TLG 1729 002 :: THRASYMACHUS :: Fragmenta

THRASYMACHUS Rhet. Soph.
(Chalcedonius: 5 B.C.)

Fragmenta

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn. Berlin: Weidmann, 1952 (repr. Dublin/Zurich: Weidmann, 1966): 321–326.

frr. 1–8

Citation: Fragment — (line)

1

(tit)

〈ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ〉
1 [2 Sauppe O. A. II 162] DIONYS. Demosth. 3 [p. 132, 3 Raderm. —Usen.] τρίτη λέξις ἦν ἡ μεικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν [αὐστηρὰ und λιτή]· ἣν ὁ μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον, εἴτε Θ. ὁ Καλχη‐
5δόνιος ἦν, ὡς οἴεται Θεόφραστος [π. λέξ. fr. 4 Schmidt], εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δ’ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης ὁ Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων ὁ Σωκρατικός· τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους ἢ τἀναγκαῖα καὶ
10χρήσιμα κρεῖττον ἀσκήσαντας ἢ τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. ἡ μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν
ἔχειν σπουδῆς ἀξίαν· κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δ’ ὡς οὐκ ἴσηι 〈τῆι〉 βουλήσει κέχρηται,321
15παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τόδε· ‘ἐβουλόμην μέν, ὦ Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ πα‐ λαιοῦ [καὶ τῶν πραγμάτων], ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροισι, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγο‐ ρεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευ‐
20όντων· ἐπειδὴ δ’ εἰς τοσοῦτον ἡμᾶς ἀνέθετο χρόνον ὁ δαίμων, ὥστε 〈ἑτέρων μὲν ἀρχόντων〉 τῆς πόλεως ἀκού‐ ειν, τὰς δὲ συμφορὰς 〈πάσχειν〉 αὐτούς, καὶ τούτων τὰ μέγιστα μ, θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης, ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὴ λέγειν· ἢ γὰρ ἀναίσθητος
25ἢ καρτερώτατός ἐστιν, ὅστις ἐξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε
καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν ὁ παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμωι γενέσθαι καὶ διὰ κινδύνων 〈ἐλθεῖν〉 εἰς τόνδε τὸν χρόνον,322
30τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δ’ ἐπιοῦσαν δεδιόσι, ἀντὶ δ’ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμά‐
35νημεν, ἃ τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν 〈ἃ〉 γιγνώσκει εἰπεῖν, ὅτωι γε 〈γέγονε〉 λυπεῖσθαι ἐπὶ τοῖς παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μη‐ δὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερο‐ μένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων
40ἀποδείξω γ’ ἐν τῶι λέγειν πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν· οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις, οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῶι
σφετέρωι λόγωι ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ἃ ζητοῦ‐323
45σιν ἑκάτεροι. πρῶτον μὲν ἡ πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥάιστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμε‐ τέρας γνώμης ἐστίν, ἀκούειν ἀνάγκη λόγων τῶν παλαιο‐ τέρων, ὁπόσα δ’ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ

1

(50)

παρὰ τῶν εἰδότων πυνθάνεσθαι ...‘ τοιαύτη μὲν οὖν τις ἡ Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέ‐ ρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

2

(tit)

ΥΠΕΡ ΛΑΡΙΣΑΙΩΝ
1 CLEM. Strom VI 16 [II 435, 16 St.] καὶ μὴν ἐν Τηλέφωι εἰπόντος Εὐριπίδου ‘Ἕλληνες ὄντες βαρβάροις δουλεύ‐ σομεν;‘ [fr. 719 N.2] Θ. ἐν τῶι ὑπὲρ Λαρισαίων λέγει· ‘Ἀρχε‐ λάωι δουλεύσομεν Ἕλληνες ὄντες βαρβάρωι;‘

tit,3-7a

ΜΕΓΑΛΗ ΤΕΧΝΗ

3

SCHOL. ARISTOPH. AV. 880 τὰ αὐτὰ τοῖς Θεοπόμπου καὶ Θ. φησιν ἐν τῆι Μεγάληι
τέχνηι.324

4

ATHEN. X 416 A Θ. δ’ ὁ Χαλκηδόνιος ἔν τινι τῶν προοιμίων τὸν Τιμοκρέοντά φησιν ὡς μέγαν βασιλέα ἀφικόμενον καὶ ξενιζόμενον παρ’ αὐτῶι πολλὰ ἐμφορεῖσθαι. πυθομένου δὲ τοῦ βασιλέως ὅ τι ἀπὸ τούτων ἐργάζοιτο εἶπε Περσῶν ἀναριθμήτους
5συγκόψειν. καὶ τῆι ὑστεραίαι πολλοὺς καθ’ ἕνα νικήσας μετὰ τοῦτο ἐχειρονόμησε. πυνθανομένου δὲ τὴν πρόφασιν ὑπολείπεσθαι ἔφη τοσαύτας, εἰ προσίοι τις, πληγάς.

5

ARISTOT. Rhet. Γ 1. 1404a 13 ἐγκεχειρήκασιν δὲ ἐπ’ ὀλίγον περὶ αὐτῆς [τῆς ὑποκριτικῆς] εἰπεῖν τινες, οἷον Θ. ἐν τοῖς Ἐλέοις.

6

PLATO Phaedr. 267 c τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνηι μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος. ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ γέγονε καὶ πάλιν ὠργισμένοις ἐπάι‐
5δων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὅθεν δὴ κράτιστος. HERMIAS Z. d. St. p. 239, 18 Couvreur ὁ γὰρ Χαλ‐ κηδόνιος, τουτέστιν ὁ Θ., ταῦτα ἐδίδαξεν, ὡς δεῖ εἰς οἶκτον ἐγεῖραι τὸν δικαστὴν καὶ ἐπισπᾶσθαι ἔλεον, γῆρας, πενίαν, τέκνα ἀποδυρό‐ μενον καὶ τὰ ὅμοια.

6a

—de rep. 338c φημὶ .. ἐγὼ εἶναι τὸ δίκαιον οὐκ ἄλλο τι ἢ τὸ τοῦ κρείττονος ξυμφέρον.

7

PLUT. Quaest. conv. I 2, 3 p. 616 D δεῖ
καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικὴν τοὺς Ἀριστοτέλους Τόπους [Γ 1ff.] ἢ τοὺς Θρασυμάχου Ὑπερβάλλοντας ἔχειν προ‐ χείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον, ἀλλὰ τὴν κενὴν δόξαν325
5ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα.

7a

PHILODEM. Rhet. II 49 [Suppl. ed. Sudhaus Lps. 1895 S. 42ff.] καὶ Μητρόδωρος [fr. 20ff. A. Körte Jahrb. f. cl. Phil. Suppl. 17 (1880) 548] δὲ ἐν τῶι πρώτωι Περὶ ποιημάτων ἱκανῶς ἔοικεν παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν ...
5εἰπ〈εῖν〉 μὲν ἐ〈ν π〉λήθει πε〈ρὶ τ〉ῶν πλήθ〈ει〉 χρησίμων ἱκαν〈όν, τ〉ὴν δὲ Θρασυμάχου τέ〉χνην ἢ ἄ〈λλου〉 ὁτο〈υδήποτ’〉 αὐτῶν οὐ μ〈αθό〉ντας ... Θρασύμαχον καὶ ἄλλους οὐκ ὀλίγους τῶν δοκούντων τὰς τοιαύτας ἔχειν λόγων πολιτικῶν ἢ ῥητορικῶν οὐθ〈έν, ὧ〉ν φ〈α〉‐ σιν ἔχειν τὰς τέχνας, συντελοῦντας.

8

HERMIAS z. Plat. Phaedr. p. 239, 21 Couvr. [zu σθένος p. 267c s. B 6] ἔγραψεν [Thr.] ἐν λόγωι ἑαυτοῦ τοιοῦτόν τι, ὅτι οἱ θεοὶ οὐχ ὁρῶσι τὰ ἀνθρώπινα· οὐ γὰρ ἂν τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν παρεῖδον τὴν δικαιοσύνην· ὁρῶμεν γὰρ τοὺς ἀνθρώπους ταύτηι μὴ
5χρωμένους.326