TLG 1728 003 :: THESEUS :: Fragmenta Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 518–519. Frr. 1–3 Citation: Fragment — (line) | ||
t1a-3 | ΚΟΡΙΝΘΙΑΚΑ. | |
t1a-1b | E LIBRO TERTIO | |
1a | Tzetzes ad Lyc. 644: Ἄρνη πόλις ἐστὶ Βοιωτίας ἀπὸ Ἄρνης τῆς Ποσειδῶνος τροφοῦ, ἥτις Κρόνου ζη‐ τοῦντος Ποσειδῶνα, ἀπηρνήσατο μὴ ἔχειν αὐτὸν, ὅθεν ἡ πόλις ἐκλήθη Ἄρνη, πρότερον Σινόεσσα λεγομένη, | |
5 | ὥς φησι Θησεὺς ἐν τρίτῃ Κορινθιακῶν. | |
---|---|---|
1b | Etym. M: Ἄρνη, νύμφη, ἡ τροφὸς Ποσειδῶνος. Εἴρηται δὲ (καὶ) Ἄρνη ἡ νύμφη Σινόεσσα (sc. πρότερον) καλουμένη, ὅτι τὸν Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν, πρὸς τὸν Κρόνον ζητοῦντα | |
5 | ἀπηρνήσατο· καὶ ἐντεῦθεν Ἄρνη ὠνομάσθη. Οὕτω | |
Θησεὺς ἐν Κορινθιακῶν τρίτῳ. | 518 | |
2 | Stobaei Floril. VII, 70: Ἐκ τῶν Θησέως. Λοιμοῦ κατασχόντος τὴν Λακεδαίμονα διὰ τὴν ἀναίρεσιν τῶν κηρύκων τῶν ἀπεσταλμένων παρὰ Ξέρξου αἰτοῦντος γῆν καὶ ὕδωρ, ὥσπερ ἀπαρχὰς δουλείας, χρησμὸς ἐδόθη | |
5 | ἀπαλλαχθήσεσθαι αὐτοὺς, εἴ γέ τινες ἕλοιντο Λακεδαι‐ μονίων παρὰ τοῦ βασιλέως ἀναιρεθῆναι. Τότε Βούλης καὶ Σπέρχης ἀφικόμενοι εἰς βασιλέα ἠξίουν ἀναιρε‐ θῆναι· ὁ δὲ θαυμάσας αὐτῶν τὴν ἀρετὴν, ἐπανιέναι προσέταξεν. | |
3 | Stobaeus Floril. VII, 67: Ἐκ τῶν Θησέως. Λα‐ κεδαιμόνιοι καὶ Ἀργεῖοι περὶ χωρίου Θυραίας ἐν μεθορίῳ κειμένης, μέχρι μέν τινος ὅλοις τοῖς στρατεύμασι παρετάσσοντο πρὸς ἀλλήλους, τέλος | |
5 | ἔδοξεν αὐτοῖς ἐπιλέξαι παρ’ ἑκατέρων τριακοσίους, κἀ‐ κείνων μαχεσαμένων τοῖς κρατήσασιν διαφέρειν τὸ χω‐ ρίον. Οὗπερ γενομένου, Ὀθρυάδης Λακεδαιμόνιος στρα‐ τιώτης πολλοὺς ἀποκτείνας καὶ πολλὰ τετρωμένος ἔκειτο μεταξὺ τῶν ἀνῃρημένων Λακεδαιμονίων μόνος | |
10 | περιλειφθεὶς, Ἀργείων δὲ δύο Ἀλκήνωρ καὶ Χρόμιος· ὧν ἀπελθόντων εἰς Ἄργος ἀπαγγεῖλαι τὴν νίκην, Ὀθρυάδης πολλοὺς σκυλεύσας τῶν πολεμίων τρόπαιον ἔστησε, καὶ χρησάμενος τῷ τῶν τραυμάτων αἵματι, ἐπέγραψεν· Λακεδαιμονίων κατ’ Ἀργείων· καὶ | |
15 | τοῦτο πράξας ἀπέθανεν. | 519 |