TLG 1703 002 :: TEUCER :: De sideribus consurgentibus (fragmenta) (e cod. Danensi 2) TEUCER Astrol. De sideribus consurgentibus (fragmenta) (e cod. Danensi 2) Citation: Volume — page — (line) | ||
9.2181(1t) | Ἐκ τῶν Τεύκρου τοῦ Βαβυλωνίου | |
2t | περὶ τῶν ἑπτὰ ἀστέρων. | |
---|---|---|
3 | Ὁ μὲν Ἥλιος τὸν περὶ ψυχῆς λόγον σημαίνει, ἡ δὲ Σελήνη τὸν περὶ τοῦ σώματος, Κρόνος δὲ τὰς κτήσεις, Ζεὺς δὲ τὰ χρηματικὰ | |
5 | καὶ Ἄρης τὰ περὶ στρατείας, Ἀφροδίτη δὲ τὰ περὶ ὀρέξεως καὶ κοινωνίας, Ἑρμῆς δὲ τρόπον καὶ ἦθος καὶ λόγον. Ἐπισκεπτέον δὲ ἐφ’ ἐκάστου τὴν θέσιν, τῶν σχηματισμῶν τὸ πρόσωπον, τὴν τῶν παρανατελλόντων φαῦσιν, καὶ τὰς ἀναφορὰς ληπτέον τῶν οἰκείων κλιμάτων πρὸς τὴν τῶν ἐν τοῖς ἀποτελέσμασιν | |
10 | ἀκριβῆ τῶν χρόνων διάγνωσιν καὶ αὐτὰς τῶν ἀστέρων ἀνατολάς. | 181 |
9.2182 | Δεῖ εἰδέναι ὅτι ὁ πρῶτος δεκανὸς τοῦ Κριοῦ ἀπὸ τῆς καʹ Μαρτίου μέχρι 〈τῆς λʹ〉, ὁ δὲ δεύτερος ἀπὸ λαʹ μέχρι τῆς θʹ Ἀπριλλίου, ὁ δὲ τρίτος ἀπὸ τῆς 〈ιʹ μέχρι τῆς ιθʹ ...〉 | |
4t | 〈Περὶ τῆς ψυχῆς.〉 | |
5 | . . . . . . . . . . . . | |
6t | 〈Περὶ τοῦ σώματος.〉 | |
7 | 〈Ὁ〉 δὲ τὴν Σελήνην ἔχων ἐν τούτῳ † ἄλλως τε † ἐν κα‐ κῷ σχήματι οὖσαν καὶ λειψιφωτοῦσαν καὶ ἀφαιροῦσαν τοῖς ἀριθ‐ μοῖς καὶ θεωρουμένην ὑπὸ κακοποιῶν καὶ ἐπὶ ἡμερινοῦ θέματος· | |
10 | ὁ τοιοῦτος πειρᾶται τομῆς, καύσεως καὶ τῶν ὁμοίων καὶ τὸ σῶμα ἕξει ἐπιπαθές. αἱρετικῆς οὔσης ἐλάττονα ἕξει τὰ φαῦλα, ἐμπαθὴς δὲ ἔσται περὶ τὴν κεφαλὴν καὶ ὅρασιν ἀριστεράν. μάλιστα δὲ εἰσί τινες, οἳ καὶ ἐπηρεάζονται κατὰ τοὺς εἰρημένους τόπους ἐν πολέμοις καὶ μάχαις διὰ τὴν Ἀθηνᾶν· τινὲς δὲ ῥευματίζονται τὰ | |
15 | ἄκρα διὰ τὴν τοῦ κήτους σόβην καὶ τὴν κεφαλὴν τοῦ αἰλούρου | |
σημαίνουσαν τὸ ἐμπαθὲς τῆς κεφαλῆς. | 182 | |
9.2183(1t) | Περὶ τῶν κτημάτων. | |
2 | Ὁ δὲ τὸν τοῦ Κρόνου ἔχων ἐν τούτῳ καλῶς κείμενον αἱ‐ ρέσει, φάσει, σχήματι, τόπῳ, ὁρίοις μετὰ τὴν πρώτην ἡλικίαν εὐτυχήσει οὐκ ἄνευ κόπου καὶ τῆς ἑαυτοῦ ἀνδρείας προκόπτων | |
5 | καὶ περιττευόμενος καὶ αὐξόμενος πλὴν μετὰ βραδύτητος. ἐν δὲ τοῖς ἐναντίοις σχήμασιν εὑρεθέντος τοῦ ἀστέρος ἔσται ταπει‐ νὸς ἐργάτης, ἱππονόμος καὶ ἐπὶ τετραπόδων τασσόμενος καὶ ἄκληρος καὶ πτώμασι καὶ ποιναῖς περικυλιόμενος εἰς τὴν τοῦ δεκανοῦ κακωτικὴν αἰτίαν καὶ πλεύσει καὶ μοχθήσει διὰ τὴν τοῦ | |
10 | κήτους οὐράν· πολλὰ δὲ δραμεῖται ἀκαταστατῶν ἐν διαφόροις τό‐ ποις καὶ ἀτυχῶν διὰ τὸν αἴλουρον. | |
12t | Περὶ τῶν χρημάτων. | |
13 | Ὁ δὲ τὸν τοῦ Διὸς ἐν τούτῳ ἔχων ἐπίκεντρον καὶ αἱρετὴν ἔσται πλούσιος, ἐπίσημος, εὔγαμος, εὔτεκνος ἀπὸ μέσων χρόνων. | |
15 | ἐὰν δὲ ὑπὸ 〈τοῦ τοῦ〉 Ἄρεως καὶ Ἡλίου θεωρηθῇ ὁ τοῦ Διός, ἔσται ὁ τοιοῦτος καὶ στρατοπεδάρχης καὶ ἀνδρεῖος διὰ τὴν Ἀθη‐ νᾶν καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ, καὶ ἐν διαφόροις τόποις δυναστεύ‐ σει διὰ τὴν σόβην τοῦ κήτους καὶ ἐντρεχὴς ἔσται τόπον ἐκ τόπου ἀμείβων, ἐπὶ ἀλλοτρίᾳ λύμῃ σπαραττόμενος διὰ τὴν τοῦ αἰλούρου | |
20 | κεφαλήν. ἐὰν δὲ τὸ ἐναντίον σχῆμα ἔχῃ ὁ ἀστήρ, εὐσχήμονας καὶ μετρίους ἀποτελεῖ μόνον. | |
22t | Περὶ στρατείας. | |
23 | Ὁ δὲ τὸν τοῦ Ἄρεως ἔχων ἐν τούτῳ ἰδιοτοποῦντα καὶ καλῶς κείμενον καὶ αἱρετήν, ἔσται στραταρχικός, ἐπὶ ὅπλων καὶ πολέμου | |
25 | τασσόμενος· ἐὰν δὲ κακό〈σχημ〉ος ὁ ἀστὴρ εὑρεθῇ, ὑπὸ πειρα‐ | |
τῶν κακῶς ἀπολεῖται καὶ παρύγροις τό〈ποις ...〉 | 183 | |
9.2184(1t) | 〈Περὶ τοῦ σώματος.〉 | |
2 | ... 〈κα〉τὰ τετράγωνον καὶ διάμετρον, δεινὰ πείσεται ἐξ ὑγρῶν ῥευμάτων, τοπικῶν περιόδων, σπληνὸς ὑδερικοῦ, ἐλεφαντιάσεως, πλευρίτιδος, ληθαργίας καὶ τῶν παραπλησίων τούτοις· πολλοὺς δὲ | |
5 | τόπους πατήσει καὶ ἐπὶ ξένοις νοσήσει τὰς προειρημένας ἄντλων ἀνίας διὰ τὸ ἱππικὸν ἅρμα· ἀρρωστήσει τὸ σῶμα διὰ τὸ ὑποκά‐ τω τοῦ Ταύρου μέρος τοῦ κυνὸς ἡμιτελές· καὶ τέλος ἕξει τοῦ σώματος διὰ τὸ οὐράνιον μέρος τοῦ κατὰ τὴν δωδεκάωρον κυνός. | |
9t | Περὶ τῶν κτημάτων. | |
10 | Ὁ δὲ τὸν τοῦ Κρόνου ἔχων ἐν τούτῳ καλῷ σχήματι ἐπὶ γονεῦσι εὐφρανεῖται καὶ ἀπὸ τούτων † ζω.ι † καὶ βιασθήσεται καὶ ὀψίτυχος καὶ εὔγαμος ἔσται καὶ ἀλλοτρίων κύριος καὶ ἀπὸ πα‐ λαιῶν ἢ μυστικῶν ὠφεληθήσεται καὶ πολλὰ δραμεῖται ἐν διαφόροις τόποις καὶ 〈ἐπὶ〉 τετράποσι διὰ τὸ ἱππικὸν ἅρμα καὶ τοὺς διῃρη‐ | |
15 | μένως τρέχοντας ἵππους. κακοσχήμου δὲ 〈ὄντος τοῦ ἀστέρος ὁ〉 γεννηθεὶς ἀπὸ τῶν προειρημένων βλαβήσεται καὶ πλάνας δρα‐ μεῖται μεγάλας μηδὲν ὠφελούμενος. πρὸς τὸ τέλος δὲ εὐτυχήσει διὰ τὰ ὀπίσθια μέρη τοῦ κυνός. | |
19t | Περὶ 〈τῶν〉 χρημάτων. | |
20 | Ὁ δὲ τὸν τοῦ Διὸς ἔχων ἐν τούτῳ κακῶς κείμενον τρισάθλιος ἔσται, παρὰ τὰς ἀρχὰς φαντασθεὶς ἐκπεσεῖται τῶν ἑαυτοῦ καὶ φυγαδευθήσεται. τὰ δὲ ὀπίσθια τοῦ κυνὸς σημαίνει ὅτι κακὴν ἐσχάτην ἕξει. ἐὰν δὲ 〈ἐν〉 καλῷ σχήματιε ὑρεθῇ, ἐν μετρίοις εὐ‐ | |
σχημονήσει καὶ τῶν κακῶν ἐκφεύξεται. | 184 | |
9.2185(1t) | Περὶ στρατείας. | |
2 | Ὁ δὲ τὸν τοῦ Ἄρεως ἔχων ἐν τούτῳ καλῶς ἐσχηματισμένον ἀπὸ κακῶν σχηματίσεται καὶ περιουσίαν ἕξει καὶ τὰ ἀπὸ †ἀλγαίων† καὶ ἐπιτρόπων. πολλοὺς δὲ ἐχθροὺς ἕξει καὶ ἀδελφοὺς προαναι‐ | |
5 | ρήσει καὶ γυναῖκα ἀποβαλεῖ καὶ πολλὰ ἀποδ〈ραμεῖται〉 καὶ ἐπὶ τετράποσι ἑθήσεται. ἀλλοτριωθεὶς δὲ τῶν ἑαυτοῦ περιαχθήσεται ἐπὶ ξενῶν διὰ τὸ ἀποσχίζεσθαι τοὺς δύο ἵππους καὶ κτηνοτροφήσει καὶ ἱππηλατήσει δ〈ιὰ〉 τὸν δρομέα καὶ τὴν μάστιγα καὶ τὸν τρο‐ χόν. ἐὰν δὲ καὶ κακόσχημος ᾖ ὁ ἀστήρ, ἀπὸ τούτων βλαβήσεται καὶ | |
10 | πόδας κλάσει καὶ μαστιγωθήσεται· καὶ φεύξεται εἰς ἀλλοδαπὴν διὰ τὸν γυμνὸν δρομέα, ὑπὸ δὲ ἀγρίων θηρίων ἐπηρεασθήσεται καὶ φεύξεται εἰς ἀλλοδαπὴν διὰ τὸν κύνα. πρὸς δὲ τῷ τέλει βλά‐ βας ἕξει καὶ αἰσχρῶς [καὶ] κακοφημούμενος καὶ τῶν ἀναγκαίων δεόμ〈ενοσ〉 .................. | |
15t | 〈Περὶ ὀρέξεως καὶ κοινωνίας.〉 | |
16 | ...................... ... 〈διὰ τὰ ὀπίσθια μέρη τοῦ κατὰ〉 τὴν δωδεκάωρον κυνός. | |
18t | Περὶ τρόπου καὶ ἤθους καὶ λόγου. | |
19 | Ὁ δὲ τὸν τοῦ Ἑρμοῦ ἔχων ἐν τούτῳ κακῶς κείμενον νεκρὸς | |
20 | τὴν διάνοιαν ἔσται, εἰ καὶ δηναιὸς καὶ νωδὸς καὶ ἄφρων. πεφαν‐ τασμένος δὲ ἔσται τὴν διάνοιαν καὶ ἐξεστηκὼς διὰ τὸ ἱππικὸν ἅρμα καὶ τὸ μέρος τοῦ ἡνιόχου καὶ τὸν κύνα, καὶ πρὸς τῷ τέλει | |
ἐκτὸς τῶν φρενῶν καὶ ληρήσας ἀπολεῖται· τὰ γὰρ ὀπίσθια τοῦ | 185 | |
9.2186 | ὑποκάτω τοῦ κυνὸς δηλοῖ, ὅτι χείρονα πείσεται ἐν τῇ ἐσχάτῃ βλα‐ βεὶς τὰ αἰσθητήρια 〈καὶ〉 παραφθαρεὶς τὴν διάνοιαν. | |
3t | Περὶ τῶν κυριευσήμων παθῶν τοῦ Ταύρου. | |
4 | Ὅσα περὶ τράχηλον χοιράδας, πν〈ιγ〉μούς, ὀφθαλμοπονίας, | |
5 | μυκτήρων αἱμορραγίας, κυρτώσεως πάθη κρυπτά, κήλας, βρογ‐ | |
χοκήλας, δυσουρίας, νεφρίτιδας, κωλικά, σκιασμούς. | 186 |