TLG 1727 002 :: THEOTIMUS :: Fragmenta

THEOTIMUS Hist.
(2 B.C.?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 517.

Frr. 1–4

Citation: Fragment — (line)

t1-3

ΠΕΡΙ ΚΥΡΗΝΗΣ.

1

(t)

E LIBRO PRIMO.
1 Schol. Pindar. Pyth. V, 33: Κάρρωτος, ὄνομα κύριον, περὶ οὗ μέμνηται πρὸς τὸν Ἀρκεσίλαον· οἱ δὲ τὸν ἡνίοχον τούτου, ὅν φησιν ὁ Πίνδαρος (scr. Δίδυμος) τῆς Πυθιακῆς νίκης αἴτιον γενέσθαι τῷ Ἀρκεσιλάῳ,
5κατάγειν δὲ αὐτῷ καὶ στρατιωτικὸν ἀπὸ τῆς Ἑλλάδος ἀθροίσαντα. Ταῦτα δὲ πιστοῦται παρατιθέμενος τὰ Θεοτίμου ἐκ τοῦ πρώτου Περὶ Κυρήνης ἔχοντα οὕτως· «Διαπίπτουσαν δὲ τὴν πρᾶξιν αἰσθόμενος ὁ Ἀρκεσίλαος καὶ βουλόμενος δι’ αὐτοῦ τὰς Ἑσπερίδας οἰκίσαι, πέμ‐
10πει μὲν εἰς τὰς πανηγύρεις ἵππους ἀθλήσοντας Εὔφη‐ μον ἄγοντα, νικήσας δὲ τὰ Πύθια καὶ τὴν ἑαυτοῦ πα‐ τρίδα ἐστεφάνωσε καὶ ἐποίκους εἰς τὰς Ἑσπερίδας συνέλεγεν. Εὔφημος μὲν οὖν ἐτελεύτα· Κάρρωτος δὲ τῆς Ἀρκεσιλάου γυναικὸς ἀδελφὸς διεδέξατο τὴν τῶν
15ἐποίκων ἡγεμονίαν.» Ὁ τοίνυν Πίνδαρος τοῖς ἑταίροις καθομιλῶν τὸ καταπραχθὲν τῷ Εὐφήμῳ τῷ Καρρώτῳ προσῆψε.

2

Idem ad Pyth. IV, 61: Κυβερνήτης ὁ Εὔφημος ἦν καὶ πρωρεύς· τοῦτο γὰρ ἱστορεῖν ἴσμεν Θεότιμον.

3

Pindarus Ol. VII, 33: Θεότιμος δὲ ἐν τῷ περὶ τοῦ Νείλου ὅρου ἱστοριῶν διὰ τοῦ υ γράφει εὔβολον, καὶ οὕτω προσ‐ αγορεύεσθαι διὰ τὸ ἐν καλῷ τόπῳ κεῖσθαι τὴν νῆσον.

t4

ΙΤΑΛΙΚΑ. E LIBRO SECUNDO.

4

Plutarch. Par. M. c. 8: Πορσίνας, Τούσκων βα‐ σιλεὺς, πέραν Θύμβριος ποταμοῦ στρατεύσας ἐπολέ‐ μησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθη‐ νίαν μέσην λαβὼν, λιμῷ τοὺς προειρημένους ἔτρυχεν.
5Ὁράτιος δὲ Κάτλος, στρατηγὸς χειροτονηθεὶς, τὴν ξυ‐ λίνην κατελάβετο γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβά‐ ρων διαβῆναι βουλόμενον ἐπεῖχε. Πλεονεκτούμενος δὲ ὑπὸ τῶν πολεμίων, προσέταξε τοῖς ὑποτεταγμένοις κό‐ πτειν τὴν γέφυραν, καὶ τὸ πλῆθος τῶν βαρβάρων δια‐
10βῆναι βουλόμενον ἐκώλυσε. Βέλει δὲ τὸν ὀφθαλμὸν πλη‐ γεὶς, ῥίψας ἑαυτὸν εἰς τὸν ποταμὸν, διενήξατο εἰς τοὺς
οἰκείους· ὡς Θεότιμος δευτέρῳ Ἰταλικῶν.517