TLG 1701 001 :: TESTAMENTUM ABRAHAE :: Testamentum Abrahae (recensio A) (olim partim sub auctore Hesychio Hierosolymitano)

TESTAMENTUM ABRAHAE Hagiogr. Pseudepigr.
(A.D. 1)

Testamentum Abrahae (recensio A) (olim partim sub auctore Hesychio Hierosolymitano)

Source: James, M.R. (ed.), The testament of Abraham [Texts and Studies 2.2] Cambridge: Cambridge University Press, 1892: 77–104.

Citation: Section — (line)

t

ΔΙΑΘΗΚΗ ΑΒΡΑΑΜ.

1

Ἔζησεν Ἁβραὰμ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ, ἔτη ἐννακόσια ἐνενήκοντα πέντε, πάντα δὲ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ ζήσας ἐν ἡσυχίᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ, πάνυ ὑπῆρχε φιλόξενος ὁ δίκαιος· πήξας γὰρ τὴν σκηνὴν αὐτοῦ
5ἐν τετραοδίῳ τῆς δρυὸς τῆς Μαμβρῆ, τοὺς πάντας ὑπεδέ‐ χετο, πλουσίους καὶ πένητας, βασιλεῖς τε καὶ ἄρχοντας, ἀναπήρους καὶ ἀδυνάτους, φίλους καὶ ξένους, γείτονας καὶ παροδίτας, ἴσον ὑπεδέχετο ὁ ὅσιος καὶ πανίερος καὶ δίκαιος καὶ φιλόξενος Ἁβραάμ. ἔφθασεν δὲ καὶ ἐπὶ τοῦτον τὸ
10κοινὸν καὶ ἀπαραίτητον τοῦ θανάτου πικρὸν ποτήριον, καὶ τὸ ἄδηλον τοῦ βίου πέρας. προσκαλεσάμενος τοίνυν ὁ δεσπότης θεὸς τὸν ἀρχάγγελον αὐτοῦ Μιχαὴλ εἶπεν πρὸς αὐτόν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς Ἁβραὰμ, καὶ εἰπὲ αὐτὸν περὶ τοῦ θανάτου, ἵνα διατάξεται περὶ τῶν
15πραγμάτων αὐτοῦ· ὅτι ηὐλόγησα αὐτὸν ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ἔστιν ἐν εὐπορίᾳ βίου πολλοῦ καὶ πραγμά‐ των πολλῶν, καὶ ὑπάρχει πλούσιος πάνυ· παρὰ πάντων δὲ δίκαιος ἐν πάσῃ ἀγαθωσύνῃ, φιλόξενος καὶ φιλόστοργος77
20ἕως τέλους τῆς ζωῆς αὐτοῦ· σὺ δὲ, ἀρχάγγελε Μιχαὴλ, ἄπελθε πρὸς τὸν Ἁβραὰμ, τὸν ἠγαπημένον μου φίλον, καὶ ἀνάγγειλον αὐτῷ περὶ τοῦ θανάτου αὐτοῦ, καὶ πληροφό‐ ρησον αὐτὸν ὅτι Μέλλεις ἐν τῷ καιρῷ τούτῳ ἐξέρχεσθαι ἐκ τοῦ ματαίου κόσμου τούτου καὶ μέλλεις ἐκδημεῖν ἐκ τοῦ
25σώματος καὶ πρὸς τὸν ἴδιον δεσπότην ἐλεύσῃ ἐν ἀγαθοῖς.

2

ἐξελθὼν δὲ ὁ ἀρχιστράτηγος ἐκ προσώπου τοῦ θεοῦ κατῆλθεν πρὸς τὸν Ἁβραὰμ ἐπὶ τὴν δρῦν τὴν Μαμβρῆ, καὶ εὗρεν τὸν δίκαιον Ἁβραὰμ ἐπὶ τὴν χώραν ἔγγιστα, ζεύγη βοῶν ἀροτριασμοῦ παρεδρεύοντα μετὰ τοὺς
5υἱοὺς Μασὲκ καὶ ἑτέροις παισὶν τὸν ἀριθμὸν δώδεκα· καὶ ἰδοὺ ὁ ἀρχιστράτηγος ἤρχετο πρὸς αὐτόν· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαὴλ μηκόθεν ἐρχόμε‐ νον, δίκην στρατιώτου εὐπρεπεστάτου, ἀναστὰς τοίνυν ὁ Ἁβραὰμ ὑπήντησεν αὐτῷ καθότι καὶ ἔθος εἶχεν, τοῖς
10ἐπιξένοις πᾶσιν προϋπαντῶν καὶ ὑποδεχόμενος· ὁ δὲ ἀρχι‐ στράτηγος προχαιρετίσας αὐτὸν εἶπεν· Χαῖρε, τιμιώτατε πάτερ, δικαία ψυχὴ ἐκλεκτὴ τοῦ θεοῦ, φίλε γνήσιε τοῦ ἐπουρανίου. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Χαῖρε, τιμιώτατε στρατιῶτα, ἡλιόρατε καὶ πανευπρεπέ‐
15στατε ὑπὲρ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· καλῶς ἥκεις· τούτου χάριν αἰτοῦμαι τῆς σῆς παρουσίας πόθεν ἧκεν τὸ νέον τῆς ἡλικίας σου; δίδαξόν με τὸν σὸν ἱκέτην, πόθεν καὶ ἐκ ποίας στρατιᾶς καὶ ἐκ ποίας ὁδοῦ παρα‐ γέγονεν τὸ σὸν κάλλος; ὁ δὲ ἀρχιστράτηγος ἔφη· Ἐγὼ,
20δίκαιε Ἁβραὰμ, ἀπὸ τῆς μεγάλης πόλεως ἔρχομαι· παρὰ τοῦ μεγάλου βασιλέως ἀπεστάλην διαδοχὴν φίλου αὐτοῦ γνησίου κομιζόμενος, ὅτι καὶ αὐτὸν ὁ βασιλεὺς προσκα‐
λεῖται. καὶ ὁ Ἁβραὰμ εἶπεν· Δεῦρο, κύριέ μου, πορεύθητι μετ’ ἐμοῦ ἕως τῆς χώρας μου. καὶ φησὶν ὁ ἀρχιστρά‐78
25τηγος· Ἔρχομαι. ἀπελθόντες δὲ ἐν τῇ χώρᾳ τοῦ ἀροτρι‐ ασμοῦ ἐκαθέσθησαν πρὸς ὁμιλίαν. εἶπεν δὲ Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ τοῖς υἱοῖς Μασέκ· Ἀπέλθατε εἰς τὴν ἀγέλην τῶν ἵππων καὶ ἐνέγκατε δύο ἵππους εὐμενεῖς καὶ ἡμέρους δεδαμασμένους ὅπως ἐγκαθεσθῶμεν ἐγώ τε καὶ ὁ ἄνθρωπος
30οὗτος ὁ ἐπίξενος. καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Μὴ, κύριέ μου Ἁβραὰμ, μὴ ἐνέγκωσιν ἵππους, ὅτι ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζῴου τετραπόδου ποτέ· μὴ γὰρ ὁ ἐμὸς βασιλεὺς οὐκ ἦν πλούσιος ἐν ἐμπορίᾳ πολλῇ, ἔχων ἐξουσίαν καὶ ἀνθρώποις καὶ κτήνεσιν παντοίοις; ἀλλ’ ἐγὼ
35ἀπέχομαι τούτου, τοῦ μὴ καθίσαι ἐπὶ ζῴου τετραπόδου ποτέ· ἀπέλθωμεν οὖν, δικαία ψυχὴ, πεζεύοντες ἕως τοῦ οἴκου σου μετεωριζόμενοι. καὶ εἶπεν Ἁβραάμ· Ἀμὴν, γένοιτο.

3

ἀπερχομένων δὲ αὐτῶν ἀπὸ τοῦ ἀγροῦ πρὸς τὸν οἶκον αὐτοῦ, κατὰ τῆς ὁδοῦ ἐκείνης ἵστατο δένδρον κυπά‐ ρισσος· καὶ κατὰ πρόσταξιν τοῦ θεοῦ ἐβόησεν τὸ δένδρον ἀν‐ θρωπίνῃ φωνῇ, καὶ εἶπεν· Ἅγιος, ἅγιος, ἅγιος κύριος ὁ θεὸς
5ὁ προσκαλούμενος αὐτὸν τοῖς ἀγαπῶσιν αὐτόν. ἔκρυψεν δὲ Ἁβραὰμ τὸ μυστήριον, νομίσας ὅτι ὁ ἀρχιστράτηγος τὴν φωνὴν τοῦ δένδρου οὐκ ἤκουσεν. ἐλθόντες δὲ πλησίον τοῦ οἴκου ἐν τῇ αὐλῇ ἐκαθέσθησαν· καὶ ἰδὼν ὁ Ἰσαὰκ τὴν πρόσωψιν τοῦ ἀγγέλου εἶπεν πρὸς Σάρραν τὴν
10μητέρα αὐτοῦ· Κυρία μου μῆτερ, ἰδοὺ ὁ ἄνθρωπος ὁ καθε‐ ζόμενος μετὰ τοῦ πατρός μου Ἁβραὰμ υἱὸς οὐκ ἔστιν ἀπὸ τοῦ γένους τῶν κατοικούντων ἐπὶ τῆς γῆς. καὶ ἔδραμεν Ἰσαὰκ, καὶ προσεκύνησεν αὐτὸν καὶ προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου· καὶ ὁ ἀσώματος ηὐλόγησεν αὐτὸν
15καὶ εἶπεν· Χαρίσεταί σοι κύριος ὁ θεὸς τὴν ἐπαγγελίαν αὐτοῦ ἣν ἐπηγγείλατο τῷ πατρί σου Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, καὶ χαρίσεταί σοι καὶ τὴν τιμίαν εὐχὴν τοῦ πατρός σου καὶ τῆς μητρός σου. εἶπεν δὲ Ἁβραὰμ
πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Τέκνον Ἰσαὰκ, ἄντλησον ὕδωρ79
20ἀπὸ τοῦ φρέατος καὶ ἔνεγκέ μοι ἐπὶ τῆς λεκάνης ἵνα νίψωμεν τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξένου τοὺς πόδας, ὅτι ἀπὸ μακρᾶς ὁδοῦ πρὸς ἡμᾶς ἐλθὼν ἐκοπίασεν. δραμὼν δὲ Ἰσαὰκ εἰς τὸ φρέαρ ἤντλησεν ὕδωρ ἐπὶ τῆς λεκάνης καὶ ἤνεγκεν πρὸς αὐτούς· προσελθὼν δὲ Ἁβραὰμ ἔνιψεν τοὺς
25πόδας τοῦ ἀρχιστρατήγου Μιχαήλ· ἐκινήθησαν δὲ τὰ σπλάγχνα τοῦ Ἁβραὰμ καὶ ἐδάκρυσεν ἐπὶ τὸν ξένον. ἰδὼν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτός· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας συνε‐ δάκρυσεν καὶ αὐτὸς μετ’ αὐτῶν, καὶ ἔπιπτον τὰ δάκρυα τοῦ
30ἀρχιστρατήγου ἐπὶ τῆς λεκάνης εἰς τὸ ὕδωρ τοῦ νιπτῆρος, καὶ ἐγένοντο λίθοι πολύτιμοι· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸ θαῦμα καὶ ἐκπλαγεὶς ἔλαβεν τοὺς λίθους κρυφαίως καὶ ἔκρυψεν τὸ μυστήριον, μόνος ἔχων ἐν τῇ καρδίᾳ αὐτοῦ.

4

εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Ἄπελθε, υἱέ μου ἀγαπητὲ, εἰς τὸ ταμεῖον τοῦ τρικλίνου καὶ καλλώπισον αὐτό· στρῶσον δὲ ἡμῖν ἐκεῖ δύο κλινάρια, ἕνα ἐμὸν καὶ ἕνα τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξενισθέντος
5ἡμῖν σήμερον· ἑτοίμασον δὲ ἡμῖν ἐκεῖ δίφρον καὶ λυχνίαν καὶ τράπεζαν ἐν ἀφθονίᾳ παντὸς ἀγαθοῦ· καλλώπισον τὸ οἴκημα, τέκνον, καὶ ὑφάπλωσον σινδόνας καὶ πορφύραν καὶ βύσσον· θυμίασον πᾶν τίμιον καὶ ἔνδοξον θυμίαμα, καὶ βοτάνας εὐόσμους ἐκ τοῦ παραδείσου ἐνέγκας πλή‐
10ρωσον τὸν οἶκον ἡμῶν· ἄναψον λύχνους ἑπτὰ διελαίους ὅπως εὐφρανθῶμεν, ὅτι ὁ ἀνὴρ οὗτος ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον ἐνδοξότερος ὑπάρχει βασιλέων καὶ ἀρχόντων, ὅτι καὶ ἡ ὅρασις αὐτοῦ ὑπερφέρει πάντας τοὺς υἱοὺς τῶν ἀν‐ θρώπων. ὁ δὲ Ἰσαὰκ ἡτοίμασεν πάντα καλῶς· παραλαβὼν
15δὲ Ἁβραὰμ τὸν ἀρχάγγελον Μιχαὴλ, ἀνῆλθεν ἐν τῷ οἰκή‐ ματι τοῦ τρικλίνου, καὶ ἐκαθέσθησαν ἀμφότεροι ἐπὶ τὰ κλινάρια, μέσον δὲ αὐτῶν προῆγε τράπεζαν ἐν ἀφθονίᾳ παντὸς ἀγαθοῦ. ἐγερθεὶς οὖν ὁ ἀρχιστράτηγος ἐξῆλθεν ἔξω, ὡς δῆθεν γαστρὸς χρείᾳ ὕδατος χύσιν ποιῆσαι, καὶ
20ἀνῆλθεν εἰς τὸν οὐρανὸν ἐν ῥιπῇ ὀφθαλμοῦ καὶ ἔστη ἐνώ‐
πιον τοῦ θεοῦ, καὶ εἶπεν πρὸς αὐτόν· Δέσποτα κύριε, ἵνα γινώσκῃ τὸ σὸν κράτος ὅτι ἐγὼ τὴν μνήμην τοῦ θανάτου πρὸς τὸν δίκαιον ἄνδρα ἐκεῖνον ἀναγγεῖλαι οὐ δύναμαι, ὅτι οὐκ εἶδον ἐπὶ τῆς γῆς ἄνθρωπον ὅμοιον αὐτοῦ, ἐλεήμονα,80
25φιλόξενον, δίκαιον, ἀληθινὸν, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ νῦν γίνωσκε, κύριε, ὅτι ἐγὼ τὴν μνείαν τοῦ θανάτου ἀναγγεῖλαι οὐ δύναμαι. ὁ δὲ κύριος εἶπεν· Κάτελθε, Μιχαὴλ ἀρχιστράτηγε, πρὸς τὸν φίλον μου Ἁβραὰμ, καὶ ὅτι ἐὰν λέγῃ σοι, τοῦτο καὶ ποίει.
30καὶ ὅτι ἐὰν ἐσθίῃ, ἔσθιε καὶ σὺ μετ’ αὐτοῦ· ἐγὼ δὲ ἐπι‐ βαλῶ τὸ πνεῦμά μου τὸ ἅγιον ἐπὶ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ, καὶ ῥίψω τὴν μνήμην τοῦ θανάτου αὐτοῦ εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ, ἵνα καὶ αὐτὸς ἐν ὀνείρῳ θεάσηται τὸν θάνατον τοῦ πατρὸς αὐτοῦ, καὶ Ἰσαὰκ δὲ ἀναγγελεῖ τὸ ὅραμα, σὺ
35δὲ διακρινεῖς· καὶ αὐτὸς γνώσεται τὸ τέλος αὐτοῦ. καὶ ὁ ἀρχιστράτηγος εἶπεν· Κύριε, πάντα τὰ ἐπουράνια πνεύ‐ ματα ὑπάρχουσιν ἀσώματα, καὶ οὔτε ἐσθίουσιν οὔτε πί‐ νουσιν· καὶ οὗτος δὲ ἐμοὶ τράπεζαν παρέθετο ἐν ἀφθονίᾳ πάντων ἀγαθῶν τῶν ἐπιγείων καὶ φθαρτῶν· καὶ νῦν, κύριε,
40τί ποιήσω; πῶς διαλάθωμαι τοῦτον, καθήμενος ἐν μιᾷ τραπέζῃ μετ’ αὐτοῦ; ὁ δὲ κύριος εἶπεν· Κάτελθε πρὸς αὐτὸν, καὶ περὶ τούτου μή σοι μελείτω· καθεζομένου γὰρ σοῦ μετ’ αὐτοῦ ἐγὼ ἀποστελῶ ἐπί σε πνεῦμα παμφάγον, καὶ ἀναλίσκει ἐκ τῶν χειρῶν σου καὶ διὰ τοῦ στόματός
45σου πάντα τὰ ἐπὶ τῆς τραπέζης· καὶ συνευφράνθητι μετ’ αὐτοῦ ἐν πᾶσιν· μόνον τὰ τοῦ ὁράματος διακρινεῖς καλῶς ὅπως ἂν γνώσεται Ἁβραὰμ τὴν τοῦ Θανάτου δρεπάνην, καὶ τὸ τοῦ βίου ἄδηλον πέρας, καὶ ἵνα ποιήσῃ διάταξιν περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῦ, ὅτι ηὐλόγησα αὐτὸν

4

(50)

ὑπὲρ ἄμμον θαλάσσης, καὶ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ.

5

τότε ὁ ἀρχιστράτηγος κατῆλθεν εἰς τὸν οἶκον τοῦ Ἁβραὰμ καὶ ἐκαθέσθη μετ’ αὐτοῦ ἐν τῇ τραπέζῃ, Ἰσαὰκ δὲ ὑπηρέτει αὐτοῖς· τελεσθέντος δὲ τοῦ δείπνου ἐποίησεν Ἁβραὰμ τὴν κατὰ ἔθος εὐχὴν, καὶ ὁ ἀρχάγγελος ηὔχετο
5μετ’ αὐτοῦ, καὶ ἀνεπαύσαντο ἕκαστος εἰς τὴν κλίνην αὐτοῦ. εἶπεν δὲ Ἰσαὰκ πρὸς τὸν πατέρα αὐτοῦ· Πάτερ, ἤθελα κἀγὼ ἀναπαῆναι μεθ’ ὑμῶν ἐν τῷ τρικλίνῳ τούτῳ, ἵνα ἀκούσω κἀγὼ τὰ διαλεγόμενα ὑμῶν· ἀγαπῶ γὰρ ἀκούειν τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ παναρέτου ἀνδρὸς81
10τούτου. εἶπεν δὲ Ἁβραάμ· Οὐχὶ, τέκνον, ἀλλὰ ἔπελθε ἐν τῷ σῷ τρικλίνῳ καὶ ἀναπαῦσαι ἐν τῇ κλίνῃ σου, ἵνα μὴ γινώμεθα ἐπιβαρεῖς τῷ ἀνθρώπῳ τούτῳ. τότε Ἰσαὰκ λαβὼν τὴν εὐχὴν παρ’ αὐτῶν, καὶ εὐλογήσας, ἀπῆλθεν ἐν τῷ ἰδίῳ τρικλίνῳ καὶ ἀνέπεσεν ἐπὶ τὴν κλίνην αὐτοῦ· ἔρ‐
15ριψεν δὲ ὁ θεὸς τὴν μνήμην τοῦ θανάτου εἰς τὴν καρδίαν τοῦ Ἰσαὰκ ὡς ἐν ὀνείροις· καὶ περὶ ὥραν τρίτην τῆς νυκτὸς διυπνισθεὶς Ἰσαὰκ ἀνέστη ἀπὸ τῆς κλίνης αὐτοῦ καὶ ἦλθεν δρομαίως ἕως τοῦ τρικλίνου ἔνθα ὁ πατὴρ αὐτοῦ ἦν κοιμώμενος μετὰ τοῦ ἀρχαγγέλου. φθάσας οὖν Ἰσαὰκ
20πρὸς τὴν θύραν ἔκραζεν λέγων· Πάτερ Ἁβραὰμ, ἀναστὰς ἄνοιξόν μοι ταχέως, ὅπως εἰσέλθω καὶ κρεμασθῶ ἐν τῷ τραχήλῳ σου καὶ ἀσπάσωμαί σε πρὶν ἤ σε ἀροῦσιν ἀπ’ ἐμοῦ. ἀναστὰς οὖν ὁ Ἁβραὰμ ἤνοιξεν αὐτῷ· εἰσελθὼν δὲ Ἰσαὰκ ἐκρεμάσθη ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἤρξατο
25κλαίειν φωνῇ μεγάλῃ. συγκινηθεὶς οὖν τὰ σπλάγχνα ὁ Ἁβραὰμ ἔκλαυσεν καὶ αὐτὸς μετ’ αὐτοῦ φωνῇ μεγάλῃ· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας, ἔκλαυσεν καὶ αὐτός· Σάρρα δὲ ὑπάρχουσα ἐν τῇ σκηνῇ αὐτῆς ἤκουσεν τοῦ κλαυθμοῦ αὐτῶν καὶ ἦλθεν δρομαία ἐπ’ αὐτοὺς, καὶ
30εὗρεν αὐτοὺς περιπλακομένους καὶ κλαίοντας· καὶ εἶπεν Σάρρα μετὰ κλαυθμοῦ· Κύριέ μου Ἁβραὰμ, τί ἐστιν τοῦτο ὅτι κλαίετε; ἀνάγγειλόν μοι, κύριέ μου, μὴ οὗτος ὁ ἀδελφὸς ὁ ἐπιξενισθεὶς ἡμῖν σήμερον φάσιν ἤνεγκέν σοι περὶ τοῦ ἀδελφιδοῦ σου Λὼτ, ὅτι ἀπέθανεν, καὶ διὰ τοῦτο
35πενθεῖτε οὕτως; ὑπολαβὼν δὲ ὁ ἀρχιστράτηγος εἶπεν πρὸς αὐτήν· Οὐχὶ, ἀδελφὴν Σάρρα, οὐκ ἔστιν οὕτως ὡς σὺ λέγεις·
ἀλλὰ ὁ υἱός σου Ἰσαὰκ, ὡς ἐμοὶ δοκεῖ, ὄνειρον ἐθεάσατο, καὶ ἦλθεν πρὸς ἡμᾶς κλαίων, καὶ ἡμεῖς τοῦτον ἰδόντες τὰ σπλάγχνα συνεκινήθημεν, καὶ ἐκλαύσαμεν.82

6

ἀκούσασα δὲ Σάρρα τὴν διαφορὰν τῆς ὁμιλίας τοῦ ἀρχιστρατήγου, εὐθὺς ἐγνώρισεν ὅτι ἄγγελος κυρίου ἐστὶν ὁ λαλῶν· συννεύει οὖν ἡ Σάρρα τὸν Ἁβραὰμ τὰ πρὸς τὴν θύραν ἔξω ἐλθεῖν, καὶ λέγει αὐτῷ· Κύριέ μου
5Ἁβραὰμ, σὺ γινώσκεις τίς ἐστιν οὗτος ὁ ἀνήρ; εἶπεν δὲ Ἁβραάμ· Οὐ γινώσκω. εἶπεν δὲ Σάρρα· Ἐπίστασαι, κύριέ μου, τοὺς τρεῖς ἄνδρας τοὺς ἐπουρανίους τοὺς ἐπι‐ ξενισθέντας ἐν τῇ σκηνῇ ἡμῶν παρὰ τὴν δρῦν τὴν Μαμβρῆ ὅτε ἔσφαξας τὸν μόσχον τὸν ἄμωμον καὶ παρέθηκας αὐ‐
10τοῖς τράπεζαν· δαπανηθέντων δὲ τῶν κρεάτων, ἠγέρθη πάλιν ὁ μόσχος καὶ ἐθήλαζεν τὴν μητέρα αὐτοῦ ἐν ἀγαλ‐ λιάσει· οὐκ οἶδας, κύριέ μου Ἁβραὰμ, ὅτι καὶ καρπὸν κοι‐ λίας ἐξ ἐπαγγελίας ἡμῖν ἐδωρήσαντο τὸν Ἰσαάκ; ἐκ γὰρ τῶν τριῶν ἁγίων ἀνδρῶν ἐκείνων οὗτος ἐστὶν ὁ εἷς ἐξ
15αὐτῶν. εἶπεν δὲ Ἁβραάμ· Ὦ Σάρρα, τοῦτο ἀληθὲς εἴρη‐ κας· δόξα καὶ εὐλογία παρὰ θεοῦ καὶ πατρός· καὶ γὰρ ἐγὼ τῇ ὀψὲ βραδείᾳ, ὅτε ἔνιπτον τοὺς πόδας αὐτοῦ ἐν τῇ λεκάνῃ τοῦ νιπτῆρος εἶπον ἐν τῇ καρδίᾳ μου· Οὗτοι οἱ πόδες ἐκ τῶν τριῶν ἀνδρῶν εἰσὶν οὓς ἔνιψα τότε. καὶ
20τὰ δάκρυα αὐτοῦ ὀψὲ ἐν τῷ νιπτῆρι πίπτοντα ἐγένοντο λίθοι τίμιοι. καὶ ἐκβαλὼν ἐκ τοῦ κόλπου αὐτοῦ δέδωκεν αὐτὰ τῇ Σάρρᾳ, λέγων· Εἰ ἀπιστεῖς μοι, νῦν θέασαι ταῦτα. λαβοῦσα δὲ αὐτὰ ἡ Σάρρα προσεκύνησεν καὶ ἠσπάσατο καὶ εἶπεν· Δόξα τῷ θεῷ τῷ δεικνύοντι ἡμῖν θαυμάσια·
25καὶ νῦν γίνωσκε, κύριέ μου Ἁβραὰμ, ὅτι ἀποκάλυψίς τινος ἔργου ἐστὶν ἐν ἡμῖν, κἄν τε πονηρὸν κἄν τε ἀγαθόν.

7

καταλιπὼν δὲ Ἁβραὰμ τὴν Σάρραν εἰσῆλθεν ἐν τῷ τρικλίνῳ καὶ εἶπεν πρὸς Ἰσαάκ· Δεῦρο υἱέ μου ἀγα‐ πητέ, ἀνάγγειλόν μοι τὴν ἀλήθειαν, τί τὰ ὁραθέντα καὶ τί πέπονθας ὅτι οὕτω δρομαίως εἰσῆλθες πρὸς ἡμᾶς; ὑπο‐
5λαβὼν δὲ Ἰσαὰκ ἤρξατο λέγειν· Εἶδον ἐγὼ, κύριέ μου,
τῇ νυκτὶ ταύτῃ τὸν ἥλιον καὶ τὴν σελήνην ὑπεράνω τῆς κεφαλῆς μου, καὶ τὰς ἀκτῖνας αὐτοῦ κυκλοῦντα καὶ φωτα‐ γωγοῦντά με· καὶ ταῦτα οὕτως ἐμοῦ θεωροῦντος καὶ ἀγαλ‐ λιωμένου, εἶδον τὸν οὐρανὸν ἀνεῳγότα, καὶ εἶδον ἄνδρα83
10φωτοφόρον ἐκ τοῦ οὐρανοῦ κατελθόντα ὑπὲρ ἑπτὰ ἡλίους ἀστράπτοντα· καὶ ἐλθὼν ὁ ἀνὴρ ὁ ἡλιόμορφος ἐκεῖνος ἔλα‐ βεν τὸν ἥλιον ἀπὸ τῆς κεφαλῆς μου, καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς ὅθεν καὶ ἐξῆλθεν· ἐγὼ δὲ ἐλυπήθην μεγάλως ὅτι ἔλαβεν τὸν ἥλιον ἀπ’ ἐμοῦ· καὶ μετ’ ὀλίγον ὡς ἔτι ἐμοῦ
15λυπουμένου καὶ ἀδημονοῦντος, εἶδον τὸν ἄνδρα ἐκεῖνον ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ ἐξελθόντα· καὶ ἔλαβεν ἀπ’ ἐμοῦ καὶ τὴν σελήνην ἐκ τῆς κεφαλῆς μου· ἔκλαυσα δὲ μεγάλως καὶ παρεκάλεσα τὸν ἄνδρα ἐκεῖνον τὸν φωτοφόρον καὶ εἶπον· Μὴ, κύριέ μου, μὴ ἄρῃς τὴν δόξαν μου ἀπ’ ἐμοῦ,
20ἐλέησόν με καὶ εἰσάκουσόν μου· καὶ κἂν τὸν ἥλιον ἄρας ἀπ’ ἐμοῦ, κἂν τὴν σελήνην ἔασον ἐπ’ ἐμέ. αὐτὸς δὲ εἶπεν· Ἄφες ἀναληφθῆναι αὐτοὺς πρὸς τὸν ἄνω βασιλέα, ὅτι θέλει αὐτοὺς ἐκεῖ. καὶ ἦρεν αὐτοὺς ἀπ’ ἐμοῦ, τὰς δὲ ἀκτῖ‐ νας ἔασεν ἐπ’ ἐμέ. εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον,
25δίκαιε Ἁβραάμ· ὁ ἥλιος ὃν ἑώρακεν ὁ παῖς σου, σὺ εἶ, ὁ πατὴρ αὐτοῦ· καὶ ἡ σελήνη ὁμοίως ἡ μήτηρ αὐτοῦ Σάρρα ὑπάρχουσα· ὁ δὲ ἀνὴρ ὁ φωτοφόρος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὗτός ἐστιν ὁ ἐκ τοῦ θεοῦ ἀποσταλεὶς, ὁ μέλλων λαβεῖν τὴν δικαίαν σου ψυχὴν ἀπό σου. καὶ νῦν γίνω‐
30σκε, τιμιώτατε Ἁβραὰμ, ὅτι μέλλεις ἐν τῷ καιρῷ τούτῳ καταλιπεῖν τὸν κοσμικὸν βίον καὶ πρὸς τὸν θεὸν ἐκδημεῖν. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Ὦ θαῦμα θαυμάτων καινότερον! καὶ λοιπὸν σὺ εἶ ὁ μέλλων λαβεῖν τὴν ψυχήν μου ἀπ’ ἐμοῦ; λέγει αὐτῷ ὁ ἀρχιστράτηγος·
35Ἐγώ εἰμι Μιχαὴλ ὁ ἀρχιστράτηγος ὁ παρεστηκὼς ἐνώ‐
πιον τοῦ θεοῦ, καὶ ἀπεστάλην πρός σε ὅπως ἀναγγείλω σοι τὴν τοῦ θανάτου μνήμην· καὶ εἴθ’ οὕτως ἀπελεύσομαι πρὸς αὐτὸν καθὼς ἐκελεύσθημεν. καὶ εἶπεν Ἁβραάμ· Νῦν ἔγνωκα ἐγὼ ὅτι ἄγγελος κυρίου εἶ σὺ, καὶ ἀπεστάλης84
40λαβεῖν τὴν ψυχήν μου· ἀλλ’ οὐ μή σοι ἀκολουθήσω· ἀλλ’ ὅπερ κελεύει[ς] ποίησον.

8

ὁ δὲ ἀρχιστράτηγος ἀκούσας τὸ ῥῆμα τοῦτο, εὐθέως ἀφανὴς ἐγένετο· καὶ ἀνελθὼν εἰς τὸν οὐρανὸν ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν πάντα ὅσα εἶδεν εἰς τὸν οἶκον Ἁβραάμ· εἶπεν δὲ καὶ τοῦτο ὁ ἀρχιστράτηγος πρὸς
5τὸν δεσπότην ὅτι Καὶ τοῦτο λέγει ὁ φίλος σου Ἁβραὰμ ὅτι Οὐ μή σοι ἀκολουθήσω, ἀλλ’ ὅπερ κελεύει[ς] ποίησον· ἀρτίως δέσποτα παντοκράτωρ, εἴ τι κελεύει ἡ σὴ δόξα καὶ ἡ βασιλεία ἡ ἀθάνατος; εἶπεν δὲ ὁ θεὸς πρὸς τὸν ἀρχιστρά‐ τηγον Μιχαήλ· Ἄπελθε πρὸς τὸν φίλον μου Ἁβραὰμ ἔτι
10ἅπαξ καὶ εἶπε αὐτῷ οὕτως· ὅτι Τάδε λέγει κύριος ὁ θεός σου, ὁ εἰσαγαγών σε ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ὁ εὐλογήσας σε ὑπὲρ τὴν ἄμμον τῆς θαλάσσης καὶ ὑπὲρ τοὺς ἀστέρας τοῦ οὐρανοῦ, ὁ διανοίξας μήτραν Σάρρας τῆς στειρώσης καὶ χαρισάμενός σοι καρπὸν κοιλίας ἐν γήρει τὸν Ἰσαάκ· Ἀμὴν
15λέγω σοι ὅτι εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πλη‐ θυνῶ τὸ σπέρμα σου, καὶ δώσω σοι πάντα ὅσα ἂν αἰτήσῃς παρ’ ἐμοῦ, ὅτι ἐγώ εἰμι κύριος ὁ θεός σου, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἄλλος· σὺ δὲ τί ἀνθέστηκας ἀπ’ ἐμοῦ καὶ τί ἐν σοὶ λύπη, ἀνάγγειλον· καὶ ἵνα τί ἀνθέστηκας ἀπὸ τὸν
20ἀρχάγγελόν μου Μιχαήλ; ἢ οὐκ οἶδας ὅτι οἱ ἀπὸ Ἀδὰμ καὶ Εὔας πάντες ἀπέθανον; καὶ οὐδεὶς ἐκ τῶν προφητῶν τὸν θάνατον ἐξέφυγεν· καὶ οὐδεὶς ἐκ τῶν βασιλευόντων ὑπάρχει ἀθάνατος· οὐδεὶς ἐκ τῶν προπατόρων ἐξέφυγεν τὸ τοῦ θανάτου μυστήριον· πάντες ἀπέθανον, πάντες ἐν τῷ
25ᾅδῃ κατηλλάξαντο, πάντες τῇ τοῦ θανάτου δρεπάνῃ συλ‐
λέγονται· ἐπὶ δέ σε οὐκ ἀπέστειλα θάνατον, οὐκ εἴασα νόσον θανατηφόρον ἐπελθεῖν σοι· οὐ συνεχώρησα τῇ τοῦ θανάτου δρεπάνῃ συναντῆσαί σοι, οὐ παρεχώρησα τὰ τοῦ ᾅδου δίκτυα συμπλέξαι σε, οὐκ ἠθέλησά ποτέ τινι κακῷ85
30συναντῆσαί σε· ἀλλὰ πρὸς παράκλησιν ἀγαθὴν τὸν ἐμὸν ἀρχιστράτηγον Μιχαὴλ ἐξαπέστειλα πρός σε, ἵνα γνώσῃς τὴν ἐκ τοῦ κόσμου μετάστασιν, καὶ ποιήσῃς διάταξιν περὶ τοῦ οἴκου σου, καὶ περὶ πάντων τῶν ὑπαρχόντων σοι, καὶ ὅπως εὐλογήσῃς τὸν Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητόν.
35καὶ νῦν γνώρισον ὅτι μὴ θέλων λυπῆσαί σε ταῦτα πε‐ ποίηκα. καὶ ἵνα τί εἶπας πρὸς τὸν ἀρχιστράτηγόν μου ὅτι Οὐ μή σοι ἀκολουθήσω; ἵνα τί ταῦτα εἴρηκας; καὶ οὐκ οἶδας ὅτι ἐὰν ἐάσω τὸν θάνατον καὶ ἐπέλθῃ σοι, τότε ἂν εἶχον ἰδεῖν κἂν ἔρχῃ κἂν οὐκ ἔρχῃ;

9

λαβὼν δὲ ὁ ἀρχιστράτηγος τὰς παραινέσεις τοῦ κυρίου κατῆλθεν πρὸς τὸν Ἁβραάμ· καὶ ἰδὼν αὐτὸν ὁ δίκαιος ἔπεσεν ἐπὶ πρόσωπον εἰς τὸ ἔδαφος τῆς γῆς ὡς νεκρὸς, ὁ δὲ ἀρχιστράτηγος εἶπεν αὐτῷ πάντα ὅσα ἤκουσεν
5παρὰ τοῦ ὑψίστου· τότε οὖν ὁ ὅσιος καὶ δίκαιος Ἁβραὰμ ἀναστὰς μετὰ πολλῶν δακρύων προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκέτευεν λέγων· Δέομαί σου, ἀρχιστρά‐ τηγε τῶν ἄνω δυνάμεων, ἐπειδὴ κατηξίωσας ὅλως αὐτὸς πρὸς ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλόν σου καθε‐
10κάστην ἔρχεσθαι, παρακαλῶ σε καὶ νῦν, ἀρχιστράτηγε, τοῦ διακονῆσαί μοι λόγον ἔτι ἅπαξ πρὸς τὸν ὕψιστον, καὶ ἐρεῖς αὐτῷ ὅτι Τάδε λέγει Ἁβραὰμ ὁ οἰκέτης σου ὅτι Κύριε, κύριε, ἐν παντὶ ἔργῳ καὶ λόγῳ ὃ ᾐτησάμην σε εἰσή‐ κουσάς μου, καὶ πᾶσαν τὴν βουλήν μου ἐπλήρωσας· καὶ
15νῦν, κύριε, οὐκ ἀνθίσταμαι τὸ σὸν κράτος, ὅτι κἀγὼ γινώ‐ σκω ὅτι οὐκ εἰμὶ ἀθάνατος ἀλλὰ θνητός· ἐπειδὴ οὖν τῇ σῇ
προστάξει πάντα ὑπείκει καὶ φρίττει καὶ τρέμει ἀπὸ προσ‐ ώπου δυνάμεώς σου, κἀγὼ δέδοικα, ἀλλὰ μίαν αἴτησιν αἰ‐ τοῦμαι παρά σου· καὶ νῦν, δέσποτα κύριε, εἰσάκουσόν μου86
20τῆς δεήσεως, ὅτι ἔτι ἐν τούτῳ τῷ σώματι ὢν θέλω ἰδεῖν πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ποιήματα πάντα ἃ διὰ λόγου ἑνὸς συνέστησας, δέσποτα, καὶ ὅτε ἴδω ταῦτα, τότε ἐὰν μεταβῶ τοῦ βίου ἄλυπος ἔσομαι. ἀπῆλθεν οὖν πάλιν ὁ ἀρχιστράτηγος καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ καὶ ἀνήγγειλεν
25αὐτῷ πάντα, λέγων· Τάδε λέγει ὁ φίλος σου Ἁβραὰμ, ὅτι Ἤθελον θεάσασθαι πᾶσαν τὴν οἰκουμένην ἐν τῇ ζωῇ μου, πρὸ τοῦ ἀποθανεῖν με. ἀκούσας δὲ ταῦτα ὁ ὕψιστος, πάλιν κελεύει τὸν ἀρχιστράτηγον Μιχαὴλ καὶ λέγει αὐτῷ· Λάβε νεφέλην φωτὸς, καὶ ἀγγέλους τοὺς ἐπὶ τῶν ἁρμάτων
30τὴν ἐξουσίαν ἔχοντας, καὶ κατελθὼν λάβε τὸν δίκαιον Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσον αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ ὅπως ἴδῃ πᾶσαν τὴν οἰκουμένην.

10

καὶ κατελθὼν ὁ ἀρχάγγελος Μιχαὴλ ἔλαβεν τὸν Ἁβραὰμ ἐπὶ ἅρματος χερουβικοῦ καὶ ὕψωσεν αὐτὸν εἰς τὸν αἰθέρα τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὸν ἐπὶ τῆς νεφέλης καὶ ἑξήκοντα ἀγγέλους καὶ ἀνήρχετο ὁ Ἁβραὰμ ἐπὶ ὀχή‐
5ματος ἐφ’ ὅλην τὴν οἰκουμένην· καὶ θεωρεῖ Ἁβραὰμ τὸν κόσμον καθὼς εἶχεν ἡ ἡμέρα ἐκείνη, ἄλλους μὲν ἀροτριῶν‐ τας, ἑτέρους ἁμαξηγοῦντας, ἐν ἄλλῳ δὲ τόπῳ ποιμαινεύ‐ οντας, ἀλλαχοῦ ἀγραυλοῦντας, καὶ ὀρχουμένους καὶ παί‐ ζοντας καὶ κιθαρίζοντας, ἐν ἄλλῳ δὲ τόπῳ παλαίοντας καὶ
10δικαζομένους, ἀλλαχοῦ κλαίοντας, ἔπειτα καὶ τεθνεῶτας ἐν μνήματι ἀγομένους· εἶδεν δὲ καὶ νεονύμφους ὀψικευομέ‐ νους· καὶ ἁπλῶς εἰπεῖν, εἶδεν πάντα τὰ ἐν κόσμῳ γινόμενα, ἀγαθά τε καὶ πονηρά. διερχόμενος οὖν ὁ Ἁβραὰμ εἶδεν ἄνδρας ξιφηφόρους, ἐν ταῖς χερσὶν αὐτῶν κρατοῦντας ξίφη
15ἠκονημένα, καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον· Τίνες εἰσιν οὗτοι; καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Οὗτοί εἰσιν κλέπται, οἱ βουλόμενοι φόνον ἐργάζεσθαι καὶ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι. εἶπεν δὲ Ἁβραάμ· Κύριε, κύριε, εἰσάκουσον τῆς φωνῆς μου καὶ κέλευσον ἵνα ἐξέλθωσιν87
20θηρία ἐκ τοῦ δρυμοῦ καὶ καταφάγωσιν αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ ἐξῆλθον θηρία ἐκ τοῦ δρυμοῦ καὶ κατέφα‐ γον αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἄνδρα μετὰ γυναικὸς εἰς ἀλλήλους πορνεύοντας, καὶ εἶπεν· Κύριε, κύριε, κέλευ‐ σον ὅπως χάνῃ ἡ γῆ καὶ καταπίῃ αὐτούς. καὶ εὐθὺς ἐδι‐
25χάσθη ἡ γῆ καὶ κατέπιεν αὐτούς· καὶ εἶδεν εἰς ἕτερον τόπον ἀνθρώπους διορύσσοντας οἶκον καὶ ἁρπάζοντας ἀλ‐ λότρια πράγματα, καὶ εἶπεν· Κύριε, κύριε, κέλευσον ἵνα κατέλθῃ πῦρ ἐξ οὐρανοῦ καὶ καταφάγῃ αὐτούς. καὶ ἅμα τῷ λόγῳ αὐτοῦ κατῆλθεν πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέ‐
30φαγεν αὐτούς. καὶ εὐθέως ἦλθεν φωνὴ ἐκ τοῦ οὐρανοῦ πρὸς τὸν ἀρχιστράτηγον, λέγων οὕτως· Κέλευσον, ὦ Μι‐ χαὴλ ἀρχιστράτηγε, στῆναι τὸ ἅρμα, καὶ ἀπόστρεψον τὸν Ἁβραὰμ, ἵνα μὴ ἴδῃ πᾶσαν τὴν οἰκουμένην· ἢν γὰρ ἴδῃ πάντας τοὺς ἐν ἁμαρτίᾳ διάγοντας, ἀπολέσει πᾶν τὸ ἀνά‐
35στημα· ἰδοὺ γὰρ ὁ Ἁβραὰμ οὐχ ἥμαρτεν, καὶ τοὺς ἁμαρ‐ τωλοὺς οὐκ ἐλεᾷ· ἐγὼ δὲ ἐποίησα τὸν κόσμον, καὶ οὐ θέλω ἀπολέσαι ἐξ αὐτῶν οὐδένα, ἀναμένω δὲ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἕως τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν· ἀνάγαγε δὲ τὸν Ἁβραὰμ ἐν τῇ πρώτῃ πύλῃ τοῦ οὐρανοῦ, ὅπως θεά‐
40σηται ἐκεῖ τὰς κρίσεις καὶ ἀνταποδόσεις, καὶ μετανοήσῃ ἐπὶ τὰς ψυχὰς τῶν ἁμαρτωλῶν ἃς ἀπώλεσεν.

11

ἔστρεψεν δὲ ὁ Μιχαὴλ τὸ ἅρμα καὶ ἤνεγκε τὸν Ἁβραὰμ ἐπὶ τὴν ἀνατολὴν ἐν τῇ πύλῃ τῇ πρώτῃ τοῦ οὐρανοῦ. καὶ εἶδεν Ἁβραὰμ δύο ὁδούς· ἡ μία ὁδὸς στενὴ
καὶ τεθλιμμένη καὶ ἡ ἑτέρα πλατεῖα καὶ εὐρύχωρος 〈καὶ88
5εἶδεν ἐκεῖ δύο πύλας· μία πύλη πλατεῖα〉, κατὰ τῆς πλα‐ τείας ὁδοῦ, καὶ μία πύλη στενὴ κατὰ τῆς στενῆς ὁδοῦ· ἔξωθεν δὲ τῶν πυλῶν τῶν ἐκεῖσε τῶν δύο, ἴδον ἄνδρα καθήμενον ἐπὶ θρόνου κεχρυσωμένου· καὶ ἦν ἡ ἰδέα τοῦ ἀνθρώπου ἐκείνου φοβερὰ, ὁμοία τοῦ δεσπότου· καὶ ἴδον
10ψυχὰς πολλὰς ἐλαυνομένας ὑπὸ ἀγγέλων καὶ διὰ τῆς πλατείας πύλης εἰσαγομένας, καὶ ἴδον ἄλλας ψυχὰς ὀλίγας καὶ ἐφέροντο ὑπὸ ἀγγέλων διὰ τῆς στενῆς πύλης. καὶ ὅτε ἐθεώρει ὁ θαυμάσιος ὁ ἐπὶ τοῦ χρυσοῦ θρόνου καθήμενος διὰ τῆς στενῆς πύλης ὀλίγας εἰσερχομένας, διὰ δὲ τῆς
15πλατείας πολλὰς εἰσερχομένας, εὐθὺς ὁ ἀνὴρ ἐκεῖνος ὁ θαυμάσιος ἥρπαξεν τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ καὶ τὰς παρειὰς τοῦ πώγωνος αὐτοῦ καὶ ἔρριψεν ἑαυτὸν χαμαὶ ἀπὸ τοῦ θρόνου κλαίων καὶ ὀδυρόμενος· καὶ ὅτε ἐθεώρει πολλὰς ψυχὰς εἰσερχομένας διὰ τῆς στενῆς πύλης, τότε
20ἀνίστατο ἀπὸ τῆς γῆς καὶ ἐκαθέζετο ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν εὐφροσύνῃ πολλῇ χαίρων καὶ ἀγαλλόμενος. ἠρώτησεν δὲ ὁ Ἁβραὰμ τὸν ἀρχιστράτηγον· Κύριέ μου ἀρχιστράτηγε, τίς ἐστιν οὗτος ὁ ἀνὴρ ὁ πανθαύμαστος, ὁ ἐν τοιαύτῃ δόξῃ κοσμούμενος, καὶ ποτὲ μὲν κλαίει καὶ ὀδύρεται, ποτὲ δὲ
25χαίρεται καὶ ἀγάλλεται; εἶπεν δὲ ὁ ἀσώματος· Οὗτος ἐστιν ὁ πρωτόπλαστος Ἀδὰμ, ὁ ἐν τοιαύτῃ δόξῃ, καὶ βλέπει τὸν κόσμον, καθότι πάντες ἐξ αὐτοῦ ἐγένοντο· καὶ ὅτε ἴδῃ ψυχὰς πολλὰς εἰσερχομένας διὰ τῆς στενῆς πύλης, τότε ἀνίσταται καὶ κάθηται ἐπὶ τοῦ θρόνου αὐτοῦ χαίρων
30καὶ ἀγαλλόμενος ἐν εὐφροσύνῃ, ὅτι αὕτη ἡ πύλη ἡ στενὴ
τῶν δικαίων ἐστὶ〈ν〉, ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ οἱ εἰσερχόμενοι δι’ αὐτῆς εἰς τὸν παράδεισον ἔρχονται· καὶ διὰ τοῦτο χαίρει ὁ πρωτόπλαστος Ἀδὰμ, διότι θεωρεῖ τὰς ψυχὰς σωζομένας· καὶ ὅταν ἴδῃ ψυχὰς πολλὰς εἰσερχο‐89
35μένας διὰ τῆς πλατείας πύλης, τότε ἀνασπᾷ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ καὶ ῥίπτει ἑαυτὸν χαμαὶ κλαίων καὶ ὀδυρόμενος πικρῶς· διότι ἡ πύλη ἡ πλατεῖα τῶν ἁμαρτω‐ λῶν ἐστὶν, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ εἰς τὴν κόλα‐ σιν τὴν αἰώνιον· καὶ διὰ τοῦτο ὁ πρωτόπλαστος Ἀδὰμ ἀπὸ
40τοῦ θρόνου αὐτοῦ πίπτει κλαίων καὶ ὀδυρόμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἁμαρτωλῶν, διότι πολλοί εἰσιν οἱ ἀπολλύ‐ μενοι, ὀλίγοι δὲ οἱ σωζόμενοι· εἰς γὰρ τὰς ἑπτὰ χιλιάδας μόλις εὑρίσκεται μία ψυχὴ σωζομένη δικαία καὶ ἀμό‐ λυντος.

12

ἔτι δὲ ἐμοὶ ταῦτα λαλοῦντος ἰδοὺ δύο ἄγγελοι πύρινοι τῇ ὄψει καὶ ἀνηλεεῖς τῇ γνώμῃ καὶ ἀπότομοι τῷ βλέμματι, καὶ ἤλαυνον μυριάδας ψυχὰς ἀνηλέως τύπτοντες αὐτοὺς ἐν πυρίναις χαρζαναῖς· καὶ μίαν ψυχὴν ἐκράτει ὁ
5ἄγγελος· καὶ διήγαγον πάσας τὰς ψυχὰς εἰς τὴν πλατεῖαν πύλην πρὸς τὴν ἀπώλειαν· ἠκολουθήσαμεν οὖν καὶ ἡμεῖς τοῖς ἀγγέλοις καὶ ἤλθομεν ἔσωθεν τῆς πύλης ἐκείνης τῆς πλατείας· καὶ ἐν μέσῳ τῶν δύο πυλῶν ἵστατο θρόνος φο‐ βερὸς ἐν εἴδει κρυστάλλου φοβεροῦ ἐξαστράπτων ὡς πῦρ.
10καὶ ἐπ’ αὐτῷ ἐκάθητο ἀνὴρ θαύμαστος ἡλιόρατος ὅμοιος υἱῷ θεοῦ. ἔμπροσθεν δὲ αὐτοῦ ἵστατο τράπεζα κρυσταλ‐
λοειδὴς ὅλος διὰ χρυσοῦ καὶ βύσσου· ἐπάνω δὲ τῆς τρα‐ πέζης ἦν βιβλίον κείμενον, τὸ πάχος αὐτοῦ πηχέων ἓξ, τὸ δὲ πλάτος αὐτοῦ πηχέων δέκα· ἐκ δεξιῶν δὲ αὐτῆς καὶ ἐξ90
15ἀριστερῶν ἵσταντο δύο ἄγγελοι κρατοῦντες χάρτην καὶ μέλανα καὶ κάλαμον. πρὸ προσώπου δὲ τῆς τραπέζης ἐκάθητο ἄγγελος φωτοφόρος, κρατῶν ἐν τῇ χειρὶ αὐτοῦ ζυγόν· 〈ἐξ〉 ἀριστερῶν δὲ ἐκάθητο ἄγγελος πύρινος ὅλος ἀνιλέως καὶ ἀπότομος ἐν τῇ χειρὶ αὐτοῦ κρατῶν σάλπιγγα
20ἔνδον αὐτῆς κατέχων πῦρ παμφάγον δοκιμαστήριον τῶν ἁμαρτωλῶν. καὶ ὁ μὲν ἀνὴρ ὁ θαυμάσιος ὁ καθήμενος ἐπὶ τοῦ θρόνου, αὐτὸς ἔκρινεν καὶ ἀπεφῄνατο τὰς ψυχάς· οἱ δὲ δύο ἄγγελοι οἱ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἀπεγράφοντο· ὁ μὲν ἐκ δεξιῶν ἀπεγράφετο τὰς δικαιοσύνας, ὁ δὲ ἐξ ἀριστε‐
25ρῶν τὰς ἁμαρτίας· καὶ ὁ μὲν πρὸ προσώπου τῆς τραπέζης, ὁ τὸν ζυγὸν κατέχων, ἐζυγίαζεν τὰς ψυχάς· καὶ ὁ πύρινος ἄγγελος, ὁ τὸ πῦρ κατέχων, ἐδοκίμαζεν τὰς ψυχάς. καὶ ἠρώτησεν Ἁβραὰμ τὸν ἀρχιστράτηγον Μιχαήλ· Τί ἐστιν ταῦτα ἃ θεωροῦμεν ἡμεῖς; καὶ εἶπεν ὁ ἀρχιστράτηγος·
30Ταῦτα ἅπερ βλέπεις, ὅσιε Ἁβραὰμ, ἔστιν ἡ κρίσις καὶ ἀνταπόδοσις. καὶ ἰδοὺ ὁ ἄγγελος ὁ κρατῶν τὴν ψυχὴν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἤνεγκεν αὐτὴν ἔμπροσθεν τοῦ κριτοῦ. καὶ εἶπεν ὁ κριτὴς ἕνα τῶν ἀγγέλων τῶν καθυπουργούντων αὐτῷ· Ἄνοιξόν μοι τὴν βίβλον ταύτην καὶ εὑρέ μοι τὰς
35ἁμαρτίας τῆς ψυχῆς ταύτης. καὶ ἀνοίξας τὴν βίβλου εὗρεν αὐτῆς ζυγίας τὰς ἁμαρτίας καὶ τὰς δικαιοσύνας ἐξ ἴσου, καὶ οὔτε τοῖς βασανισταῖς ἐξέδωκεν αὐτὴν οὔτε τοῖς σωζομένοις, ἀλλ’ ἔστησεν αὐτὴν εἰς τὸ μέσον.

13

καὶ εἶπεν Ἁβραάμ· Κύριέ μου ἀρχιστράτηγε,
τίς ἐστιν οὗτος ὁ κριτὴς ὁ πανθαύμαστος; καὶ τίνες οἱ ἄγγελοι οἱ ἀπογραφόμενοι; καὶ τίς ὁ ἄγγελος ὁ ἡλιόμορ‐ φος ὁ τὸν ζυγὸν κατέχων; καὶ τίς ὁ ἄγγελος ὁ πύρινος ὁ91
5τὸ πῦρ κατέχων; εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Θεωρεῖς, πανόσιε Ἁβραὰμ, τὸν ἄνδρα τὸν φοβερὸν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον; οὗτός ἐστιν υἱὸς Ἀδὰμ τοῦ πρωτο‐ πλάστου, ὁ ἐπιλεγόμενος Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν ὁ πονηρός· καὶ κάθηται ὧδε κρῖναι πᾶσαν τὴν κτίσιν καὶ
10ἐλέγχων δικαίους καὶ ἁμαρτωλούς· διότι εἶπεν ὁ θεός· Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἀλλὰ πᾶς ἄνθρωπος ἐξ ἀνθρώπου κριθή‐ σεται· τούτου χάριν αὐτῷ δέδωκεν κρίσιν, κρῖναι τὸν κόσμον μέχρι τῆς μεγάλης καὶ ἐνδόξου αὐτοῦ παρουσίας· καὶ τότε, δίκαιε Ἁβραὰμ, γίνεται τελεία κρίσις καὶ ἀντα‐
15πόδοσις, αἰωνία καὶ ἀμετάθετος, ἣν οὐδεὶς δύναται ἀνα‐ κρῖναι· πᾶς γὰρ ἄνθρωπος ἐκ τοῦ πρωτοπλάστου γεγέν‐ νηται, καὶ διὰ τοῦτο ἐνταῦθα πρῶτον ἐκ τοῦ υἱοῦ αὐτοῦ κρίνονται· καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ κριθήσονται ὑπὸ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ, καὶ πᾶσα πνοὴ καὶ πᾶσα
20κτίσις. τὸ δὲ τρίτον, ὑπὸ τοῦ δεσπότου θεοῦ τῶν ἁπάντων κριθήσονται καὶ τότε λοιπὸν τῆς κρίσεως ἐκείνης τὸ τέλος ἐγγὺς, καὶ φοβερὰ ἡ ἀπόφασις, καὶ ὁ λύων οὐδείς· καὶ λοιπὸν διὰ τριῶν βημάτων γίνεται ἡ κρίσις τοῦ κόσμου καὶ ἡ ἀνταπόδοσις· καὶ διὰ τοῦτο ἐπὶ ἑνὸς ἡ δύο μαρτύρων
25οὐκ ἀσφαλίζεται λόγος εἰς τέλος· ἀλλ’ ἐπὶ τριῶν μαρτύ‐
ρων σταθήσεται πᾶν ῥῆμα. οἱ δὲ δύο ἄγγελοι ὁ ἐκ δεξιῶν καὶ ὁ ἐξ ἀριστερῶν, οὗτοί εἰσιν οἱ ἀπογραφόμενοι τὰς ἁμαρτίας καὶ τὰς δικαιοσύνας· ὁ μὲν ἐκ δεξιῶν ἀπογρά‐ φεται τὰς δικαιοσύνας, ὁ δὲ ἐξ ἀριστερῶν τὰς ἁμαρτίας.92
30ὁ δὲ ἡλιόμορφος ἄγγελος, ὁ τὸν ζυγὸν κατέχων ἐν τῇ χειρὶ αὐτοῦ, οὗτός ἐστιν ὁ Δοκιὴλ ὁ ἀρχάγγελος ὁ δίκαιος ζυγο‐ στάτης, καὶ ζυγιάζει τὰς δικαιοσύνας καὶ τὰς ἁμαρτίας ἐν δικαιοσύνῃ θεοῦ· ὁ δὲ πύρινος καὶ ἀνιλέως ἄγγελος, ὁ κατέ‐ χων ἐν τῇ χειρὶ αὐτοῦ τὸ πῦρ, οὗτός ἐστιν Πυρουὴλ ὁ
35ἀρχάγγελος ὁ ἐπὶ τοῦ πυρὸς ἔχων τὴν ἐξουσίαν, καὶ δοκι‐ μάζει τὰ τῶν ἀνθρώπων ἔργα διὰ πυρός· καὶ εἴ τινος τὸ ἔργον κατακαύσει τὸ πῦρ, εὐθὺς λαμβάνει αὐτὸν ὁ ἄγγελος τῆς κρίσεως καὶ ἀποφέρει αὐτὸν εἰς τὸν τόπον τῶν ἁμαρ‐ τωλῶν, πικρότατον κολαστήριον. εἴ τινος δὲ τὸ ἔργον τὸ
40πῦρ δοκιμάσει καὶ μὴ ἅψεται αὐτοῦ, οὗτος δικαιοῦται, καὶ λαμβάνει αὐτὸν ὁ τῆς δικαιοσύνης ἄγγελος καὶ ἀναφέρει αὐτὸν εἰς τὸ σώζεσθαι ἐν τῷ κλήρῳ τῶν δικαίων· καὶ οὕτως, δικαιότατε Ἁβραὰμ, τὰ πάντα ἐν πᾶσιν ἐν πυρὶ καὶ ζυγῷ δοκιμάζονται.

14

εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Κύριέ μου ἀρχιστράτηγε, τὴν ψυχὴν ἣν κατεῖχεν ὁ ἄγγε‐ λος ἐν τῇ χειρὶ αὐτοῦ, πῶς κατεδικάσθη εἰς τὸ μέσον; εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον, δίκαιε Ἁβραάμ·
5διότι εὗρεν ὁ κριτὴς τὰς ἁμαρτίας αὐτῆς καὶ τὰς δικαιο‐ σύνας ἐξ ἴσου, καὶ οὔτε εἰς κρίσιν ἐξέδοτο αὐτὴν οὔτε εἰς τὸ σώζεσθαι, ἕως οὗ ἔλθῃ ὁ κριτὴς τῶν ἁπάντων. εἶπεν δὲ Ἁβραὰμ 〈πρὸσ〉 τὸν ἀρχιστράτηγον Καὶ τί ἔτι λείπεται τῇ ψυχῇ εἰς τὸ σώζεσθαι; καὶ εἶπεν ὁ ἀρχιστράτηγος ὅτι
10Ἐὰν κτήσηται μίαν δικαιοσύνην ὑπεράνω τῶν ἁμαρτιῶν
ἔρχεται εἰς τὸ σώζεσθαι. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Δεῦρο Μιχαὴλ ἀρχιστράτηγε, ποιήσωμεν εὐχὴν ὑπὲρ τῆς ψυχῆς ταύτης, καὶ ἴδωμεν εἰ ἐπακούσεται ἡμῶν ὁ θεός. καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Ἀμὴν γένοιτο.93
15καὶ ἐποίησαν δέησιν καὶ εὐχὴν ὑπὲρ τῆς ψυχῆς· καὶ εἰσή‐ κουσεν αὐτοὺς ὁ θεὸς καὶ ἀναστάντες ἀπὸ τῆς προσευχῆς οὐκ εἶδον τὴν ψυχὴν ἱσταμένην ἐκεῖσε. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν ἄγγελον· Ποῦ ἐστὶν ἡ ψυχὴ ἣν ἐκράτεις εἰς τὸ μέσον; καὶ εἶπεν ὁ ἄγγελος· Σέσωται διὰ τῆς εὐχῆς σου
20τῆς δικαίας, καὶ ἰδοὺ ἔλαβεν αὐτὴν ἄγγελος φωτοφόρος καὶ ἀνήνεγκεν αὐτὴν ἐν τῷ παραδείσῳ. εἶπεν δὲ Ἁβραάμ· Δοξάζω τὸ ὄνομα τοῦ θεοῦ τοῦ ὑψίστου καὶ τὸ ἔλεος αὐτοῦ τὸ ἀμέτρητον. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Δέομαί σου, ἀρχάγγελε, εἰσάκουσον τῆς δεήσεώς μου, καὶ
25παρακαλέσωμεν ἔτι τὸν κύριον καὶ προσπέσωμεν τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ δεηθῶμεν αὐτοῦ τοῦ ἐλέους ὑπὲρ τῶν ψυχῶν τῶν ἁμαρτωλῶν οὕσπερ ἐγώ ποτε κακοφρονήσας κατηρασάμην καὶ ἀπώλεσα, οὕσπερ κατέπιεν ἡ γῆ καὶ οὓς διεμερίσαντο τὰ θηρία, καὶ οὕσπερ κατέφαγεν τὸ πῦρ διὰ
30τοὺς ἐμοὺς λόγους· νῦν ἔγνωκα ἐγὼ ὅτι ἥμαρτον ἐνώπιον κυρίου τοῦ θεοῦ ἡμῶν· δεῦρο, Μιχαὴλ ἀρχιστράτηγε τῶν ἄνω δυνάμεων, δεῦρο παρακαλέσωμεν τὸν θεὸν μετὰ δα‐ κρύων, ὅπως ἀφήσει μοι τὸ ἁμάρτημα καὶ αὐτοὺς συγχω‐ ρήσει μοι. καὶ εἰσήκουσεν αὐτὸν ὁ ἀρχιστράτηγος καὶ
35ἐποίησαν δέησιν ἐνώπιον τοῦ θεοῦ· ἐπὶ πολλὴν δὲ ὥραν παρακαλούντων αὐτῶν, ἦλθεν φωνὴ ἐκ τοῦ οὐρανοῦ λέ‐ γουσα· Ἁβραὰμ, Ἁβραὰμ, εἰσήκουσα τῆς φωνῆς σου καὶ τῆς δεήσεώς σου καὶ ἀφίημί σοι τὴν ἁμαρτίαν, καὶ οὕσπερ σὺ νομίζεις ὅτι ἀπώλεσα, ἐγὼ αὐτοὺς ἀνεκαλεσάμην καὶ
40εἰς ζωὴν αὐτοὺς ἤγαγον δι’ ἄκραν ἀγαθότητα· διότι πρὸς καιρὸν εἰς κρίσιν αὐτοὺς ἀνταπέδωκα· ἐγὼ δὲ οὕσπερ ἀπολέσω ἐπὶ τῆς γῆς ζῶντας, ἐν τῷ θανάτῳ οὐκ ἀπο‐ δώσω.94

15

εἶπεν δὲ καὶ τὸν ἀρχιστράτηγον ἡ φωνὴ τοῦ κυρίου· Μιχαὴλ, Μιχαὴλ, ὁ ἐμὸς λειτουργὸς, ἀπόστρε‐ ψον τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ, ὅτι ἰδοὺ ἤγγικεν τὸ τέλος αὐτοῦ καὶ τὸ μέτρον τῆς ζωῆς αὐτοῦ τελειοῦται,
5ὅπως ποιήσει διάταξιν περὶ πάντων καὶ εἴθ’ οὕτως παρά‐ λαβε αὐτὸν καὶ ἀνάγαγε πρός με. διαστρέψας δὲ ὁ ἀρχι‐ στράτηγος τὸ ἅρμα καὶ τὴν νεφέλην, ἤγαγεν τὸν Ἁβραὰμ εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἀπελθὼν ἐν τῷ τρικλίνῳ αὐτοῦ, ἐκάθισεν ἐπὶ τῆς κλίνης αὐτοῦ· ἦλθεν δὲ Σάρρα ἡ γυνὴ
10αὐτοῦ καὶ περιεπλάκη τοῖς ποσὶν τοῦ ἀσωμάτου καὶ ἱκε‐ τεύουσα ἔλεγεν· Εὐχαριστῶ σοι, κύριέ μου, ὅτι ἤνεγκας τὸν κύριόν μου Ἁβραάμ· ἰδοὺ γὰρ ἐνομίζομεν ἀναληφθῆναι ἀφ’ ἡμῶν. ἦλθεν δὲ καὶ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ, καὶ περιεπλάκη ἐπὶ τὸν τράχηλον αὐτοῦ· ὁμοίως δὲ καὶ πάντες οἱ δοῦλοι
15καὶ αἱ δουλίδες αὐτοῦ περιεκύκλωσαν κύκλῳ τὸν Ἁβραὰμ καὶ περιεπλάκησαν αὐτὸν δοξάζοντες τὸν θεόν. εἶπεν δὲ ὁ ἀσώματος πρὸς αὐτόν· Ἄκουσον, δίκαιε Ἁβραάμ· ἰδοὺ ἡ γυνή σου Σάρρα, ἰδοὺ καὶ ὁ ἠγαπημένος σου υἱὸς Ἰσαὰκ, ἰδοὺ καὶ πάντες οἱ παῖδες καὶ παιδίσκαι σου κυκλῷ σου·
20ποίησον διάταξιν περὶ πάντων ὧν ἔχεις· ὅτι ἤγγικεν ἡ ἡμέρα ἐν ᾗ μέλλεις ἐκ τοῦ σώματος ἐκδημεῖν καὶ ἔτι ἅπαξ πρὸς τὸν κύριον ἔρχεσθαι. εἶπεν δὲ Ἁβραάμ· Ὁ κύριος εἶπεν, ἢ σὺ ἀφ’ ἑαυτοῦ λέγεις ταῦτα; ὁ δὲ ἀρχιστράτηγος εἶπεν· Ἄκουσον δίκαιε Ἁβραάμ· ὁ δεσπότης ἐκέλευσεν καὶ
25ἐγώ σοι λέγω. εἶπεν δὲ Ἁβραάμ· Οὐ μή σοι ἀκολουθήσω. ἀκούσας δὲ ὁ ἀρχιστράτηγος τὸν λόγον τοῦτον, εὐθέως
ἐξῆλθεν ἐκ προσώπου τοῦ Ἁβραὰμ καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς καὶ ἔστη ἐνώπιον τοῦ θεοῦ τοῦ ὑψίστου καὶ εἶπεν· Κύριε παντοκράτορ, ἰδοὺ εἰσήκουσα τοῦ φίλου σου95
30Ἁβραὰμ πάντα ὅσα εἶπεν πρός σε καὶ τὴν αἴτησιν αὐτοῦ ἐπλήρωσα, καὶ ἔδειξα αὐτῷ τὴν δυναστείαν σου καὶ πᾶσαν τὴν ὑπ’ οὐρανὸν γῆν τε καὶ θάλασσαν, κρίσιν καὶ ἀνταπόδοσιν διὰ νεφέλης καὶ ἁρμάτων ἔδειξα αὐτῷ, καὶ πάλιν λέγει ὅτι Οὐκ ἀκολουθῶ σοι. καὶ ὁ ὕψιστος ἔφη
35πρὸς τὸν ἄγγελον· Εἰ καὶ πάλιν οὕτως λέγει ὁ φίλος μου Ἁβραὰμ ὅτι Οὐκ ἀκολουθῶ σοι; ὁ δὲ ἀρχάγγελος εἶπεν· Κύριε παντοκράτορ, οὕτως λέγει· καὶ ἐγὼ φείδομαι τοῦ ἅψασθαι αὐτοῦ, ὅτι ἐξ ἀρχῆς φίλος σου τυγχάνει καὶ πάντα τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησεν· καὶ οὐκ ἔστιν
40ἄνθρωπος ὅμοιος αὐτοῦ ἐπὶ τῆς γῆς, οὐ κἂν Ἰὼβ ὁ θαυμά‐ σιος ἄνθρωπος· καὶ διὰ τοῦτο φείδομαι τοῦ ἅψασθαι αὐτοῦ· κέλευσον οὖν, ἀθάνατε βασιλεῦ, τί ῥῆμα γενήσεται.

16

τότε ὁ ὕψιστος λέγει· Κάλεσόν μοι ὧδε τὸν θάνατον τὸν κεκλημένον τὸ ἀναίσχυντον πρόσωπον καὶ ἀνέλεον βλέμμα. καὶ ἀπελθὼν Μιχαὴλ ὁ ἀσώματος εἶπεν τῷ θανάτῳ· Δεῦρο, καλεῖ σε ὁ δεσπότης τῆς κτίσεως, ὁ
5ἀθάνατος βασιλεύς. ἀκούσας δὲ ὁ θάνατος ἔφριξεν καὶ ἐτρόμαξεν δειλίᾳ πολλῇ συνεχόμενος, καὶ ἐλθὼν μετὰ φόβου πολλοῦ ἔστη ἔμπροσθεν τοῦ ἀοράτου πατρὸς, φρίτ‐ των στένων καὶ τρέμων, ἀπεκδεχόμενος τὴν κέλευσιν τοῦ δεσπότου. λέγει οὖν ὁ ἀόρατος θεὸς πρὸς τὸν θάνατον·
10Δεῦρο, τὸ πικρὸν καὶ ἄγριον τοῦ κόσμου ὄνομα, κρύψον σου τὴν ἀγριότητα, σκέπασόν σου τὴν σαπρίαν, καὶ τὴν πικρίαν σου ἀπό σου ἀποβαλοῦ, καὶ περιβαλοῦ τὴν ὡραι‐ ότητά σου καὶ πᾶσαν τὴν δόξαν σου, καὶ κάτελθε εἰς τὸν φίλον μου τὸν Ἁβραὰμ καὶ λάβε αὐτὸν καὶ ἄγαγε αὐτὸν96
15πρός με· ἀλλὰ καὶ νῦν λέγω σοι ὅτι μὴ ἐκφοβήσῃς αὐτὸν ἀλλὰ μετὰ κολακίας τοῦτον παράλαβε, ὅτι φίλος μου γνήσιος ὑπάρχει. ταῦτα ἀκούσας ὁ θάνατος ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ὑψίστου καὶ περιεβάλετο στολὴν λαμπρο‐ τάτην καὶ ἐποίησεν ὄψιν ἡλιόμορφον καὶ γέγονεν εὐπρεπὴς
20καὶ ὡραῖος ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀρχαγγέλου μορφὴν περικείμενος, τὰς παρειὰς αὐτοῦ πυρὶ ἀστράπτων, καὶ ἀπῆλθεν πρὸς τὸν Ἁβραάμ. ὁ δὲ δίκαιος Ἁβραὰμ ἐξῆλθεν ἐκ τοῦ τρικλίνου αὐτοῦ καὶ ἐκάθητο ὑποκάτω τῶν δένδρων τῶν Μαμβρινῶν, τὴν σιαγόνα αὐτοῦ τῇ χειρὶ
25κατέχων καὶ ἐκδεχόμενος τὴν ἔλευσιν τοῦ ἀρχαγγέλου Μιχαήλ. καὶ ἰδοὺ ὀσμὴ εὐωδίας ἤρχετο πρὸς αὐτὸν, καὶ φωτὸς ἀπαύγασμα· περιστραφεὶς δὲ Ἁβραὰμ εἶδεν τὸν θάνατον ἐρχόμενον πρὸς αὐτὸν ἐν πολλῇ δόξῃ καὶ ὡραιό‐ τητι· καὶ ἀναστὰς Ἁβραὰμ ὑπήντησεν αὐτῷ, νομίζων
30εἶναι τὸν ἀρχιστράτηγον τοῦ θεοῦ· καὶ ἰδὼν αὐτὸν ὁ θάνα‐ τος προσεκύνησεν αὐτὸν λέγων· Χαίροις, τίμιε Ἁβραὰμ, δικαία ψυχὴ, φίλε γνήσιε τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ τῶν ἁγίων ἀγγέλων ὁμόσκηνε. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Χαίροις ἡλιόρατε, ἡλιόμορφε, συλλήπτωρ ἐν‐
35δοξότατε, φωτοφόρε, ἀνὴρ θαυμάσιε, πόθεν ἥκει ἡ σὴ ἐνδοξότης πρὸς ἡμᾶς, καὶ τίς εἶ σὺ, καὶ πόθεν ἐλήλυθας; λέγει οὖν ὁ θάνατος· Ἁβραὰμ δικαιότατε, ἰδοὺ λέγω σοι
τὴν ἀλήθειαν· ἐγὼ εἰμὶ τὸ πικρὸν τοῦ θανάτου ποτήριον. λέγει αὐτῷ Ἁβραάμ· Οὐχὶ, ἀλλὰ σὺ εἶ ἡ εὐπρέπεια τοῦ97
40κόσμου, σὺ εἶ ἡ δόξα καὶ τὸ κάλλος τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, σὺ εἶ πάσης μορφῆς εὐμορφότερος, καὶ λέγεις ὅτι Ἐγὼ εἰμὶ τὸ πικρὸν τοῦ θανάτου ποτήριον καὶ οὐ λέγεις μᾶλλον ὅτι Ἐγὼ εἰμὶ παντὸς ἀγαθοῦ εὐμορφότερος; εἶπεν δὲ ὁ θάνατος· Ἐγὼ γὰρ λέγω σοι τὴν ἀλήθειαν· ὅπερ
45ὠνόμασέν με ὁ θεὸς, ἐκεῖνο καὶ λέγω σοι. εἶπεν δὲ Ἁβραάμ· Εἰς τί ἐλήλυθας ὧδε; εἶπεν δὲ ὁ θάνατος· Διὰ τὴν σὴν ἁγίαν ψυχὴν παραγέγονα. λέγει οὖν Ἁβραάμ· Οἶδα τί λέγεις, ἀλλ’ οὐ μή σε ἀκολουθήσω. ὁ δὲ θάνατος ἐν σιωπῇ γενόμενος οὐκ ἀπεκρίθη αὐτῷ λόγον.

17

ἀνέστη δὲ Ἁβραὰμ καὶ ἦλθεν εἰς τὸν οἶκον αὐτοῦ· ἠκολούθει δὲ καὶ ὁ θάνατος ἕως ἐκεῖ· ἀνέβη δὲ Ἁβραὰμ εἰς τὸ τρίκλινον αὐτοῦ· ἀνέβη δὲ καὶ ὁ θάνατος μετ’ αὐτοῦ· ἀνέπεσεν δὲ Ἁβραὰμ ἐπὶ τῆς κλίνης αὐτοῦ·
5ἦλθεν δὲ καὶ ὁ θάνατος καὶ ἐκαθέσθη παρὰ τοὺς πόδας αὐτοῦ. εἶπεν δὲ Ἁβραάμ· Ἄπελθε, ἄπελθε ἀπ’ ἐμοῦ, ὅτι θέλω ἀναπαύεσθαι ἐν τῇ κλίνῃ μου. λέγει ὁ θάνατος· Οὐκ ἀναχωρῶ ἕως οὗ λάβω τὸ πνεῦμά σου ἀπό σου. λέγει αὐτῷ Ἁβραάμ· Κατὰ τοῦ θεοῦ τοῦ ἀθανάτου σοι
10λέγω ἵνα μοι εἴπῃς τὸ ἀληθές· σὺ εἶ ὁ θάνατος; λέγει αὐτῷ ὁ θάνατος· Ἐγὼ εἰμὶ ὁ θάνατος· ἐγὼ εἰμὶ ὁ τὸν κόσμον λυμαίνων. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἐπειδὴ σὺ εἶ ὁ θάνατος, ἀνάγγειλόν μοι, καὶ πρὸς πάντας οὕτως ἀπέρχῃ ἐν εὐμορφίᾳ καὶ δόξῃ καὶ ὡραιότητι τοιαύτῃ; καὶ
15ὁ θάνατος εἶπεν· Οὐχὶ, κύριέ μου Ἁβραάμ· αἱ γὰρ δικαιο‐ σύναι σου καὶ τὸ ἄμετρον πέλαγος τῆς φιλοξενίας σου
καὶ τὸ μέγεθος τῆς ἀγάπης σου τῆς πρὸς θεὸν ἐγένετο στέφανος ἐπὶ τῆς ἐμῆς κεφαλῆς, καὶ ἐν ὡραιότητι καὶ ἐν ἡσυχίᾳ πολλῇ καὶ κολακίᾳ προσέρχομαι τοῖς δικαίοις·98
20τοῖς δὲ ἁμαρτωλοῖς προσέρχομαι ἐν πολλῇ σαπρίᾳ καὶ ἀγριότητι καὶ μεγίστῃ πικρίᾳ καὶ ἀγρίῳ τῷ βλέμματι καὶ ἀνίλεῳ. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἐπάκουσόν μου καὶ δεῖξόν μοι τὴν ἀγριότητά σου καὶ πᾶσαν τὴν σαπρίαν καὶ πικρίαν. καὶ εἶπεν ὁ θάνατος· Οὐ μὴ δυνηθῇς θεάσα‐
25σθαι τὴν ἐμὴν ἀγριότητα, δικαιότατε Ἁβραάμ. εἶπεν δὲ Ἁβραάμ· Ναὶ, δυνήσομαι θεάσασθαί σου πᾶσαν τὴν ἀγριότητα ἕνεκεν τοῦ ὀνόματος τοῦ θεοῦ τοῦ ζῶντος, ὅτι ἡ δύναμις τοῦ θεοῦ μου τοῦ ἐπουρανίου μετ’ ἐμοῦ ἐστίν. τότε ὁ θάνατος ἀπεδύσατο πᾶσαν αὐτοῦ τὴν ὡραιότητα
30καὶ τὸ κάλλος, καὶ πᾶσαν τὴν δόξαν καὶ τὴν ἡλιόμορφον μορφὴν ἣν περιέκειτο, καὶ περιεβάλετο στολὴν τυραννικὴν, καὶ ἐποίησεν ὄψιν ζοφερὰν καὶ παντοίων θηρίων ἀγριω‐ τέραν καὶ πάσης ἀκαθαρσίας ἀκαθαρσιωτέραν· καὶ ἐπέδει‐ ξεν τῷ Ἁβραὰμ κεφαλὰς δρακόντων πυρίνους ἑπτὰ, καὶ
35πρόσωπα δεκατέσσαρα, πυρὸς φλογεστάτου καὶ πολλῆς ἀγριότητος, καὶ πρόσωπον σκοτοειδὲς καὶ πρόσωπον ἐχίδ‐ νης ζοφωδέστατον καὶ πρόσωπον κρημνοῦ φρικωδεστάτου καὶ πρόσωπον ἀσπίδος ἀγριώτερον καὶ πρόσωπον λέοντος φοβεροῦ καὶ πρόσωπον κεραστοῦ καὶ βασιλίσκου· ἔδειξεν
40δὲ καὶ πρόσωπον ῥομφαίας πυρίνης καὶ πρόσωπον ξιφη‐ φόρον καὶ πρόσωπον ἀστραπῆς φοβερῶς ἐξαστράπτον καὶ ἦχος βροντῆς φοβερᾶς· ἔδειξεν δὲ καὶ ἕτερον πρόσωπον θαλάσσης ἀγρίας κυματιζούσης καὶ ποταμὸν ἄγριον κο‐ χλάζοντα καὶ δράκοντα τρικέφαλον φοβερὸν καὶ ποτήριον
45μεμεστωμένον φαρμάκων, καὶ ἁπλῶς εἰπεῖν ἔδειξεν αὐτῷ
πολλὴν ἀγριότητα καὶ πικρίαν ἀβάστακτον καὶ πᾶσαν νόσον θανατηφόρον ὡς τῆς ὀσμῆς τοῦ θανάτου. καὶ ἐκ τῆς πολλῆς πικρίας καὶ ἀγριότητος ἐτελεύτησαν παῖδες καὶ παιδίσκαι τὸν ἀριθμὸν ὡσεὶ χιλιάδες ἑπτά· καὶ ὁ δίκαιος99

17

(50)

Ἁβραὰμ ἦλθεν εἰς ὀλιγωρίαν θανάτου ὥστε ἐκλείπειν τὸ πνεῦμα αὐτοῦ.

18

καὶ ταῦτα οὕτως ἰδὼν ὁ πανίερος Ἁβραὰμ εἶπεν πρὸς τὸν θάνατον· Δέομαί σου, πανώλεθρε θάνατε, κρύψον σου τὴν ἀγριότητα καὶ περιβαλοῦ τὴν ὡραιότητα καὶ μορφὴν ἣν εἶχες τὸ πρότερον. εὐθέως δὲ ὁ θάνατος
5ἔκρυψεν τὴν ἀγριότητα αὐτοῦ καὶ περιεβάλετο τὴν ὡραιό‐ τητα αὐτοῦ ἣν εἶχεν τὸ πρότερον. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Τί τοῦτο ἐποίησας, ὅτι ἀπέκτεινας πάντας τοὺς παῖδας καὶ παιδίσκας μου; εἰ ὁ θεὸς ἕνεκεν τούτου σε σήμερον ἀπέστειλεν ὧδε; καὶ ὁ θάνατος εἶπεν· Οὐχὶ,
10κύριέ μου Ἁβραὰμ, οὐκ ἔστιν καθὼς σὺ λέγεις· ἀλλὰ διά σε ἀπεστάλην ἕως ὧδε. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνα‐ τον· Καὶ πῶς οὗτοι τεθνήκασιν; οὐ κἂν ὁ κύριος εἶπεν; εἶπεν δὲ ὁ θάνατος· Πίστευσον, Ἁβραὰμ δικαιότατε, ὅτι καὶ τοῦτο θαυμαστόν ἐστιν, ὅτι κἂν καὶ σὺ μετ’ αὐτῶν οὐχ
15ἡρπάγης· ἀλλ’ ὅμως λέγω σοι τὴν ἀλήθειαν· καὶ γὰρ εἰ μὴ ἦν ἡ δεξιὰ χεὶρ τοῦ θεοῦ μετά σου ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ σὺ τοῦ βίου τούτου ἀπαλλάξαι εἶχες. ὁ δὲ δίκαιος Ἁβραὰμ εἶπεν· Νῦν ἔγνωκα ἐγὼ ὅτι εἰς ὀλιγωρίαν θανά‐ του ἦλθον, ὥστε ἐκλείπειν τὸ πνεῦμά μου· ἀλλὰ δέομαί
20σου, πανώλεθρε θάνατε, ἐπειδὴ καὶ οἱ παῖδες ἀώρως τεθνή‐ κασιν, δεῦρο δεηθῶμεν κυρίῳ τῷ θεῷ ἡμῶν ὅπως ἐπακούσῃ ἡμῶν καὶ ἀναστήσῃ τοὺς ἀώρως τεθνήξαντας διὰ τῆς σῆς ἀγριότητος. καὶ εἶπεν ὁ θάνατος· Ἀμὴν γένοιτο. ἀναστὰς οὖν ὁ Ἁβραὰμ ἔπεσεν ἐπὶ πρόσωπον τῆς γῆς προσευχό‐
25μενος καὶ ὁ θάνατος μετ’ αὐτοῦ, καὶ ἀπέστειλεν ὁ θεὸς πνεῦμα ζωῆς ἐπὶ τοὺς τελευτήσαντας, καὶ ἀνεζωοποιήθη‐ σαν. τότε οὖν ὁ δίκαιος Ἁβραὰμ ἔδωκεν δόξαν τῷ θεῷ.

19

καὶ ἀνελθὼν ἐν τῷ τρικλίνῳ αὐτοῦ, ἀνέπεσεν·
ἐλθὼν δὲ καὶ ὁ θάνατος ἔστη ἔμπροσθεν αὐτοῦ. εἶπεν δὲ Ἁβραὰμ πρὸς αὐτόν· Ἔξελθε ἀπ’ ἐμοῦ ὅτι θέλω ἀνα‐ παύεσθαι ὅτι ἐν ὀλιγωρίᾳ περίκειται τὸ πνεῦμά μου. καὶ100
5ὁ θάνατος εἶπεν· Οὐκ ἀναχωρῶ ἀπό σου ἕως οὗ λάβω τὴν Ψυχήν σου. καὶ ὁ Ἁβραὰμ αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργιλῷ τῷ βλέμματι εἶπεν πρὸς τὸν θάνατον· Τίς ὁ προσ‐ τάξας σοι ταῦτα λέγειν; σὺ ἀφ’ ἑαυτοῦ λέγεις ταῦτα τὰ ῥήματα καυχώμενος, καὶ οὐ μή σε ἀκολουθήσω, ἕως οὗ ὁ
10ἀρχιστράτηγος Μιχαὴλ ἔλθῃ πρός με καὶ ἀπέλθω μετ’ αὐτοῦ· ἀλλὰ καὶ τοῦτο λέγω σοι, εἰ μὲν θέλεις ἵνα ἀκο‐ λουθήσω σοι, δίδαξόν με πάσας σου τὰς μεταμορφώσεις, τὰς ἑπτὰ κεφαλὰς τῶν δρακόντων τὰς πυρίνας, καὶ τί τὸ πρόσωπον τοῦ κρημνοῦ, καὶ τίς ἡ ῥομφαία ἡ ἀπότομος,
15καὶ τίς ὁ ποταμὸς ὁ μεγάλα κοχλάζων, καὶ τίς ἡ βεβορ‐ βορωμένη θάλασσα ἡ ἀγρίως κυματίζουσα· δίδαξόν με καὶ περὶ τῆς βροντῆς τῆς ἀνυποφόρου καὶ τῆς φοβερᾶς ἀστρα‐ πῆς καὶ τί τὸ ποτήριον τὸ δυσῶδες τὸ φάρμακα μεμεστω‐ μένον· δίδαξόν με περὶ πάντων. καὶ ὁ θάνατος εἶπεν·
20Ἄκουσον, δίκαιε Ἁβραὰμ, τοὺς ἑπτὰ αἰῶνας ἐγὼ λυμαίνω τὸν κόσμον καὶ πάντας εἰς ᾅδην κατάγω, βασιλεῖς καὶ ἄρχοντας, πλουσίους καὶ πένητας, δούλους καὶ ἐλευθέρους εἰς πυθμένα ᾅδου παραπέμπω· καὶ διὰ τοῦτο ἔδειξά σοι τὰς ἑπτὰ κεφαλὰς τῶν δρακόντων· τὸ δὲ πρόσωπον τοῦ
25πυρὸς ἔδειξά σοι, διότι πολλοὶ ὑπὸ πυρὸς κεκαυμένοι τελευτῶσιν καὶ διὰ προσώπου πυρὸς τὸν θάνατον βλέ‐ πουσιν· τὸ δὲ πρόσωπον τοῦ κρημνοῦ ἔδειξά σοι διότι πολλοὶ τῶν ἀνθρώπων ἀπὸ ὕψους δένδρων ἢ κρημνῶν φοβερῶν κατερχόμενοι, καὶ ἀνύπαρκτοι γινόμενοι, τελευ‐
30τῶσιν, καὶ εἰς τύπον κρημνοῦ φοβεροῦ θεωροῦσιν τὸν θάνατον· τὸ δὲ πρόσωπον τῆς ῥομφαίας ἔδειξά σοι, διότι πολλοὶ ἐν πολέμοις ὑπὸ ῥομφαίας ἀναιροῦνται, καὶ θεω‐ ροῦσιν ἐν ῥομφαίᾳ τὸν θάνατον· τὸ δὲ πρόσωπον τοῦ
μεγάλου ποταμοῦ τοῦ κοχλάζοντος ἔδειξά σοι, διότι πολ‐101
35λοὶ ὑπὸ ἐμβάσεως ὑδάτων πολλῶν ἁρπαζόμενοι καὶ ὑπὸ μεγίστων ποταμῶν ἐπαιρόμενοι ἀποπνίγονται καὶ τελευ‐ τῶσιν καὶ ἀώρως τὸν θάνατον βλέπουσιν· τὸ δὲ πρόσωπον τῆς θαλάσσης τῆς ἀγρίας κυματιζούσης ἔδειξά σοι, διότι πολλοὶ ἐν θαλάσσῃ κλυδωνίῳ μεγάλῳ περιπεσόντες ναυά‐
40γιοι γεγονότες ὑποβρύχιοι γίνονται θαλάσσιον θάνατον βλέποντες· τὴν δὲ βροντὴν τὴν ἀνυπόφορον καὶ τὴν φο‐ βερὰν ἀστραπὴν ἔδειξά σοι διότι πολλοὶ τῶν ἀνθρώπων ἐν ὥρᾳ θυμοῦ τυχόντες βροντῆς ἀνυποφόρου καὶ ἀστραπῆς φοβερᾶς ἐλθούσης ἐν ἁρπαγῇ ἀνθρώπων γίνονται καὶ
45οὕτως τὸν θάνατον βλέπουσιν· ἔδειξά σοι καὶ θηρία ἰόβολα, ἀσπίδας καὶ βασιλίσκους καὶ παρδάλεις καὶ λέ‐ οντας καὶ σκύμνους καὶ ἄρκους καὶ ἐχίδνας καὶ ἁπλῶς εἰπεῖν παντὸς θηρίου πρόσωπον ἔδειξά σοι, δικαιότατε, διότι πολλοὶ τῶν ἀνθρώπων ὑπὸ θηρίων ἀναιροῦνται, ἕτεροι

19

(50)

δὲ ὑπὸ ὄφεων ἰοβόλων 〈δρακόντων καὶ ἀσπίδων καὶ κεραστῶν καὶ βασιλίσκων〉 καὶ ἐχίδνης ἀποφυσούμενοι ἐκλείπουσιν· ἔδειξά σοι δὲ καὶ ποτήρια δηλητήρια φάρ‐ μακα μεμεστωμένα διότι πολλοὶ τῶν ἀνθρώπων ὑπὸ ἑτέ‐ ρων ἀνθρώπων φάρμακα ποτισθέντες παρ’ εὐθὺς ἀπαλ‐
55λάσσονται παραλόγως.

20

εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἔστιν καὶ παρά‐ λογος θάνατος; ἀνάγγειλόν μοι. λέγει ὁ θάνατος· Ἀμὴν ἀμὴν, λέγω σοι ἐν ἀληθείᾳ θεοῦ, ὅτι ἑβδομήκοντα δύο εἰσὶν θάνατοι· καὶ εἷς μὲν θάνατος ὑπάρχει ὁ δίκαιος ὁ ἔχων
5ὅρον· καὶ πολλοὶ τῶν ἀνθρώπων παρὰ μίαν ὥραν εἰς θάνατον ἔρχονται παραδιδόμενοι τῷ τάφῳ· ἰδοὺ γὰρ ἀνήγ‐ γειλά σοι πάντα ὅσα ᾐτήσω· ἄρτι λέγω σοι, δικαιότατε
Ἁβραὰμ, ἄφησαι πᾶσαν βουλὴν καὶ κατάλιπε τοῦ ἐρωτᾷν τι ἅπαξ· καὶ δεῦρο ἀκολούθει μοι καθὼς ὁ θεὸς καὶ κριτὴς102
10τῶν ἁπάντων προσέταξέν μοι. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Ἄπελθε ἀπ’ ἐμοῦ ἔτι μικρὸν, ἵνα ἀναπαύ‐ σωμαι ἐν τῇ κλίνῃ μου, ὅτι ἀθυμία πολλή μοι ἐστίν· ἀφ’ οὗ γὰρ ἐθεασάμην σε τοῖς ὀφθαλμοῖς μου, ἡ ἰσχύς μου ἐξέλιπεν, πάντα δὲ τὰ μέλη τῆς σαρκός μου δίκην μολύ‐
15βδου βάρος μοι φαίνονται, καὶ τὸ πνεῦμά μου ἐπὶ πολὺ ταλανίζεται. μεταστῆθι ἐν ὀλίγοις· εἶπον γὰρ, οὐχ ὑπο‐ φέρω θεωρεῖν σου τὸ εἶδος. ἦλθεν δὲ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὸ στῆθος αὐτοῦ κλαίων· ἦλθεν δὲ καὶ ἡ γυνὴ αὐτοῦ Σάρρα καὶ περιεπλάκη τοῖς ποσὶν αὐτοῦ ὀδυ‐
20ρομένη πικρῶς. ἤλθοσαν καὶ πάντες οἱ δοῦλοι αὐτοῦ καὶ αἱ δοῦλαι καὶ περιεκύκλουν τὴν κλίνην αὐτοῦ ὀδυρόμενοι σφόδρα. ὁ δὲ Ἁβραὰμ ἦλθεν εἰς ὀλιγωρίαν θανάτου· καὶ εἶπεν ὁ θάνατος πρὸς τὸν Ἁβραάμ· Δεῦρο ἄσπασαι τὴν δεξιάν μου· καὶ ἔλθῃ σοι ἱλαρότης καὶ ζωὴ καὶ δύνα‐
25μις. πεπλάνηκεν γὰρ τὸν Ἁβραὰμ ὁ θάνατος· καὶ ἠσπά‐ σατο τὴν χεῖρα αὐτοῦ, καὶ εὐθέως ἐκολλᾶτο ἡ ψυχὴ αὐτοῦ ἐν τῇ χειρὶ τοῦ θανάτου· καὶ εὐθέως παρέστη Μιχαὴλ ὁ ἀρχάγγελος μετὰ πλήθους ἀγγέλων, καὶ ᾖραν τὴν τιμίαν αὐτοῦ ψυχὴν ἐν ταῖς χερσὶν αὐτῶν ἐν σινδόνι θεοϋφαντῷ·
30καὶ μυρίσμασι θεοπνεύστοις καὶ ἀρώμασιν ἐκήδευσαν τὸ σῶμα τοῦ δικαίου Ἁβραὰμ ἕως τρίτης ἡμέρας τῆς τελειώσεως αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν τῇ γῇ τῆς ἐπαγ‐ γελίας, ἐν τῇ δρυῒ τῇ Μαμβρῆ, τήν τε τιμίαν αὐτοῦ ψυχὴν ὠψίκευον οἱ ἄγγελοι καὶ ἀνήρχοντο εἰς τὸν οὐρανὸν ψάλ‐
35λοντες τὸν τρισάγιον ὕμνον τῷ δεσπότῃ τῶν ὅλων θεῷ, καὶ ἔστησαν αὐτὴν εἰς προσκύνησιν τοῦ θεοῦ καὶ πατρός· καὶ δὴ πολλῆς ἀνυμνήσεως καὶ δοξολογίας γενομένης πρὸς κύριον, προσκυνήσαντος δὲ τοῦ Ἁβραὰμ, ἦλθεν ἡ ἄχραντος
φωνὴ τοῦ θεοῦ καὶ πατρὸς λέγουσα οὕτως· Ἄρατε οὖν τὸν103
40φίλον μου τὸν Ἁβραὰμ εἰς τὸν παράδεισον, ἔνθα εἰσὶν αἱ σκηναὶ τῶν δικαίων μου καὶ μοναὶ τῶν ἁγίων μου Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῷ κόλπῳ αὐτοῦ, ἔνθα οὐκ ἔστιν πόνος, οὐ λύπη, οὐ στεναγμὸς, ἀλλ’ εἰρήνη καὶ ἀγαλλίασις καὶ ζωὴ ἀτελεύτητος. [μεθ’ οὗ καὶ ἡμεῖς, ἀδελφοί μου ἀγαπητοὶ,
45τοῦ πατριάρχου Ἁβραὰμ τὴν φιλοξενίαν μιμησώμεθα καὶ τὴν ἐνάρετον αὐτοῦ κτησώμεθα πολιτείαν, ὅπως ἀξιωθῶ‐ μεν τῆς αἰωνίου ζωῆς, δοξάζοντες τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας. Ἀμήν.]104