TLG 1715 001 :: THEODORIDAS :: Epigrammata THEODORIDAS Epigr. Epigrammata Citation: Book — epigram — (line) | ||
6.155(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Ἅλικες αἵ τε κόμαι καὶ ὁ Κρωβύλος, ἃς ἀπὸ Φοίβῳ πέξατο μολπαστᾷ κῶρος ὁ τετραετής· αἰχμητὰν δ’ ἐπέθυσεν ἀλέκτορα καὶ πλακόεντα παῖς Ἡγησιδίκου πίονα τυροφόρον. | |
---|---|---|
5 | Ὤπολλον, θείης τὸν Κρωβύλον εἰς τέλος ἄνδρα | |
οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχειν. | ||
6.156(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Καλλὼ σὺν τέττιγι Χαρισθένεος τρίχα τήνδε κουρόσυνον κούραις θῆκ’ Ἀμαρυνθιάσι σὺν βοῒ χερνιφθέντα· πάις δ’ ἴσον ἀστέρι λάμπει, πωλικὸν ὡς ἵππος χνοῦν ἀποσεισάμενος. | |
6.157(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Ἄρτεμις, ἡ Γόργοιο φύλαξ κτεάνων τε καὶ ἀγροῦ, τόξῳ μὲν κλῶπας βάλλε, σάου δὲ φίλους· καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης αἷμα καὶ ὡραίους ἄρνας ἐπὶ προθύροις. | |
6.222(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Μυριόπουν σκολόπενδραν ὑπ’ Ὠρίωνι κυκηθεὶς πόντος Ἰαπύγων ἔβρας’ ἐπὶ σκοπέλους· καὶ τόδ’ ἀπὸ βλοσυροῦ σελάχευς μέγα πλευρὸν ἀνῆψαν δαίμοσι βουφόρτων κοίρανοι εἰκοσόρων. | |
6.224(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Εἰνάλι’ ὦ λαβύρινθε, τύ μοι λέγε, τίς ς’ ἀνέθηκεν ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑρόμενος. „Παίγνιον ἀντριάσιν Διονύσιος ἄνθετο Νύμφαις —δῶρον δ’ ἐξ ἱερᾶς εἰμι Πελωριάδος— | |
5 | υἱὸς Πρωτάρχου· σκολιὸς δ’ ἐξέπτυσε πορθμός, ὄφρ’ εἴην λιπαρῶν παίγνιον Ἀντριάδων.“ | |
7.282(p1) | ΘΕΟΔΩΡΙΔΟΥ | |
1 | Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθ’ ἡμεῖς ὠλλύμεθ’, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν. | |
7.406(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι, Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν. ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι ἢ μύρτον· καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει. | |
7.439(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα, πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων, Κῆρας ἐπισσεύασα βίου κύνας. ὦ πόποι, ἀνὴρ | |
οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ. | ||
7.479(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλήν· αἰών μ’ ἔτριψεν κροκάλαις ἴσον· ἐν γὰρ ἀμάξῃ παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι. | |
5 | ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα, θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα. | |
7.527(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα κώκυσαν μέλεον πυρσὸν ἀναψάμενοι, αἰνόλινε, τρισάωρε, σὺ δ’ ἀντὶ γάμου τε καὶ ἥβης κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη. | |
7.528(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην· Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας. | |
7.529(p1) | ΤΟΥ ΑΥΤΟΥ | |
1 | Τόλμα καὶ εἰς Ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει, ἃ καὶ Σωσάνδρου παῖδ’ ἐπέβασε πυρᾶς Δωρόθεον· Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων | |
ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας. | ||
7.722(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ, ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον. | |
7.732(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Ὤιχευ ἔτ’ ἀσκίπων, Κινησία, Ἑρμόλα υἱέ, ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον γήρᾳ ἔτ’ ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιον εὑρών σε στέργει παντοβίης Ἀχέρων. | |
7.738(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Κληῖδες πόντου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος, Τίμαρχ’, ὑβριστής τ’ ὤλεσε Λὶψ ἄνεμος νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαιναν | |
δέξαντ’ οἰζυροί, σχέτλιε, κηδεμόνες. | ||
9.743(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δ’ Ἀθάνας ἑστᾶσιν καλὸν δῶρον Ἰτωνιάδος, πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον, καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπ’ Ἰλλυριῶν. | |
13.8(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Ἐκ δολίχου τἤρᾳ σφυρήλατον, ὃν τάχει κρατήσας, Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα. | |
13.21(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταιΐδα τῶ ’λεγῃοποιῶ· ἁ Μῶσα δ’ αὐτῶ τᾶς Σιμωνίδα πλάτας ἧς ἀποσπάραγμα | |
5 | κενά τε κλαγγὰν καὶ ’πιλακυθίστρια διθυραμβοχάνα· τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν, | |
τύμπανόν κ’ ἐφύση. | ||
16.132(p1) | ΘΕΟΔΩΡΙΔΑ | |
1 | Στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας, ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείαν ἄρτι, τὰ μὲν Φοίβου τόξα, τὰ δ’ Ἀρτέμιδος. | |
5 | ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα πετροῦται· στενάχει δ’ ὑψιπαγὴς Σίπυλος. θνατοῖς ἐν γλώσσᾳ δολία νόσος, ἇς ἀχάλινος | |
ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν. |