TLG 1720 002 :: THEODOTUS Judaeus :: Fragmenta THEODOTUS Judaeus Epic. Fragmenta frr. 757–764 Citation: Fragment — (line) | ||
757-764(t) | περὶ Ἰουδαίων | |
757 | ἡ δ’ ἄρ’ ἔην ἀγαθή τε καὶ αἰγινόμος χὐδρηλή, οὐδὲ μὲν ἔσκεν ὁδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι ἀγρόθεν, οὐδέ ποτε δρία λαχνήεντα πονεῦσιν. ἐξαυτῆς δὲ μάλ’ ἄγχι δύ’ οὔρεα φαίνετ’ ἐρυμνά, | |
5 | ποίης τε πλήθοντα καὶ ὕλης· τῶν δὲ μεσηγὺ ἀτραπιτὸς τέτμηται †ἀραιὴ αὐλῶπις† ἔνθ’ ἑτέρωθι ἡ διερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ, νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος | |
---|---|---|
λισσόν, ὑπώρειαν 〈δ’〉 ὑποδέδρομεν αἴποθεν ἕρκος. | 360 | |
758 | ἔνθεν δ’ ἐξενέποιμεν, ὅθι πτόλιν ἤλυθ’ Ἰακὼβ εὐρεῖαν Σικίμων· ἐπὶ δ’ ἀνδράσι τοῖσιν ἔτῃσιν ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχέμ, μάλ’ ἀτειρέε φῶτε. | |
759 | Ἰακὼβ Συρίην κτηνοτρόφον ἷκτο καὶ εὐρὺ ῥεῖθρον Ἐϋφρήταο λίπεν ποταμοῦ κελάδοντος· ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν αὐτοκασιγνήτοιο, πρόφρων 〈δ’〉 ὑπέδεκτο δόμονδε | |
5 | Λάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιός, ἀλλὰ τότ’ οἶος ἤνασσε〈ν〉 Συρίης, †νεηγενὲς αἷμα λελογχώς. τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν ὁπλοτάτης· οὐ μὴν τελέθειν ἐπεμαίετο πάμπαν ἀλλὰ δόλον τολύπευσε καὶ εἰς λέχος ἀνέρι πέμπε | |
10 | Λείαν, ἥ οἱ ἔην προγενεστέρη. οὐδέ μιν ἔμπης ἔλλαθεν, ἀλλ’ ἐνόησε κακορραφίην καὶ ἔδεκτο παῖδ’ ἑτέρην, ἀμφοῖν δ’ ἐμίγη συνομαίμοσιν ᾗσι. τῷ δ’ υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς ἕνδεκα καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα | |
15 | εἶδος ἐπίστρεπτόν τε δέμας καὶ ἀμύμονα θυμόν. | |
760 | οὐ γὰρ δὴ θεμιτόν γε τόδ’ Ἑβραίοισι τέτυκται, γαμβροὺς ἄλλοθεν ἠὲ νυοὺς ἀγέμεν ποτὶ δῶμα ἀλλ’ ὅστις γενεῆς ἒξ εὔχεται εἶναι ὁμοίης. | |
761 | ὅς ποτ’, ἐπεὶ πάτρης ἐξήγαγε δῖον Ἀβραάμ, αὐτὸς ἀπ’ οὐρανόθεν κάλες’ ἀνέρα παντὶ σὺν οἴκῳ σάρκ’ ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ’ ἐτέλεσσεν· ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε. | |
762 | εὖ γὰρ ἐγὼ μῦθόν 〈γε〉 πεπυσμένος εἰμὶ θεοῖο· | |
δώσειν γάρ ποτ’ ἔφησε δέκ’ ἔθνεα παισὶν Ἀβραάμ. | 361 | |
763 | βλάπτε θεὸς Σικίμων οἰκήτορας· οὐ γὰρ ἔτιον εἰς αὐτοὺς ὅστις κε μόλοι κακὸς οὐδὲ μὲν ἐσθλός· οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας· λοίγια δ’ ὠρώρει τοῖσιν μεμελημένα ἔργα. | |
764 | ὣς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ’ αὐτόν, πλῆξέ τέ οἱ κεφαλήν, δειρὴν δ’ ἕλεν ἐν χερὶ λαιῇ, λεῖψε δ’ ἔτι σπαίρουσαν, ἐπεὶ πόνος ἄλλος ὀρώρει. τόφρα δὲ καὶ Λευὶν μένος ἄσχετος ἔλλαβε χαίτης | |
5 | γούνων ἁπτόμενον Συχὲμ ἄσπετα μαργήναντα, ἤλασε δὲ κληῗδα μέσην, δῦ δὲ ξίφος ὀξὺ | |
σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς. | 362 |