TLG 1699 001 :: TELES :: Περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι

TELES Phil.
(fort. Megarensis: 3 B.C.)

Περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι

Source: Hense, O. (ed.), Teletis reliquiae, 2nd edn. Tübingen: Mohr, 1909 (repr. Hildesheim: Olms, 1969): 3–4.

Citation: Page — (line)

3

(1t)

ΕΚ ΤΗΣ ΘΕΟΔΩΡΟΥ ΤΩΝ ΤΕΛΗΤΟΣ ΕΠΙΤΟΜΗΣ
2tΠΕΡΙ ΤΟΥ ΔΟΚΕΙΝ ΚΑΙ ΤΟΥ ΕΙΝΑΙ
3 Κρεῖττόν φασι τὸ δοκεῖν δίκαιον εἶναι τοῦ εἶναι· μὴ καὶ τὸ δοκεῖν ἀγαθὸν εἶναι τοῦ εἶναι κρεῖττόν ἐστιν; Ἀμέλει.
5Πότερον οὖν διὰ τὸ δοκεῖν ἀγαθοὶ ὑποκριταὶ εἶναι 〈εὖ〉 ὑποκρί‐ νονται ἢ διὰ τὸ εἶναι; 〈Διὰ τὸ εἶναι. 〉 Κιθαρίζουσι δὲ 〈εὖ〉 πότερον διὰ τὸ δοκεῖν ἀγαθοὶ κιθαρισταὶ 〈εἶναι〉 ἢ διὰ τὸ εἶναι; Διὰ τὸ εἶναι. Τὰ δ’ ἄλλα πάντα ἁπλῶς διὰ τὸ δοκεῖν ἀγαθοὶ 〈εἶναι〉 εὖ πράττουσιν ἢ διὰ τὸ εἶναι; Διὰ τὸ εἶναι.
10Δι’ ὃ δ’ εὖ βιοῦσι κρεῖττον ἢ δι’ ὃ μή· ὥστε κρεῖττον φαίνοιτ’ ἂν τὸ ἀγαθὸν εἶναι τοῦ δοκεῖν, ὁ γὰρ δίκαιος ἀγαθός, οὐχ ὁ δοκῶν δίκαιος εἶναι. καὶ τί ποτε ἐπὶ τῶν ἄλλων ἀγαθῶν, ὅσα δοκοῦσιν ἄνθρωποι; μᾶλλον ἂν βούλοιο εἶναι ἐν αὐτοῖς 〈ἢ δοκεῖν εἶναι〉
καὶ ἔχειν αὐτὰ μᾶλλον ἢ δοκεῖν ἔχειν; εὐθέως, ὁρᾶν 〈μᾶλλον〉3

4

ἂν βούλοιο ἢ δοκεῖν ὁρᾶν; ὑγιαίνειν μᾶλλον ἢ δοκεῖν; ἰσχύειν μᾶλλον ἢ δοκεῖν; εὔπορος εἶναι, φίλους ἔχειν μᾶλλον ἢ δοκεῖν; ἐπὶ τῶν ψυχικῶν πάλιν, φρονεῖν μᾶλλον ἢ δοκεῖν; ἄλυπος εἶναι μᾶλλον ἢ δοκεῖν; θαρσαλέος εἶναι, ἄφοβος εἶναι, ἀνδρεῖος εἶναι μᾶλλον ἢ
5δοκεῖν; ἐπὶ τῆς δικαιοσύνης δὲ οὐκέτι δίκαιος εἶναι μᾶλλον ἢ δο‐ κεῖν; Ἀλλὰ καὶ ἀνδρεῖος ἂν μᾶλλον βουλοίμην δοκεῖν ἢ εἶναι. Ἢ οὐχ ὁ ἀνδρεῖος καὶ ἄφοβος καὶ ἄλυπος, οὐχ ὁ δοκῶν; διὰ τί δὲ βούλει ἀνδρεῖος δοκεῖν εἶναι; Τιμήσουσί με. Καὶ γὰρ πρωτοστάτην σε καταστήσουσι καὶ μονομαχεῖν κελεύσουσι καὶ ἵνα
10λάχῃς μηχανήσονται καὶ λαχόντι σοι ἐπιχαρήσονται καθάπερ τῷ Αἴαντι· εἶτα τί οἴει πείσεσθαι δειλὸς μὲν ὤν, κινδυνεύων δέ; καὶ ἐὰν αἰχμάλωτος γένῃ δοκῶν ἀνδρεῖος εἶναι πέδας ἕξεις μεγάλας καὶ χειροπέδας, καὶ οὐθείς σοι μὴ πιστεύσει, ἀλλὰ καὶ κατακε‐ κλεισμένος ἔσῃ, κἂν βασανίζωσί σε πολλὰς λήψῃ, καὶ λέγων τὴν
15ἀλήθειαν οὐ μὴ πιστευθήσῃ, ἀλλὰ δόξεις μωκᾶσθαι διὰ τὸ δοκεῖν καρτερικὸς εἶναι, καὶ κελεύσουσί σε δέρειν καὶ ἐπιτείνειν καὶ παρ‐ οπτᾶν. ὅρα πόσα λήψῃ δοκῶν ἀνδρεῖος εἶναι καὶ καρτερικός· σὺ
δὲ ἐκεῖνο μὲν προφέρῃ, ταῦτα δὲ ἀποκρύπτεις, ὥσπερ οἱ ῥήτορες.4