TLG 1703 001 :: TEUCER :: De duodecim signis (Rhetorii Aegyptii excerpta) (e cod. Berol. 173) TEUCER Astrol. De duodecim signis (Rhetorii Aegyptii excerpta) (e cod. Berol. 173) Citation: Volume — page — (line) | ||
7.194(T,2t) | T | |
T,3t | [πηʹ. Περὶ τῶν ιβʹ ζῳδίων 〈τοῦ〉 | |
---|---|---|
T,4t | λοξικοῦ κύκλου παρὰ φιλοσόφου | |
T,5t | Ἀγαρηνοῦ Τεύκρου τοῦ Βα‐ | |
T,6t | βυλωνίου· περὶ ὑψωμάτων καὶ | |
T,7t | ταπεινωμάτων καὶ οἰκημάτων καὶ | |
T,8t | τριγωνοκρατόρων καὶ ἐναντιωμά‐ | |
T,9t | των καὶ τὰ ὅρια τῶν εʹ πλανωμέ‐ | |
T,10t | νων· καὶ δεκανοὺς γʹ εἰς πρόσωπα | |
T,11t | γʹ· καὶ ἕτερα εἰς πλῆθος θαυμά‐ | |
T,12t | σια· καὶ περὶ ἀνέμων· 〈καὶ〉 μοίρας | |
T,13t | λεπτὰ πρῶτα καὶ λεπτὰ δεύτερα.] | Column end |
R,2t | R | |
R,3t | Ῥητορίου θησαυρὸς | |
R,4t | συνέχων τὸ πᾶν τῆς | |
R,5t | ἀστρονομίας. | |
V,7t | V | |
V,8t | Εἰσαγωγὴ συνέχουσα | |
V,9t | τὸ πᾶν μέρος τῆς | |
V,10t | ἀστρονομίας. | Column end |
14 | Ὁ ζῳδιακὸς κύκλος κινεῖται λοξῶς, ἔχων τμήματα ιβʹ ἃ καὶ καλεῖται | |
15 | ζῴδια. καὶ πρῶτον μὲν αὐτοῦ τμῆμα ὃ καὶ ζῴδιόν ἐστι Κριός· ὁ δὲ Κριός ἐστι ζῴδιον ἀρσενικόν, τροπικόν, ἐαρινόν, ἰσημερινόν, ἀνωφερές, τετράπουν, χερσαῖον, βασιλικόν, ὀλιγόγονον, εὐμετάβολον, θυμικόν, πυρῶδες, κόσμου μεσουράνημα, αὐξομειωτικόν, ληκτικόν, ἀσελγές, διάπυρον, μελοκοπούμενον, σαρκῶδες, ἀσθενόφθαλμον, λατρῶδες, | |
20 | ἡμίφωνον, ἀνυπότακτον, ἡγεμονικόν, ἀποβλέπον εἰς νοταπηλιώτην. Ἔχει δὲ μοίρας λʹ, ἡ δὲ μοῖρα λεπτὰ ξʹ, τὸ δὲ πρῶτον λεπτὸν | |
δευτερόλεπτα ξʹ καὶ ἑξῆς ὁμοίως. οἶκος Ἄρεως, ὕψωμα Ἡλίου περὶ | 194 | |
7.195 | μοίρας ιθʹ, κοίλωμα Κρόνου περὶ μοίρας καʹ, τρίγωνον ἡμέρας μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος· ἐναντίωμα Ἀφροδίτης. ἔχει δὲ δεκανοὺς γʹ· καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουσιν ἡ Ἀθηνᾶ καὶ ἡ οὐρὰ τοῦ Κήτους καὶ τὸ γʹ τοῦ Δελτωτοῦ καὶ ὁ Κυνοκέφαλος ὁ | |
5 | τὰ λύχνα φέρων καὶ ἡ κεφαλὴ τοῦ Αἰλούρου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν ἡ Ἀνδρομέδα καὶ τὰ μέσα τοῦ Κήτους καὶ ἡ Γοργὼ καὶ τοῦ Περσέως ἡ ἅρπη καὶ τὸ ἥμισυ τοῦ Δελ‐ τωτοῦ καὶ τὸ μέσον τοῦ Αἰλούρου τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκανῷ παρανατέλλουσιν ἡ Κασσιέπεια ἐπὶ θρόνου καθεζομένη καὶ Περσεὺς | |
10 | κατακέφαλα καὶ ἡ κεφαλὴ τοῦ Κήτους καὶ τὸ ὑπόλοιπον τοῦ Δελτωτοῦ καὶ ἡ οὐρὰ τοῦ Αἰλούρου τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Ἄρεως, ὁ δὲ βʹ Ἡλίου, ὁ δὲ γʹ Ἀφροδίτης. ἐπανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ ἐσχάτου Ποταμοῦ μοίρας γʹ λεπτῶν νʹ, νότιος, μεγέθους αʹ, κράσεως Διὸς καὶ Ἀφροδίτης. ἔχει δὲ ὅρια τῶν εʹ | |
15 | πλανωμένων ἀπὸ μὲν μοίρας αʹ ἕως ϛʹ Διός, ἀπὸ δὲ ζʹ ἕως ιβʹ Ἀφρο‐ δίτης, ἀπὸ δὲ ιγʹ ἕως κʹ Ἑρμοῦ, ἀπὸ δὲ καʹ ἕως κεʹ Ἄρεως, ἀπὸ δὲ κϛʹ ἕως λʹ Κρόνου. εἰσὶ δὲ ὑποτεταγμένα κλίματα τῷ ζῳδίῳ· Περσίς· κατὰ 〈δὲ〉 Πτολεμαῖον Βρεττανία, Γαλατία, Γερμανία, Παλαιστίνη, Ἰδου‐ μαία, Ἰουδαία. κυριεύει δὲ τοῦ σώματος κεφαλῆς καὶ προσώπου καὶ | |
20 | πάντων τῶν κατὰ τῆς κεφαλῆς γινομένων αἰτίων καὶ συμπτωμάτων, τουτέστιν αἰσθητηρίων, κεφαλαλγιῶν, ἐπισκιασμῶν, ἀποπληξίας, δυση‐ κοΐας, ἀμαυρώσεως, λέπρας, λειχήνων, μαδαρώσεως, φαλακρώσεως, ἀναισθησίας, τραυμάτων, καὶ ὅσα περὶ τὰς ἀκοὰς καὶ τοὺς ὀδόντας εἰώθασι γίνεσθαι. κυριεύει δὲ καὶ στοιχείων τοῦ αʹ καὶ τοῦ νʹ. | |
25 | Ἔστι δὲ πλάγιον καὶ φωνῆεν. ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως τρίτης | |
ὅριον τοῦ ζῳδίου, ἀπὸ γʹ ἕως ζʹ κεφαλή, ἀπὸ δὲ ηʹ ἕως ιʹ τράχηλος, | 195 | |
7.196 | ἀπὸ δὲ ιαʹ ἕως ιγʹ στῆθος, ἀπὸ δὲ ιδʹ ἕως ιηʹ ὀσφύς, ἀπὸ δὲ ιθʹ ἕως καʹ ἰσχία, ἀπὸ δὲ κβʹ ἕως κδʹ ὀπίσθια, ἀπὸ κεʹ ἕως κζʹ οὐρά, ἀπὸ κηʹ ἕως λʹ πόδες. Ἀποτελεῖ δὲ ὡροσκοπῶν ἢ τὴν Σελήνην ἔχων ἐπίχροας, ἐπίρρι‐ | |
5 | νας, μελανοφθάλμους, ἀναφαλαντίας, σεμνούς, ἐνίσχνους, εὐφυεῖς, λεπτοσκελεῖς, εὐφώνους, μεγαλοψύχους. καὶ τοὺς μὲν ἐν τῷ αʹ δεκανῷ πρακτικούς, ἀρχοντικούς· καταλιπεῖν δὲ ἢ φεύξεσθαι τὴν πατρίδα καὶ πολλὴν διελθόντα γῆν καὶ θάλασσαν καὶ ἐπὶ ξένης θαυ‐ μασθέντα χρόνῳ ἀντιστρέψειν, καὶ πολλοὺς κακώσαντα· πατέρα δὲ | |
10 | οὐκ εὐθάνατον ἕξει ἢ καὶ τὰ πατρικὰ αὐτοῦ διαπεσεῖται· καὶ ἀδελφοὺς ἀποβαλεῖν· καὶ ὀλισθήσεσθαι τὰ κρύφια τοῦ σώματος. τοὺς δὲ ἐν τῷ βʹ δεκανῷ εὐπόρους μὲν ἔσεσθαι, συνεχῶς δὲ ἐν λύπαις καὶ ἀποβο‐ λαῖς καὶ παλιγκτήσεσιν. τοὺς δὲ ἐν τῷ γʹ πολυμόχθους, μεταλαμβά‐ νοντας κινδύνων ἢ δεσμῶν. μίσεσι δ’ αὐτοὺς ἐᾶσαι τὴν ἰδίαν ἐν νεότητι | |
15 | καὶ ὀψὲ ἐπανελθεῖν καὶ χωρισθήσεσθαι πάλιν· κατὰ δὲ τὸ πλεῖστον ἀτεκνοῦσι. Δεύτερον ζῴδιόν ἐστι Ταῦρος, θηλυκόν, νυκτερινόν, βόρειον, πλά‐ γιον, ἡμίφωνον, στερεόν, ἐαρινόν, ἡμιτελές, τετράπουν, μελοκοπού‐ μενον, ἄσπερμον, ἀμετάβλητον, χερσαῖον, κόσμου περιποιητικόν, | |
20 | ἀσελγές, ληκτικόν, γεῶδες, οἶκος Ἀφροδίτης, ὕψωμα Σελήνης περὶ μοίρας γʹ, ταπείνωμα οὐδενός, ἀνατέλλον ἐκ τῶν ὀπισθίων μερῶν, δῦνον ὀρθῶς, οὗ τὸ πλεῖον μέρος ἐν τῷ ἀφανεῖ κόσμῳ κεῖται, ἀποβλέ‐ πον εἰς τὸν νότον. ἔχει δὲ μοίρας λʹ καὶ τὰ λοιπὰ καθὰ προείρηται ἐπὶ τοῦ Κριοῦ. τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπί‐ | |
25 | κοινος Ἄρης· ἐναντίωμα Ἄρεως. ἔχει δεκανοὺς γʹ· καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσιν Ὠρίων ξιφηφόρος καὶ τὸ ἥμισυ τῆς Πλειά‐ δος καὶ ἥμισυ λειψάνου Νεκρᾶς Γυναικὸς καὶ ἡ κεφαλὴ τοῦ Κυνὸς τῆς δωδεκαώρου. Τῷ δὲ βʹ δεκανῷ παρανατέλλουσιν ὁ Κυνοκέφαλος κατέ‐ | |
χων ἄγαλμα γυμνὸν καὶ τὸ Σκῆπτρον καὶ τὸ ἄλλο ἥμισυ τοῦ λειψάνου | 196 | |
7.197 | τῆς Νεκρᾶς Γυναικὸς καὶ τὰ μέσα τοῦ Κυνὸς τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκανῷ παρανατέλλουσι τὸ Ἱππικὸν καὶ ὁ Ἡνίοχος καὶ Ἅρμα καὶ Αἲξ βασταζομένη ὑπὸ τοῦ Ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ καὶ τὰ ὀπίσθια τοῦ Κυνὸς τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Ἑρμοῦ, | |
5 | ὁ δὲ βʹ Σελήνης, ὁ δὲ γʹ Κρόνου. παρανατέλλει δὲ τούτῳ ὁ λαμπρὸς ἀστὴρ τῆς Γοργοῦς μοίρας γʹ λεπτῶν κʹ, βόρειος, μεγέθους βʹ, κράσεως Διὸς καὶ Κρόνου. πάλιν παρανατέλλει τούτῳ ἡ Πλειὰς πᾶσα ἀπὸ μοί‐ ρας ϛʹ ἕως ηʹ· αὗται αἱ μοῖραι σινωτικαὶ περὶ τοὺς ὀφθαλμοὺς τυγχά‐ νουσι. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῶν Ὑάδων μοίρας ιϛʹ | |
10 | λεπτῶν κʹ, νότιος, μεγέθους αʹ, κράσεως Ἄρεως καὶ Ἀφροδίτης. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ ἄκρῳ ποδὶ τοῦ Ὠρίωνος μοί‐ ρας κγʹ, νότιος, μεγέθους αʹ, κράσεως Διὸς καὶ Κρόνου. πάλιν παρανα‐ τέλλει λαμπρὸς ἀστὴρ ὁ ἐν τῷ ἡγουμένῳ ὤμῳ τοῦ Ὠρίωνος μοίρας κζʹ λεπτῶν μʹ, νότιος, μεγέθους βʹ, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. πάλιν παρα‐ | |
15 | νατέλλει ὁ λαμπρὸς ἀστὴρ τῆς Αἰγός, ὃ καὶ ὀνομάζομεν 〈τὸν ἀστέρα αὐτόν〉, μοίρας κηʹ λεπτῶν μʹ, βόρειος, μεγέθους αʹ, κράσεως Διὸς καὶ Κρόνου. ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν ἀπὸ μοίρας αʹ ἕως ηʹ Ἀφροδίτης, ἀπὸ δὲ θʹ ἕως ιδʹ Ἑρμοῦ, ἀπὸ δὲ ιεʹ ἕως κβʹ Διός, ᾀπὸ κγʹ ἕως κζʹ Κρόνου, ἀπὸ δὲ κηʹ μέχρι λʹ Ἄρεως. εἰσὶ δὲ ὑποτεταγμένα κλίματα | |
20 | ταῦτα· Βαβυλών· Παρθία, Μηδία, Περσίς, Κυκλάδες νῆσοι, Κύπρος, Μικρὰ Ἀσία. κυριεύει δὲ τοῦ σώματος τένοντος καὶ τραχήλου, καταπό‐ σεως, κυρτώσεως, χοιράδων, πνιγμῶν καὶ μυκτήρων· σίνη καὶ πάθη ὀφθαλμῶν. κυριεύει δὲ στοιχείων βʹ καὶ ξʹ. Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως γʹ κεφαλή, ἀπὸ δʹ ἕως ζʹ κέρατα, | |
25 | ἀπὸ ηʹ ἕως ιʹ τράχηλος, ἀπὸ ιαʹ ἕως ιγʹ στῆθος, ἀπὸ ιδʹ ἕως ιηʹ ὀσφύς, ἀπὸ ιθʹ ἕως καʹ ἰσχία, ἀπὸ δὲ κβʹ ἕως κδʹ πόδες, ἀπὸ δὲ κεʹ ἕως κζʹ οὐρά, ἀπὸ δὲ κηʹ ἕως λʹ ὄνυχες. | |
Ἀποτελεῖ δὲ λειοτέρους τῇ χροιᾷ ἔσεσθαι, μεγαλοστόμους δὲ καὶ | 197 | |
7.198 | μετωπίας καὶ ὀξύτριχας καὶ βαρυψύχους καὶ ἀπεστραμμένου τῶν οἰκείων. τούτων δὲ τοὺς μὲν ἐν τῷ αʹ δεκανῷ πολυκινδύνους, πολυδαπάνους, ἀτέκνους, σπαναδέλφους. τοὺς δὲ ἐν τῷ βʹ δεκανῷ ἀπαιδεύτους, ἐργοπόνους, μοχθηρούς, τὰ πατρικὰ ἀποβάλλοντας καὶ | |
5 | ἀδελφοὺς κτωμένους. τοὺς δὲ ἐν τῷ γʹ δεκανῷ σεμνούς, εὐπρε‐ πεῖς, εὐπόρους, ἐνδόξους, λαμπροβίους, ὕστερον δὲ ἐν φροντίδι καὶ τίσει γενομένους. Τρίτον ζῴδιόν εἰσι Δίδυμοι, ἀρσενικόν, ἡμερινόν, φωνῆεν, πλάγιον, δίσωμον, ὀλιγόσπερμον, κόσμου κακοδαιμόνημα, νευρῶδες, ἀνθρω‐ | |
10 | ποειδές, ἀποβλέπον εἰς τὸν λίβα, οἶκος Ἑρμοῦ, ὕψωμα Ἀναβιβάζοντος περὶ μοίρας ιεʹ, ταπείνωμα Καταβιβάζοντος περὶ μοίρας ιεʹ, ἐναντίωμα Διός, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος Ζεύς. ἔχει δὲ δεκανοὺς γʹ. καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσιν Ἡνίοχος καὶ Ἅρμα καὶ Τροχὸς ὑποκάτω τοῦ Ἅρματος καὶ τὸ ἥμισυ τῶν ἐμπροσθίων | |
15 | τοῦ Κυνὸς καὶ ἡ κεφαλὴ τοῦ Ὄφεως τῆς δωδεκαώρου. τῷ δὲ βʹ δεκανῷ παρανατέλλουσι Λύρα καὶ Ἡρακλῆς καὶ Ὄφις ἐπίδενδρος ὑπὸ τοῦ Ἡρα‐ κλέους διωκόμενος καὶ τὰ μέσα τοῦ Ὄφεως τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκακῷ παρανατέλλουσιν Ἀπόλλων καὶ Λύρα καὶ Κύων καὶ Δελφὶς καὶ τὰ ἐμπρόσθια τῆς Μικρᾶς Ἄρκτου καὶ τὰ ὀπίσθια τοῦ Ὄφεως τῆς | |
20 | δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Διός· ὁ δὲ βʹ Ἄρεως· ὁ δὲ γʹ Ἡλίου. παρανατέλλει δὲ αὐτῷ λαμπρὸς ἀστὴρ ὁ μέσος τῶν τριῶν τῆς ζώνης τοῦ Ὠρίωνος μοίρας αʹ, νότιος, μεγέθους βʹ, κράσεως Διὸς καὶ Κρόνου. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ὠρίωνος, μοίρας εʹ λεπτῶν μʹ, νότιος, μεγέθους αʹ, | |
25 | κράσεως Ἄρεως καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τοῦ Ἡνιόχου μοίρας ϛʹ λεπτῶν λʹ, μεγέθους βʹ, κρά‐ σεως Διὸς καὶ Κρόνου. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ τοῦ | |
Κυνὸς μοίρας καʹ λεπτῶν μʹ, μεγέθους αʹ, κράσεως Διὸς καὶ Ἄρεως. | 198 | |
7.199 | αὖθις παρανατέλλει ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου μοί‐ ρας κζʹ, μεγέθους βʹ, κράσεως Διὸς καὶ Ἑρμοῦ. ἔχει δὲ ὅρια τῶν εʹ πλα‐ νήτων· Ἑρμοῦ ϛʹ, Διὸς ϛʹ, Ἀφροδίτης εʹ, Ἄρεως ζʹ, Κρόνου ϛʹ. εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Καππαδοκία, κατὰ δὲ Πτολεμαῖον | |
5 | Ὑρκανία, Ἀρμενία, Ματτιανή, Κυρηναϊκή, Μαρμαρική, Αἰγύπτου ἡ κάτω χώρα. κυριεύει δὲ τοῦ σώματος ὤμων καὶ χειρῶν· στοιχείων γʹ καὶ οʹ. Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας αʹ ἕως βʹ κόμαι Ἀπόλλωνος, ἀπὸ γʹ ἕως εʹ κεφαλή, ἀπὸ ϛʹ ἕως θʹ τράχηλος, ἀπὸ ιʹ ἕως ιβʹ ὦμοι, ἀπὸ ιγʹ ἕως ιζʹ | |
10 | κοιλία, ἀπὸ ιηʹ ἕως κʹ μηροί, ἀπὸ καʹ ἕως κγʹ μέσαι κνῆμαι, ἀπὸ κδʹ ἕως κεʹ πόδες καὶ ἀπὸ κϛʹ ἕως λʹ ἔσχατα βόρεια, ὅτι παρὰ τὸν Καρκίνον εἰσίν. Ἀποτελεῖ δὲ μελανόχρους, εὐγενείους, συνόφρυας, ἀναφαλαντίας, ταχεῖς ἐν τῷ περιπάτῳ, συναλλακτικούς, εὐπόρους. τούτων δὲ τοὺς | |
15 | μὲν ἐν τῷ πρώτῳ δεκανῷ εὐδόξησιν καὶ διοίκησιν ὑπερεχομένων πραγμάτων. καὶ παραλήψεσθαι πατρῷα· ἔσεσθαι καὶ γυμναστικοὺς καὶ κακοπαθεῖς, κενὰ καὶ μάταια μοχθοῦντας, πολυπείρους, ἐπινοηματι‐ κούς. τοὺς δὲ ἐν τῷ βʹ πολυκινδύνους, μοιχικούς, ἐναντίους γονεῦσι, μισοπονήρους, νουνεχεῖς, ῥιψοκινδύνους, εὐπόρους. ἐν δὲ τῷ | |
20 | γʹ δεκανῷ νικητικούς, εὐδόξους καὶ τὴν πατρίδα κοσμοῦντας. Τέταρτον ζῴδιόν ἐστι Καρκίνος· τροπικόν, θερινόν, ὀρθόν, ἄφωνον, θηλυκόν, νυκτερινόν, εὐμετάβολον, σκαπτικόν, λεπρῶδες, κατωφερές, ὑδατῶδες, ὡροσκόπος κόσμου, ἀγαθῶν δηλώσεων, ὀχλικόν, πολύγο‐ νον, ἀμφίβιον, οἶκος Σελήνης, ὕψωμα Διὸς περὶ μοίρας ιηʹ, τάπεινωμα | |
25 | Ἄρεως περὶ μοίρας κηʹ, ἐναντίωμα Κρόνου, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη. ἔχει δὲ δεκανοὺς | |
τρεῖς. καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τῆς Μικρᾶς | 199 | |
7.200 | Ἄρκτοῦ καὶ Σάτυρος ψαύων τοῦ ῥοπάλου καὶ Μοῦσα λυρίζουσα καὶ μία τῶν Χαρίτων καὶ ἡ κεφαλὴ τοῦ Κανθάρου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι τὸ ἥμισυ τῆς Φάτνης καὶ ὁ Ὄνος καὶ ἡ μέση τῶν Χαρίτων καὶ τὰ μέσα τοῦ Κανθάρου τῆς δωδεκαώρου. τῷ | |
5 | δὲ γʹ δεκανῷ παρανατέλλουσιν ἡ τρίτη τῶν Χαρίτων καὶ ὁ ἄλλος Ὄνος καὶ τὸ ἄλλο ἥμισυ τῆς Φάτνης καὶ τὰ τέλη τοῦ Κανθάρου τῆς δωδεκαώ‐ ρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Ἀφροδίτης, ὁ δὲ βʹ Ἑρμοῦ, ὁ δὲ γʹ Σελήνης. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς κεφαλῆς τοῦ ἡγουμένου Διδύμου λεπτῶν κʹ, βόρειος, μεγέθους βʹ, κρά‐ | |
10 | σεως Ἀρεως μόνου. ἔτι δὲ παρανατέλλει τὸ Νεφέλιον ἀπὸ μοίρας θʹ ἕως μοίρας ιεʹ· αὗται αἱ μοῖραι σινωτικαὶ τυγχάνουσι περὶ τοὺς ὀφθαλμούς. ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· Ἄρεως ζʹ, Ἀφροδίτης ϛʹ, Ἑρμοῦ ϛʹ, Διὸς ζʹ, Κρόνου δʹ. ὑποτεταγμένα δὲ κλίματα ταῦτα· Ἀρμενία, κατὰ δὲ Πτολεμαῖον Νουμιδία, Καρχηδών, Ἀφρική, Βιθυνία, Φρυγία, Κολ‐ | |
15 | χική. κυριεύει δὲ τοῦ σώματος στήθους καὶ στομάχου, μαζῶν, καρδίας, σπληνός, ἀποκρύφων τόπων, ἀμαυρώσεως διὰ τὸ Νεφέλιον, ἀλφῶν, λειχήνων, λεπρῶν, ἀποπληξίας καὶ ὕδρωπος, κυρτώσεως, φακῶν καὶ στοιχείων δʹ καὶ πʹ. Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως τρίτης ἄκρα, ἀπὸ δὲ δʹ ἕως ζʹ κεφαλή, | |
20 | ἀπὸ δὲ ηʹ ἕως ιʹ κοιλία, ἀπὸ δὲ ιαʹ ἕως ιγʹ πόδες, ἀπὸ ιδʹ ἕως ιθʹ ἔσχατα, ἀπὸ κʹ ἕως κδʹ ῥάχις, ἀπὸ κεʹ ἕως κζʹ ἀριστερὰ ἡ πρὸς νότον χηλή, ἀπὸ κηʹ ἕως λʹ δεξιὰ ἡ πρὸς λίβα. Ἀποτελεῖ δὲ μελανοχρόους, μικροτραχήλους, εὐθώρακας, σκαμβούς ἢ λοξοφορουμένους ἐν τῷ περιπάτῳ, εὐσωμάτους, ἀλλοτρίων δαπανη‐ | |
25 | τάς. τούτων δὲ τοὺς μὲν περὶ τὸν πρῶτον δεκανὸν γεννωμένους εὐπορήσειν καὶ πολλοὺς εὐεργετήσειν καὶ μεγάλων φιλίας οἰκειώ‐ σεσθαι. τοὺς δὲ ἐπὶ τῷ βʹ δεκανῷ μικρολόγους, πολυαρρώστους, ἐπιτευκτικούς, ξενιτεύοντας, ταῖς ὁράσεσι βλαπτομένους, εὐτέχνους. | |
ἐν δὲ τῷ γʹ ἐπιπολὺ μὲν ὑποταγεῖς τινι καὶ κινδυνώδεις γιγνομένους, | 200 | |
7.201 | σπαναδέλφους δὲ καὶ τῶν οἰκείων ἀπαλλοτριουμένους, φιλοθαλάσσους δὲ καὶ ῥιψοκινδύνους κέρδους ἕνεκα, εὐτέκνους δὲ καὶ σίνος ἔχοντας ἐπὶ τῷ σώματι. Πέμπτον ζῴδιόν ἐστι Λέων· ἀρσενικόν, ἡμερινόν, φωνῆεν, ὀρθόν, | |
5 | στερεόν, βασιλικόν, ἀρχικόν, θερμόν, θερινόν, πυρῶδες, ὀργίλον, ἀμε‐ τάτρεπτον, θυμικόν, δυσυπότακτον, ἀνωφερές, πολιτικόν, δημόσιον, στειρῶδες, τετράπουν, μελοκοπούμενον, ἀσελγές, ἐπαναφορὰ κόσμου, μονοτόκον, ἡγεμονικόν, ἀποβλέπον εἰς τὸν ἀπηλιώτην οἶκος Ἡλίου, ὕψωμα καὶ ταπείνωμα οὐδενός, ἐναντίωμα Κρόνου, τρίγωνον ἡμέρας | |
10 | μὲν Ἡλίου, νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος. ἔχει δεκανοὺς γʹ· καὶ τῷ μὲν πρώτῳ δεκανῷ παρανατέλλουσιν ὁ Κυνοπρόσωπος τοξεύων καὶ τὸ ἥμισυ τοῦ Σκάφους καὶ ἡ κεφαλὴ τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ Ὄνου τῆς δωδεκαώρου. τῷ δὲ βʹ δεκανῷ παρανατέλλουσι τὸ ἄλλο ἥμισυ τοῦ Σκάφους καὶ θεός τις ἔχων ἐκτεταμένας τὰς χεῖρας ἄνω καὶ ὁ νῶτος | |
15 | τῆς Ὕδρας καὶ Κρατὴρ καὶ Κύμβαλα καὶ οἱ Φρύγιοι Αὐλοὶ καὶ τὰ μέσα τοῦ Ὄνου τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκανῷ παρανατέλλουσιν Ἡνίοχος τροχὸν βαστάζων καὶ Μειράκιον μικρὸν ἑπόμενον αὐτῷ καὶ τὰ μέσα τῆς Ὕδρας καὶ τὰ ὀπίσθια τοῦ Ὄνου τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Κρόνου, ὁ δὲ βʹ Διὸς καὶ ὁ γʹ Ἄρεως. παρανατέλλει | |
20 | δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ αὐχένος τῆς Ὕδρας μοίρας γʹ λεπτῶν μʹ, νότιος, μεγέθους βʹ, κράσεως Κρόνου καὶ Ἀφροδίτης. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς καρδίας τοῦ Λέοντος, ὃς καλεῖται Βασιλικός, μοίρας ϛʹ λεπτῶν ιβʹ, μεγέθους αʹ, κράσεως Ἄρεως καὶ Διός. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς οὐρᾶς αὐτοῦ | |
25 | μοίρας κηʹ λεπτῶν ιβʹ, μεγέθους αʹ, κράσεως Κρόνου καὶ Ἀφροδίτης ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· Διὸς ϛʹ, Ἀφροδίτης εʹ, Κρόνου ζʹ, Ἑρμοῦ ϛʹ, Ἄρεως ϛʹ. ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Ἀσίαν· Ἰτα‐ λίαν, Γαλατίαν, Ἀπουλίαν, Φοινίκην, Χαλδαίαν, Ὀρχηνίαν. κυριεύει δὲ τοῦ σώματος νευρῶν, ὀστέων, ὀσφύος, καρδίας, ὁράσεως, ἀνδρείας· | |
30 | στοιχείων δὲ εʹ καὶ ρʹ. | 201 |
7.202 | Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως γʹ κεφαλή, ἀπὸ δʹ ἕως ζʹ τράχηλος, ἀπὸ ηʹ ἕως ιαʹ ῥάχις, ἀπὸ ιβʹ ἕως ιδʹ ὀσφύς, ἀπὸ ιεʹ ἕως ιθʹ ἰσχία, ἀπὸ κʹ ἕως κβʹ οὐρά, ἀπὸ κγʹ ἕως κεʹ ἀγκύλαι, ἀπὸ κϛʹ ἕως κηʹ τὸ περὶ τὰς ἀγκύλας ἄκρον ἔξω νενευμένον τῆς οὐρᾶς μέρος, ἀπὸ κθʹ ἕως λʹ | |
5 | ὀπισθίων ποδῶν βάσεις καὶ ὄνυχες. Ἀποτελεῖ δὲ λευκόχροας, ὑποπήρους, τοῖς δὲ ὄμμασιν εὐχαρόπους, μεγαλοστόμους, ἀραιόδοντας, εὐτραχήλους, κοντορίνους, εὐστέρνους, ἐγκοιλίους, κάτωθεν ἰσχνοτέρους καὶ λεπτοσκελεῖς, βαρυφώνους, σκλη‐ ρούς, ἐντρόφους. τούτων δὲ τοὺς μὲν ἐν τῷ αʹ δεκανῷ φιλοκασι‐ | |
10 | γνήτους, ὀρειβάτας, ἐπιμόχθους. κατὰ δὲ τὸν βʹ βασιλικούς, θρα‐ σεῖς, γενναίους, ἀρχοντικούς, ὀλιγοχρονίους, πατρῷα ὀλοθρεύοντας. κατὰ δὲ τὸν γʹ ῥυπαρούς, βλοσυρώδεις, ψυγιζομένους, εὐπόρους, ἡγεμονικούς, ἐκδημοτικούς, πολλοὺς μὲν εὐεργετοῦντας, πολλοὺς δὲ καὶ ἀδικοῦντας, ἀποβάλλοντας ἀδελφοὺς καὶ ἑαυτοὺς οὐκ εὖ θανατοῦντας. | |
15 | Ἕκτον ζῴδιόν ἐστι Παρθένος σύνθετον, ὀρθόν, θηλυκόν, νυκτερι‐ νόν, θερινόν, πτερωτόν, τριπρόσωπον, λογικόν, κατωφερές, φωνῆεν, γεῶδες, εὐμετάβολον, μυστικόν, ὑποτακτικόν, δίσωμον, ἀνθρωποειδές, στειρῶδες, ἀποβλέπον εἰς τὸν λίβα, ἀπόκλιμα κόσμου, οἶκος Ἑρμοῦ καὶ ὕψωμα Ἑρμοῦ περὶ μοίρας ιεʹ, ταπείνωμα Ἀφροδίτης περὶ μοί‐ | |
20 | ρας κζʹ, ἐναντίωμα Διός, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Σελήνης, ἐπίκοινος ὁ Ἑρμῆς. ἔχει δεκανοὺς τρεῖς. καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσι θεά τις ἐπὶ θρόνου καθεζομένη καὶ τρέφουσα παιδίον, ἥν τινες λέγουσι τὴν ἐν ἀτρίῳ θεὰν Ἶσιν τρέφουσαν τὸν Ὧρον. παρα‐ νατέλλουσι δὲ καὶ Στάχυς καὶ τὰ μέσα τῆς Ὕδρας καὶ ἡ κεφαλὴ τοῦ | |
25 | Κόρακος καὶ ἡ κεφαλὴ τοῦ Λέοντος τῆς δωδεκαώρου. τῷ δὲ βʹ δεκανῷ παρανατέλλουσι Μοῦσα λυρίζουσα καὶ τὰ μέσα τοῦ Κόρακος καὶ ἡ οὐρὰ τῆς Ὕδρας καὶ τὸ ἥμισυ τοῦ Βοώτου τοῦ ταυροκεφάλου καὶ τὸ | |
ἥμισυ τοῦ Ἀρότρου καὶ τὰ μέσα τοῦ Λέοντος τῆς δωδεκαώρου. τῷ δὲ | 202 | |
7.203 | τρίτῳ δεκανῷ παρανατέλλει τὸ ἄλλο ἥμισυ τοῦ Βοώτου καὶ τὸ ἕτερον ἥμισυ τοῦ Ἀρότρου καὶ ἡ οὐρὰ τοῦ Κόρακος καὶ οἱ Στάχυες καὶ ἡ οὐρὰ τοῦ Λέοντος τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Ἡλίου, ὁ δὲ βʹ Ἀφροδίτης, ὁ δὲ γʹ Ἑρμοῦ. ἡ δὲ Παρθένος οὐκ ἔχει | |
5 | λαμπροὺς ἀστέρας παρανατέλλοντας, λέγω δὴ τοῦ αʹ καὶ βʹ μεγέθους. παρανατέλλει δὲ μόνος ὁ ἐπ’ ἄκρας τῆς νοτίας καὶ ἀριστερᾶς πτέρυγος μοίρας βʹ λεπτῶν κϛʹ καὶ μεγέθους τρίτου, κράσεως Ἑρμοῦ καὶ Ἄρεως, βόρειος. καὶ πάλιν ἐν τῇ δεξιᾷ πτέρυγι ὁ καλούμενος Προτρυγητὴς μοίρας ιεʹ λεπτῶν λϛʹ, βόρειος, μεγέθους γʹ, κράσεως Κρόνου καὶ Ἑρμοῦ. | |
10 | ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· ἀπὸ μοίρας αʹ ἕως ζʹ ὁ Ἑρμῆς, ἡ Ἀφρο‐ δίτη ιʹ, ὁ Ζεὺς δʹ, ὁ Ἄρης ζʹ, ὁ Κρόνος βʹ. εἰσὶ δὲ καὶ ὑποτεταγμένα κλίματα ταῦτα· Ἑλλάς, Ἰωνία, Ἀχαία, Μεσοποταμία, Βαβυλωνία, Μέση Αἰθιοπία, Ἀσσυρία, Κρήτη. κυριεύει δὲ τοῦ σώματος κοιλίας καὶ τῶν ἐντὸς πάντων καὶ τῶν ἀποκρύφων· στοιχείων δὲ ζʹ καὶ ςʹ. | |
15 | Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως γʹ κεφαλή, ἀπὸ δὲ δʹ ἕως ϛʹ ῥίν, ἀπὸ ζʹ ἕως ιʹ τράχηλος, ἀπὸ ιαʹ ἕως ιγʹ βραχίων, ἀπὸ ιδʹ ἕως ιηʹ δάκτυλοι, ἀπὸ ιθʹ ἕως καʹ στάχυες, ἀπὸ κβʹ ἕως κγʹ κνῆμαι, ἀπὸ κδʹ ἕως κζʹ τὰ πρὸς βορρᾶν, αἱ δὲ λοιπαὶ πρὸς νότον. Ἀποτελεῖ δὲ εὔχροας, εὐμήκεις, εὐειδεῖς, εὐσυναλλάκτους, ἱλαρούς, | |
20 | προσηνεῖς, διαβαλλομένους 〈πρὸσ〉 παιδία καὶ τὰ πλεῖστα ὡς φιλόπαι‐ δας. ἐπὶ μὲν τοῦ αʹ δεκανοῦ μακροβίους, ἐπιμόχθους, παρὰ μεγά‐ λοις προκόπτοντας, πολλὰ δὲ βλαπτομένους διὰ φιλοκέρδειαν. ἐπὶ τοῦ βʹ σοφούς, κατωφερεῖς καὶ ἀποβάλλοντας ἐν νεότητι, εἰς δὲ γῆρας εὐτυχεστέρους, ἐπιτευκτικούς, εὐπαθεῖς εἰς ἀσθένειαν. ἐπὶ δὲ τοῦ γʹ | |
25 | ταπεινοὺς τῷ βίῳ, ὑποταγὴν λαμβάνοντας καὶ πολλὰ παρὰ τὴν ἀξίαν ὑπομένοντας. Ἕβδομον ζῴδιόν ἐστι Ζυγός, ἀρρενικόν, ἰσημερινόν, ὀρθόν, ἡμερι‐ | |
νόν, φωνῆεν, τροπικόν, ἀνθρωποειδές, ἀνωφερές, δίκαιον, ἀερῶδες, | 203 | |
7.204 | εὐμετάβολον, μετοπωρινόν, ὑπόγειον κόσμου, δημόσιον, πολιτικόν, αὐξομειωτικόν· οἶκος Ἀφροδίτης, ὕψωμα Κρόνου περὶ μοίρας καʹ, ταπείνωμα Ἡλίου περὶ μοίρας ιθʹ, ἐναντίωμα Ἄρεως, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος ὁ Ζεύς. ἔχει δὲ δεκανοὺς | |
5 | τρεῖς· καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσιν ὁ Ἅιδης καὶ Μοῦσα λυρίζουσα καὶ ὁ Πορθμεὺς καὶ μέρος τῆς Ἀχερουσίας λίμνης καὶ μέρος τοῦ Σκάφους καὶ ἡ κεφαλὴ τοῦ Τράγου τῆς δωδεκαώρου. τῷ δὲ βʹ δεκανῷ παρανατέλλουσιν Ἡνίοχος καὶ Μειράκιον καὶ τὰ ἐμπρόσθια τοῦ Κενταύρου καὶ τὰ μέσα τοῦ Σκάφους καὶ τῆς Ἀχερουσίας λίμνης | |
10 | καὶ Κρήνη καὶ Ἀγορὰ καὶ τὰ μέσα τοῦ Τράγου τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ τέλη τοῦ Σκάφους καὶ τῆς Ἀχερουσίας λίμνης καὶ Ἀριάδνη ἀνακειμένη ἔχουσα τὴν εὐώνυμον χεῖρα ἐπὶ τῆς κεφαλῆς καὶ ὁ Στέφανος τῆς Ἀριάδνης καὶ ἐν οὐρανῷ κεφαλαὶ δύο 〈καὶ〉 οἱ λεγόμενοι Βαλλισταὶ καὶ Ἄδωνις, ὃν | |
15 | καλοῦσιν Οὐρανόν, καὶ τὰ τέλη τοῦ Τράγου τῆς δωδεκαώρου. συνήν‐ τηκε δὲ Ζυγὸς ἀπὸ τῶν τοῦ Σκορπίου χηλῶν, ἔχει δὲ καὶ δισώμου δύναμιν διὰ τὰς πλάστιγγας. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Σελήνης, ὁ δὲ βʹ Κρόνου, ὁ δὲ γʹ Διός. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Στάχυος λεπτῶν κʹ, βόρειος, μεγέθους αʹ, κράσεως | |
20 | Ἀφροδίτης καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ἐπὶ τοῦ Βοώτου ὁ καὶ Ἀρκτοῦρος, μοίρας εʹ λεπτῶν μʹ, βόρειος, μεγέθους αʹ, κράσεως Ἄρεως καὶ Διός. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ βορείου Στεφάνου μοίρας ιεʹ λεπτῶν κʹ, βόρειος, μεγέθους βʹ, κρά‐ σεως Ἀφροδίτης καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει ὁ ἐπὶ τῆς χηλῆς τοῦ | |
25 | Σκορπίου λαμπρὸς ἀστὴρ μοίρας κεʹ λεπτῶν νʹ, βόρειος, μεγέθους βʹ, κράσεως Διὸς καὶ Ἑρμοῦ. ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· Κρόνου ϛʹ, Ἑρμοῦ ηʹ, Διὸς ζʹ, Ἀφροδίτης ζʹ, Ἄρεως βʹ. εἰσὶ δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Λιβύη, Κυρήνη, Βακτριανή, Κασπία, Σηρική, Θηβαΐς, | |
Σακίς, Τρωγλοδυτική. κυριεύει δὲ τοῦ σώματος ἰσχίων γλουτῶν βου‐ | 204 | |
7.205 | βώνων, κόλου, ὀπισθίων μερῶν, κύστεως. ἔστι δὲ καὶ ἀσελγὲς καὶ πολύγονον κατὰ τὸν Τράγον. τὰ δὲ στοιχεῖα ηʹ καὶ τʹ. Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας αʹ ἕως δʹ αἱ ἀρχαὶ τούτου, ἀπὸ εʹ ἕως ϛʹ αὐτὴ ἡ ὀπή ἔνθα [ἡ ὀπὴ] καὶ ὁ τόνος, ἀπὸ ζʹ ἕως ιαʹ τὰ πρὸς τῇ | |
5 | κεφαλῇ, ἀπὸ ιβʹ ἕως ιγʹ αὐτὴ ἡ κεφαλή, ἀπὸ ιδʹ ἕως ιζʹ τράχηλος, στῆθος καὶ κοιλία, ἀπὸ ιηʹ ἕως κʹ ἦτρον, ἀπὸ καʹ ἕως κβʹ μηροί, ἀπὸ κγʹ ἕως κδʹ ὦμοι, ἀπὸ κεʹ ἕως κζʹ πόδες, αἱ δὲ λοιπαὶ τὰ πρὸς νότον. Ἀποτελεῖ δὲ εὐκράτους, μελανοφθάλμους, εὔτριχας, εὐφόρους, δικαίους. τούτων δὲ τοὺς μὲν ἐν τῷ αʹ δεκανῷ ἐναρέτους, | |
10 | ἀνδρείους, φιλοφίλους, πολυπλανήτους. ἐπὶ δὲ τοῦ βʹ εὐφυεῖς, σοφούς, ἡγεμονικούς, εὐδόξους, φιλογυναίους, ἐκδημητάς, δικαίους, πολυγνώστους, σπαναδέλφους. ἐπὶ δὲ τοῦ γʹ εὐφυεῖς, δαπανητὰς δὲ καὶ εὐμεταβόλους, οὐκ ἀπονήρους. Ὄγδοον ζῴδιόν ἐστι Σκορπίος, θηλυκόν, νυκτερινόν, ὀρθόν, στε‐ | |
15 | ρεόν, μετοπωρινόν, ἄφωνον, ὑδατῶδες, πολύσπορον, φθοροποιόν, κατω‐ φερές, κυρτῶδες, λεπρῶδες, ἀλφῶδες, ἀμετάβλητον, ὀργίλον, πικρόν, δόλιον, πλαστικόν, κόσμου ἀγαθὴ τύχη, οἶκος Ἄρεως, ὕψωμα οὐδε‐ νός, ταπείνωμα Σελήνης περὶ μοίρας γʹ, ἐναντίωμα Ἀφροδίτης, τρίγω‐ νον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη. | |
20 | ἔχει δεκανοὺς τρεῖς. καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσιν Ὑγεία καὶ τὰ ὀπίσθια τοῦ Κενταύρου καὶ τὰ ἐμπρόσθια τοῦ Ταύρου τῆς δωδε‐ καώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσιν Ἀσκληπιὸς καὶ τὰ μέσα τοῦ Κενταύρου 〈καὶ τὰ μέσα τοῦ Ταύρου〉 τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκανῷ παρανατέλλουσι τὰ ἐμπρόσθια τοῦ Κενταύρου βαστάζον‐ | |
25 | τος λαγωὸν καὶ τὰ ἐμπρόσθια τοῦ Κυνὸς καὶ ὁ Ὀφιοῦχος καὶ τὰ ὀπί‐ σθια τοῦ Ταύρου τῆς δωδεκαώρου. καὶ ὁ μὲν πρῶτος δεκανὸς φέρει πρόσωπον Ἄρεως, ὁ δὲ βʹ Ἡλίου, ὁ δὲ γʹ Ἀφροδίτης. παρανατέλλει δὲ | |
αὐτῷ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Κενταύρου μοίρας ιαʹ, | 205 | |
7.206 | βόρειος, μεγέθους αʹ, κράσεως Ἀφροδίτης καὶ Διός. πάλιν παρανα‐ τέλλει λαμπρὸς ἀστὴρ ὁ καλούμενος Ἀντάρης μοίρας ιϛʹ, λεπτῶν κʹ, νότιος, μεγέθους βʹ, κράσεως Ἄρεως καὶ Διός. ἔχει δὲ ὅρια τῶν εʹ πλα‐ νήτων· Ἄρεως ζʹ, Ἀφροδίτης δʹ, Ἑρμοῦ ηʹ, Διὸς εʹ, Κρόνου ϛʹ. ὑποτέ‐ | |
5 | τακται δὲ αὐτῷ κλίματα ταῦτα· Ἰταλία, Μεταγωνῖτις, Μαυρητανία, Γαιτουλία, Συρία, Κομμαγηνή, Καππαδοκία. κυριεύει δὲ τοῦ σώματος αἰδοίων καὶ κύστεως καὶ βουβώνων καὶ ἕδρας. ποιεῖ δὲ διὰ τὸ κέντρον ἀμαυρώσεις, ἐπισκιασμούς, λιθιάσεις, στραγγουρίας, κήλας καὶ βρογ‐ χοκήλας, ἀρρητοποιίας, πολυκοινίας, συριγγώματα, καρκινώματα, | |
10 | αἱμορραγίας. κυριεύει δὲ στοιχείων θʹ καὶ υʹ. Ἀνατέλλουσι δὲ ἀπὸ μοίρας αʹ ἕως γʹ χηλαί, ἀπὸ δʹ ἕως ζʹ κεφαλή, ἀπὸ ηʹ ἕως ιʹ τράχηλος, ἀπὸ ιαʹ ἕως ιγʹ στῆθος, ἀπὸ ιδʹ ἕως ιϛʹ κοιλία, ἀπὸ ιζʹ ἕως καʹ ῥάχις, ἀπὸ κβʹ ἕως κδʹ κέντρον, ἀπὸ κεʹ ἕως κζʹ τὸ μέσον, ἀπὸ κηʹ ἕως λʹ τὸ ἔσχατον τοῦ κέντρου. | |
15 | Ἀποτελεῖ δὲ μελανόχροας, μελανοφθάλμους, αὐστηρούς, οὐλότρι‐ χας, λεπτοφώνους, εὐψύχους, ταχεῖς καὶ ὑπερόπτας. καὶ ἐπὶ μὲν τοῦ αʹ δεκανοῦ ἀδίκως πλανητεύοντας, πολυκινδύνους, ἐπάνδρους, μετρίους τῷ βίῳ. ἐπὶ δὲ τοῦ βʹ ἐπιμόχθους, νουνεχεῖς, ἰσχυρογνώ‐ μονας, ἐκδημητάς, ἐπὶ μεγάλων τασσομένους, ἀτέκνους δὲ καὶ σινομέ‐ | |
20 | νους τὸ σῶμα. ἐπὶ δὲ τοῦ γʹ σκολιούς, κερδαλέους, κακοπαθεῖς, πολλὰ μαινομένους καὶ πολλοὺς ἀδικοῦντας, προλιπόντας τοὺς οἰκείους, κακοβίους, ὀλιγοχρονίους. Ἔννατον ζῴδιόν ἐστι Τοξότης, ἀρρενικόν, δίσωμον, βασιλικόν, ἀνθρωπόμορφον καὶ θηριῶδες, νευρῶδες, διπρόσωπον, χερσαῖον, | |
25 | τετράπουν, ἀσθενόφθαλμον, ἡμίφωνον· διπρόσωπον δὲ ἐκλήθη διὰ τὸ | |
ἔχειν ἐκ τῶν ὄπισθεν τῆς κεφαλῆς μέρος ἕτερον προσώπου διαδημα‐ | 206 | |
7.207 | τοφόρον, ἀφ’ οὗ καὶ βασιλικὸν ἐκλήθη· ὀρθόν, μετοπωρινόν, πυρῶδες, ὀλιγόγονον, ἀγαθόν, κόσμου ἀπόκλιμα καὶ ὁ περὶ δούλων 〈τόποσ〉, οἶκος Διός, ὕψωμα δὲ Καταβιβάζοντος περὶ μοίρας ιεʹ, ταπείνωμα Ἀναβιβά‐ ζοντος περὶ μοίρας ιεʹ, ἐναντίωμα Ἑρμοῦ, τρίγωνον ἡμέρας μὲν Ἡλίου, | |
5 | νυκτὸς δὲ Διός, ἐπίκοινος Κρόνος. ἔχει δεκανοὺς γʹ. καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσι θεός τις κατακέφαλα κείμενος, καλεῖται δὲ Τάλας, καὶ κόραξ ψαύει αὐτοῦ τῆς κεφαλῆς, καὶ Κύων ἀπεστραμμένος καὶ ἡ κεφαλὴ τοῦ Ἱέρακος τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι Κηφεὺς τὴν δεξιὰν χεῖρα διδοὺς τῷ Θηρίῳ καὶ ἡ κεφαλὴ τοῦ Θηρίου | |
10 | καὶ τὸ ἥμισυ τῆς Ἀργοῦς καὶ 〈τὰ ἐμπρόσθια τοῦ Δελφῖνος καὶ τὰ μέσα τοῦ Ἱέρακος τῆς δωδεκαώρου. τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλουσι〉 τὰ ὑπόλοιπα τοῦ Δελφῖνος καὶ Πέλαγος καὶ τὸ ἥμισυ τῆς Μεγάλης Ἄρκτου καὶ ἡ οὐρὰ Ἱέρακος τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Ἑρμοῦ, ὁ δὲ δεύτερος Σελήνης, ὁ δὲ τρίτος Κρόνου. | |
15 | παρανατέλλει τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ γόνατος τοῦ Τοξότου μοίρας κʹ, βόρειος, μεγέθους βʹ, κράσεως Διὸς καὶ Κρόνου. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τῆς Λύρας ὁ καλούμενος Λυρικὸς μοίρας καʹ, βόρειος, μεγέθους αʹ, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· Διὸς ιβʹ, Ἀφροδίτης εʹ, Ἑρμοῦ δʹ, Κρόνου εʹ, | |
20 | Ἄρεως δʹ. ἔχει δὲ κλίματα ὑποτεταγμένα ταῦτα· Κιλικίαν, Τύρον, Κελτι‐ κήν, Σπανίαν, Ἀραβίαν εὐδαίμονα. κυριεύει δὲ τοῦ σώματος μηρῶν, βουβώνων. ποιεῖ δὲ πολλάκις περισσομελῆ συγγεννήματα ἔχοντας, φαλακροὺς ἢ ἐπισκιαζομένους, ἐπιληπτικοὺς ἢ ὀφθαλμῶν πόνους ἢ πηρώσεις ὑπομένοντας διὰ τὴν ἀκίδα, ἢ ἀπὸ ὕψους πτώσεις διὰ τὸν | |
25 | Τάλανα ἢ ἀπὸ τετραπόδων κίνδυνον ἢ μελῶν ἀποβολὰς ἢ ὑπὸ θηρίων ἀδικίας διὰ τὸν Κηφέα. κυριεύει δὲ στοιχείων ιʹ καὶ φʹ. Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως γʹ κεφαλή, ἀπὸ δʹ ἕως ζʹ τόξον, ἀπὸ | |
ηʹ ἕως ιʹ νεῦρα, ἀπό ιαʹ ἕως ιδʹ χεῖρες, ἀπὸ ιεʹ ἕως ιθʹ τράχηλος καὶ | 207 | |
7.208 | ὦμοι, ἀπὸ κʹ ἕως κβʹ ῥάχις, ἀπὸ κγʹ ἕως κεʹ ἀνὰ μέσον τὸ κέντρον, ἀπὸ κϛʹ ἕως κηʹ πόδες, ἀπὸ κθʹ ἕως λʹ ὄνυχες. Ἀποτελεῖ δὲ εὐκράτους μὲν τῇ χροιᾷ καὶ εὐστομάχους, εὐοφθάλμους δὲ καὶ εὐειδεῖς, ταχεῖς καὶ παραβόλους καὶ ἀναλωτὰς μέν, μικρολόγους | |
5 | δὲ καὶ ἀστάτους ἐπὶ τὸ πλεῖστον. καὶ ἐν μὲν τῷ αʹ δεκανῷ ὀλο‐ θρευτὰς τῶν οἰκείων καὶ μονοφάγους καὶ ἐλλιπεῖς, πολυμόχθους, ἐπὶ ξένης πολιτεύοντας ἢ καὶ τελευτῶντας. ἐπὶ δὲ τοῦ βʹ θρασυδείλους, ἐν πολλοῖς πράγμασι καὶ κτήσεσι καὶ ἀποβολαῖς ἐγκυλιομένους, τὰ πατρῷα ἀποβάλλοντας, ξενιτεύοντας ἐπὶ πολλοὺς καὶ ἀκαταστατοῦν‐ | |
10 | τας, λυπουμένους ἐπὶ τέκνοις καὶ γυναιξί. ἐπὶ τοῦ γʹ δεκανοῦ γεν‐ νωμένους ἐπισήμους, ἐν ἀλλοδαπῇ δοξαζομένους, πολυκοίνους εἰς τὰ ἀφροδίσια καὶ εὐμεταβόλους. Δέκατον ζῴδιόν ἐστιν Αἰγόκερως, θηλυκόν, νυκτερινόν, τροπικόν, πλάγιον, χειμερινόν, ἀμφίβιον, γηθαλάσσιον, λεπρῶδες, ἀλφῶδες, | |
15 | φθοροποιόν, ἄγονον, κατωφερές, κατεψυγμένον, ἡμίφωνον, ἀσελγέές, αἰνιγματῶδες, διφυές, κάθυγρον, γεωργικόν, ἡμιτελές, κυρτοειδές, χωλόν, θηριῶδες, μελοκοπούμενον, λεπιδωτόν, δύσις κόσμου, οἶκος Κρόνου, ὕψωμα Ἄρεως περὶ μοίρας κηʹ, ταπείνωμα Διὸς περὶ μοί‐ ρας ιεʹ, ἐναντίωμα Σελήνης, τρίγωνον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς | |
20 | δὲ Σελήνης, ἐπίκοινος Ἄρης. ἔχει δεκανοὺς τρεῖς. καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσι τὸ ἄλλο ἥμισυ τῆς Ἀργοῦς καὶ τῆς Μεγάλης Ἄρκτου καὶ Νηρηὶς καὶ Λύρα καὶ ἡ κεφαλὴ τοῦ Μεγάλου Ἰχθύος καὶ τὰ ἐμπρόσθια τοῦ Κυνοκεφάλου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλ‐ λουσιν Εἰλείθυια ἐπὶ θρόνου καθεζομένη καὶ ἥμισυ Τροχοῦ καὶ Ἀμπέλου | |
25 | καὶ τὰ μέσα τοῦ Μεγάλου Ἰχθύος καὶ τὰ μέσα τοῦ δυσωνύμου ζῴου τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκανῷ παρανατέλλουσι τὸ 〈ἕτερον〉 ἥμισυ τοῦ Τροχοῦ καὶ ἡ οὐρὰ τοῦ Μεγάλου Ἰχθύος καὶ Θυμιατήριον καὶ Δαί‐ | |
μων ἀκέφαλος βαστάζων τὴν ἰδίαν κεφαλὴν καὶ τὰ ὀπίσθια τοῦ Δυσω‐ | 208 | |
7.209 | νύμου τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Διός, ὁ βʹ Ἄρεως, ὁ γʹ Ἡλίου. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Ἀετοῦ μοίρας ζʹ, λεπτῶν μʹ, βόρειος, μεγέθους αʹ, κράσεως Ἄρεως καὶ Διός. ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· Ἑρμοῦ ζʹ, Διὸς ζʹ, Ἀφροδίτης ηʹ, | |
5 | Κρόνου δʹ, Ἄρεως δʹ. ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Συρίαν· Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Θρᾴκην, Μακεδονίαν. κυριεύει δὲ τοῦ σώματος γονάτων, νεύρων· ποιεῖ δὲ ἀμαυρώσεις καὶ πηρώσεις διὰ τὴν ἄκανθαν καὶ μανίας καὶ ὀχλήσεις δι’ ὑγρῶν ἢ ῥευμάτων. ἔστι δὲ καὶ ἀσελγὲς καὶ αἰσχροποιόν. κυριεύει δὲ στοιχείων κʹ καὶ χʹ. | |
10 | Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως γʹ κέρατα, ἀπὸ δʹ ἕως ζʹ ῥίν, ἀπὸ ηʹ ἕως ιʹ τράχηλος, ἀπὸ ιαʹ ἕως ιγʹ κοιλία, ἀπὸ ιδʹ ἕως ιθʹ ῥάχις, ἀπὸ κʹ ἕως καʹ ἰσχία, ἀπὸ κβʹ ἕως κδʹ οὐρά, ἀπὸ κεʹ ἕως κζʹ τὰ πρὸς βορρᾶν, αἱ λοιπαὶ ὄνυχες. Ἀποτελεῖ δὲ μικροπροσώπους, λεπτοσφύρους, φιλογυναίους, ψευ‐ | |
15 | δολόγους, κενοδόξους, δούλους, θεοσεβεῖς, φιλοφίλους, ἀνελλιπεῖς, ὠφελουμένους, ὥστε μηδενὸς δεῖσθαι, εὐστόμους, ῥιψοκινδύνους. καὶ ἐπὶ μὲν τοῦ αʹ δεκανοῦ μακροβίους, ἐπαφροδίτους, ἐνύγρους καὶ ἐπὶ ξένης εὐδοκιμοῦντας, πολυνόσους δὲ καὶ ἐπὶ πολὺ ἀποβάλ‐ λοντας. ἐν δὲ τῷ βʹ πολυπλάνους, ἐκδημητάς, ἀγαθούς, λειτουργια‐ | |
20 | κούς, σινώσεως ἢ κινδύνων πεῖραν ἐν ὑγροῖς λαμβάνοντας, τὸ δὲ γῆρας τῆς νεότητος κρεῖσσον διάγοντας. ἐν δὲ τῷ γʹ συνακτικούς, πολυπλάνους, ἐνδόξους, ὑπὸ πολλῶν ἀγαπωμένους καὶ ἐπὶ ξένης δοξαζομένους, εὐεργετικούς, εὐαδεῖς. Ἑνδέκατον ζῴδιόν ἐστιν Ὑδροχόος, ἀρσενικόν, ἡμερινόν, πλάγιον, | |
25 | φωνῆεν, δροσογόνον, στερεόν, χειμερινόν, ἀερῶδες, κατάψυχρον, ἀνωφερές, ἀνθρωποειδές, ἀμετάβλητον, ἄγονον, ὀκνηρόν, λειχηνῶδες, λεπιδωτόν, νεκρῶδες, κυρτοειδές, κόσμου ἐπαναφορὰ τοῦ δυτικοῦ | |
κέντρου καὶ ὄγδοος τόπος περὶ θανάτου, οἶκος Κρόνου, ὕψωμα καὶ | 209 | |
7.210 | ταπείνωμα οὐδενός, ἐναντίωμα Ἡλίου, τρίγωνον ἡμέρας μὲν Κρόνου, νυκτὸς δὲ Ἑρμοῦ, ἐπίκοινος Ζεύς. ἔχει δὲ δεκανοὺς τρεῖς· καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσιν ὁ Ἠριδανὸς ποταμὸς κρατῶν κάλπην καὶ ἡ κεφαλὴ τοῦ Ἱπποκράτορος καὶ ἡ χεὶρ αὐτοῦ ἡ ἀριστερὰ τεταμένη | |
5 | καὶ ἡ κεφαλὴ τῆς Ἴβεως τῆς δωδεκαώρου. τῷ δὲ βʹ δεκανῷ παρανατέλ‐ λουσι τὰ μέσα τοῦ Ἱπποκράτορος καὶ οἱ δύο Ὄφεις ἔχοντες πρὸς ἀλλή‐ λους συνάφειαν καὶ τὰ μέσα τῆς Ἴβεως τῆς δωδεκαώρου. τῷ δὲ γʹ δεκανῷ παρανατέλλουσιν ὁ Μέγας Ὄρνις, ὃν καλοῦσι Κύκνον 〈......〉 ὃν καλοῦσιν Ἱπποκράτορα καὶ Λύκος δάκνων τὴν δεξιὰν αὐτοῦ καὶ τὰ | |
10 | ὀπίσθια τοῦ Πηγάσου καὶ τὰ τέλη 〈τῆς Ἴβεωσ〉 τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Ἀφροδίτης, ὁ βʹ Ἑρμοῦ, ὁ γʹ Σελήνης. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστήρ, ὃς καλεῖται Νότιος Ἰχθύς, μοί‐ ρας ιβʹ, νότιος, μεγέθους αʹ, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστήρ, ὃς καλεῖται Ὄρνις, μοίρας ιβʹ, λεπτῶν νʹ, | |
15 | βόρειος, μεγέθους βʹ, κράσεως Ἀφροδίτης καὶ Ἑρμοῦ. ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· Ἑρμοῦ ζʹ, Ἀφροδίτης ϛʹ, Διὸς ζʹ, Ἄρεως εʹ, Κρόνου εʹ. ἔχει δὲ ὑποτεταγμένα κλίματα ταῦτα· Αἴγυπτον· Σαυροματικήν, Ὀξεια‐ νήν, Σογδιανήν, Ἀραβίαν. κυριεύει δὲ τοῦ σώματος κνημῶν, σκελῶν, νεύρων. ποιεῖ δὲ ὑδρωπικούς, ἀρθρητικούς, μανιώδεις, ἀποκόπους καὶ | |
20 | τραυματικοὺς καὶ ἐλεφαντιῶντας, ἰκτερικούς, μελαγχόλους, πηροὺς διὰ τὴν Κάλπην. στοιχεῖα δὲ ἔχει τὸ λʹ καὶ τὸ ψʹ. Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως τρίτης κεφαλή, ἀπὸ δʹ ἕως ζʹ τράχη‐ λος, ἀπὸ ηʹ ἕως ιʹ κοιλία, ἀπὸ ιαʹ ἕως ιγʹ χεῖρες, ἀπὸ ιδʹ ἕως ιθʹ ὦμοι, ἐν δὲ τῇ κʹ καρδία, ἀπὸ καʹ ἕως κβʹ μόρια, ἀπὸ κγʹ ἕως κεʹ μηροί, ἀπὸ κϛʹ | |
25 | ἕως κζʹ πόδες, ἀπὸ κηʹ ἕως λʹ ἰσχία. Ἀποτελεῖ δὲ εὔχροας, εὐακεῖς, εὐπαθεῖς, κενοδόξους, φιλοκαθα‐ ρίους, θρασυδείλους. καὶ ἐπὶ μὲν τοῦ αʹ δεκανοῦ εὐεργετικούς, ἀχαριστουμένους δὲ πολλάκις, ξενιτεύοντας καὶ εὐγάμους, φαρμα‐ κείαις ἐνοχλουμένους. ἐπὶ δὲ τοῦ βʹ εὐφραντικούς, παίκτας, ἀδό‐ | |
30 | λους, ἐν ὑγροῖς ὀχλουμένους, ἡδεῖς, εὐπραγοῦντας παρ’ ὑπερέχουσι | 210 |
7.211 | καὶ ὅπλοις ἐνδόξους. 〈ἐπὶ δὲ τοῦ γʹ〉 ἀναξίους, συμπλευσομένους πολλά τε κινδυνεύοντας ἢ σινουμένους ἐξ ὑγρῶν. Δωδέκατον ζῴδιόν εἰσιν Ἰχθύες, θηλυκόν, δίσωμον, νυκτερινόν, πλάγιον, ὑδατῶδες, χειμερινόν, κατωφερές, ἄφωνον, ἀγαθόν, εὐμετά‐ | |
5 | βολον, πολύγονον, συνουσιαστικόν, κάθυγρον, μελοκοπούμενον, λεπιδωτόν, ποικίλον, λεπρῶδες, ἀλφῶδες, ἄστατον, ἀσελγές, ὀχλικόν, πτερωτόν, κόσμου ἀγαθὸν ἀπόκλιμα, θεοῦ τόπος, οἶκος Διός, ὕψωμα Ἀφροδίτης περὶ μοίρας κζʹ, ταπείνωμα Ἑρμοῦ περὶ μοίρας ιεʹ, τρίγω‐ νον ἡμέρας μὲν Ἀφροδίτης, νυκτὸς δὲ Ἄρεως, ἐπίκοινος ἡ Σελήνη. ἔχει | |
10 | δεκανοὺς γʹ. καὶ τῷ μὲν αʹ δεκανῷ παρανατέλλουσι τὰ ἐμπρόσθια τοῦ Πηγάσου ἵππου ἐπτερωμένου καὶ κεφαλὴ Ἐλάφου ἔχουσα ὄφεις δύο ἐν τοῖς μυκτῆρσι καὶ ἡ ἀρχὴ τοῦ Λίνου καὶ ἡ οὐρὰ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. τῷ δὲ δευτέρῳ δεκανῷ παρανατέλλουσι τὰ μέσα τῆς Ἐλάφου καὶ τὸ ἥμισυ τοῦ Ἐγγούνασι καὶ τὸ ἥμισυ τοῦ Κροκοδείλου | |
15 | τῆς δωδεκαώρου. τῷ δὲ τρίτῳ δεκανῷ παρανατέλλουσι τὰ ὀπίσθια τῆς Ἐλάφου καὶ τὸ ἄλλο ἥμισυ τοῦ Ἐγγούνασι καὶ τὸ τέλος τοῦ Λίνου καὶ ἡ κεφαλὴ τοῦ Κροκοδείλου τῆς δωδεκαώρου. καὶ ὁ μὲν αʹ δεκανὸς φέρει πρόσωπον Κρόνου, ὁ βʹ Διός, ὁ γʹ Ἄρεως. παρανατέλλει δὲ τούτῳ λαμπρὸς ἀστὴρ ὁ ἐπὶ τοῦ Ἵππου μοίρας εʹ, λεπτῶν νʹ, βόρειος, | |
20 | μεγέθους βʹ, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. πάλιν παρανατέλλει λαμπρὸς ἀστὴρ ὁ κοινὸς Ἵππου καὶ Ἀνδρομέδας, μοίρας καʹ, βόρειος, μεγέ‐ θους βʹ, κράσεως Ἄρεως καὶ Ἑρμοῦ. ἔχει δὲ ὅρια τῶν εʹ πλανητῶν· Ἀφροδίτης ιβʹ, Διὸς δʹ, Ἑρμοῦ γʹ, Ἄρεως θʹ, Κρόνου βʹ. ἔχει δὲ ὑποτε‐ ταγμένα κλίματα ταῦτα· Ἐρυθρὰν θάλασσαν καὶ τὴν Ἰνδικὴν χώραν, | |
25 | Γαραμαντίαν, Λυδίαν, Κιλικίαν, Παμφυλίαν. κυριεύει δὲ τοῦ σώματος πελμάτων καὶ ἀκροποδίων καὶ νεύρων ποδῶν καὶ τῶν ἀστραγάλων. ποιεῖ δὲ ἀρθρητικούς, ποδαγρούς, ὑποκύρτους, λεπροὺς ἢ ἀλφοὺς ἢ | |
λειχῆνας ἔχοντας ἢ ψώρας, κατωφερεῖς δὲ καὶ ἐπιψόγους, ἀσελγεῖς, | 211 | |
7.212 | πολυκοίνους, ἀπὸ ἐνύγρων παθῶν ὀχλουμένους. κυριεύει δὲ στοιχείων τοῦ μ καὶ ωʹ. Ἀνατέλλει δὲ ἀπὸ μοίρας αʹ ἕως γʹ κεφαλή, ἀπὸ δʹ ἕως ζʹ ἀνὰ μέσον ὁ σύνδεσμος, ἀπὸ ηʹ ἕως ιʹ 〈τὰ〉 πρὸς νότον, ἀπὸ ιαʹ ἕως ιγʹ κοιλία, | |
5 | ἀπὸ ιδʹ ἕως ιθʹ ὦμοι, ἀπὸ κʹ ἕως κζʹ βόρεια, ἀπὸ κηʹ ἕως λʹ ὄνυχες. Ἀποτελεῖ δὲ λευκόχροας, εὔτριχας, πολυτρόπους, πολυπότας, δαπανητάς. καὶ ἐν μὲν τῷ αʹ δεκανῷ παραβόλους, ἀδίκους κέρδους ἕνεκα, μέσους τῷ βίῳ, ἀπολόγους ἢ παιδείας θαυμαζομένους, πολυφί‐ λους, εὐτέχνους, ἐντίμους, γυναιξὶν ἀποδεκτούς. ἐπὶ δὲ τοῦ βʹ κατα‐ | |
10 | γάστρους, περιέργους, ἐκδημητάς. ἐπὶ δὲ τοῦ γʹ ἀπολαυστικούς, φιλολόγους, ἐνδόξους, πολυπείρους, ἀποδοχὴν παρὰ γυναιξὶν ἔχοντας, δαπανητὰς δὲ καὶ ὁρμητικοὺς καὶ πολλῶν θεατάς, ῥᾳδίως ἀποβάλ‐ λοντας καὶ κτωμένους. Τούτων δὲ τῶν ζῳδίων τὰ μέν εἰσιν ὀρθά, τὰ δὲ πλάγια· καὶ ὀρθὰ | |
15 | μέν εἰσιν ἀπὸ Καρκίνου ἕως Τοξότου, πλάγια δὲ ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων. ἔτι δὲ τούτων τὰ μέν εἰσιν ἡμερινά, τὰ δὲ νυκτερινά· καὶ ἡμερινὰ μέν εἰσιν ♈ ♊ ♌ ♎ ♐ ♒, νυκτερινὰ δὲ ♉ ♋ ♍ ♏ ♑ ♓. τρίγωνα ἃ καὶ ἀνατολικὰ καλοῦνται ♈ ♌ ♐· τὰ αὐτὰ καὶ πύρινα καὶ βασιλικά. γήϊνα δὲ ♉ ♍ 〈♑〉 καὶ ταῦτα βόρεια. τὸ δὲ τρίγωνον τῶν | |
20 | Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου ἃ καὶ πνευματώδη καλοῦνται, δυτικὸν τυγχάνει. ὁμοίως καὶ τὰ τρίγωνα ♋ ♏ καὶ ♓, ἃ καὶ ὑδατώδη καὶ πολύσπορα καλοῦσι, καὶ αὐτὰ νότια τυγχάνουσι. τετράγωνα δέ εἰσι τοῦ μὲν ♈ ♋ ♎ ♑ ἃ καὶ τροπικὰ καλεῖται· πάλιν ♉ ♌ ♏ ♒ ἃ στερεὰ λέγονται· δίσωμα δὲ τετράγωνα ♊ ♍ ♐ ♓. καὶ διάμετρα | |
25 | μὲν τῶν τροπικῶν ♈ πρὸς ♎ καὶ ♋ πρὸς ♑, τῶν δὲ στερεῶν ♉ | |
πρὸς ♏ καὶ ♌ πρὸς ♒. ἑξάγωνα δέ εἰσι τὰ ἀρσενικὰ πρὸς τὰ ἀρσε‐ | 212 | |
7.213 | νικὰ καὶ τὰ θηλυκὰ πρὸς τὰ θηλυκά. ἤτοι ἀρσενικά εἰσιν ἅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡμερινὰ ἐγράψαμεν οἷον ♈ ♊ ♌ ♎ ♐ ♒· ταῦτα καὶ ἑξάγωνα καὶ ἡμερινὰ καὶ ἀρσενικὰ καλοῦνται· ὁ δὲ ♉ καὶ ♋ καὶ ♍ καὶ ♏ καὶ ♑ καὶ ♓, ταῦτα πρὸς ἄλληλα πάλιν ἑξάγωνα καὶ θηλυκὰ καὶ | |
5 | νυκτερινὰ καλοῦνται. ἀπὸ τῶν σημείων τούτων γνωρίζεται πᾶς τις | |
οἷός ἐστι καὶ οἵου ἀστέρος. | 213 |