TLG 1699 005 :: TELES :: Περὶ συγκρίσεως πενίας καὶ πλούτου (ap. Stobaeum)

TELES Phil.
(fort. Megarensis: 3 B.C.)

Περὶ συγκρίσεως πενίας καὶ πλούτου (ap. Stobaeum)

Source: Hense, O. (ed.), Teletis reliquiae, 2nd edn. Tübingen: Mohr, 1909 (repr. Hildesheim: Olms, 1969): 45–48.

Citation: Page — (line)

45

(1t)

ΕΚ ΤΩΝ ΤΕΛΗΤΟΣ ΕΠΙΤΟΜΗ
2 Ἡ πενία κωλύει πρὸς τὸ φιλοσοφεῖν, ὁ δὲ πλοῦτος εἰς ταῦτα χρήσιμον. Οὐκ εὖ. πόσους γὰρ οἴει δι’ εὐπορίαν ἢ δι’ ἔνδειαν κωλυθῆναι σχολάζειν; ἢ οὐχ ὁρᾷς ὅτι ὡς ἐπὶ τὸ πολὺ οἱ πτωχό‐
5τατοι φιλοσοφοῦσιν, οἱ δὲ πλούσιοι διὰ ταῦτ’ αὐτὰ ἐν τῇ πάσῃ ἀσχολίᾳ εἰσίν; οὐ κακῶς δὲ καὶ Θέογνις λέγει πολλῷ τοι πλείους λιμοῦ κόρος ὤλεσεν ἄνδρας. ἐπεὶ ποῦ ἂν δείξειας δι’ ἔνδειαν κεκωλυμένους φιλοσοφεῖν, ὥσπερ
διὰ πλοῦτον; ἢ οὐχ ὁρᾷς ὅτι διὰ μὲν ἔνδειαν καρτερεῖν βιάζονται,45

46

διὰ δὲ πλοῦτον τὰ ἐναντία; ὅταν γάρ, οἶμαι, τῷ ἀνθρώπῳ προσ‐ γένηται εὐχερῶς πορίζεσθαι ὧν ἂν ἐπιθυμῇ, οὐκέτι οὗτος πρὸς τὸ πονεῖν ἢ ζητεῖν τι ἐστίν, ἀλλ’ ἔχων συνεργὸν τὸν πλοῦτον τῇ αὑτοῦ κακίᾳ, οὐδεμιᾶς ἡδονῆς ἀπέχεται. ἢ πάλιν οὐχ ὁρᾷς διότι οἱ μὲν
5πλούσιοι πλείω πράττοντες κωλύονται τοῦ σχολάζειν, ὁ δὲ πένης οὐκ ἔχων τί πράττῃ, πρὸς τὸ φιλοσοφεῖν γίνεται; Ζήνων ἔφη Κράτητα ἀναγινώσκειν ἐν σκυτείῳ καθήμενον τὸν Ἀριστοτέλους Προτρεπτικόν, ὃν ἔγραψε πρὸς Θεμίσωνα τὸν Κυπρίων βασιλέα λέγων ὅτι οὐδενὶ πλείω ἀγαθὰ ὑπάρχει πρὸς τὸ φιλοσοφῆσαι·
10πλοῦτόν τε γὰρ πλεῖστον αὐτὸν ἔχειν ὥστε δαπανᾶν εἰς ταῦτα, ἔτι δὲ δόξαν ὑπάρχειν αὐτῷ. ἀναγινώσκοντος δὲ αὐτοῦ τὸν σκυτέα ἔφη προσέχειν ἅμα ῥάπτοντα, καὶ τὸν Κράτητα εἰπεῖν ‘ἐγώ μοι δοκῶ, ὦ Φιλίσκε, γράφειν πρὸς σὲ προτρεπτικόν· πλείω γὰρ ὁρῶ σοι ὑπάρχοντα πρὸς τὸ φιλοσοφῆσαι 〈ἢ〉 ᾧ ἔγραψεν Ἀριστοτέλης.‘
15ἢ πάλιν οἰκέται μὲν οἱ τυχόντες αὑτοὺς τρέφουσι καὶ μισθὸν τελοῦσι46

47

τοῖς κυρίοις, ἐλεύθερος δὲ ἀνὴρ αὑτὸν τρέφειν οὐ δυνήσεται; ἐπεὶ καὶ τῶν τοιούτων φροντίδων μοι δοκεῖ ὁ ἄβιος λελυμένος πολὺ εὐσχολώτερος εἶναι τῷ μηδὲν ὑπάρχειν. οἷον δήπου ἐν τῷ νῦν πολέμῳ περὶ οὐδενὸς φροντίζει ἢ περὶ αὑτοῦ, ὁ δὲ πλούσιος καὶ
5περὶ ἑτέρων. οὐ κακῶς οὖν οὐδὲ Σοφοκλῆς πεποίηκε λέγοντα τὸν Οἰδίπουν
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται,
ἐγὼ δ’ ἐμαυτὸν καὶ πόλιν καὶ σὲ στένω. ἀλλ’ ὅμως ταῦθ’ ὁρῶντες γινόμενα οὐδὲν ἧττον κακοδαιμονεῖν οἴον‐
10ται, κἂν πένητες ὦσι. φασὶ δὲ καὶ ἐν ταῖς πόλεσιν ἐντιμοτέρους εἶναι μᾶλλον τοὺς πλουσίους τῶν πενήτων. οἱ τοιοῦτοι δέ μοι
δοκοῦσιν οὐκ ἀκούειν διότι Ἀριστείδης πτωχότατος ὢν πάντων47

48

Ἀθηναίων ἐντιμότατος ἦν, καὶ ὅτε τοὺς φόρους ταῖς πόλεσιν ἤθε‐ λον τάξαι Ἀθηναῖοι, ἐκεῖνον κατέστησαν, οὐδένα οἰόμενοι δικαιότερ’ ἂν τάξαι· καὶ ὅτι Καλλίας πλουσιώτατος ὢν Ἀθηναίων μᾶλλον προσεποιεῖτο Ἀριστείδου οἰκεῖος εἶναι ἢ Ἀριστείδης Καλλίου, καὶ
5πολὺ μᾶλλον ᾐσχύνετο Ἀριστείδης ἐπὶ τῷ πλούτῳ 〈τῷ〉 Καλλίου, ἢ Καλλίας ἐπὶ τῇ πενίᾳ τῇ Ἀριστείδου. ἢ πάλιν Λυσάνδρου τοῦ Σπαρτιάτου τίς ἐντιμότερος γέγονεν ἢ τιμῶν πλειόνων ἠξιώθη; καὶ οὗτος τὰς θυγατέρας οὐκ ἐδύνατο ἐκδόσθαι προῖκα δούς. 〈καὶ〉 ἄλλους δὲ ὁπόσους θέλεις ἄν τις εἴποι, οἳ πένητες ὄντες ἐν μείζονι
10τιμῇ ἐγένοντο τῶν πλουσίων. οὐκ ἀπὸ τρόπου δέ μοι δοκεῖ οὐδ’ ὁ Εὐριπίδης ἐγκωμιάζων λέγειν τὸν Ἐτεοκλέα διότι νεανίας μὲν ἐνδεὴς ἦν,
πλείστας δὲ τιμὰς ἔσχ’ ἐν Ἀργείων πόλει.48