TLG 1699 003 :: TELES :: Περὶ φυγῆς

TELES Phil.
(fort. Megarensis: 3 B.C.)

Περὶ φυγῆς

Source: Hense, O. (ed.), Teletis reliquiae, 2nd edn. Tübingen: Mohr, 1909 (repr. Hildesheim: Olms, 1969): 21–32.

Citation: Page — (line)

21

(1t)

ΤΕΛΗΤΟΣ ΠΕΡΙ ΦΥΓΗΣ
2 Μήποτε πρὸς μὲν τὸν οἰόμενον ἀλογιστοτέρους τὴν φυγὴν ποιεῖν ὀρθῶς ἂν παραβάλλοιτο τὰ ἐπὶ τῶν τεχνῶν, ὅτι ὃν τρόπον οὐδὲ αὐλεῖν οὐδὲ ὑποκρίνεσθαι χεῖρον ἔστιν ἐπὶ ξένης ὄντα, οὕτως οὐδὲ
5βουλεύεσθαι· πρὸς δὲ τὸν κατ’ ἄλλο τι ἡγούμενον τὴν φυγὴν βλα‐
βερὸν εἶναι, μὴ οὐδὲν λέγηται παρὰ τὸ τοῦ Στίλπωνος, ὃ καὶ πρῴην21

22

εἶπον· τί λέγεις, φησί, καὶ τίνων ἡ φυγὴ 〈ἢ〉 ποίων ἀγαθῶν στερίσκει; τῶν περὶ 〈τὴν〉 ψυχὴν ἢ τῶν περὶ τὸ σῶμα ἢ τῶν ἐκτός; εὐλογιστίας, ὀρθοπραγίας, εὐπραγίας ἡ φυγὴ στερίσκει; οὐ δή. ἀλλὰ μὴ ἀνδρείας ἢ δικαιοσύνης ἢ ἄλλης τινὸς ἀρετῆς; οὐδὲ
5τοῦτο. ἀλλὰ μὴ τῶν περὶ τὸ σῶμά τινος ἀγαθῶν; ἢ οὐχ ὁμοίως ἔστιν ἐπὶ ξένης ὄντα ὑγιαίνειν καὶ ἰσχύειν καὶ ὀξὺ ὁρᾶν καὶ ὀξὺ ἀκούειν, ἐνίοτε δὲ μᾶλλον 〈ἢ〉 ἐν τῇ ἰδίᾳ μένοντα; καὶ μάλα. ἀλλὰ μὴ τῶν ἐκτὸς στερίσκει ἡ φυγή; ἢ οὐ πολλοῖς ὤφθη τὰ πράγματα κατὰ τὴν τῶν τοιούτων ὕπαρξιν ἐπιφανέστερα γεγονότα
10φυγάδων γενομένων; ἢ οὐ Φοῖνιξ ἐκ Δολοπίας ἐκπεσὼν ὑπὸ Ἀμύν‐ τορος εἰς Θετταλίαν φεύγει;
Πηλέα δ’ ἐξικόμην,
καί μ’ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν.
Θεμιστοκλῆς ἐκεῖνος ‘ὦ παῖ’ φησίν ‘ἀπωλόμεθ‘ ἂν εἰ μὴ ἀπωλό‐22

23

μεθα‘. νῦν δὲ πολλὴ τῶν τοιούτων ἀφθονία. ποίων οὖν ἀγαθῶν ἡ φυγὴ στερίσκει, ἢ τίνος κακοῦ παραιτία ἐστίν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ. ἀλλ’ ἡμεῖς πολλαχοῦ αὑτοὺς κατορύττομεν καὶ φυγάδες γενό‐ μενοι καὶ ἐν τῇ ἰδίᾳ μένοντες. οὐκ ἄρχουσι, φασίν, οὐ πιστεύον‐
5ται, οὐ παρρησίαν ἔχουσιν. ἔνιοι δέ γε καὶ φρουροῦσι τὰς πόλεις παρὰ βασιλεῦσι, καὶ ἔθνη πιστεύονται, καὶ δωρεὰς μεγάλας καὶ συντάξεις λαμβάνουσι. Λυκῖνος ἐκεῖνος οὐ παρ’ ἡμῖν ἐφρούρει φυγὰς ὢν ἐκ τῆς Ἰταλίας, πιστευόμενος παρ’ Ἀντιγόνῳ, καὶ τὸ προσ‐ ταττόμενον ἐποιοῦμεν Λυκίνῳ ἡμεῖς ἐν τῇ ἰδίᾳ μένοντες; Ἱππομέ‐
10δων ὁ Λακεδαιμόνιος ὁ νῦν ἐπὶ Θρᾴκης καθεσταμένος ὑπὸ Πτολε‐ μαίου, Χρεμωνίδης καὶ Γλαύκων οἱ Ἀθηναῖοι οὐ πάρεδροι καὶ σύμβουλοι; ἵνα μὴ τὰ παλαιά σοι λέγω, ἀλλὰ τὰ καθ’ ἡμᾶς. καὶ τὸ τελευταῖον οὐκ ἐπὶ στόλου τηλικούτου ἐξαπεστάλη καὶ χρημά‐ των τοσοῦτον πιστευόμενος καὶ τὴν ἐξουσίαν ἔχων ὡς βούλοιτο
15χρῆσθαι; Ἀλλ’ ἔν γε τῇ ἰδίᾳ οὐκ ἄρχουσιν οἱ φυγάδες. 23

24

Οὐδὲ γὰρ αἱ γυναῖκες οἴκοι μένουσαι, οὐδ’ οἱ παῖδες, οὐδὲ τὰ μει‐ ράκια ταυτί, οὐδ’ οἱ ἔξωροι τῇ ἡλικίᾳ. ἀλλὰ μή τι δυσχερὲς αὐτοῖς; εἰ δ’ ὠδυνῶντο ἐπὶ τούτῳ, οὐκ ἂν ἦσαν βάκηλοι; τί δὲ καὶ δια‐ φέρει ἄρχειν ἢ ἰδιωτεύειν; σὺ πολλῶν [ἢ ὀλίγων] καὶ ἡβώντων
5βασιλεύεις, ἐγὼ δὲ ὀλίγων καὶ ἀνήβων παιδαγωγὸς γενόμενος, καὶ τὸ τελευταῖον ἐμαυτοῦ· τῇ γὰρ αὐτῇ ἐμπειρίᾳ χειρούμενον καὶ τοὺς πολλοὺς καὶ τὸν ἕνα, καὶ δημοσιεύοντα καὶ κατ’ οἰκίας ἐργολα‐ βοῦντα, καὶ ἐπὶ ξένης ὄντα καὶ ἐν τῇ ἰδίᾳ μένοντα, καὶ κατὰ τὴν αὐτὴν εὐβουλίαν καὶ τῇ ἀρχῇ καλῶς καὶ τῇ ἰδιωτείᾳ ἔστι χρῆσθαι.
10τί οὖν διοίσει μοι, εἰ μὴ ἄρξω ἀλλὰ ἰδιωτεύσω; Ἀλλ’ οὐδὲ ἐξουσίαν ἕξεις εἰσελθεῖν εἰς τὴν ἰδίαν. Οὐδὲ γὰρ νῦν εἰς τὸ
Θεσμοφόριον ἐξουσίαν ἔχω, οὐδ’ αἱ γυναῖκες εἰς τὸ τοῦ Ἐνυαλίου,24

25

οὐδ’ εἰς τὰ ἄβατα 〈οὐθείσ〉 [ἔξομεν]. ἀλλ’ εἰ ἐπὶ τούτῳ ἄχθοιτό τις, οὐκ ἂν παιδαριώδης εἴη; οὐδὲ εἰς τὸ γυμνάσιον ἐνίοτε ἐξου‐ σίαν ἔχω, ἀλλ’ ἀπελθὼν 〈ἂν〉 εἰς τὸ βαλανεῖον ἠλειψάμην τῇ αὐτῇ παλαιστρικῇ χρώμενος ᾗ καὶ πρὸ τοῦ ἐν τῷ γυμνασίῳ. οὕτω
5καὶ δεῦρο ἄβατον ἡγησάμενος τὴν ἰδίαν μεταβὰς ἀλλαχοῦ κατοικῶ, δύναμαι δὲ μεταβὰς ὥσπερ ἐξ ἑτέρας νεὼς εἰς ἑτέραν ὁμοίως εὐ‐ πλοεῖν, οὕτως ἐξ ἑτέρας πόλεως εἰς ἑτέραν ὁμοίως εὐδαιμονεῖν. οὔκουν ἀκλήρημά τι καὶ ὄνειδος ἐμόν, εἰ μὴ μετὰ πονηρῶν οἰκήσω. ἢ ἐμὸν ὄνειδος, ἀλλ’ οὐ τῶν ἐμὲ ἐκβαλόντων ἐπιεικῆ καὶ δίκαιον
10ὄντα; οὐκ ἀηδῶς Φιλήμων· ἠγωνισμένου γάρ ποτε αὐτοῦ καὶ ἀπηλλαχότος ἀστείως συναντῶντές τινες ‘ὡς εὐημέρηκασ‘ ἔφασαν ‘Φιλῆμον‘. ‘ὑμεῖς μὲν οὖν‘ φησίν ‘οἴεσθε οὕτω τεθεαμένοι· ἐγὼ μὲν γὰρ ἀεὶ ἀγαθὸς ὢν διατελῶ.‘ Τί οὖν; ὑπὸ χειρόνων φυγαδεύε‐
σθαι οὐ παροινία; Σὺ δ’ ἂν ἐβούλου, φησίν, ὑπὸ καλῶν καὶ25

26

ἀγαθῶν; ἢ οὐχ οὕτω μὲν σὸν ἔγκλημα; οὐθένα γὰρ ἀγνωμόνως καὶ ἀδίκως ἄνδρες ἀγαθοὶ φυγαδεύουσιν· οὐ γὰρ ἂν ἦσαν δίκαιοι. Παρευδοκιμεῖσθαι οὖν ὑπὸ τῶν τοιούτων καὶ χειροτονίᾳ καὶ ψήφῳ οὐκ ὄνειδος; Οὐ σόν γε, ἀλλὰ τῶν τούτους χειροτονούν‐
5των καὶ ψηφοφορούντων· ὥσπερ εἰ τὸν ἄριστον ἰατρὸν ἀφέντες φαρμακοπώλην εἵλοντο καὶ τούτῳ τὸ δημόσιον ἔργον ἐνεχείρισαν, πότερον τοῦ ἰατροῦ εἶπας ἂν ὄνειδος καὶ ἀκλήρημα τοῦτο ἢ τῶν ἑλομένων; Ἀλλὰ τοῦτό γε, εὑρεθῆναι τὴν πατρίδα μοχθηρὰν καὶ ἀχάριστον οὖσαν, εἰς ἣν πολλά τις ἐπόνησε, πῶς οὐκ ἀκλή‐
10ρημα; Καὶ πῶς ἂν εἴη τοῦτο ἀκλήρημα, ἀλλ’ οὐκ εἰ δεῖ εἰπεῖν οὕτως εὐκλήρημα τὸ γνῶναι ποία τις πρότερον μὴ εἰδότα; ἀλλ’ εἰ μὲν τὴν γυναῖκα ᾔσθου πονηρὰν καὶ ἐπίβουλον οὖσαν πρότερον μὴ εἰδώς, ἂν ἔσχες χάριν, καὶ εἰ τὸν οἰκέτην δραπέτην καὶ κλέπτην, ἵνα φυλάττῃ· εἰ δὲ τὴν πατρίδα πονηρὰν καὶ ἀχάριστον ᾔσθου,
15ἀκληρεῖν ἡγῇ σύ, ἀλλ’ οὐ χάριν ἔχεις; Ἀλλ’ ὅμως μέγα μοι26

27

δοκεῖ τὸ ἐν ᾗ ἐγένετό τις καὶ ἐτράφη, ἐν ταύτῃ καταγενέσθαι. Πότερον καὶ ἐν οἰκίᾳ ἐν ᾗ ἐτράφης καὶ ἐγένου [ἐν ταύτῃ κατα‐ γενέσθαι], κἂν ᾖ σαπρὰ καὶ ῥέουσα καὶ καταπίπτουσα; καὶ ἐν νηῒ ἐν ᾗ ἐγένου καὶ ἐκ παιδίου ἔπλεις, [ἐνταῦθα] κἂν ἀκάτιον ᾖ, οὐδ’
5εἰ κωπηλατοῦντα διαρρήγνυσθαι δέοι, εἰς τὴν εἰκόσορον μεταβάντα ἀσφαλῶς καὶ ἀκόπως; καὶ ὀνειδίζουσι μὲν ὅτι Κυθήριος, ὅτι Μυκό‐ νιος, ὅτι Βελβινείτης· ὅμως δὲ μέγα τι φασὶ τὸ ἐν ᾗ ἐγένετό τις καὶ ἐτράφη, ἐν ταύτῃ καταβιῶναι, καὶ τὰς πλείους μὲν ἐξώλεις τῶν πόλεων καὶ τοὺς ἐνοικοῦντας ἀσεβεῖς, μέγα δὲ καὶ προσηνὲς
10τὴν πατρίδα ὥσπερ καὶ αὐτή. Ἀλλὰ καὶ ὅτι μέτοικος ὀνειδίζουσι27

28

† δὲ πολλοὶ λέγοντες
μέτοικε σύ,
οὐδ’ ἐγγενὴς ὢν τήνδε δουλώσας ἔχεις. καὶ Κάδμον μὲν τὸν κτίστην Θηβῶν θαυμάζεις, ἐμὲ δὲ εἰ μή
5〈εἰμι〉 πολίτης, ὀνειδίζεις; καὶ Ἡρακλέα μὲν ὡς ἄριστον ἄνδρα γεγονότα ἐπαινοῦμεν, τὸ δὲ μέτοικον εἶναι ὄνειδος ἡγούμεθα; Ἡρακλῆς δ’ ἐξ Ἄργους ἐκπεσὼν Θήβας κατῴκει. Λακεδαιμόνιοι οὐδὲν τῶν τοιούτων ὄνειδος ἡγοῦνται· ἀλλὰ τὸν μὲν μετασχόντα τῆς ἀγωγῆς καὶ ἐμμείναντα, κἂν ξένος κἂν ἐξ εἵλωτος, ὁμοίως τοῖς
10ἀρίστοις τιμῶσι· τὸν δὲ μὴ ἐμμείναντα, κἂν ἐξ αὐτοῦ τοῦ βασι‐
λέως, εἰς τοὺς εἵλωτας ἀποστέλλουσι, καὶ τῆς πολιτείας ὁ τοιοῦτος28

29

οὐ μετέχει. Ἀλλὰ τό γε ἐν τῇ ἰδίᾳ μὴ ἐξεῖναι ταφῆναι πῶς οὐκ ὄνειδος; Καὶ πῶς μέλλει τοῦτο ὄνειδος εἶναι ὃ τοῖς ἀρίστοις πολλάκις συνέβη; ἢ τίς τιμὴ αὕτη ἥ τις τοῖς κακίστοις περιγίνεται; καὶ Σωκράτην μὲν ἐπαινοῦσιν, ὅταν ἐπιλαμβανόμενος Ἀθηναίων
5λέγῃ· οἱ μὲν γὰρ στρατηγοὶ ἐφ’ οἷς καλλωπίζονται, ὑπερόριοι τεθαμ‐ μένοι εἰσί, τὰ δὲ ὀνείδη τῆς δημοκρατίας ἐν τοῖς δημοσίοις τάφοις. ὅμως δὲ τὸ μὲν ἐπὶ ξένης ταφῆναι ὄνειδος, τὸ δ’ ἐν τοῖς δημοσίοις τάφοις τίμιον; τί δὲ καὶ διαφέρειν ἂν δόξαι ἐπὶ ξένης ταφῆναι ἢ ἐν τῇ ἰδίᾳ; οὐκ ἀηδῶς γάρ τις τῶν Ἀττικῶν φυγάδων λοιδορου‐
10μένου τινὸς αὐτῷ καὶ λέγοντος ‘ἀλλ’ οὐδὲ ταφήσῃ ἐν τῇ ἰδίᾳ, ἀλλ’ ὥσπερ οἱ ἀσεβεῖς Ἀθηναίων ἐν τῇ Μεγαρικῇ‘ ‘ὥσπερ μὲν οὖν‘ 〈φησίν〉 ‘οἱ εὐσεβεῖς Μεγαρέων ἐν τῇ Μεγαρικῇ‘. τί γὰρ τὸ διά‐
φορον; ἢ οὐ πανταχόθεν, φησὶν ὁ Ἀρίστιππος, ἴση καὶ ὁμοία ἡ29

30

εἰς ᾅδου ὁδός; ἢ τὴν ἀρχὴν εἰ μὴ ταφήσῃ, τί σοι μέλει; ἀλλ’ ἡ περὶ ταφῆς ἀγωνία, φησὶν ὁ Βίων, πολλὰς τραγῳδίας ἐποίησεν. ὥσπερ καὶ ὁ Πολυνείκης ἐντέλλεται
θάψον δέ μ’ ὦ τεκοῦσα καὶ σὺ σύγγονε
5
ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην
παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. εἰ δὲ μὴ τύχοις χθονὸς πατρῴας, ἀλλ’ ἐπὶ ξένης ταφείης, τί ἔσται τὸ διάφορον; ἢ ἐκ Θηβῶν μὲν εἰς ᾅδου ὁ Χάρων πορθμεύει ...;
10καὶ γῆς φίλης ὄχθοισι κρυφθῆναι καλόν.30

31

εἰ δὲ μὴ κρυφθείης, ἀλλὰ ἄταφος 〈ῥιφθείησ〉, τί τὸ δυσχερές; ἢ τί διαφέρει ὑπὸ πυρὸς κατακαυθῆναι ἢ ὑπὸ κυνὸς καταβρωθῆναι ἢ ἐπάνω τῆς γῆς ὄντα ὑπὸ κοράκων ἢ κατορυχθέντα ὑπὸ σκωλήκων;
συνάρμοσον δέ μου βλέφαρα τῇ σῇ χερί,
5
μῆτερ. ἂν δὲ μὴ συναρμόσῃ σου, ἀλλὰ βλέπων καὶ κεχηνὼς ἀποθάνῃς, τί ἔσται τὸ χαλεπόν; ἢ καὶ τῶν ἐν τῇ θαλάττῃ καὶ ἐν τοῖς πολέ‐ μοις ἀποθνῃσκόντων συναρμόζει τις; ἀλλ’ ἔμοιγε δοκεῖ ταῦτα παι‐ διά τις ἡμετέρα εἶναι ... καὶ ἡμεῖς μὲν καὶ ἰδεῖν καὶ ἅψασθαι
10ὀκνοῦμεν· οἱ δὲ σκελετεύσαντες ἔνδον ἔχουσιν ὡς καλόν τι καὶ31

32

ἐνέχυρα τοὺς νεκροὺς λαμβάνουσιν. οὕτως ἀντέστραπται τῷ ἡμε‐
τέρῳ ὁ ἐκείνων τρόπος.32