TLG 1729 001 :: THRASYMACHUS :: Testimonia THRASYMACHUS Rhet.
Soph. Testimonia test. 1–14 Citation: Fragment — (line) | ||
1 | SUID. Θρασύμαχος Χαλκηδόνιος σοφιστὴς τῆς ἐν Βιθυνίαι Χαλκηδόνος (ὃς πρῶτος περίοδον καὶ κῶλον κατέδειξε καὶ τὸν νῦν τῆς ῥητορικῆς τρόπον εἰση‐ γήσατο, μαθητὴς [?] Πλάτωνος τοῦ φιλοσόφου καὶ Ἰσοκράτους τοῦ ῥήτορος) ἔγραψε συμβουλευτικούς, τέχνην ῥητορικήν, παίγνια, ἀφορμὰς | |
5 | ῥητορικάς. | |
---|---|---|
2 | ARISTOT. Soph. el. 33. 183b 29 οἱ δὲ νῦν εὐδοκιμοῦντες παραλαβόντες παρὰ πολλῶν οἷον ἐκ διαδοχῆς κατὰ μέρος προαγαγόντων οὕτως ηὐξήκασι, Τεισίας μὲν μετὰ τοὺς πρώτους, Θρασύμαχος δὲ μετὰ Τεισίαν, Θεόδωρος δὲ μετὰ τοῦτον καὶ πολλοὶ πολλὰ συνενηνόχασι μέρη. | |
3 | DIONYS. Lys. 6 μετὰ ταύτας ἀρετὴν εὑρίσκω παρὰ Λυσίαι πάνυ θαυ‐ μαστήν, ἧς Θεόφραστος [περὶ λέξ. fr. 3 Schmidt] μέν φησιν ἄρξαι Θρασύμαχον, ἐγὼ δ’ ἡγοῦμαι Λυσίαν· καὶ γὰρ τοῖς χρόνοις οὗτος ἐκείνου προέχειν ἔμοιγε δοκεῖ· λέγω δ’ ὡς ἐν ἀκμῆι κοινῆι βίου γενομένων ἀμφοῖν· ... τίς δ’ ἐστὶν ἥν φημι ἀρετήν; | |
5 | ἡ συστρέφουσα τὰ νοήματα καὶ στρογγύλως ἐκφέρουσα λέξις, οἰκεία πάνυ καὶ ἀναγκαία τοῖς δικανικοῖς λόγοις καὶ παντὶ ἀληθεῖ ἀγῶνι. | |
4 | ARISTOPH. Daetales fr. 198, 5ff. ἦ μὴν ἴσως σὺ καταπλιγήσει τῶι χρόνωι. —τὸ καταπλιγήσει τοῦτο παρὰ τῶν ῥητόρων. —ἀποβήσεταί σοι ταῦτα ποῖ τὰ ῥήματα· | |
5 | —παρ’ Ἀλκιβιάδου τοῦτο τἀποβήσεται. | |
—τί δ’ ὑποτεκμαίρει καὶ κακῶς ἄνδρας λέγεις καλοκἀγαθεῖν ἀσκοῦντας; —οἴμ’, ὦ Θρασύμαχε, τίς τοῦτο τῶν ξυνηγόρων τερθρεύεται; | 319 | |
5 | ARISTOT. Rhet. Γ 11. 1413a 7 καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θ. ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψωιδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. | |
6 | — —B 23. 1400b 19 ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει καὶ Ἡρόδικος Θρασύμαχον ‘ἀεὶ θρασύμαχος εἶ‘ καὶ Πῶλον ‘ἀεὶ σὺ πῶλος εἶ‘. | |
7 | IUV. VII 203 paenituit multos vanae sterilisque cathedrae sicut Thar‐ symachi [?] probat exitus. SCHOL. rhetoris apud Athenas qui suspendio perit. | |
8 | ATHEN. X 454 F Νεοπτόλεμος δὲ ὁ Παριανὸς ἐντῶι Περὶ ἐπιγραμμάτων ἐν Χαλκηδόνι φησὶν ἐπὶ τοῦ Θρασυμάχου τοῦ σοφιστοῦ μνήματος ἐπιγεγράφθαι τόδε τὸ ἐπίγραμμα· τοὔνομα θῆτα ῥῶ ἄλφα σὰν ὖ μῦ ἄλφα χεῖ οὖ σάν. | |
5 | πατρὶς Χαλκηδών· ἡ δὲ τέχνη σοφίη. | |
9 | CIC. de orat. III 32, 128 [Prodikos, Thras., Protagoras] quorum unus quisque plurimum temporibus illis etiam de natura rerum et disseruit et scripsit. | |
10 | PLATO de rep. I 336B καὶ ὁ Θ. πολλάκις μὲν καὶ διαλεγομένων ἡμῶν μεταξὺ ὥρμα ἀντιλαμβάνεσθαι τοῦ λόγου, ἔπειτα ὑπὸ τῶν παρακαθημένων διε‐ κωλύετο βουλομένων διακοῦσαι τὸν λόγον· ὡς δὲ διεπαυσάμεθα καὶ ἐγὼ ταῦτ’ εἶπον, οὐκέτι ἡσυχίαν ἦγεν, ἀλλὰ συστρέψας ἑαυτὸν ὥσπερ θηρίον ἧκεν ἐφ’ ἡμᾶς ὡς | |
5 | διαρπασόμενος, καὶ ἐγώ τε καὶ ὁ Πολέμαρχος δείσαντες διεπτοήθημεν. ὁ δ’ εἰς τὸ μέσον φθεγξάμενος ‘τίς, ἔφη, ὑμᾶς πάλαι φλυαρία ἔχει, ὦ Σώκρατεσ‘ κτλ. Vgl. 338 C [B 6 a]. | |
11 | ARISTOT. Rhet. Γ. 8. 1409a 2 λείπεται δὲ παιάν, ὧι ἐχρῶντο μὲν ἀπὸ Θρασυμάχου ἀρξάμενοι, οὐκ εἶχον δὲ λέγειν τίς ἦν. | |
12 | CIC. Orat. 13, 40 Isocrates ... cum concisus ei Th. minutis numeris | |
videretur et Gorgias, qui tamen primi traduntur arte quadam verba vinxisse, Thucydides autem praefractior nec satis ut ita dicam rotundus, primus instituit dilatare verbis et mollioribus numeris explere sententias. | 320 | |
13 | DIONYS. Isae. 20 τῶν δὲ τοὺς ἀκριβεῖς προαιρουμένων λόγους καὶ πρὸς τὴν ἐναγώνιον ἀσκούντων ῥητορικήν, ὧν ἐγένετο Ἀντιφῶν τε ὁ Ῥαμνούσιος καὶ Θρασύμαχος ὁ Καλχηδόνιος καὶ Πολυκράτης ὁ Ἀθηναῖος Κριτίας τε ὁ τῶν τριά‐ κοντα ἄρξας καὶ Ζωίλος ὁ τὰς καθ’ Ὁμήρου συντάξεις καταλιπών ... Θ. δὲ καθαρὸς | |
5 | μὲν καὶ λεπτὸς καὶ δεινὸς εὑρεῖν τε καὶ εἰπεῖν στρογγύλως καὶ περιττῶς ὃ βού‐ λεται, πᾶς δέ ἐστιν ἐν τοῖς τεχνογραφικοῖς καὶ ἐπιδεικτικοῖς, δικανικοὺς δὲ [ἢ συμ‐ βουλευτικοὺς] οὐκ ἀπολέλοιπε λόγους, τὰ δὲ αὐτὰ καὶ περὶ Κριτίου καὶ περὶ Ζωίλου τις ἂν εἰπεῖν ἔχοι πλὴν ὅσον τοῖς χαρακτῆρσι τῆς ἑρμηνείας διαλλάττουσιν ἀλ‐ λήλων. | |
14 | SUID. Οὐηστῖνος 〈ὁ〉 Ἰούλιος χρηματίσας σοφιστής. ἐπιτομὴν τῶν Παμφίλου Γλωσσῶν βιβλία Ϟδ, Ἐκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους βιβλίων, Ἐκλογὴν ἐκ τῶν Θουκυδίδου, Ἰσαίου, Ἰσοκράτους καὶ Θρασυμάχου τοῦ ῥήτορος | |
καὶ τῶν ἄλλων ῥητόρων. | 321 |