TLG 1699 007 :: TELES :: Περὶ περιστάσεων

TELES Phil.
(fort. Megarensis: 3 B.C.)

Περὶ περιστάσεων

Source: Hense, O. (ed.), Teletis reliquiae, 2nd edn. Tübingen: Mohr, 1909 (repr. Hildesheim: Olms, 1969): 52–54.

Citation: Page — (line)

52

(1t)

ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΠΕΡΙΣΤΑΣΕΩΝ
2 Ἡ τύχη ὥσπερ ποιήτριά τις οὖσα παντοδαπὰ ποιεῖ πρόσωπα, ναυαγοῦ, πτωχοῦ, φυγάδος, ἐνδόξου, ἀδόξου. δεῖ οὖν τὸν ἀγαθὸν ἄνδρα πᾶν ὅ τι ἂν αὕτη περιθῇ καλῶς ἀγωνίζεσθαι. ναυαγὸς γέ‐
5γονας, εὖ τὸν ναυαγόν· πένης ἐξ εὐπόρου, εὖ τὸν πένητα· ἄρμενος ἐν μικροῖσι καὶ ἄρμενος ἐν μεγάλοισιν· ἀρκούμενος καὶ ἐσθῆτι τῇ τυχούσῃ καὶ διαίτῃ καὶ διακονίᾳ, ὥσπερ
ὁ Λαέρτης52

53

γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
παρτίθει· καὶ ἐκοιμᾶτο χαμαὶ ἐπὶ στιβάδος·
φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήατο εὐναί.
5ἀρκεῖ γὰρ ταῦτα καὶ εἰς τὸ προσηνῶς καὶ εἰς τὸ ὑγιεινῶς, ἐὰν μή τις τρυφᾶν βούληται·
οὐ γὰρ ἐν γαστρὸς βορᾷ
τὸ χρηστὸν εἶναι οὐδέ γε ἐν χλανίδος κατασκευῇ οὐδὲ ἐν στρωμνῆς μαλακότητι.
10οὐκ ἀηδῶς γὰρ Εὐριπίδης
τρυφῇ δέ τοι
πολλῶν ἐδεστῶν μηχανὰς θηρεύομεν· καὶ οὐ μόνον ἐδεστῶν, ἀλλὰ καὶ ὀσφραντῶν καὶ ἀκουστῶν. οὐ δεῖ δὲ τρυφᾶν οὐδὲν τῶν πραγμάτων μὴ φερόντων, ἀλλ’ ὥσπερ οἱ
15ναυτικοὶ πρὸς τοὺς ἀνέμους καὶ πρὸς τὴν περίστασιν ὁρῶντες· ἐκποιεῖ, χρῆσαι· οὐκ ἐκποιεῖ, παῦσαι. καὶ ὥσπερ ἐπὶ στρατείας ὁ
μὲν ἵππον ἔχων ἱππεὺς ἀγωνίζεται, ὁ δὲ ὅπλα ὁπλίτης, ὁ δὲ μηδὲν53

54

ἔχων ψιλός, καὶ ὥσπερ ἐκεῖσε ὅταν ἐπικέωνται οἱ πολέμιοι καὶ βάλλωσιν, εἰς τὰ ὅπλα ἀναχωρεῖς ψιλὸς ὤν· οὕτως αὖ δεῦρο ἐπί‐ κειται ἐνίοτε πόλεμος, ἀπορία ἀρρωστία, ἀναχώρει εἰς μονοσιτίαν,
εἰς αὐτοδιακονίαν, εἰς τρίβωνα, ἔσχατον εἰς ᾅδου.54