TLG 1696 001 :: STRATON :: Fragmenta STRATON Phil. Fragmenta
Citation: Fragment — (line) | ||
18 | Diogenes Laert. V 59: φέρεται δ’ αὐτοῦ (sc. Στράτωνος) βιβλία 1. Περὶ βασιλείας τρία· 2. Περὶ δικαιοσύνης τρία· 3. Περὶ τἀγαθοῦ γʹ· 4. Περὶ θεῶν γʹ· 5. Περὶ ἀρχῶν τρία ἢ δύο· 6. Περὶ βίων· 7. Περὶ εὐδαι‐ μονίας· 8. Περὶ βασιλείας· 9. 〈Περὶ〉 φιλοσοφίας· 10. Περὶ ἀνδρείας· 11. Περὶ | |
5 | τοῦ κενοῦ· 12. Περὶ τοῦ οὐρανοῦ· 13. Περὶ τοῦ πνεύματος· 14. Περὶ φύσεως ἀνθρωπίνης· 15. Περὶ ζῳογονίας· 16. Περὶ μίξεως· 17. Περὶ ὕπνου· 18. Περὶ ἐνυπνίων· 19. Περὶ ὄψεως· 20. Περὶ αἰσθήσεως· 21. Περὶ ἡδονῆς· | |
---|---|---|
22. Περὶ χρωμάτων· 23. Περὶ νόσων· 24. Περὶ κρίσεων· 25. Περὶ δυνάμεων· 26. Περὶ τῶν μεταλλικῶν· 27. Μηχανικόν· 28. Περὶ ἰλίγγου καὶ σκοτώσεων· | 12 | |
10 | 29. Περὶ κούφου καὶ βαρέος· 30. Περὶ ἐνθουσιασμοῦ· 31. Περὶ χρόνου· 32. Περὶ τροφῆς καὶ αὐξήσεως· 33. Περὶ τῶν ἀπορουμένων ζῴων· 34. Περὶ τῶν μυθολογουμένων ζῴων· 35. Περὶ αἰτιῶν· 36. Λύσεις ἀπορουμένων· 37. Τόπων προοίμια· 38. Περὶ τοῦ συμβεβηκότος· 39. Περὶ τοῦ ὅρου· 40. Περὶ τοῦ μᾶλλον καὶ ἧττον· 41. Περὶ ἀδίκου· 42. Περὶ τοῦ προτέρου | |
15 | καὶ ὑστέρου· 43. Περὶ τοῦ προτέρου γένους· 44. Περὶ τοῦ ἰδίου· 45. Περὶ τοῦ μέλλοντος· 46. Εὑρημάτων ἔλεγχοι δύο· 47. Ὑπομνήματα ἃ διστάζεται· 48. Ἐπιστολαὶ ὧν ἡ ἀρχή: Στράτων Ἀρσινόῃ εὖ πράττειν. αγ μβ͂υκ | |
19 | Plutarchus De Stoicorum repugnantiis XXIV 1045 f. (St V F II fr. 126): ἐν τῷ τρίτῳ περὶ τῆς διαλεκτικῆς ὑπειπὼν (sc. Χρύσιππος) ὅτι: Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ 〈οἱ〉 ἀπὸ τούτων [οἱ] ἄχρι Πολέμωνος καὶ Στράτωνος, μάλιστα δὲ Σωκράτης· καὶ | |
5 | ἐπιφωνήσας ὅτι καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν, ἐπιφέρει κατὰ λέξιν: εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχ’ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δ’ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους | |
10 | ὑπονοοῦμεν. τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδ’ ἐλέγχων, ὡς νομίζεις, ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπου‐ δασμένως ἔγραψαν, περὶ δὲ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ | |
15 | μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα. | 13 |
27 | Simplicius In Aristotelis Categorias comment. p. 423, 1ff. Kalbfleisch (cf. Scholia in Aristotelis Categorias fr. 89 a 37 Brandis): καὶ Στράτων δὲ ὁ Λαμψακηνὸς ἐν τῷ περὶ τοῦ προτέρου καὶ ὑστέρου μονο‐ βιβλίῳ πολλοὺς ἀπηριθμήσατο τρόπους, οὓς νομίζω δυνατὸν εἶναι ὑπὸ τοὺς | |
5 | πέντε τοὺς ἐνταῦθα λεγομένους ἀναγαγεῖν οἷον μερισμὸν ἐκείνων ὄντας. ὑπὸ μὲν γὰρ τὸ τῷ χρόνῳ πρότερον ταχθήσεται τὸ ἀτελὲς τοῦ τελείου λεγόμενον, διότι ἔσχατον ἐν πᾶσι τὸ τέλος· τὸ δὲ αὐτὸ καὶ ὑπὸ τὴν τάξιν. ἔτι δὲ ὑπ’ ἄμφω ταῦτα καὶ ὑπὸ 〈τὸ〉 τῇ ἀξίᾳ καὶ δυνάμει καὶ τῇ φύσει πρότερόν ἐστιν, οὗ ἐπιστήμη πρότερον, οἷον μονάδος ἢ δυάδος καὶ πλήθους ἢ ἀρτίου καὶ περιττοῦ. | |
10 | ταῦτα γὰρ οὐδὲ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν ὥσπερ οὐδὲ ἡ ἐπιστήμη αὐτῶν. πρῶτον δὲ καὶ τῷ χρόνῳ καὶ τῇ ἀξίᾳ, ὧν τὸ ἔργον πρότερον, | |
οἷον τὸ ἀγαθὸν τοῦ κακοῦ. τὸ μὲν γὰρ σωτηρίας, τὸ δὲ φθορᾶς αἴτιον, πρῶτον δὲ τὸ εἶναι τοῦ φθείρεσθαι καὶ χρόνῳ καὶ ἀξίᾳ. πρῶτον δὲ τῇ φύσει ὡς μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὅπερ δυνατὸν εἶναι | 14 | |
15 | θατέρου μὴ ὄντος, ὡς τόπος σώματος καὶ σῶμα χρώματος, ὁμοίως δὲ καὶ εἰ θάτερον ἐν θατέρῳ πέφυκε γίνεσθαι, οἷον ἡ οὐσία ποιοῦ καὶ ποσοῦ. οὕτως δὲ καὶ τὸ κατὰ φύσιν πρότερον τοῦ παρὰ φύσιν καὶ ὁ νόμος τῆς παρανομίας καὶ ἡ ἕξις τῆς στερήσεως. ὑπὸ δὲ τὸ τῇ ἀξίᾳ πρότερον καὶ τὸ δυνάμει τάττοιτο ἂν τὰ τῷ τιμιωτέρῳ συγγενέστερα, ὡς τὸ ποσὸν τοῦ ποιοῦ προτάττοιτο ἄν, | |
20 | διότι τὸ μὲν ποσὸν μέρος τῆς οὐσίας, τὸ δὲ ποιὸν οὔ. καὶ εἰ τὸ μὲν μετέχει γενέσεως καὶ φθορᾶς, ὡς ὁ χρόνος, τὸ δὲ οὔ, ὡς ὁ τόπος, καὶ τὸ μὲν χωριστόν, τὸ δὲ οὔ· ἄνευ μὲν γὰρ αἰσθήσεως εἶναι τὴν ψυχὴν ἀδύνατον, ἄνευ δὲ ἐπι‐ θυμίας εἶναι δυνατόν. καὶ τὸ ἀμερὲς τοῦ μεριστοῦ· ἀρχῇ γὰρ ὁμοιότερον, ὥστε καὶ κύκλου τὸ κέντρον. καὶ τὸ μᾶλλον τοῦ προτέρου μετέχον, ὡς τὸ | |
25 | ἀίδιον μὲν τοῦ ἀγαθοῦ, τὸ φθαρτὸν δὲ τοῦ κακοῦ καὶ τὸ ἄρτιον δυάδος, τὸ δὲ περιττὸν τριάδος. καὶ εἰ τὸ μὲν μένει χρόνον τινά, τὸ δὲ οὐ μένει, οἷον σῶμα κινήσεως καὶ χρόνου. ὑπὸ δὲ τὸ τῇ τάξει πρότερον εἴη ἂν τὸ τοῦ μεταξὺ πρότερον, ὕστερον δὲ τὸ τοῦ μεταξὺ ὕστερον. ὑπὸ δὲ 〈τὸ ἐν〉 τοῖς ἀντιστρέ‐ φουσιν ὡς αἰτιῶδες πρότερον ἂν εἴη τὸ στοιχεῖον· καὶ γὰρ αὖ καὶ τὸ μέρος | |
30 | τοῦ ὅλου, ὡς τὸ πεπερασμένον τοῦ ἀπείρου, καὶ εἰ θάτερον ἐκ θατέρου, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος· ὑλικὸν γὰρ καὶ οὗτος αἴτιον. ὅτι δὲ καὶ 〈τὸ〉 αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο καὶ πρότερον καὶ ὕστερον εἶναι δυνατόν, καὶ αὐτὸς ὁ Στράτων ἐνεδείξατο, τὸν χρόνον καὶ τὸν τόπον πρότερα καὶ ὕστερα ἀλλήλων δεικνύς. | |
28 | Scholia in Aristotelis Categorias p. 89 a 37 Brandis: διὰ τοῦτο οὖν καὶ τοῦ προτέρου πολλαχῶς λεγομένου τὴν διαίρεσιν ποιεῖ (sc. Ἀριστοτέλης) οὐ πάντας τοὺς τρόπους παραδιδούς—καὶ ἄλλους γοῦν οὐκ ὀλίγους προστίθησι καὶ αὐτὸς ἐν ἄλλοις καὶ ὁ Στράτων ἐν τῇ περὶ προτέρου καὶ ὑστέρου μονο‐ | |
5 | βίβλῳ—, ἀρκοῦντας δὲ πρὸς εἰσαγωγὴν καὶ τοὺς ἐκτεθέντας οἰόμενος. | |
29 | Simplicius In Aristotelis Categorias comment. p. 418, 24 Kalbfleisch: διὰ τοῦτο οὖν καὶ τοῦ προτέρου πολλαχῶς λεγομένου τὴν διαίρεσιν ποιεῖται (sc. Ἀριστοτέλης), οὐ πάντας τοὺς τρόπους παραδιδούς —καὶ ἄλλους γοῦν οὐκ ὀλίγους προστίθησιν καὶ αὐτὸς ἐν ἄλλοις καὶ ὁ | |
5 | Στράτων ἐν τῷ περὶ τοῦ προτέρου καὶ ὑστέρου μονοβιβλίῳ—, ἀρκοῦντας δὲ | |
πρὸς εἰσαγωγὴν καὶ τοὺς ἐκτεθέντας οἰόμενος. | 15 | |
30 | Alexander Aphrod. In Aristotelis Topica comment. p. 339, 30 Wallies: ὅταν οὖν μὴ ὁμοίως ἔχῃ τὰ ἀντιστρέφοντα, ἀναιρεθήσεται τὸ τεθὲν ὡς γένος. ἂν γάρ τις θῇ τοῦ μείζονος γένος τὸ ὑπερέχον, ἐπεὶ τὰ ἀντιστρέφοντα αὐτοῖς οὐ πρὸς ὁμοίας λέγεται | |
5 | πτώσεις—τὸ μὲν γὰρ ἔλαττον τινός, μείζονος γάρ, τὸ δὲ ὑπερεχόμενον τινί, ὑπερέχοντι γάρ—, ἀναιροῖτ’ ἂν τὸ εἶναι τὸ ὑπερέχον γένος τοῦ μείζονος. ὁ μέντοι Στράτων προστίθησί τινα τῷ τόπῳ τούτῳ καὶ ἄλλον· εἰ αὐτὰ μὲν πρὸς ὁμοίας πτώσεις λέγοιτο, τό τε ἀποδοθὲν γένος καὶ τὸ εἶδος, τῶν δὲ πρὸς ἃ ταῦτα λέγεται τὸ μὲν ἀντιστρέφοι | |
10 | τὸ δὲ μή, οὔ φησι τὸ τεθὲν ἔσεσθαι γένος. καὶ παραδείγματι χρῆται τοῦ τόπου τῇ τε ἐλλείψει καὶ τῇ ἐνδείᾳ. εἰ γάρ τις γένος τῆς ἐλλείψεως τὴν ἔνδειαν λέγει, ἐπεὶ ἑκάτερον μὲν αὐτῶν πρὸς τὴν αὐτὴν ἀποδίδοται πτῶσιν—ἥ τε γὰρ ἔλλειψις τινός, τῆς ὑπεροχῆς γάρ, καὶ ἡ ἔνδεια ὁμοίως τινός, τοῦ γὰρ ἱκανοῦ—, οὐκέτι δὲ ἀμφότερα, πρὸς ἃ ἑκάτερον | |
15 | αὐτῶν λέγεται, ἀντιστρέφει—ἡ μὲν γὰρ ὑπεροχὴ καὶ αὐτὴ τινός, ἐλλείψεως γάρ· τὸ δὲ ἱκανὸν οὐκέτι ἀντιστρέφει· οὐ γὰρ λέγεται τὸ ἱκανὸν ἐνδείας ἱκανόν—ὥστε οὐκ ἂν εἴη ἡ ἔνδεια τῆς ἐλλείψεως γένος. ἀλλ’ οὗτος μὲν καινοτομῆσαι βουληθεὶς ὀλίγον ἀναιρεῖ μεῖζόν τι. | |
τὸ γὰρ πάντα 〈τὰ〉 πρός τι πρὸς ἀντιστρέφοντα λέγεσθαι κινεῖ. | 16 | |
35 | Plutarchus Adv. Coloten XIV 1115 b: καὶ μὴν τῶν ἄλλων Περιπατητικῶν ὁ κορυφαιότατος Στράτων οὔτ’ Ἀριστοτέλει κατὰ πολλὰ συμφέρεται καὶ Πλάτωνι τὰς ἐναντίας ἔσχηκε δόξας περὶ κινήσεως περὶ νοῦ καὶ περὶ ψυχῆς καὶ περὶ γενέσεως· καὶ τελευτῶν τὸν κόσμον αὐτὸν οὐ ζῷον | |
5 | εἶναί φησι, τὸ δὲ κατὰ φύσιν ἕπεσθαι τῷ κατὰ τύχην· ἀρχὴν γὰρ ἐνδιδόναι τὸ αὐτόματον, εἶθ’ οὕτω περαίνεσθαι τῶν φυσικῶν παθῶν ἕκαστον. | |
36 | Maximus Tyrius XI 5 e: ἴσασιν γὰρ οὐχ ἑκόντες καὶ λέγουσιν ἄκοντες (sc. τὸ θεῖον)· κἂν ἀφέλῃς αὐτοῦ τὸ ἀγαθὸν ὡς Λεύκιππος, κἂν προσθῇς τὸ ὁμοπαθὲς ὡς Δημόκριτος, κἂν ὑπαλλάξῃς τὴν φύσιν ὡς Στράτων, | |
κἂν δῷς τὴν ἡδονὴν ὡς Ἐπίκουρος κτλ. | 17 | |
40 | Proclus In Platonis Timaeum comment. IV 242 f.: ὥστε οὐχὶ τὸ ὄν ἐστιν, ὥς φησι Στράτων ὁ φυσικός, τὸ τῆς διαμονῆς αἴτιον, ἀλλ’ ὁ αἰών, καὶ διαμονῆς οὐ γιγνομένης ἀεί, ἀλλ’ ἐν ἑνὶ οὔσης ἀνεξαλλάκτως ὡς εἶπεν ὁ Τίμαιος. | |
41 | Proclus In Platonis Timaeum comment. IV 243 b: ὁ δὲ αἰὼν τῆς ἐν τῷ εἶναι διαμονῆς (sc. αἴτιος). καὶ τοῦτο ἔδει μᾶλλον τὸν Στράτωνα λέγειν, ἀλλ’ οὐχὶ τὴν διαμονὴν ὁρίζεσθαι τῶν ὄντων τὸ ὄν, ὡς ἐκεῖνος ἐν τῷ περὶ τοῦ ὄντος βιβλίῳ γέγραφε, τὸ ἴδιον τοῦ αἰῶνος μετάγων ἐπὶ τὸ ὄν. | |
41,1 | Damascius Dubitationes et solutiones 62 I p. 135 Ruelle: τοιαύτη μὲν γὰρ ἡ δύναμίς ἐστιν εἴσω μένουσα, οἵα προελθοῦσα ἤδη πρὸς τὸ ἐκτὸς ἡ ἐνέργεια· τοιαύτη δὲ ἡ οὐσία ἑστῶσα τὸ πάμπαν οἵα παρασκευαζομένη πρὸς κίνησιν ἡ δύναμις. εἰς ὅ μοι δοκεῖ καὶ ὁ | |
5 | Στράτων ἀποβλέψας τὸ μὲν μένειν τὸ ὂν ἀποφήνασθαι, ἐπειδὴ τοῦ ὄντος ἐκτένειαν ἑώρα τὴν δύναμιν οὖσαν. ἔδει δὲ συνιδεῖν ὅτι καὶ εἰ σύνεστι τῷ εἶναι τὸ μένειν, ὅμως οὐκ ἔστι ταὐτόν, ὡς αἱ ἔννοιαι σαφῶς διακρίνουσιν, ἄλλο τὸ εἶναι γνωρίζουσαι καὶ ἄλλο τὸ μένειν. δεῖ γάρ τι καὶ εἶναι πρότερον, εἴτα μένειν ἢ κινεῖσθαι. καὶ τὸ μὲν | |
10 | μένειν ἀντίκειται τῷ κινεῖσθαι· τὸ γὰρ μένειν καὶ ἵστασθαι ταὐτόν, τὸ δὲ εἶναι ἢ οὐδὲν ἔχει ἀντίθετον ἢ τὸ μὴ εἶναι, ὡς πολλαχοῦ ὁ Πλάτων ἀντιτίθησιν· ὥστε εἴ τις καὶ ὑπόστασιν ὁρίζοιτο εἶναι τὸ ὄν, εἰς ταὐτὸν ἀποφέρεται τῷ Στράτωνι νόημα· τὸ γὰρ ὑφεστάναι παρώνυ‐ μόν τι τῆς στάσεως. | |
41,2 | Damascius Dubitationes et solutiones 63 I p. 138 Ruelle: οὐδὲν γάρ ἐστιν ὃ ἀντίκειται τῇ ἐνεργείᾳ καὶ τῇ δυνάμει πλὴν τῆς οὐσίας, κατὰ δή τινα τρόπου· ἡ οὐσία ἄρα στάσις ἔσται, τοῦτό | |
που τὸ τοῦ Στράτωνος, ὅπερ οὐκ ἐδόκει εὖ ἔχειν. | 18 | |
42 | Galenus Historia philos. 18 (Diels Doxographi Graeci p. 611): Στράτων δὲ ὁ φυσικὸς προσωνομασμένος τὰς ποιότητας (sc. ἀρχὰς ὑποτίθεται τῶν ὅλων). | |
43 | Sextus Empiricus Pyrrh. Hypotyp. III 33 (Περὶ ὑλικῶν ἀρχῶν): Στράτων δὲ ὁ φυσικὸς τὰς ποιότητας (sc. ἀρχὰς εἶναι εἶπεν). | |
45 | Stobaeus Ecl. I 10, 12 (Aetius I 3, 24 p. 288 Diels): Στράτων στοιχεῖα 〈θερμὸν〉 καὶ ψυχρόν. | |
48 | Epiphanius Adv. haereses III 33 (Diels Doxographi Graeci p. 592): Στράτων ἐκ Λαμψάκου τὴν θερμὴν οὐσίαν ἔλεγεν αἰτίαν πάντων ὑπάρχειν. ἄπειρα δὲ ἔλεγεν εἶναι τὰ μέρη τοῦ κόσμου καὶ πᾶν ζῷον ἔλεγε νοῦ δεκτικὸν εἶναι. | |
49 | Plutarchus De primo frigido IX 948 c: οὐ μὴν ἀλλὰ καὶ τὰ αἰσθητὰ ταυτὶ προανακινῆσαι βέλτιόν ἐστιν, ἐν οἷς Ἐμπεδοκλῆς τε καὶ Στρά‐ των καὶ οἱ Στωικοὶ τὰς οὐσίας τίθενται τῶν δυνάμεων, οἱ μὲν Στωικοὶ τῷ ἀέρι τὸ πρώτως ψυχρὸν ἀποδιδόντες, Ἐμπεδοκλῆς δὲ καὶ Στράτων τῷ ὕδατι· | |
5 | τὴν δὲ γῆν ἴσως ἂν ἕτερος φανείη ψυχρότητος αἰτίαν ὑποτιθέμενος. | |
50 | Simplicius In Aristotelis De caelo comment. p. 269, 4 Heiberg: ἰστέον δέ, ὅτι οὐ Στράτων μόνος οὐδὲ Ἐπίκουρος πάντα ἔλεγον εἶναι τὰ σώματα βαρέα καὶ φύσει μὲν ἐπὶ τὸ κάτω φερόμενα, παρὰ φύσιν δὲ ἐπὶ τὸ ἄνω, ἀλλὰ καὶ ὁ Πλάτων κτλ. | |
51 | Stobaeus Ecl. I 14, 1 h (Aetius I 12, 7 p. 311 Diels): Στράτων μὲν προσεῖναι τοῖς σώμασι φυσικὸν βάρος, τὰ δὲ κουφότερα τοῖς βαρυτέροις ἐπιπολάζειν, οἷον ἐκπυρηνιζόμενα. | |
52 | Simplicius In Aristotelis De caelo comment. p. 267, 29 Hei‐ | |
berg: ὅτι δὲ οὐδὲ τῇ ὑπ’ ἀλλήλων ἐκθλίψει βιαζόμενα κινεῖται (sc. τὰ στοιχεῖα), δείκνυσιν ἐφεξῆς (sc. Ἀριστοτέλης). ταύτης δὲ γεγόνασι τῆς δόξης μετ’ αὐτὸν Στράτων τε καὶ Ἐπίκουρος πᾶν σῶμα βαρύτητα ἔχειν νομίζοντες καὶ πρὸς | 19 | |
5 | τὸ μέσον φέρεσθαι, τῷ δὲ τὰ βαρύτερα ὑφιζάνειν τὰ ἧττον βαρέα ὑπ’ ἐκείνων ἐκθλίβεσθαι βίᾳ πρὸς τὸ ἄνω, ὥστε, εἴ τις ὑφεῖλε τὴν γῆν, ἐλθεῖν ἂν τὸ ὕδωρ εἰς τὸ κέντρον, καὶ εἴ τις τὸ ὕδωρ, τὸν ἀέρα, καὶ εἰ τὸν ἀέρα, τὸ πῦρ. | |
54 | Theodoretus Graecarum affectionum curatio IV 14: ὁ δὲ Στράτων ἔμπαλιν ἔξωθεν μὲν (sc. τοῦ παντὸς) μηδὲν εἶναι κενόν, ἔνδοθεν δὲ δυνατὸν εἶναι. | |
55 | Stobaeus Ecl. I 18, 1 b (Aetius I 18, 4 p. 316 und I 19, 3 p. 317 Diels): Στράτων ἐξωτέρω μὲν ἔφη τοῦ κόσμου μὴ εἶναι κενόν, ἐνδο‐ τέρω δὲ δυνατὸν γενέσθαι. τόπον δὲ εἶναι τὸ μεταξὺ διάστημα τοῦ περιέχοντος καὶ τοῦ περιεχομένου. | |
56 | Hero Alexandrinus Pneumatica I p. 6, 11 Schmidt (p. 146 ed. Paris.): οὐχ ὑποληπτέον οὖν ἐν τοῖς οὖσι κενοῦ τινα φύσιν ἀθρόαν αὐτὴν καθ’ ἑαυτὴν ὑπάρχειν, παρεσπαρμένην δὲ κατὰ μικρὰ μόρια τῷ τε ἀέρι καὶ τῷ ὑγρῷ καὶ τοῖς ἄλλοις σώμασιν, εἰ μὴ ἄρα τὸν ἀδάμαντα μόνον μὴ κοινωνεῖν | |
5 | εἴποι τις τῇ τοῦ κενοῦ φύσει διὰ τὸ μήτε πύρωσιν ἐπιδέχεσθαι μήτε δια‐ κόπτεσθαι, τυπτόμενον δὲ εἰς τοὺς ἄκμονας καὶ τὰς σφύρας ὅλον ἐνδύεσθαι. τοῦτο δὲ αὐτῷ παρακολουθεῖ διὰ τὴν συνεχῆ πυκνότητα· τὰ γὰρ τοῦ πυρὸς σώματα παχυμερέστερα ὄντα τῶν ἐν τῷ λίθῳ κενῶν οὐ παρεισέρχεται, ἀλλὰ | |
μόνον ἐπιψαύει τῆς ἐκτὸς ἐπιφανείας· διόπερ μὴ προκατεισδύνοντα ἐντὸς | 20 | |
10 | καθάπερ ἐπὶ τῶν ἄλλων σωμάτων οὐδὲ δέχεται θερμότητα. τὰ δὲ τοῦ ἀέρος σώματα συνερείδει μὲν πρὸς ἄλληλα, οὐ κατὰ πᾶν δὲ μέρος ἐφαρμόζει, ἀλλ’ ἔχει τινὰ διαστήματα μεταξὺ κενὰ καθάπερ ἡ ἐν τοῖς αἰγιαλοῖς ψάμμος. τὰ μὲν οὖν τῆς ψάμμου μόρια τοῖς τοῦ ἀέρος σώμασιν ἀποικειοῦσθαι ὑποληπτέον, τὸν δὲ ἀέρα τὸν μεταξὺ τῶν τῆς ψάμμου μορίων τοῖς μεταξὺ τοῦ ἀέρος κενοῖς· | |
15 | διὸ καὶ πιλεῖσθαι τὸν ἀέρα συμβαίνει ἐκ βίας τινὸς προσελθούσης καὶ συνιζάνειν εἰς τὰς τοῦ κενοῦ χώρας, παρὰ φύσιν τῶν σωμάτων πρὸς ἄλληλα θλιβομένων· ἀνέσεως δὲ γενομένης πάλιν εἰς τὴν αὐτὴν τάξιν ἀποκαθίσταται τῇ τῶν σωμάτων εὐτονίᾳ, καθάπερ καὶ τοῖς τῶν κεράτων συμβαίνει ξέσμασι καὶ τοῖς ξηροῖς σπόγγοις, ὅταν συμπιληθέντα ἀνεθῇ, πάλιν ἐπὶ τὴν αὐτὴν χώραν | |
20 | ἀποκαθίστασθαι καὶ τὸν αὐτὸν ὄγκον ἀποδιδόναι, ὁμοίως δὲ καὶ ἐάν τινος βίας γενομένης ἀπ’ ἀλλήλων διαστῇ τὰ τοῦ ἀέρος σώματα καὶ μείζων κενὸς παρὰ φύσιν γένηται τόπος, πάλιν πρὸς ἄλληλα συντρέχειν· διὰ γὰρ τοῦ κενοῦ ταχεῖαν γίνεσθαι τὴν φορὰν τοῖς σώμασι συμβαίνει, μηδενὸς ἀνθισταμένου μηδὲ ἀντικρούοντος, ἕως ἂν ἀλλήλοις προσερείσῃ τὰ σώματα. | |
57 | Hero Alexandrinus Pneumatica I p. 4, 2 Schmidt (p. 145 ed. Paris.): οἱ μὲν γὰρ τὸ καθόλου μηδὲν εἶναι κενὸν διατείνονται, οἱ δὲ ἄθρουν μὲν κατὰ φύσιν μηδὲν εἶναι κενόν, παρεσπαρμένον δὲ κατὰ μικρὰ μόρια τῷ ἀέρι καὶ τῷ ὑγρῷ καὶ τῷ πυρὶ καὶ τοῖς ἄλλοις σώμασιν· οἷς μάλιστα | |
5 | συμφέρεσθαι προσήκει. | |
59 | Simplicius Corollarium de loco, in Aristotelis Physica com‐ ment. p. 601, 19 Diels: τῶν δὲ διαστατὸν λεγόντων (sc. τὸν τόπον) οἱ μὲν ἐπὶ δύο διεστὼς ὡς ὁ Ἀριστοτέλης τε καὶ ὁ Περίπατος ἅπας, οἱ δὲ ἐπὶ τρία, καὶ τούτων οἱ μὲν πάντῃ ἀδιάφορον καί ποτε καὶ ἄνευ σώματος μένον ὡς οἱ | |
5 | περὶ Δημόκριτον καὶ Ἐπίκουρον, οἱ δὲ διάστημα καὶ ἀεὶ σῶμα ἔχον καὶ ἐπιτήδειον πρὸς ἕκαστον ὡς οἱ κλεινοὶ τῶν Πλατωνικῶν καὶ ὁ Λαμψακηνὸς | |
Στράτων. | 21 | |
60 | Simplicius Corollarium de loco, in Aristotelis Physica com‐ ment. p. 618, 20 Diels: οἱ δὲ ἰσόμετρον αὐτὸ (sc. τὸ κενόν) τῷ κοσμικῷ σώματι ποιοῦσι, καὶ διὰ τοῦτο τῇ μὲν ἑαυτοῦ φύσει κενὸν εἶναι λέγουσι, πεπληρῶσθαι δὲ αὐτὸ σωμάτων ἀεί, καὶ μόνῃ γε τῇ ἐπινοίᾳ θεωρεῖσθαι ὡς | |
5 | καθ’ αὑτὸ ὑφεστώς, οἷοί τινες οἱ πολλοὶ τῶν Πλατωνικῶν φιλοσόφων γεγόνασι. καὶ Στράτωνα δὲ οἶμαι τὸν Λαμψακηνὸν ταύτης γενέσθαι τῆς δόξης. | |
61 | Simplicius In Aristotelis Physica IV 6 comment. p. 652, 18 Diels: ταῦτα μὲν οὖν τὰ ἐπιχειρήματα τέθεικεν ὁ Ἀριστοτέλης τῶν λεγόντων εἶναι τὸ κενόν. ὁ δὲ Λαμψακηνὸς Στράτων ταῦτα μὲν εἰς δύο συνήγαγε τὰ τέτταρα εἴς τε τὴν κατὰ τόπον κίνησιν καὶ εἰς τὴν τῶν σωμάτων πίλησιν, | |
5 | τρίτον δὲ προστίθησι τὸ ἀπὸ τῆς ὁλκῆς. τὴν γὰρ σιδηρῖτιν λίθον ἕτερα σιδήρια δι’ ἑτέρων ἕλκειν συμβαίνει, ὅταν ἐπισπάσηται τὸ ἐκ τῶν πόρων τοῦ σιδήρου ἡ λίθος, ᾧ σώματι καὶ συνέλκεται ὁ σίδηρος 〈καὶ〉 οὗτος πάλιν τοῦ ἐφεξῆς ἕλκει καὶ οὗτος ἄλλου, καὶ οὕτως ὁρμαθὸς σιδηρίων ἀποκρεμάννυται τῆς λίθου. | |
62 | Simplicius In Aristotelis Physica IV 7 comment. p. 663, 2 Diels: ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης πρὸς τοὺς ἱστορηθέντας ὑπ’ αὐτοῦ τιθέναι τὸ κενὸν λόγους ἀντείρηκεν. ὁ δὲ Στράτων καὶ τὸν ἀπὸ τῆς ἕλξεως ἀναλύων: οὐδὲ ἡ ἕλξις, φησίν, ἀναγκάζει τίθεσθαι τὸ κενόν· οὔτε γὰρ εἰ | |
5 | ἔστιν ὅλως ἕλξις φανερόν (ὅτε καὶ Πλάτων αὐτὸς τὴν ἑλκτικὴν δύναμιν ἀναιρεῖν δοκεῖ), οὔτε εἰ ἔστιν ἡ ἕλξις, δῆλον, εἰ διὰ τὸ κενὸν ἡ λίθος ἕλκει καὶ μὴ δι’ ἄλλην αἰτίαν. οὐ γὰρ ἀποδεικνύουσιν ἀλλ’ ὑποτίθενται τὸ κενὸν οἱ οὕτω λέγοντες. | |
63 | Simplicius In Aristotelis Physica IV 7 comment. p. 659, 20 Diels: καὶ μέντοι ἐπὶ τούτων μόνων (sc. ὅσα τὸν αὐτὸν φυλάττει τόπον κατὰ τὴν ὁλότητα) δόξει τὸ κενὸν μὴ εἶναι αἴτιον τῆς κατὰ τόπον κινήσεως, τῶν κατὰ τὸ ὅλον ἐν τῷ αὐτῷ τόπῳ μενόντων ἀεί. προσφυέστερον οὖν ἐστι τὸ | |
5 | τοῦ Στράτωνος παράδειγμα ταύτας τὰς ὑπονοίας ἐκφεῦγον· ἐὰν γὰρ εἰς ἀγγεῖόν τις πεπληρωμένον ὕδατος ψηφῖδα ἐμβαλὼν καταστρέψῃ τὸ ἀγγεῖον ἐπὶ στόμα ἐπέχων τὴν ἔκροιαν, ἡ ψηφὶς ἐπὶ τὸ στόμα τοῦ ἀγγείου φέρεται ἀντιμεθισταμένου τοῦ ὕδατος εἰς τὸν τῆς ψήφου τόπον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν νηχομένων συμβαίνει καὶ ἰχθύος καὶ οὑτινοσοῦν. | |
64 | Hero Alexandrinus Pneumatica I p. 16, 20 Schmidt (p. 149 | |
ed. Paris.): ἐὰν μέντοι δειχθῇ ἐπὶ τῶν φαινομένων καὶ ὑπὸ τὴν αἴσθησιν πιπτόντων, ὅτι κενὸν ἄθρουν ἐστίν, παρὰ φύσιν μέντοι γινόμενον, καὶ κατὰ φύσιν μὲν κενόν, κατὰ λεπτὰ δὲ παρεσπαρμένον, καὶ ὅτι κατὰ πίλησιν τὰ | 22 | |
5 | σώματα ἀναπληροῖ τὰ παρεσπαρμένα κενά, οὐδεμίαν οὐκέτι παρείσδυσιν ἕξου‐ σιν οἱ τοὺς πιθανοὺς τῶν λόγων περὶ τούτων προφερόμενοι. κατασκευάζεται γὰρ σφαῖρα πάχος ἔχουσα τοῦ ἐλάσματος ὥστε μὴ εὔθλαστος εἶναι, χωροῦσα ὅσον κοτύλας ηʹ. στεγνῆς δὲ οὔσης αὐτῆς πάντοθεν τρυπήσαντα δεῖ σίφωνα καθεῖναι χαλκοῦν, τουτέστι σωλῆνα λεπτόν, μὴ ψαύοντα τοῦ κατὰ διάμετρον | |
10 | τόπου τοῦ τετρυπημένου σημείου, ὅπως ὕδατι διάρρυσις ὑπάρχῃ, τὸ δὲ ἄλλο μέρος αὐτοῦ ἐκτὸς ὑπερέχειν τῆς σφαίρας ὅσον δακτύλους τρεῖς· τὴν δὲ τοῦ τρυπήματος περιοχήν, δι’ οὗ καθίεται ὁ σίφων, στεγνοῦν δεῖ κασσιτέρῳ προσλαμβάνοντα πρός τε τὸν σίφωνα καὶ τὴν ἐκτὸς τῆς σφαίρας ἐπιφάνειαν, ὥστε ὅταν βουλώμεθα τῷ στόματι διὰ τοῦ σίφωνος ἐμφυσᾶν, κατὰ μηδένα | |
15 | τρόπον τὸ πνεῦμα τῆς σφαίρας διεκπίπτειν. σκοπῶμεν δὴ τὰ συμβαίνοντα· ὑπάρχοντος γὰρ ἀέρος ἐν αὐτῇ, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἀγγείοις πᾶσι τοῖς λεγομένοις κενοῖς, τοῦ δὲ ἀέρος πεπληρωκότος πάντα τὸν ἐν αὐτῇ τόπον καὶ προσερηρεισμένου κατὰ συνέχειαν πρὸς τὴν τοῦ τεύχους περιοχὴν καὶ μηδενὸς κενοῦ, καθάπερ οἴονται, τὸ παράπαν ὑπάρχοντος τόπου, οὔτ’ ἂν | |
20 | ὕδωρ εἰσκρῖναι δυνηθείημεν οὔτε ἄλλον ἀέρα, μὴ ὑποχωρήσαντος τοῦ πρότερον ἐν αὐτῇ ὑπάρχοντος ἀέρος. καὶ ἐὰν μετὰ πολλῆς βίας τὴν εἴσκρισιν ποιώμεθα, πρότερον διαρραγήσεται τὸ τεῦχος ἢ ἐπιδέξεταί τι πλῆρες ὑπάρχον· οὔτε γὰρ τὰ σώματα τοῦ ἀέρος δύναται συσταλῆναι εἰς ἔλασσον μέγεθος· δεήσει γὰρ ἐν αὐτοῖς ἔχειν τινὰ διαστήματα, εἰς ἃ συμπιλούμενα ἐλάσσων αὐτοῖς ὄγκος | |
25 | ἔσται· τοῦτο δὲ οὐ πιθανὸν γίνεται μὴ ὄντος καθόλου κενοῦ· οὔτε συνερηρεισ‐ μένων κατὰ πάσας τὰς ἐπιφανείας τῶν σωμάτων πρὸς ἄλληλα καὶ ὁμοίως πρὸς τὴν τοῦ τεύχους περιοχὴν δύναιτο ἂν διωσθέντα τόπον που ποιῆσαι, μὴ ὑπάρχοντος κενοῦ τινος· ὥστε κατὰ μηδένα τρόπον προσεισκριθῆναί τι τῶν ἐκτὸς εἰς τὴν σφαῖραν, ἐὰν μὴ ἐκχωρήσῃ τι μέρος τοῦ ἐν αὐτῇ ὑπάρχοντος | |
30 | πρότερον ἀέρος, εἴπερ ἐστὶ πεπυκνωμένος καὶ συνεχὴς πᾶς ὁ τόπος, ὡς οἴονται. καὶ μὴν ἐάν τις ἐθέλῃ τὸν σίφωνα λαβὼν εἰς τὸ στόμα ἐμφυσᾶν εἰς τὴν σφαῖραν, πολὺ προσεισκρινεῖ πνεῦμα, μὴ ὑποχωρήσαντος τοῦ προυπάρχον‐ τος ἐν αὐτῇ ἀέρος. τούτου δὲ ἀεὶ συμβαίνοντος, σαφῶς δείκνυται συστολὴ γιγνομένη τῶν ὑπαρχόντων ἐν τῇ σφαίρᾳ σωμάτων εἰς τὰ παρεμπεπλεγμένα | |
35 | κενά. παρὰ φύσιν δὲ ἡ συστολὴ γίνεται διὰ τὴν τῆς εἰσκρίσεως βίαν. ἐάν τις οὖν ἐμφυσήσας καὶ παρ’ αὐτὸ τὸ στόμα προσαγαγὼν τὴν χεῖρα συντόμως ἐπιπωμάσῃ τῷ δακτύλῳ τὸν σίφωνα, μενεῖ πάντα τὸν χρόνον συνεσφιγμένος ὁ ἀὴρ ἐν τῇ σφαίρᾳ· ἐὰν δέ τις ἀναπωμάσῃ, πάλιν ἐκτὸς ὁρμήσει μετά τε ψόφου καὶ βοῆς πολλῆς ὁ προσεισκριθεὶς ἀὴρ διὰ τὸ ἐκκρούεσθαι, καθάπερ | 23 |
40 | προεθέμεθα, κατὰ τὴν τοῦ προυπάρχοντος ἀέρος διαστολὴν τὴν κατὰ τὴν εὐτονίαν γινομένην. | |
65a | Simplicius In Aristotelis Physica IV 9 comment. p. 693, 10 Diels: ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης περὶ τοῦ κενοῦ διετάξατο. ὁ μέντοι Λαμψακηνὸς Στράτων δεικνύναι πειρᾶται, ὅτι ἔστι τὸ κενὸν διαλαμβάνον τὸ πᾶν σῶμα, ὥστε μὴ εἶναι συνεχές, λέγων ὅτι: οὐκ ἂν δι’ ὕδατος ἢ ἀέρος ἢ | |
5 | ἄλλου σώματος ἐδύνατο διεκπίπτειν τὸ φῶς οὐδὲ ἡ θερμότης οὐδὲ ἄλλη δύναμις οὐδεμία σωματική. πῶς γὰρ ἂν αἱ τοῦ ἡλίου ἀκτῖνες διεξέπιπτον εἰς τὸ τοῦ ἀγγείου ἔδαφος; εἰ γὰρ τὸ ὑγρὸν μὴ εἶχε πόρους, ἀλλὰ βίᾳ διέστελλον αὐτὸ αἱ αὐγαί, συνέβαινεν ὑπερεκχεῖσθαι τὰ πλήρη τῶν ἀγγείων, καὶ οὐκ ἂν αἱ μὲν τῶν ἀκτίνων ἀνεκλῶντο πρὸς τὸν ἄνω τόπον, αἱ δὲ κάτω διεξέπιπτον. | |
65b | Hero Alexandrinus Pneumatica I p. 24, 20 Schmidt (p. 151 ed. Paris.): ὅτι δὲ ἔστι κενά, καὶ ἐκ τούτων ἄν τις καταλάβοι. μὴ γὰρ ὄντων αὐτῶν, οὔτ’ ἂν διὰ τοῦ ὕδατος οὔτε διὰ τοῦ ἀέρος οὔτε δι’ ἄλλου σώματος οὐδενὸς ἠδύνατο ἂν διεκπίπτειν τὸ φῶς οὐδὲ ἡ θερμότης οὐδ’ ἄλλη δύναμις | |
5 | οὐδεμία σωματική. ἐπεὶ πῶς ἂν αἱ τοῦ ἡλίου ἀκτῖνες διὰ τοῦ ὕδατος διεξέπιπτον εἰς τὸν τοῦ ἀγγείου πυθμένα; εἰ γὰρ τὸ ὑγρὸν μὴ εἶχε πόρους, ἀλλὰ βίᾳ διέστελλον αἱ αὐγαὶ τὸ ὕδωρ, συνέβαινεν ἂν ὑπερεκχεῖσθαι τὰ πλήρη τῶν ἀγγείων· ὅπερ οὐ φαίνεται γινόμενον. ἔτι δὲ καὶ ταύτῃ φανερόν· εἰ γὰρ βίᾳ τὸ ὕδωρ διέστελλον, οὐκ ἂν τῶν ἀκτίνων αἱ μὲν ἀνεκλῶντο πρὸς τὸν ἄνω | |
10 | τόπον, αἱ δὲ καὶ κάτω διεξέπιπτον. νυνὶ δὲ ὅσαι μὲν προσκόπτουσιν αὐγαὶ τοῖς τοῦ ὕδατος μορίοις, ὥσπερ ἀνακρουόμεναι ἀνακλῶνται πρὸς τὸν ἄνω τόπον· ὅσαι δὲ εἰς τὰ κενὰ τοῦ ὕδατος ἐμπίπτουσιν, ὀλίγοις προσπίπτουσαι μορίοις αὗται διεκπίπτουσιν εἰς τὸ τοῦ ἀγγείου ἔδαφος. | |
66 | Hero Alexandrinus Pneumatica I p. 26, 13 Schmidt (p. 152 ed. Paris.): ἔτι δὲ καὶ ταύτῃ φανερὸν ὡς ἐν τῷ ὕδατι ὑπάρχει κενά, τῷ τὸν ἐμβαλλόμενον οἶνον εἰς τὸ ὕδωρ ὁρᾶσθαι κατὰ χύσιν εἰς πάντα τόπον τοῦ ὕδατος χωροῦντα. τοῦτο δὲ οὐκ ἂν ἐγίνετο μὴ ὄντων ἐν τῷ ὕδατι κενῶν. | |
5 | φέρεται δὲ καὶ τὸ φῶς τὸ ἕτερον διὰ τοῦ ἑτέρου· ὅταν γάρ τις πλείους ἅψῃ | |
λύχνους ἅπαντα φωτίζεται μᾶλλον, τῶν αὐγῶν πάντῃ φερομένων δι’ ἀλλήλων. [ἀλλὰ μὴν καὶ διὰ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων ἁπάντων διεκπίπτει σωμάτων, καθάπερ καὶ τὸ ἐπὶ τῆς νάρκης τῆς θαλασσίας γινόμενον.] | 24 | |
67 | Hero Alexandrinus Pneumatica I p. 10, 9 Schmidt (p. 147 ed. Paris.): ἐμβληθὲν γὰρ ἐν αὐταῖς (sc. ταῖς σικύαις) τὸ πῦρ φθείρει καὶ λεπτύνει τὸν ἀπειλημμένον ἐν αὐταῖς ἀέρα, καθάπερ καὶ τὰ ἄλλα σώματα ὑπὸ τοῦ πυρὸς φθείρεταί τε καὶ μεταβάλλει εἰς λεπτοτέρας οὐσίας, λέγω δὴ | |
5 | ὕδωρ καὶ ἀέρα καὶ γῆν. ὅτι μὲν γὰρ φθείρεται, δῆλον ἐκ τῶν περιλειπομένων ἀνθράκων· οὗτοι γὰρ τὸν αὐτὸν ὄγκον διαφυλάττοντες τῷ ἐξ ἀρχῆς πρὸ τοῦ τὴν καῦσιν ἐπιδέξασθαι ἢ ὀλίγῳ ἐλάσσονα, παρὰ πολὺ τῷ βάρει διαλλάσσουσι τοῦ ἐξ ἀρχῆς. | |
70 | Simplicius In Aristotelis Physica IV 11 comment. p. 711, 9 Diels: ὁ δὲ Λαμψακηνὸς Στράτων οὐκ ἀπὸ τοῦ μεγέθους μόνον συνεχῆ τὴν κίνησιν εἶναί φησιν, ἀλλὰ καὶ καθ’ ἑαυτήν, ὡς εἰ διακοπείη, στάσει διαλαμβανο‐ μένην, καὶ τὸ μεταξὺ δύο στάσεων κίνησιν οὖσαν ἀδιάκοπον. καὶ ποσὸν δέ τι, | |
5 | φησίν, ἡ κίνησις καὶ διαιρετὸν εἰς ἀεὶ διαιρετά. | |
71 | Simplicius In Aristotelis Physica IV 11 comment. p. 711, 35 Diels: ἀλλ’ ὁ μὲν Ἀριστοτέλης ἔοικεν ἐκ τοῦ σαφεστέρου ποιήσασθαι τὴν ἐπιβολήν, ὁ δὲ Στράτων φιλοκάλως καὶ αὐτὴν καθ’ αὑτὴν τὴν κίνησιν ἔδειξε τὸ συνεχὲς ἔχουσαν· ἴσως καὶ πρὸς τοῦτο βλέπων, ἵνα μὴ μόνον ἐπὶ τῆς κατὰ | |
5 | τόπον κινήσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πασῶν συνάγηται τὰ λεγόμενα. | |
72 | Simplicius In Aristotelis Physica V 1 comment. p. 807, 3 | |
Diels: καὶ καλῶς γε οἶμαι ὁ Στράτων τὴν κίνησιν οὐ μόνον ἐν τῷ κινουμένῳ φησὶν εἶναι, ἀλλὰ καὶ ἐν τῷ ἐξ οὗ καὶ ἐν τῷ εἰς ὅ, ἄλλον δὲ τρόπον ἐν ἑκάστῳ· τὸ μὲν γὰρ ὑποκείμενον, φησί, κινεῖται ὡς μεταβάλλον, τὸ δὲ ἐξ οὗ καὶ εἰς | 25 | |
5 | ὃ τὸ μὲν ὡς φθειρόμενον τὸ δὲ ὡς γινόμενον. | |
73 | Simplicius In Aristotelis Physica V 6 comment. p. 916, 10 Diels: ἐπειδὴ— — — — —τὴν δὲ πίστιν τοῦ οὕτως ἔχειν, ὅτι τὰ κατὰ φύσιν φερόμενα θᾶττον κινεῖται πρὸς τοῖς οἰκείοις τόποις γινόμενα, ὀλίγοι προστι‐ θέασιν, οὐδὲν ἴσως κωλύει τὰ ὑπὸ τοῦ φυσικοῦ Στράτωνος εἰρημένα τεκμήρια | |
5 | παραγράψαι. ἐν γὰρ τῷ περὶ κινήσεως οὕτως εἰπών, ὅτι τὴν ἐσχάτην τοῦ τόπου ἐξαλλαγὴν ἐν ἐλαχίστῳ χρόνῳ ἐξαλλάσσει τὸ κινούμενον, ἐπάγει: ἐν μὲν οὖν τοῖς τῷ βάρει φερομένοις διὰ τοῦ ἀέρος φανερόν ἐστιν οὕτω γινόμενον· τό τε γὰρ ἀπὸ τῶν κεράμων καταρρέον ὕδωρ, ἐάν τις ἀφ’ ὑψηλοῦ τόπου φερόμενον αὐτὸ θεωρῇ, ἄνωθεν μὲν συνεχὲς φαίνεται ῥέον, ἐν δὲ τῷ κάτω | |
10 | διεσπασμένον πίπτει ἐπὶ τὸ ἔδαφος. εἰ οὖν μὴ ἀεὶ τὸν ὕστερον τόπον θᾶττον ἐφέρετο, οὐκ ἄν ποτε συνέβαινεν αὐτῷ τοῦτο. λέγει δὲ τοῦτο τὸ ἀποσπᾶσθαι τοῦ συνεχοῦς τὸ πλησιαίτερον τοῦ ἐδάφους γινόμενον. ἔτι δὲ καὶ ἄλλο προστίθησι τεκμήριον λέγων: ἐάν τις λίθον ἢ ἄλλο βάρος ἔχον ἀφῇ ἀποσχὼν τῆς γῆς ὅσον δακτυλιαῖον ὕψος, οὐ πάνυ ποιήσεται ἔνδηλον πληγὴν ἐν τῷ ἐδάφει, ἐὰν δὲ | |
15 | πλέθρον ἢ ἔτι πλέον ἀποσχὼν ἀφῇ ἄνωθεν, ἰσχυρὰν πληγὴν ποιήσει. καὶ ἄλλο μέν, φησίν, οὐδὲν αἴτιον τῆς πληγῆς ἐστιν· οὔτε γὰρ τὸ βάρος μεῖζον ἔχει, οὔτε μεῖζον τὸ κινούμενον γεγένηται οὔτε πλείω τόπον ἐπωθοῦν οὔτε ὑπὸ πλείονος ὠθούμενον, θᾶττον δὲ φερόμενον. καὶ παρὰ τοῦτο καὶ ταῦτα καὶ ἄλλα πολλὰ συμπτώματα συμβαίνει. | |
74 | Simplicius In Aristotelis Physica V 4 comment. p. 965, 7 Diels: καὶ Στράτων δὲ ὁ Λαμψακηνὸς ὁ Θεοφράστου γεγονὼς ἀκουστὴς καὶ ἐν τοῖς ἀρίστοις Περιπατητικοῖς ἀριθμούμενος τὴν ψυχὴν ὁμολογεῖ κινεῖσθαι οὐ μόνον τὴν ἄλογον ἀλλὰ καὶ τὴν λογικήν, κινήσεις λέγων εἶναι τὰς ἐνεργείας | |
5 | καὶ τῆς ψυχῆς. λέγει οὖν ἐν τῷ περὶ κινήσεως πρὸς ἄλλοις πολλοῖς καὶ τάδε: ἀεὶ γὰρ ὁ νοῶν κινεῖται ὥσπερ καὶ ὁ ὁρῶν καὶ ἀκούων καὶ ὀσφραινόμενος· | |
ἐνέργεια γὰρ ἡ νόησις τῆς διανοίας καθάπερ καὶ ἡ ὅρασις τῆς ὄψεως. καὶ πρὸ τούτου δὲ τοῦ ῥητοῦ γέγραφεν: ἐπεὶ οὖν εἰσιν αἱ πλεῖσται τῶν κινήσεων αἱ αὐταί, ἃς ἡ ψυχὴ καθ’ αὑτήν τε κινεῖται διανοουμένη καὶ ἃς ὑπὸ τῶν αἰσθήσεων | 26 | |
10 | ἐκινήθη πρότερον. δῆλον δέ ἐστιν· ὅσα γὰρ μὴ πρότερον ἑώρακε, ταῦτα οὐ δύναται νοεῖν, οἷον τόπους ἢ λιμένας ἢ γραφὰς ἢ ἀνδριάντας ἢ ἀνθρώπους ἢ τῶν ἄλλων τι τῶν τοιούτων. | |
75 | Simplicius Corollarium de tempore, in Aristotelis Physica comment. p. 788, 36 Diels: ὁ μέντοι Λαμψακηνὸς Στράτων αἰτιασάμενος τὸν ὑπ’ Ἀριστοτέλους τε καὶ τῶν Ἀριστοτέλους ἑταίρων ἀποδοθέντα τοῦ χρόνου ὁρισμὸν αὐτὸς καίτοι Θεοφράστου μαθητὴς ὢν τοῦ πάντα σχεδὸν | |
5 | ἀκολουθήσαντος τῷ Ἀριστοτέλει καινοτέραν ἐβάδισεν ὁδόν. ἀριθμὸν μὲν γὰρ κινήσεως εἶναι τὸν χρόνον οὐκ ἀποδέχεται, διότι ὁ μὲν ἀριθμὸς διωρισμένον ποσόν, ἡ δὲ κίνησις καὶ ὁ χρόνος συνεχής, τὸ δὲ συνεχὲς οὐκ ἀριθμητόν. εἰ δέ, ὅτι ἄλλο καὶ ἄλλο τὸ μέρος τῆς κινήσεως καὶ τούτων τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, κατὰ τοῦτο ἔστι τις τῆς κινήσεως ἀριθμός, οὕτω γε ἂν καὶ τὸ | |
10 | μῆκος ἀριθμητὸν εἴη (καὶ γὰρ καὶ τοῦτο ποσὸν ἄλλο καὶ ἄλλο ἐστί) καὶ τῶν ἄλλων τῶν κατὰ συνέχειαν γινομένων καὶ τὸ μὲν πρότερον τὸ δὲ ὕστερον, ὥστε καὶ τοῦ χρόνου εἴη ἂν χρόνου χρόνος· ἔτι δὲ ἀριθμοῦ μὲν οὐκ ἔστι γένεσις καὶ φθορά, κἂν τὰ ἀριθμητὰ φθείρηται, ὁ δὲ χρόνος καὶ γίνεται καὶ φθείρεται συνεχῶς. καὶ τοῦ μὲν ἀριθμοῦ ἀναγκαῖον εἶναι πάντα τὰ μέρη (μὴ | |
15 | γὰρ οὐσῶν τῶν τριῶν μονάδων οὐδ’ ἂν ἡ τριὰς εἴη), τοῦ δὲ χρόνου ἀδύνατον. ἔσται γὰρ ὁ πρότερος χρόνος καὶ ὁ ὕστερος ἅμα. ἔτι τὸ αὐτὸ ἔσται μονὰς καὶ νῦν, εἴπερ ὁ χρόνος ἀριθμός. ὁ μὲν γὰρ χρόνος ἐκ τῶν νῦν σύνθετος, ὁ δὲ ἀριθμὸς ἐκ μονάδων. | |
76 | Simplicius Corollarium de tempore, in Aristotelis Physica comment. p. 789, 33 Diels: καὶ ἄλλα δὲ πολλὰ ἀντειπὼν πρὸς τὴν Ἀριστο‐ τέλους ἀπόδοσιν ὁ Στράτων αὐτὸς τὸν χρόνον τὸ ἐν ταῖς πράξεσι ποσὸν εἶναι τίθεται: πολλὸν γάρ, φησί, χρόνον φαμὲν ἀποδημεῖν καὶ πλεῖν καὶ στρα‐ | |
5 | τεύεσθαι καὶ πολεμεῖν καὶ ὀλίγον χρόνον, ὁμοίως δὲ καθῆσθαι καὶ καθεύδειν καὶ μηδὲν πράττειν καὶ πολὺν χρόνον φαμὲν καὶ ὀλίγον. ὧν μέν ἐστι τὸ ποσὸν πολύ, πολὺν χρόνον, ὧν δὲ ὀλίγον, ὀλίγον. χρόνος γὰρ τὸ ἐν ἑκάστοις τούτων ποσόν. διὸ καί φασιν οἱ μὲν βραδέως ἥκειν οἱ δὲ ταχέως τὸν αὐτόν, ὡς ἂν | |
ἑκάστοις φαίνηται τὸ ἐν τούτοις ποσόν. ταχὺ μὲν γὰρ εἶναί φαμεν, ἐν ᾧ τὸ | 27 | |
10 | μὲν ποσὸν ἀφ’ οὗ ἤρξατο καὶ εἰς ὃ ἐπαύσατο ὀλίγον, τὸ δὲ γεγονὸς ἐν αὐτῷ πολύ· τὸ βραδὺ δὲ τοὐναντίον, ὅταν ᾖ τὸ μὲν ποσὸν ἐν αὐτῷ πολύ, τὸ δὲ πεπραγμένον ὀλίγον. διό, φησίν, οὐκ ἔστιν ἐν ἠρεμίᾳ τὸ ταχὺ καὶ τὸ βραδύ· πᾶσα γὰρ ἴση ἐστὶ τῷ ἑαυτῆς ποσῷ καὶ οὔτε ἐν ὀλίγῳ τῷ ποσῷ πολλὴ οὔτε ἐν πολλῷ βραχεῖα. διὰ τοῦτο δέ, φησί, καὶ πλείω μὲν εἶναι καὶ ἐλάττω χρόνον | |
15 | λέγομεν, θάττω δὲ καὶ βραδύτερον χρόνον οὐ λέγομεν. πρᾶξις μὲν γὰρ καὶ κίνησίς ἐστι θάττων καὶ βραδυτέρα, τὸ δὲ ποσὸν τὸ ἐν ᾧ ἡ πρᾶξις οὐκ ἔστι θᾶττον καὶ βραδύτερον, ἀλλὰ πλέον καὶ ἔλαττον ὥσπερ καὶ χρόνος. ἡμέρα δὲ καὶ νύξ, φησί, καὶ μὴν καὶ ἐνιαυτὸς οὐκ ἔστι χρόνος οὐδὲ χρόνου μέρη, ἀλλὰ τὰ μὲν ὁ φωτισμὸς καὶ ἡ σκίασις, τὰ δὲ ἡ τῆς σελήνης καὶ τοῦ ἡλίου περίοδος, | |
20 | ἀλλὰ χρόνος ἐστὶ τὸ ποσὸν ἐν ᾧ ταῦτα. | |
77 | Simplicius Corollarium de tempore, in Aristotelis Physica comment. p. 789, 15 Diels: καὶ τοῦτο δὲ ἀπορεῖ (sc. Στράτων): τί μᾶλλόν ἐστιν ὁ χρόνος ἀριθμὸς τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου ἢ τοῦ ἐν ἠρεμίᾳ; καὶ γὰρ ἐν ταύτῃ ὁμοίως ἐστὶ τὸ πρότερον καὶ ὕστερον. | |
78 | Stobaeus Ecl. I 8, 40 b (Aetius I 22, 4 p. 318 Diels): Στρά‐ των τὸ ἐν κινήσει καὶ ἠρεμίᾳ ποσόν (sc. χρόνον εἶναι). | |
79a | Sextus Empiricus Adv. physicos II 177: διόπερ Στράτων ὁ φυσικὸς ἀποστὰς τῆσδε τῆς ἐννοίας (sc. quae docet Aristoteles Physica 219 b 2) ἔλεγε χρόνον ὑπάρχειν μέτρον πάσης κινήσεως καὶ μονῆς. | |
79b | Sextus Empiricus Pyrrh. Hypotyp. III 137: Στράτων δέ, ἢ ὥς τινες Ἀριστοτέλης, μέτρον κινήσεως καὶ μονῆς (sc. τὸν χρόνον εἶναί φησιν). | |
79c | Sextus Empiricus Adv. physicos II 228: Στράτων δὲ ὁ φυσι‐ κός, ὡς δ’ ἄλλοι Ἀριστοτέλης, μέτρον κινήσεως καὶ μονῆς (sc. τὸν χρόνον εἶναι ἔλεγεν). | |
80 | Simplicius Corollarium de tempore, in Aristotelis Physica comment. p. 789, 25 Diels: πρὸς δὲ τὸ ἐν χρόνῳ εἶναι λεγόμενον καλῶς ἐνίστασθαι δοκεῖ (sc. Στράτων): εἰ γὰρ τοῦτό ἐστι, φησί, τὸ ἐν χρόνῳ εἶναι τὸ ὑπὸ τοῦ χρόνου περιέχεσθαι, οὐθὲν ἂν δῆλον ὅτι τῶν ἀιδίων ἐν χρόνῳ εἴη. | |
81 | Simplicius Corollarium de tempore, in Aristotelis Physica comment. p. 790, 22: διὰ τοῦτο δέ, φησί (sc. Στράτων), πάντα ἐν χρόνῳ εἶναί φαμεν, ὅτι πᾶσι τὸ ποσὸν ἀκολουθεῖ καὶ τοῖς γινομένοις καὶ οὖσι. πολλὰ δὲ κατὰ τὸ ἐναντίον λέγομεν· τὴν γὰρ πόλιν ἐν ταραχῇ εἶναι καὶ τὸν ἄνθρωπον | |
5 | ἐν φόβῳ καὶ ἡδονῇ, ὅτι ταῦτα ἐν ἐκείνοις. | |
82 | Sextus Empiricus Adv. physicos II 155: λείπεται τοίνυν σκο‐ | |
πεῖν, εἰ δύναται κινεῖσθαί τι, τινῶν μὲν εἰς ἄπειρον τεμνομένων, τινῶν δὲ εἰς ἀμερὲς καταληγόντων. καὶ δὴ οὕτως ἠνέχθησαν οἱ περὶ τὸν Στράτωνα τὸν φυσικόν· τοὺς μὲν γὰρ χρόνους εἰς ἀμερὲς ὑπέλαβον καταλήγειν, τὰ δὲ σώματα | 28 | |
5 | καὶ τοὺς τόπους εἰς ἄπειρον τέμνεσθαι, κινεῖσθαί τε τὸ κινούμενον ἐν ἀμερεῖ χρόνῳ ὅλον ἄθρουν μεριστὸν διάστημα καὶ οὐ κατὰ τὸ πρότερον πρότερον. | |
82,1 | Damascius Dubitationes et solutiones 389 II p. 236 Ruelle: ἔστιν γὰρ (sc. ὁ χρόνος) σύνθετος, ὥς φησι Στράτων, ἐκ μερῶν μὴ μενόντων. | |
83 | Simplicius Corollarium de tempore, in Aristotelis Physica comment. p. 800, 16 Diels: ἐκ δὲ τούτων τῶν λύσεων καὶ τὰς τοῦ Στράτωνος ἀπορίας περὶ τοῦ μὴ εἶναι τὸν χρόνον διαλύειν δυνατόν. | |
84 | Stobaeus Ecl. I 23, 1 (Aetius II 11, 4 p. 340 Diels): Παρμε‐ νίδης, Ἡράκλειτος, Στράτων, Ζήνων πύρινον εἶναι τὸν οὐρανόν. | |
85 | Stobaeus Ecl. I 24, 3 (Aetius II 17, 2 p. 346 Diels): Στράτων καὶ αὐτὸς τὰ ἄστρα ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι. | |
86 | Aetius III 2, 4 p. 366 Diels: Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ (sc. τὸν κομήτην εἶναι), καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται. | |
87 | Stobaeus I 29, 1 (Aetius III 3, 15 p. 370 Diels): Στράτων θερμοῦ ψυχρῷ παρείξαντος, ὅταν ἐκβιασθὲν τύχῃ, τὰ τοιαῦτα γίνεσθαι, βροντὴν μὲν ἀπορρήξει, φάει δ’ ἀστραπήν, τάχει δὲ κεραυνόν, πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν ἐφέλκεται, θερμο‐ | |
5 | τέραν μὲν ὁ πρηστήρ, παχυτέραν δὲ ὁ τυφών. | |
88 | Hero Alexandrinus Pneumatica I p. 10, 17 Schmidt (p. 147 ed. Paris.): χωρεῖ δὲ τὰ διεφθαρμένα τῶν σωμάτων διὰ τῶν καπνῶν εἴς τε πυρώδη οὐσίαν καὶ ἀερώδη καὶ γεώδη· τὰ μὲν γὰρ λεπτότερα τῆς φθορᾶς εἰς τὸν ἀνωτάτω χωρεῖ τόπον, ἔνθαπερ καὶ τὸ πῦρ· τὰ δὲ τούτων μικρῷ παχυ‐ | |
5 | μερέστερα εἰς τὸν ἀέρα· τὰ δὲ ἐπὶ τούτων παχύτερα εἰς ποσὸν συνανεχθέντα τοῖς εἰρημένοις διὰ τὴν συνεχῆ φορὰν πάλιν εἰς τὸν κάτω χωρήσαντα τόπον τοῖς γεώδεσι συνάπτει. μεταβάλλει δὲ καὶ τὸ ὕδωρ εἰς ἀέρα φθειρόμενον ὑπὸ τοῦ πυρός· οἱ γὰρ ἐκ τῶν ὑποκαιομένων λεβήτων ἀτμοὶ οὐκ ἄλλο τί εἰσιν ἢ αἱ τοῦ ὑγροῦ λεπτύνσεις εἰς ἀέρα χωροῦσαι. ὅτι μὲν οὖν τὸ πῦρ διαλύει τὰ | |
10 | παχύτερα αὐτοῦ πάντα καὶ μεταβάλλει, ἐκ τούτων δῆλον. καὶ ἐκ τῶν ἀνα‐ θυμιάσεων δὲ τῶν ἀπὸ τῆς γῆς γινομένων μεταβάλλει τὰ παχύτερα τῶν σωμάτων εἰς λεπτομερεστέρας οὐσίας· αἱ γὰρ δρόσοι οὐκ ἄλλως ἀναφέρονται ἢ λεπτυνομένου τοῦ ἐν τῇ γῇ ὕδατος ὑπὸ τῆς ἀναθυμιάσεως· αὕτη δὲ ὑπὸ πυρώδους τινὸς οὐσίας γίνεται, τοῦ ἡλίου ὑπὸ γῆν ὄντος καὶ θερμαίνοντος | 29 |
15 | τὸν κατ’ ἐκεῖνο τόπον, καὶ μᾶλλον ἤτοι θειώδη ἢ ἀσφαλτώδη ὄντα, ὃς θερμαινό‐ μενος ἐπὶ πλεῖον τὴν ἀναθυμίασιν ποιεῖ· καὶ τὰ θερμὰ δὲ τῶν ὑδάτων τὰ ἐν τῇ γῇ εὑρισκόμενα ἐκ τῆς αὐτῆς αἰτίας γίνεται. τῶν οὖν δρόσων τὰ μὲν λεπτό‐ τερα εἰς ἀέρα μεταβάλλει, τὰ δὲ παχύτερα ἐπὶ ποσὸν συνανενεχθέντα διὰ τὴν τῆς ἀναθυμιάσεως βίαν ταύτης ἀποψυχείσης κατὰ τὴν τοῦ ἡλίου μετατροπὴν | |
20 | πάλιν εἰς τὸν κάτω φέρεται τόπον. καὶ τὰ πνεύματα δὲ ἐκ σφοδρᾶς ἀνα‐ θυμιάσεως γίνεται, τοῦ ἀέρος ἐξωθουμένου καὶ λεπτυνομένου καὶ ἀεὶ τὸν ἑξῆς καὶ συνεχῆ αὐτῷ κινοῦντος· ἡ μέντοι κίνησις τοῦ ἀέρος οὐ κατὰ πάντα τόπον ἰσοταχὴς γίνεται, ἀλλὰ σφοδροτέρα μὲν παρ’ αὐτὴν τὴν ἀναθυμίασιν, ἀμαυροτέρα δὲ μακρυνθεῖσα τοῦ τόπου καθ’ ὃν κεκίνηται, καθάπερ καὶ ἐπὶ | |
25 | τῶν ἄνω φερομένων βαρῶν. φέρεται γὰρ καὶ ταῦτα τάχιον μὲν κατὰ τὸν συνεγγίζοντα τῷ κάτω τόπον, πρὸς ὅν ἐστι καὶ ἡ ἀποστέλλουσα αὐτὰ δύναμις, βράδιον δὲ κατὰ τὸν ἄνω· τὸ παράπαν δὲ μηκέτι παρεπομένης αὐτοῖς τῆς ἐξαποστελλούσης βίας, πάλιν εἰς τὸν κατὰ φύσιν φέρεται τόπον, λέγω δὴ εἰς τὸν κάτω· εἰ δὲ ἰσοταχῆ αὐτὰ παρέπεμπεν ἡ ἐξαποστέλλουσα βία, οὐκ ἄν | |
30 | ποτε ἔληξε. νυνὶ δὲ κατὰ βραχὺ ἀποληγούσης αὐτῆς καὶ ὥσπερ δαπανωμένης, | |
καὶ τὸ τάχος λήγει τῆς φορᾶς. | 30 | |
90 | Cramer Anecdota Oxoniensia III p. 413 (Codex Barocc. 85 fol. 122, schol. in Basilii orationem Περὶ γενέσεως): τὴν γῆν ἀκίνητον ἔφη Παρμενίδης ὁ Ἐλεάτης, Ξενοφάνης ὁ Κολοφώνιος· Πλάτων δὲ αὐτὴν ἰλέσθαι φησὶ τὸν διαπαντὸς τεταμένον πόλον ὅπερ ἁνία στρέφεσθαι. ἀλλὰ μὴν καὶ | |
5 | Ἀριστοτέλης καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἀκίνητον ἀπέλιπον τὴν γῆν· τῇ δὲ προ‐ 〈κει〉μένῃ νῦν αἰτιολογίᾳ τῇ περὶ τῆς ἀκ〈ιν〉ησίας τῆς γῆς Στράτων δοκεῖ πρῶτος ὁ φυσικὸς χρήσασθαι. | |
91 | Strabo I 3, 4 (49): μάλιστα δέ φησι (sc. Ἐρατοσθένης) ζήτησιν παρασχεῖν, πῶς ἐν δισχιλίοις καὶ τρισχιλίοις ἀπὸ θαλάττης σταδίοις κατὰ τὴν μεσόγαιαν ὁρᾶται πολλαχοῦ κόγχων καὶ ὀστρέων καὶ χηραμύδων πλῆθος καὶ λιμνοθάλατται, καθάπερ φησὶ περὶ τὸ ἱερὸν τοῦ Ἄμμωνος καὶ τὴν ἐπ’ αὐτῷ | |
5 | ὁδὸν τρισχιλίων σταδίων οὖσαν· πολλὴν γὰρ εἶναι χύσιν ὀστρέων, ἅλας τε καὶ νῦν ἔτι εὑρίσκεσθαι πολλούς, ἀναφυσήματά τε θαλάττης εἰς ὕψος ἀναβάλλειν. πρὸς ᾧ καὶ ναυάγια θαλαττίων πλοίων δείκνυσθαι, ἃ ἔφασαν διὰ τοῦ χάσματος ἐκβεβράσθαι, καὶ ἐπὶ στυλιδίων ἀνακεῖσθαι δελφῖνας ἐπιγραφὴν ἔχοντας Κυρηναίων θεωρῶν. ταῦτα δ’ εἰπὼν τὴν Στράτωνος ἐπαινεῖ δόξαν τοῦ φυσικοῦ | |
10 | καὶ ἔτι Ξάνθου τοῦ Λυδοῦ· τοῦ μὲν Ξάνθου λέγοντος κτλ. ...., τοῦ δὲ Στράτωνος ἔτι μᾶλλον ἁπτομένου τῆς αἰτιολογίας, ὅτι φησὶν οἴεσθαι τὸν Εὔξεινον μὴ ἔχειν πρότερον τὸ κατὰ Βυζάντιον στόμα, τοὺς δὲ ποταμοὺς βιάσασθαι καὶ ἀνοῖξαι τοὺς εἰς αὐτὸν ἐμβάλλοντας, εἶτ’ ἐκπεσεῖν τὸ ὕδωρ εἰς τὴν Προποντίδα καὶ τὸν Ἑλλήσποντον. τὸ δ’ αὐτὸ συμβῆναι καὶ περὶ τὴν | |
15 | καθ’ ἡμᾶς θάλατταν· καὶ γὰρ ἐνταῦθα τὸν κατὰ Στήλας ἐκραγῆναι πόρον, πληρωθείσης ὑπὸ τῶν ποταμῶν τῆς θαλάττης, κατὰ δὲ τὴν ἔκρυσιν ἀνα‐ καλυφθῆναι τὰ τεναγώδη πρότερον. φέρει δ’ αἰτίαν, πρῶτον μὲν ὅτι τῆς ἔξω θαλάττης καὶ τῆς ἐντὸς τοὔδαφος ἕτερόν ἐστιν, ἔπειθ’ ὅτι καὶ νῦν ἔτι ταινία | |
τις ὕφαλος διατέτακεν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Λιβύην, ὡς ἂν 〈μὴ〉 μιᾶς | 31 | |
20 | οὔσης πρότερον τῆς τε ἐντὸς καὶ τῆς ἐκτός. καὶ βραχύτατα μὲν εἶναι τὰ περὶ τὸν Πόντον, τὸ δὲ Κρητικὸν καὶ Σικελικὸν καὶ Σαρδῷον πέλαγος σφόδρα βαθέα. τῶν γὰρ ποταμῶν πλείστων καὶ μεγίστων ῥεόντων ἀπὸ τῆς ἄρκτου καὶ τῆς ἀνατολῆς, ἐκεῖνα μὲν ἰλύος πληροῦσθαι, τὰ ἄλλα δὲ μένειν βαθέα. διὸ καὶ γλυκυτάτην εἶναι τὴν Ποντικὴν θάλατταν τὰς τ’ ἐκρύσεις γίνεσθαι | |
25 | εἰς οὓς ἐγκέκλιται τόπους τὰ ἐδάφη. δοκεῖν δὲ κἂν χωσθῆναι τὸν Πόντον ὅλον εἰς ὕστερον, ἂν μένωσιν αἱ ἐπιρρύσεις τοιαῦται· καὶ γὰρ νῦν ἤδη τενα‐ γίζειν τὰ ἐν ἀριστερᾷ τοῦ Πόντου, τόν τε Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στήθη ὑπὸ τῶν ναυτικῶν τὰ περὶ τὸν Ἴστρον καὶ τὴν Σκυθῶν ἐρημίαν. ib. I 3, 5 (50): πρὸς δὲ τὸν Στράτωνα λέγοιτ’ ἄν, ὅτι πολλῶν αἰτίων ὄντων | |
30 | ἀφεὶς ταῦτα τὰ μὴ ὄντα αἰτιᾶται. πρώτην γὰρ αἰτίαν φησίν, ὅτι τῆς ἐντὸς θαλάττης καὶ τῆς ἐκτὸς οὐ ταὐτὸν τὸ ἔδαφος καὶ ὁ βυθός. ib. I 3, 5 (51): ὁ δὲ (sc. Στράτων) τοῦτο λαμβάνει, νομίζων ὅπερ ἐπὶ τῶν ποταμῶν συμβαίνει, τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἀπαντᾶν, τὸ ἀπὸ τῶν μετεώρων τόπων εἶναι τὴν ῥύσιν. οὐδὲ γὰρ ἂν τοῦ κατὰ Βυζάντιον ῥοῦ τὸ ἔδαφος ᾐτιᾶτο, | |
35 | λέγων ὑψηλότερον τὸ τοῦ Εὐξείνου ἢ τὸ τῆς Προποντίδος καὶ τοῦ ἑξῆς πελά‐ γους, ἅμα καὶ αἰτίαν προστιθείς· ἀπὸ γὰρ τῆς ἰλύος τῆς ἀπὸ τῶν ποταμῶν καταφερομένης πληροῦσθαι τὸν βυθὸν καὶ βραχὺν γίνεσθαι, διὰ τοῦτο δὲ καὶ ῥεῖν εἰς τὰ ἐκτός. τὸν δ’ αὐτὸν λόγον καὶ ἐπὶ τὴν ἡμετέραν θάλατταν σύμπασαν μεταφέρει πρὸς τὴν ἐκτός, ὡς καὶ ταύτης μετεωρότερον τοὔδαφος ποιούσης | |
40 | τοῦ ὑποκειμένου τῷ Ἀτλαντικῷ πελάγει· καὶ γὰρ αὕτη ἐκ πολλῶν ποταμῶν πληροῦται, καὶ τὴν ὑποστάθμην τῆς ἰλύος δέχεται τὴν ἀνάλογον. | |
94 | Plutarchus Epitoma V 4 (Aetius V 4, 3 p. 418 Diels): Εἰ σῶμα | |
τὸ σπέρμα. Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα· πνευματικὴ γάρ. | 32 | |
95 | Galenus De semine II 5 (IV p. 629 Kühn): ὥστ’ οὐκ ἂν ἀπὸ τρόπου δόξειεν ὁ φυσικὸς Στράτων ὑπειληφέναι τὸ μὲν ἄρρεν γίνεσθαι ζῷον ἐπικρατείᾳ γονῆς ἄρρενος, τὸ δὲ θῆλυ θηλείας. οὕτω μέν γε καὶ φλεψὶ καὶ ἀρτηρίαις οἴεται διαφέρειν αὐτά, καθάπερ γε τοῖς γεννητικοῖς μορίοις, ἀπείρως | |
5 | ἔχων ἀνατομῆς ἀκριβοῦς. | |
98 | [Iamblichus] Theologumena Arithmeticae 46 p. 62, 8 De Falco: Στράτων δὲ ὁ Περιπατητικὸς καὶ Διοκλῆς ὁ Καρύστιος καὶ πολλοὶ ἕτεροι τῶν ἰατρῶν ἐν μὲν τῇ δευτέρᾳ ἑβδομάδι ῥανίδας αἵματος ἐπιφαίνεσθαι τῷ λεχθέντι ὑμένι φασὶν ἐκ τῆς ἐξωτέρας ἐπιπολῆς, ἐν δὲ τῇ τρίτῃ διϊκνεῖσθαι αὐτὰς μέχρι | |
5 | τῶν ὑγρῶν, ἐν δὲ τῇ δʹ θρομβοῦσθαι τὸ ὑγρόν φασι καὶ μέσον ὡς σαρκός τι καὶ αἵματος σύστρεμμα ἴσχειν, δηλονότι τελεσιουργίας τυχὸν διὰ τὴν τοῦ κηʹ τελείαν φύσιν ἢ διὰ τὴν ἐν αὐτῷ τῶν δύο περιττῶν κύβων περαινούσης οὐσίας ὑπαρχόντων σύνθεσιν, ἐν δὲ τῇ εʹ κατὰ τὴν λʹ μάλιστα καὶ πέμπτην ἡμέραν διαπλάττεσθαι ἐν μέσῳ αὐτοῦ μελίττης μὲν μεγέθει ἐοικὸς τὸ βρέφος, δια‐ | |
10 | τετρανωμένον δὲ ὅμως, ὥστε κεφαλὴν καὶ αὐχένα καὶ θώρακα καὶ κῶλα | |
ὁλοσχερέστερον φαντάζεσθαι ἐν αὐτῷ. καὶ τοῦτό φασι ζʹ μησὶ γόνιμον εἶναι, εἰ δὲ ἐννέα μέλλει γενήσεσθαι, τῇ ἕκτῃ πάσχει τοῦτο ἑβδομάδι, ἂν θῆλυ ᾖ, ἂν δὲ ἄρσεν, τῇ ἑβδόμῃ. | 33 | |
99 | Plutarchus Epitoma V 8, 2 (Aetius V 8, 2 p. 421 Diels): Στρά‐ των παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ ἐμπνευμάτωσιν (sc. τέρατα | |
γίνεσθαι). | 34 | |
109 | Sextus Empiricus Adv. logicos I 350: καὶ οἱ μὲν διαφέρειν αὐτὴν (sc. τὴν διάνοιαν) τῶν αἰσθήσεων, ὡς οἱ πλείους, οἱ δὲ αὐτὴν εἶναι τὰς αἰσθήσεις, καθάπερ διά τινων ὀπῶν τῶν αἰσθητηρίων προκύπτουσαν, ἧς στάσεως ἦρξε Στράτων τε ὁ φυσικὸς καὶ Αἰνησίδημος. | |
110 | Plutarchus Epitoma IV 23, 3 (Aetius IV 23, 3 p. 415 Diels): Στράτων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ, οὐκ ἐν τοῖς πεπονθόσι τόποις συνίστασθαι. ἐν γὰρ ταύτῃ κεῖσθαι τὴν ὑπομονήν, ὥσπερ ἐπὶ τῶν δεινῶν καὶ ἀλγεινῶν [καὶ ὥσπερ ἐπὶ τῶν ἀνδρείων καὶ δειλῶν]. | |
111 | Plutarchus De libidine et aegritudine IV 697 b: οἱ μὲν γὰρ ἅπαντα συλλήβδην ταῦτα τῇ ψυχῇ φέροντες ἀνέθεσαν, ὥσπερ Στράτων ὁ φυσικὸς οὐ μόνον τὰς ἐπιθυμίας ἀλλὰ καὶ τὰς λύπας, οὐδὲ τοὺς φόβους καὶ τοὺς φθόνους καὶ τὰς ἐπιχαιρεκακίας, ἀλλὰ καὶ πόνους καὶ ἡδονὰς καὶ ἀλγη‐ | |
5 | δόνας καὶ ὅλως πᾶσαν αἴσθησιν ἐν τῇ ψυχῇ συνίστασθαι φάμενος καὶ τῆς ψυχῆς τὰ τοιαῦτα πάντα εἶναι, μὴ τὸν πόδα πονούντων ἡμῶν ὅταν προσκρούσω‐ μεν, μηδὲ τὴν κεφαλὴν ὅταν κατάξωμεν, μὴ τὸν δάκτυλον ὅταν ἐκτέμωμεν. ἀναίσθητα γὰρ τὰ λοιπὰ πλὴν τοῦ ἡγεμονικοῦ, πρὸς ὃ τῆς πληγῆς ὀξέως ἀναφερομένης τὴν αἴσθησιν ἀλγηδόνα καλοῦμεν. ὡς δὲ τὴν φωνὴν τοῖς ὠσὶν | |
10 | αὐτοῖς ἐνηχοῦσαν ἔξω δοκοῦμεν εἶναι, τὸ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ ἡγεμονικὸν διάστημα τῇ αἰσθήσει προσλογιζόμενοι, παραπλησίως τὸν ἐκ τοῦ τραύματος πόνον οὐχ’ ὅπου τὴν αἴσθησιν εἴληφεν, ἀλλ’ ὅθεν ἔσχε τὴν ἀρχὴν εἶναι δοκοῦ‐ μεν, ἑλκομένης ἐπ’ ἐκεῖνο τῆς ψυχῆς ἀφ’ οὗ πέπονθε. διὸ καὶ προσκόψαντες αὐτίκα τὰς ὀφρῦς συνάγομεν, τῷ πληγέντι μορίῳ τοῦ ἡγεμονικοῦ τὴν αἴσθησιν | |
15 | ὀξέως ἀποδιδόντος, καὶ παρεγκόπτομεν ἔσθ’ ὅτε τὸ πνεῦμα· κἂν τὰ μέρη δεσμοῖς διαλαμβάνηται, 〈ταῖσ〉 χερσὶ σφόδρα πιέζομεν, ἱστάμενοι πρὸς τὴν διάδοσιν τοῦ πάθους, καὶ τὴν πληγὴν ἐν τοῖς ἀναισθήτοις θλίβοντες, ἵνα μὴ συνάψει πρὸς τὸ φρονοῦν ἀλγηδὼν γένηται. ταῦτα μὲν οὖν ὁ Στράτων ἐπὶ πολλοῖς ὡς εἰκὸς τοιούτοις. | 35 |
112 | Plutarchus De sollertia animalium III 961 a (cf. Porphyrius De abstinentia III 21): καίτοι Στράτωνός γε τοῦ φυσικοῦ λόγος ἐστὶν ἀποδεικνύων ὡς οὐδ’ αἰσθάνεσθαι τὸ παράπαν ἄνευ τοῦ νοεῖν ὑπάρχει· καὶ γὰρ γράμματα πολλάκις ἐπιπορευομένους τῇ ὄψει καὶ λόγοι προσπίπτοντες τῇ | |
5 | ἀκοῇ διαλανθάνουσιν ἡμᾶς καὶ διαφεύγουσι πρὸς ἑτέροις τὸν νοῦν ἔχοντας· εἶτ’ αὖθις ἐπανῆλθεν καὶ μεταθεῖ καὶ διώκει τῶν προιεμένων ἕκαστον ἀνα‐ λεγόμενος· ᾗ καὶ λέλεκται νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά· ὡς τοῦ περὶ τὰ ὄμματα καὶ ὦτα πάθους, ἂν μὴ παρῇ τὸ φρονοῦν, αἴσθησιν | |
10 | οὐ ποιοῦντος. | |
113 | Stobaeus Eclogae I 52, 3 (Aetius IV 13, 7 p. 403 Diels): Περὶ ὁράσεως. Στράτων χρώματά φησιν ἀπὸ τῶν σωμάτων φέρεσθαι συγχρῴ‐ ζοντ’ αὐτοῖς τὸν μεταξὺ ἀέρα. | |
114 | Alexander Aphrod. In Aristotelis De sensu 6 comment. p. 126, 19 Wendland: εἴτε δὴ τῷ τὸ σχῆμα ὑπαλλάττεσθαι αὐτῶν (sc. τῶν ψόφων) ἐν τῇ φορᾷ εἴτε τῷ ἐκλύεσθαι τὸν τόνον τῆς πληγῆς, ὡς Στράτων λέγει (οὐ γάρ φησιν ἐν τῷ σχηματίζεσθαί πως τὸν ἀέρα τοὺς διαφόρους ψόφους | |
5 | γίγνεσθαι, ἀλλὰ τῇ τῆς πληγῆς ἀνισότητι), ἀλλ’ οὖν, ὁποτέρως ἂν γίνηται τὸ μὴ οὕτως ἀκούεσθαι ὡς γίνεται ἡ φορά κτλ. | |
115 | Sextus Empiricus Adv. Logicos II 12: καὶ δὴ τῆς μὲν πρώτης δόξης προεστήκασιν οἱ ἀπὸ τῆς Στοᾶς (St V Fr II fr. 166), τρία φάμενοι συζυγεῖν ἀλλήλοις, τό τε σημαινόμενον καὶ τὸ σημαῖνον καὶ τὸ τυγχάνον, ὧν σημαῖνον μὲν εἶναι τὴν φωνήν, οἷον τὴν Δίων, σημαινόμενον δὲ αὐτὸ τὸ | |
5 | πρᾶγμα τὸ ὑπ’ αὐτῆς δηλούμενον καὶ οὗ ἡμεῖς μὲν ἀντιλαμβανόμεθα τῇ ἡμετέρᾳ παρυφισταμένου διανοίᾳ, οἱ δὲ βάρβαροι οὐκ ἐπαίουσι καίπερ τῆς φωνῆς ἀκούοντες, τυγχάνον δὲ τὸ ἐκτὸς ὑποκείμενον, ὥσπερ αὐτὸς ὁ Δίων. τούτων δὲ δύο μὲν εἶναι σώματα, καθάπερ τὴν φωνὴν καὶ τὸ τυγχάνον, ἓν δὲ ἀσώματον, ὥσπερ τὸ σημαινόμενον πρᾶγμα, καὶ λεκτόν, ὅπερ ἀληθές τε | |
10 | γίνεται ἢ ψεῦδος. καὶ τοῦτο οὐ κοινῶς πᾶν, ἀλλὰ τὸ μὲν ἐλλιπές, τὸ δὲ αὐτοτελές. καὶ τοῦ αὐτοτελοῦς τὸ καλούμενον ἀξίωμα, ὅπερ καὶ ὑπογράφοντές φασιν: ἀξίωμά ἐστιν ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος. οἱ δὲ περὶ τὸν Ἐπίκουρον καὶ Στρά‐ τωνα τὸν φυσικὸν δύο μόνον ἀπολείποντες, σημαῖνόν τε καὶ τυγχάνον, φαίνονται τῆς δευτέρας ἔχεσθαι στάσεως καὶ περὶ τῇ φωνῇ τὸ ἀληθὲς καὶ ψεῦδος ἀπο‐ | 36 |
15 | λείπειν. | |
118 | Olympiodorus In Platonis Phaedonem comment. (II 134 p. 174 Norvin): ὅτι, ὡς ἁρμονία ἁρμονίας ὀξυτέρα καὶ βαρυτέρα, οὕτω καὶ ψυχὴ ψυχῆς, φησὶν ὁ Στράτων, ὀξυτέρα καὶ νωθεστέρα. | |
119a | Theodoretus Graecarum affectionum curatio V 22: ὁ δὲ Στράτων ἐν μεσοφρύῳ (sc. τὸ ἡγεμονικὸν εἶναι εἴρηκεν). | |
119b | Plutarchus Epitoma IV 5, 2 (Aetius IV 5, 2 p. 391 Diels): Στράτων ἐν μεσοφρύῳ (sc. τὸ ἡγεμονικὸν εἶναι). | |
121 | Pollux II 226: καὶ ὁ μὲν νοῦς καὶ λογισμὸς καὶ ἡγεμονικόν, εἴτε περὶ ἐγκεφάλῳ κατὰ Πυθαγόραν καὶ Πλάτωνα ἱδρυμένος, εἴτε 〈ἐν〉 παρεγκε‐ φαλίδι ἢ μήνιγξιν, ὡς πολλοῖς τῶν ἰατρῶν δοκεῖ, εἴτε κατὰ τὸ μεσόφρυον, ὡς ἔλεγε Στράτων, εἴτε περὶ τὸ αἷμα, ὡς Ἐμπεδοκλῆς τε καὶ Ἀριστοτέλης, | |
5 | εἴτε περὶ τὴν καρδίαν, ὡς ἡ Στοά. | |
122 | Olympiodorus In Platonis Phaedonem comment. D 63 p. 221 | |
Norvin: Ἀπορίαι Στράτωνος πρὸς τὸν πρῶτον λόγον τὸν ἀπὸ τῶν ἐναντίων. αʹ εἰ μὴ ἐκ τῶν ἐφθαρμένων τὰ ὄντα, ὡς ἐκ τῶν ὄντων τὰ ἐφθαρμένα, πῶς ἔχει λόγον πιστεύειν ὡς ἐρρωμένῃ τῇ τοιαύτῃ ἐφόδῳ; | 37 | |
5 | βʹ εἰ μὴ μόριον τεθνηκὸς ἀναβιώσκεται, οἷον δάκτυλος ἢ ὀφθαλμὸς ἐκκο‐ πείς, δῆλον ὡς οὐδὲ τὸ ὅλον. γʹ εἰ καὶ τὰ ἐξ ἀλλήλων γιγνόμενα κατ’ εἶδος μόνον τὰ αὐτά, οὐ κατὰ ἀριθμόν. δʹ εἰ ἐκ μὲν τροφῆς σάρκες, οὐ μὴν τροφὴ ἐκ σαρκῶν, καὶ ἰὸς ἐκ χαλκοῦ | |
10 | καὶ ἀπὸ ξύλων ἄνθρακες, οὐ μὴν ἀνάπαλιν. εʹ εἰ ἐκ νέων γέροντες, οὐ μὴν ἀνάπαλιν. ςʹ εἰ σῳζομένου τοῦ ὑποκειμένου δύναται ἐξ ἀλλήλων γίγνεσθαι τὰ ἐναντία, οὐ μὴν ἐφθαρμένου. ζʹ εἰ μὴ ἀπολείπει ἡ γένεσις, κἂν μόνον κατ’ εἶδος ἀεὶ γίνηται, ὡς ἔχει καὶ | |
15 | τὰ τεχνητά. | |
123 | Olympiodorus In Platonis Phaedonem comment. C II 178—190 p. 183 Norvin: Ἀπορίαι Στράτωνος γʹ πρὸς τὸν λόγον. μήποτε καὶ πᾶν ζῷον οὕτω γε ἀθάνατον· θανάτου γὰρ ἄδεκτον· οὐ γὰρ ἔσται ζῷον τεθνηκὸς οὐδὲ ψυχὴ τεθνηκυῖα. | |
5 | οὕτως οὐδὲ τὸ σύνθετόν ποτε διαλυθήσεται· ἄδεκτον γάρ ἐστι τοῦ ἐναν‐ τίου· οὐ γὰρ ἔσται ποτὲ διαλυθὲν μένον γε σύνθετον. εἰ πολλαχῶς ἡ ἀπόφασις, ἀθάνατος ἡ ψυχὴ ἂν εἴη, οὐχ ὡς ζωὴ ἄσβεστος ἢ ζωὴν ἄσβεστον ἔχουσα, ἀλλ’ ὡς μόνον ἑνὸς δεκτικὴ τῶν ἐναντίων καὶ μετὰ τούτου οὖσα ἢ μὴ οὖσα. | |
10 | μήποτε καὶ αἱ τῶν ἀλόγων ψυχαὶ οὕτως ἀθάνατοι, ὡς ἐπιφέρουσαι ζωὴν καὶ ἄδεκτοι τοῦ ἐναντίου τῷ ἐπιφερομένῳ. μήποτε οὕτω καὶ αἱ τῶν φυτῶν· ζωοποιοὶ γὰρ καὶ αὗται τῶν σωμάτων. μήποτε οὕτω καὶ ἡ φύσις ἑκάστη· τὸ γὰρ κατὰ φύσιν παρέχουσα πῶς ἂν δέξαιτό γε τὸ παρὰ φύσιν; ἄδεκτος δὲ οὖσα τούτου οὐκ ἄν ποτε | |
15 | φθαρείη. μήποτε πᾶσα γένεσις ἄφθαρτος· ἄδεκτος γὰρ καὶ αὐτὴ τοῦ ἐναντίου· οὐ γὰρ ἔσται τι γιγνόμενον ἐφθαρμένον. μήποτε προχείρως εἴληπται, ὡς εἰ ἄδεκτος θανάτου καὶ ταύτῃ ἀθάνατος, ὅτι καὶ ἀνώλεθρος· ἀθάνατος γὰρ καὶ ὁ λίθος οὕτω γε, ἀλλ’ οὐκ ἀνώλεθρος. | |
20 | πόθεν, ὅτι συνεπιφέρει ζωήν, ἵνα καὶ ἄδεκτος ᾖ τοῦ ἐναντίου τῷ ἐπι‐ φερομένῳ· ἐνίοτε γὰρ ἐπιφερομένη ἐστίν. μήποτε ζῶν ἐστι καὶ ἐπείσακτον ἔχει τὴν ζωήν, ὥστε ποτὲ καὶ ἀπο‐ βάλλειν αὐτήν. μήποτε τὸν μὲν ἐναντίον θάνατον τῇ ἐπιφερομένῃ ζωῇ οὐ δέχεται, ἄλλον | |
25 | δὲ τὸν τῇ ἐπιφερούσῃ. μήποτε ὡς τὸ πῦρ, ἔστ’ ἂν ᾖ, ἄψυκτον, οὕτω καὶ ἡ ψυχή, ἔστ’ ἂν ᾖ, | |
ἀθάνατος· καὶ γὰρ ἐπιφέρει ζωήν, ἔστ’ ἂν ᾖ. μήποτε, κἂν πάντα τὰ ἄλλα διαφύγωμεν, τὸ πεπερασμένην εἶναι καὶ δύναμιν ἔχειν πεπερασμένην οὐκ ἂν ἐλέγξαιμεν. ἔστω γὰρ καὶ ἐπιφέρουσα | 38 | |
30 | ζωὴν καὶ χωριστὴ κατ’ οὐσίαν καὶ μὴ δεχομένη τὸν ἐναντίον τῇ ἐπιφερομένῃ ζωῇ θάνατον· καθ’ ἑαυτὴν δὲ οὖσα καμεῖταί ποτε καὶ φθαρήσεται σβεσθεῖσα ἐφ’ ἑαυτῆς, οὐδενὸς ἔξωθεν ἐπιόντος. | |
124 | Olympiodorus In Platonis Phaedonem comment. D 78 p. 226 Norvin (es geht voraus ein Syllogismus über Seele und Tod als sich ausschliessende Begriffe): ἀλλ’ οὕτω γε, φησὶν ὁ Στράτων, οὐδὲ ἡ ἐν ὑποκειμένῳ ζωὴ τοῦ ἐναντίου | |
5 | δεκτική. οὐ γὰρ μένει, εἶτα δέχεται τὸν θάνατον· οὐδὲ γὰρ ἡ ψυχρότης τὴν θερμότητα. ἀθάνατος ἄρα ἡ ἐν ὑποκειμένῳ ζωὴ ὥσπερ ἄθερμος ἡ ψυχρότης· καὶ μὴν ἀπόλλυται. ἔπειτα, φησίν, οὐκ ἔστιν ἡ φθορὰ θανάτου παραδοχή· οὐδὲ γὰρ ζῷον οὕτω φθαρήσεται· οὐ γὰρ μένει ζῷον δεδεγμένον θάνατον, ἀλλὰ ἀποβαλὸν τὴν ζωὴν τέθνηκεν· ἀποβολὴ γὰρ ζωῆς ὁ θάνατος. ταῦτα μὲν | |
10 | ὁ Στράτων. ......... πρὸς τούτοις φησὶν ὁ Πρόκλος, ὅτι τὸ ἀπόλλυσθαι τῇ ψυχῇ θανατοῦσθαί ἐστιν, τὸ δὲ θανατοῦσθαι φαίνεται ὄν, ὡς καὶ αὐτὸς ὁ Στράτων φησίν, τὸ παθεῖν ἀποβολὴν ζωῆς τὸ ὑποκείμενον. | |
125 | Olympiodorus In Platonis Phaedonem comment. D 25 p. 211 Norvin: διὰ τί μὴ ἀναμιμνῄσκεταί τις ἄνευ ἀποδείξεως, ὡς ἀπορεῖ Στράτων; | |
126 | Olympiodorus In Platonis Phaedonem comment. II 41 p. 158 Norvin (cf. Plutarchus ed. Bernardakis VII p. 31): ὅτι Στράτων ἠπόρει, εἰ ἔστιν ἀνάμνησις, πῶς ἄνευ ἀποδείξεων οὐ γιγνόμεθα ἐπιστήμονες; πῶς δὲ οὐδεὶς αὐλητὴς ἢ κιθαριστὴς γέγονεν ἄνευ μελέτης; | |
127 | Olympiodorus In Platonis Phaedonem comment. D 65 p. 223 Norvin: Ἀπορίαι Στράτωνος πρὸς τὸν ἀπὸ τῶν ἀναμνήσεων λόγον. ἢ πρὸ χρόνου ἔχουσι τὰς ἐπιστήμας· οὕτω δὲ ἀεὶ ἐπιστήμονές εἰσιν, ἅτε μηδὲν χρόνου προσδεόμεναι μηδὲ πάσχουσαί τι ὑπ’ αὐτοῦ· ἢ ἀπὸ χρόνου, καὶ | |
5 | τότε ἐπίστανται ἄνευ τῆς ἀναμνήσεως, ἅτε πρῶτον μανθάνουσαι. ἢ καὶ τότε τῆς πρὸ σώματος ἐνούσης ἐπιστήμης ἀναμιμνῄσκονται· ὁ γὰρ ποιητὴς αὐτῶν τελείας δήπου πεποίηκεν· ἐπιστήμονας ἄρα. ἀλλὰ μὴν ἐλθοῦσαι ἐνταῦθα μαθήσεως δέονται· ἀναμνήσεως ἄρα. ἔτι δὲ πρὸς τούτοις ὁ Στράτων ἐν τῇ διαιρέσει ἐκκλέπτει τὸν ἀεί τινα χρόνον· μεταξὺ γὰρ τοῦ τε πρὸ χρόνου ὄντος | |
10 | καὶ τοῦ ποτὲ ὄντος ἐστὶ τὸ ἀεὶ ὂν ἐν χρόνῳ. διὰ τί οὖν οὐ πρόχειρος ἡ ἀνάμνησις; ἢ τισὶ μὲν ἡ ἀνάμνησις καὶ πρόχειρος, τοῖς δὲ πολλοῖς χρεία γυμνασίας. | |
128 | Plutarchus Epitoma V 24, 4 (Aetius V 24, 4 Diels p. 436): | |
Στράτων οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος, οὐ κατὰ ἀναχαλασμὸν καθάπερ † ἐπὶ τῆς γῆς †, φερομένου δὲ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον. ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ | 39 | |
5 | πνεύματος, τότε γίγνεσθαι θάνατον. | |
130 | Plutarchus Epitoma V 2, 2 (Aetius V 2, 2 p. 416 Diels): Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρ’ αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης (sc. τοὺς ὀνείρους γίνεσθαι). | |
131 | Galenus Historia philos. 106 (Diels Doxographi Graeci p. 640): Στράτων· ἄλλη τις φύσις τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μὲν τῆς ψυχῆς γινομένης, δι’ αὐτὸ δὲ τοῦτο γνωστικῆς γινομένης (sc. τοὺς ὀνείρους γίνεσθαι). | |
134 | Stobaeus Ecloga II 7, 4 a: καὶ καθάπερ Στράτων, τὸ τελειοῦν | |
τὴν δύναμιν, δι’ ἣν τῆς ἐνεργείας τυγχάνομεν (sc. τὸ ἀγαθόν ἐστιν). | 40 | |
145 | Clemens Stromateis I cap. XVI 77, 1 (cf. Eusebius Prae‐ paratio evangelica X 6, 14): Σκάμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεύς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ Περι‐ | |
5 | πατητικὸς ἐν τοῖς περὶ εὑρημάτων ταῦτα (sc. βαρβάρων εὑρήματα) ἱστόρησαν. παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ | |
βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται. | 41 | |
146 | Schol. Euripides Hippolytus 264 (MNAB): τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς Κριτίας, οἱ δὲ Σωδάμῳ, ὡς τὸ ἐν Τεγέᾳ ἐπίγραμμα δηλοῖ· ταῦτα ἔλεγεν Σώδαμος Ἐπηράτου, ὅς μ’ ἀνέθηκεν: | |
5 | μηδὲν ἄγαν, καιρῷ πάντα πρόσεστι καλά. | |
147 | Clemens Stromateis I cap. XIV 61, 1: πάλιν αὖ Χίλωνι τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ μηδὲν ἄγαν, Στράτων δὲ ἐν τῷ περὶ εὑρημάτων | |
Σωδάμῳ τῷ Τεγεάτῃ προσάπτει τὸ ἀπόφθεγμα. | 42 |