγνοοῦντά φησιν ὁ Ἀρτεμίδωρος τὸν Ταυ‐ ρομενίτην Τίμαιον, καὶ ἄλλως βάσκανον ὄντα καὶ συκοφάντην—διὸ καὶ Ἐπιτί‐ μαιον κληθῆναι (T 11)—λέγειν (F 150b) ...

3b,566,T

28

[SKYMNOS] Perieg. 125/6: χ ενιων (?) δὲ καὶ / Τίμαιον, ἄνδρα Σικελόν, ἐκ Ταυρομενίου.

3b,566,T

29

CICERO Ad Att. 6, 1, 18 (F 130): Timaeo tuo familiari.

3b,566,T

30

VITRUV. De arch. 8, 3, 27: cetera in libris Graecis scripta inveni, quorum ... auctores Theophrastos, Timaeus, Posidonios, Hegesias(?), Herodotus, Aristides, Metrodorus, qui magna vigilantia et infinito studio locorum proprietates, aquarum virtutes, ab inclinatione caelique regionum
5qualitates ita esse distributas scriptis dedicaverunt.

3b,566,T

31a

PLIN. N. H. 1, 4: situs, gentes ... ex auctoribus ... externis Polybio ... Agathocle (472), Timaeo Siculo, Myrsilo (477), Alexandro Polyhistore (273) ...

3b,566,T

31b

1, 6: situs, gentes, ... ex auctoribus ... externis ... Agathocle, Polybio, Timaeo Siculo, Alexandro Polyhistore ...

3b,566,T

31c

1, 33: metallorum naturae ... ex auctoribus ... externis Theophrasto, Democrito, Juba (275), Timaeo historico, 〈qui〉 de medicina metallica scripserunt Heraclide, Andrea ... Pasitele (IV) qui mirabilia opera scripsit ...

3b,566,T

31d

1, 34: aeris metalla ... ex auctoribus ... externis ... Pasitele qui mirabilia opera scripsit, Timaeo, qui de medicina metallica scripserunt Nympho‐ doro ... Heraclide ...

3b,566,T

31e

1, 37: origo gemmarum ... ex auctoribus ... externis ... Juba rege ... Metrodoro (184), Sotaco (VI), Pythea (V), Timaeo
Siculo ...590