TLG 1699 006 :: TELES :: Περὶ τοῦ μὴ εἶναι τέλος ἡδονήν

TELES Phil.
(fort. Megarensis: 3 B.C.)

Περὶ τοῦ μὴ εἶναι τέλος ἡδονήν

Source: Hense, O. (ed.), Teletis reliquiae, 2nd edn. Tübingen: Mohr, 1909 (repr. Hildesheim: Olms, 1969): 49–51.

Citation: Page — (line)

49

(1t)

ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΙΝΑΙ
2tΤΕΛΟΣ ΗΔΟΝΗΝ
3 Εἰ δὲ δεῖ τὸν εὐδαίμονα βίον ἐκ τῶν πλεοναζουσῶν ἡδονῶν συγκρῖναι, οὐδείς, φησὶν ὁ Κράτης, εὐδαίμων γεγονὼς ἂν εἴη. ἀλλ’
5εἰ θέλει τις ἐκλογίσασθαι ἐν ὅλῳ τῷ βίῳ πάσας τὰς ἡλικίας, εὑ‐ ρήσει πολλῷ πλείους τὰς ἀλγηδόνας. πρῶτον μὲν γὰρ τοῦ παντὸς
χρόνου ὁ ἥμισυς ἀδιάφορος, ἐν ᾧ καθεύδω. εἶθ’ ὁ πρῶτος ὁ κατὰ49

50

τὴν παιδοτροφίαν ἐπίπονος. πεινᾷ τὸ παιδίον, ἡ δὲ τροφὸς κατα‐ κοιμίζει· διψᾷ, ἡ δὲ λούει· κοιμηθῆναι θέλει, ἡ δὲ κρόταλον ἔχουσα ψοφεῖ. εἰ δ’ ἐκπέφευγε τὴν τιτθήν, παρέλαβε πάλιν ὁ παιδαγωγός, παιδοτρίβης, γραμματοδιδάσκαλος, ἁρμονικός, ζωγράφος.
5προάγει ἡλικία· προσγίνεται ἀριθμητικός, γεωμέτρης, πωλοδάμνης, [ὑπὸ τούτων πάντων μαστιγοῦται]· ὄρθρου ἐγείρεται· σχολάσαι οὐκ ἔστιν. ἔφηβος γέγονεν· ἔμπαλιν τὸν κοσμητὴν φοβεῖται, τὸν παιδο‐ τρίβην, τὸν ὁπλομάχον, τὸν γυμνασίαρχον. ὑπὸ πάντων τούτων μαστιγοῦται, παρατηρεῖται, τραχηλίζεται. ἐξ ἐφήβων ἐστὶ καὶ ἤδη
10εἴκοσι ἐτῶν· ἔτι φοβεῖται καὶ παρατηρεῖ καὶ γυμνασίαρχον καὶ στρατηγόν. παρακοιτεῖν εἴ που δεῖ, οὗτοι παρακοιτοῦσι· φυλάττειν καὶ ἀγρυπνεῖν, οὗτοι φυλάττουσιν· εἰς τὰ πλοῖα ἐμβαίνειν, οὗτοι ἐμβαίνουσιν. ἀνὴρ γέγονε καὶ ἀκμάζει· στρατεύεται καὶ πρεσβεύει ὑπὲρ τῆς πόλεως, πολιτεύεται, στρατηγεῖ, χορηγεῖ, ἀγωνοθετεῖ·
15μακαρίζει ἐκεῖνον τὸν βίον, ὃν παῖς ὢν ἐβίωσε. παρήκμασε καὶ ἔρχεται εἰς γῆρας· πάλιν παιδοτροφίαν ὑπομένει καὶ ἐπιποθεῖ τὴν
νεότητα. καὶ50

51

ἡ νεότης μοι φίλον, τὸ δὲ γῆρας
βαρύτερον Αἴτνης. οὐχ ὁρῶ οὖν, πῶς εὐδαίμονά τις βίον ἔσται βεβιωκώς, εἴπερ δεῖ
τῷ πλεονασμῷ τῶν ἡδονῶν ἐκμετρῆσαι.51