TLG 1710 001 :: 〈THEAGES〉 :: Fragmenta

〈THEAGES〉 Phil.
(3 B.C.?)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 190–193.

Citation: Page — (line)

190

(1t)

Περὶ ἀρετῆς
2Stob. 3.1.117 p. 76 He. (Mullach 2 p. 18) Θεάγους Πυθαγορείου ἐκ τοῦ Περὶ ἀρετῆς. Ἀρχαὶ τᾶς συμπάσας ἀρετᾶς τρεῖς· γνῶσις καὶ δύναμις καὶ προαίρεσις. καὶ ἔστιν ἁ μὲν γνῶσις οἷον ὄψις ᾇ θεωροῦμεν καὶ
5κρίνομεν τὰ πράγματα, ἁ δὲ δύναμις οἷον ἀλκά τις τῶ σκάνιος ᾇ ὑφισ‐ τάμεθα καὶ ἐμμένομεν τοῖς πράγμασιν, ἁ δὲ προαίρεσις οἷον χεῖρες ψυχᾶς τινες αἷς ὁρμῶμεν καὶ ἀντιλαζύμεθα τῶν πραγμάτων. ἔχει δὲ καὶ ὁ τᾶς ψυχᾶς διάκοσμος οὕτως. τὸ μὲν γάρ τι αὐτᾶς ἐντι λογισμὸς τὸ δὲ θυμὸς τὸ δ’ ἐπιθυμία, λογισμὸς μὲν ὁ κρατέων τᾶς γνώσιος,
10θυμὸς δὲ ὁ κρατέων τῶ μένεος, ἐπιθυμία δὲ ἁ κρατοῦσα τοῦ ἐπιθυμητικοῦ εἴδεος. ὅκκα οὖν ἐς τὸ ἓν τὰ τρία ταῦτα μόλῃ μίαν ἐπιδεξάμενα συναρ‐ μογάν, τόκα δὲ γίνεται ἀρετὰ καὶ ὁμολογία ἐν τᾷ ψυχᾷ· ὅκκα δὲ στασιά‐ ζοντα καὶ ἀπ’ ἀλλάλων ἀπόσπαστα ᾖ, τόκα δὲ γίνεται κακία καὶ ἀναρμοστία ἐν τᾷ ψυχᾷ. καὶ ὅκκα μὲν ὁ λογισμὸς ἐπικρατέῃ τῶν ἀλόγων
15μερέων τᾶς ψυχᾶς, τόκα δὲ γίνεται καρτερία καὶ ἐγκράτεια, καρτερία μὲν ἐν τᾷ κατοχᾷ τῶν πόνων, ἐγκράτεια δὲ ἐν τᾷ κατοχᾷ τῶν ἁδέων. ὅκκα δὲ τὰ ἄλογα μέρεα τᾶς ψυχᾶς ἐπικρατῇ τῶ λογισμῶ, τόκα δὲ γίνεται μαλακία καὶ ἀκρατία· μαλακία μὲν ἐν τῷ φεύγειν τὼς πόνως, ἀκρατία δὲ ἐν τῷ νικῆσθαι ὑπὸ τῶν ἁδέων. ὅκκα δὲ τὸ μὲν κρεῖσσον
20ἄρχῃ μέρος τᾶς ψυχᾶς, τὸ δὲ χέρῃον ἄρχηται, καὶ τὸ μὲν ἁγῆται τὸ δ’ ἕπηται, ἀμφότερα δὲ συνευδοκῆται καὶ συνομολογῆται ἀλλάλοις, τόκα δὲ γίνεται ἀρετὰ καὶ παναγαθία περὶ ὅλαν τὰν ψυχάν. καὶ ὅκκα μὲν τὸ ἐπιθυματικὸν ἕπηται μέρος τᾶς ψυχᾶς τῷ λογιστικῷ, γίνεται σωφροσύνα· ὅκκα δὲ τὸ θυμοειδές, ἀνδρειότας· ὅκκα δὲ τὰ μέρεα
25πάντα, δικαιότας. αὕτα γάρ ἐστιν ἁ διείργουσα τάς τε κακίας πάσας
τᾶς ψυχᾶς καὶ τὰς ἀρετὰς ἀπ’ ἀλλάλων. καὶ ἔστιν ἁ δικαιότας οἷον190

191

σύσταμά τι τᾶς ἁρμογᾶς τῶν μερέων τᾶς ψυχᾶς καὶ ἀρετὰ τελεία καὶ πανυπερτάτα· πάντα γὰρ ἐν ταύτᾳ· τὰ δ’ ἄλλ’ ἀγαθὰ τᾶς ψυχᾶς οὐκ ἄτερθε ταύτας. διόπερ καὶ ἐν θεοῖς μέγα κράτος ἔχει ἁ δικαιότας καὶ ἐν ἀνθρώποις· τῶ γὰρ ὅλω καὶ τῶ παντὸς ἅδ’ ἁρετὰ συνέχει τὰν
5κοινωνίαν καὶ τὰν ἐν θεοῖς καὶ τὰν ἐν ἀνθρώποις. θέμις γε οὖν φατί‐ ζεται παρὰ τοῖς οὐρανίοις θεοῖς, δίκα δὲ παρὰ τοῖς χθονίοις, νόμος δὲ παρὰ τοῖς ἀνθρώποις. ταῦτα δ’ ἐντὶ σαμεῖα καὶ σύμβολα τοῦ τὰν δικαιότατα πανυπερτάταν εἶναι ἀρετάν. καὶ ἄλλως δὲ πιστοῦται ὁ λόγος ἐξ αὐτῶν· ὅκκα μὲν γὰρ ὁ νόος τᾶς ψυχᾶς ἀμβλακίσκῃ, ὀνυμάζεται
10ἁ τοιάδε διάθεσις ἀφροσύνα· ὅκκα δὲ ὁ θυμός, θρασύτας ἢ δειλία· ὅκκα δὲ ἐπιθυμία, ἀκρασία· καὶ ὅκκα μὲν ἐπὶ τὸ μῇον ἀμβλακίσκῃ ὁ νόος, ἀφροσύνα, ὅκκα δ’ ἐπὶ τὸ μέζον, πανουργία· καὶ ὅκκα μὲν ἐπὶ τὸ μῇον ἀμβλακίσκῃ ὁ θυμός, δειλία, ὅκκα δ’ ἐπὶ τὸ μέζον, θράσος· καὶ ὅκκα μὲν ἐπὶ τὸ μεῖον ἀμβλακίσκῃ ἁ ἐπιθυμία, μισαδονία· ὅκκα δ’
15ἐπὶ τὸ μέζον, ἀκολασία· ὅλως δὲ ἁ μὲν οὐ κατ’ ὀρθὸν λόγον συναρμογά, κακία· αὕτα δ’ ὅκκα μὲν μηδενὸς ἕκατι γένηται, καλέεται ἀβελτερία· ὅκκα δὲ φόβω, δειλία, ὅκκα δὲ ἁδονᾶς, ἀκολασία, ὅκκα δὲ κέρδεος, ἀδικία. ἁ δὲ κατ’ ὀρθὸν λόγον αὐτᾶς σύνταξις, ὅκκα μὲν ἐν τῷ θεωρὲν καὶ κρίνεν γένηται, καλέεται φρόνασις· ὅκκα δὲ ἐν τῷ ὑφίστασθαι ...
20τὰ ἁδέα, σαοφροσύνα· ὅκκα δ’ ἐν τῷ κέρδεος ἀποσχέσθαι καὶ βλάβας τᾶς εἰς τὸν πλατίον, δικαιότας. ἁ δὲ κατὰ τὸν ὀρθὸν λόγον αὐτᾶς σύνταξις καὶ παρὰ τὸν ὀρθὸν λόγον παράβασις, τῶ δέοντός ἐστι στο‐ χασμὸς καὶ τῶ μὴ δέοντος ἀπόπτωσις. ἔστι δὲ τὸ μὲν δέον, ὃ δεῖ ἦμεν· τοῦτο δὲ οὐκ ἀφαιρέσιος οὐδὲ προσθέσιος δέεται· αὐτὸ γάρ
25ἐστιν ὃ δεῖ ἦμεν. τῶ δὲ μὴ δέοντος εἴδεα δύο, τὸ μὲν ὑπερβολά, τὸ δ’ ἔλλειψις. καὶ ἁ μὲν ὑπερβολὰ τὸ πλέον τῶ δέοντός ἐντι, ἁ δ’ ἔλλειψις τὸ ἔλαττον. ἁ δ’ ἀρετὰ ἕξις τίς ἐντι τῶ δέοντος· διόπερ καὶ ἀκρότας καὶ μεσότας εὐθέως ἐντί· ἀκρότας μέν, διότι τῶ δέοντος ἔχεται· μεσότας
δέ, ὅτι μεταξὺ τᾶς ὑπερβολᾶς καὶ τᾶς ἐλλείψιός ἐντιν. οὕτως γὰρ191

192

καὶ μεσότατες τυγχάνοντι καὶ ἀκρότατες· μεσότατες μέν, ὅτι ἐκτὸς τᾶς ὑπερβολᾶς καὶ τᾶς ἐλλείψιος πίπτοντι· ἀκρότατες δέ, ὅτι οὔτε προσθέσιος οὔτ’ ἀφαιρέσιος δέονται· αὐτὰ γὰρ ἐντὶ ταῦτα, ἃ δεῖ αὐτὰ ἦμεν.
5Stob. 3.1.118 p. 81 He. (Mullach 2 p. 20) Ἐν ταὐτῷ. Ἐπεὶ δὲ ἁ τοῦ ἤθεος ἀρετὰ περὶ πάθεα, τῶν δὲ παθέων ἁδονὰ καὶ λύπα ὑπέρτατα, φανερὸν ὅτι οὐκ ἐν τῷ ὑπεξελέσθαι τὰ πάθεα τᾶς ψυχᾶς, ἁδονὰν καὶ λύπαν, ἁ ἀρετὰ πέπτωκεν, ἀλλ’ ἐν τῷ ταῦτα συναρμόζεσθαι. οὐδὲ γὰρ ὑγίεια, εὐκρατία τις ἔασα τῶν τῶ σώματος δυναμίων, ἐν τῷ ὑπεξ‐
10ελέσθαι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πέπτωκεν, ἀλλ’ ἐν τῷ ταῦτα συγκερασθῆμεν· ἔντι γὰρ οἷον συμμετρία τις τούτων· οὐδ’ ἐν τᾷ μουσικᾷ ἐν τῷ ὑπεξελέσθαι τὸ ὀξὺ καὶ τὸ βαρὺ τὸ σύμφωνον πέπτωκεν, ἀλλ’ ἐν τῷ ταῦτά πως συναρμόξασθαι. συναρμοσμένων γὰρ τῶ ὀξέος καὶ τῶ βαρέος τὸ μὲν σύμφωνον ἐναπολαμβάνεται, τὸ
15δὲ διάφωνον ἐκκρούεται· συναρμοσμένων δὲ καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ ἁ μὲν ὑγίεια γίνεται, ἁ δὲ νόσος ἀπόλλυται· συναρμοσμένων δὲ καὶ τοῦ θυμοῦ καὶ τᾶς ἐπιθυμίας αἱ μὲν κακίαι καὶ τὰ πάθεα ἐξαιρέονται, αἱ δ’ ἀρεταὶ καὶ τὰ ἤθεα ἐγγίγνονται. ἰδιαίτατον δὲ τᾶς τοῦ ἤθεος ἀρετᾶς ἁ προαίρεσις ἁ ἐν τοῖς καλοῖς.
20λόγῳ γὰρ καὶ δυνάμει συγχρέεσθαι δυνατὸν καὶ ἄνευ ἀρετᾶς, προαιρέσει δ’ οὐ δυνατόν· τὸ γὰρ ἀξίωμα τοῦ ἤθεος ἁ προαίρεσις σαμαίνει. διὸ καὶ μετὰ βίας μὲν ἐπικρατέων ὁ λογισμὸς θυμοῦ καὶ ἐπιθυμίας ἐγκρά‐ τειαν καὶ καρτερίαν ἐμποιεῖ, μετὰ βίας δὲ πάλιν ἐκβιασθεὶς αὐτὸς ὑπὸ τῶ ἀλόγω, ἀκρασίαν καὶ μαλακίαν. ταὶ δὲ τοιαῦται διαθέσιες
25τᾶς ψυχᾶς ἡμιτελέες μὲν ἀρεταί, ἡμιτελέες δὲ κακίαι τυγχάνοντι. ὁ μὲν γὰρ λογισμὸς ὑγιαίνει, τὰ δ’ ἄλογα μέρεα τᾶς ψυχᾶς νοσεῖ. καὶ καθὸ μὲν ἄρχεται καὶ ἄγεται ὁ θυμὸς καὶ ἁ ἐπιθυμία ὑπὸ τῶ λόγον ἔχοντος μέρεος τᾶς ψυχᾶς, ἁ ἐγκράτεια καὶ ἁ καρτερία ἀρεταὶ τυγχάνοντι, καθὸ δὲ μετὰ βίας ἀλλ’ οὐχ ἑκουσίως τοῦτο πράσσοντι, κακίαι τυγχά‐
30νοντι. δεῖ γὰρ τὰν ἀρετὰν μὴ μετὰ λύπας ἀλλὰ μεθ’ ἁδονᾶς τὰ δέοντα192

193

πράσσεν. πάλιν δέ, καθὸ μὲν ἐπικρατεῖ ὁ θυμὸς καὶ ἁ ἐπιθυμία τῶ λογισμῶ, μαλακίαν καὶ ἀκρατίαν ἐπιφέροντα, κακίαι τινὲς τυγχάνοντι· καθὸ δὲ μετὰ λύπας χαρίζονται τοῖς πάθεσιν, εἰδότες ὅτι ἀμπλα‐ κίσκοντι τῶ ὑγιὲς εἶμεν τὸ ὄμμα τᾶς ψυχᾶς, ταύτᾳ δ’ οὐ κακίαι. πάλιν
5ὦν αὐτό γε τοῦτο φανερόν, ὅτι ἑκουσίως δεῖ τὰν ἀρετὰν τὰ δέοντα πράσσεν. τὸ μὲν ἀκούσιον οὐκ ἄνευ λύπας καὶ φόβω· τὸ δ’ ἑκούσιον οὐκ ἄνευ ἁδονᾶς καὶ φιλοφροσύνας. ἅμα δὲ καὶ ὁ λόγος ὁ τᾶς διαιρέσιος συμπέσοι κα περὶ τῶ ταῦθ’ οὕτως ἔχεν. ἁ μὲν γὰρ γνῶσις καὶ ἁ ὅρασις τῶν πραγμάτων τῶ λόγον ἔχοντος μέρεος ἐντὶ τᾶς ψυχᾶς· ἁ δὲ δύναμις
10τῶ ἀλόγω. τὸ γὰρ ἀντέχεν μὲν δύνασθαι τοῖς πόνοις, ἐπικρατεῖν δὲ τᾶν ἁδονᾶν, οἰκεῖόν ἐντι τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς. ἁ δὲ προαίρεσις ἐν ἀμφοτέροις αὐτοῖς γίνεται, καὶ τῷ λόγον ἔχοντι μέρει τᾶς ψυχᾶς καὶ τῷ ἀλόγῳ· σύγκειται γὰρ ἐκ διανοίας καὶ ὀρέξιος, ὧν ἁ μὲν διάνοια τῶ λόγον ἔχοντός ἐντι, ἁ δ’ ὄρεξις τῶ ἀλόγω. διὸ καὶ ἀρετὰ πᾶσα ἐν
15συναρμογᾷ γίνεται τῶν μερέων τᾶς ψυχᾶς, καὶ τὸ ἑκούσιον δὲ καὶ
τὸ προαιρετὸν πάντως ἐν τᾷ ἀρετᾷ.193