TLG 1692 005 :: SPEUSIPPUS :: Fragmenta SPEUSIPPUS Phil., Platonicus Fragmenta
Citation: Fragment — (line) | ||
1a(l) | Diogenes Laertius III, 2 (I, p. 121, 9—15) | |
1 | Σπεύσιππος δ’ ἐν τῷ ἐπιγραφομένῳ Πλάτωνος περιδείπνῳ καὶ Κλέαρ‐ χος ἐν τῷ Πλάτωνος ἐγκωμίῳ καὶ Ἀναξιλίδης ἐν τῷ δευτέρῳ Περὶ φιλοσόφων φασὶν ὡς Ἀθήνησιν ἦν λόγος ὡραίαν οὖσαν τὴν Περικτιόνην βιάζεσθαι τὸν Ἀρίστωνα καὶ μὴ τυγχάνειν· παυόμενόν τε τῆς βίας | |
---|---|---|
5 | ἰδεῖν τὴν τοῦ Ἀπόλλωνος ὄψιν· ὅθεν καθαρὰν γάμου φυλάξαι ἕως τῆς ἀποκυήσεως. | |
3(l) | Diogenes Laertius IX, 23 (II, p. 449, 5—7) | |
1 | Λέγεται δὲ (sc. ὁ Παρμενίδης) καὶ νόμους θεῖναι τοῖς πολίταις, ὥς | |
φησι Σπεύσιππος ἐν τῷ Περὶ φιλοσόφων. | 135 | |
4(l) | Clement, Stromata II, 4, 19, 3 (II, pp. 122, 23—123, 2) | |
1 | Σπεύσιππος γὰρ ἐν τῷ Πρὸς Κλεοφῶντα πρώτῳ τὰ ὅμοια τῷ Πλάτωνι ἔοικε διὰ τούτου γράφειν· ‘εἰ γὰρ ἡ βασιλεία σπουδαῖον ὅ τε σοφὸς μόνος βασιλεὺς καὶ ἄρχων, ὁ νόμος λόγος ὢν ὀρθὸς σπουδαῖος.‘ | |
5a(l) | Aristotle, Sophistici Elenchi 174 B 19—27 | |
1 | Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πρὸς τοὺς δοκοῦντας τοιούτους ἢ πρὸς τοὺς ὁμοίους, ἢ πρὸς τοὺς πλείστους ἢ πρὸς πάντας. ὥσπερ τε καὶ | |
5 | ἀποκρινόμενοι πολλάκις, ὅταν ἐλέγχωνται, ποιοῦσι διττόν, ἂν μέλλῃ συμβαίνειν ἐλεγχθήσεσθαι, καὶ ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους—ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ. | |
5b(l) | Anonymous, In Aristot. Soph. Elench. Paraphrasis, p. 40, 8—14 | |
1 | Ἔτι ὥσπερ ἐν τοῖς καθ’ ὁμωνυμίαν οἱ ἀποκρινόμενοι ποιοῦσι πολλάκις ἐλεγχόμενοι (διαιροῦσι γὰρ ὕστερον συναισθόμενοι τῆς ἀπάτης τὸ διττόν, καὶ ὡς ἐπ’ ἄλλου σημαινομένου δεδώκασιν ἢ ὃ συνῆξεν ὁ ἐρωτῶν), οὕτω καὶ τοὺς ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους | |
5 | τῶν ἐρωτωμένων ὡς οὐκ ἐλεγχομένους, ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφε καὶ προέτεινεν ὃ συνήγαγεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ τῷ Πλατωνικῷ διαλόγῳ. | |
6(l) | Athenaeus II, 61 C (I, p. 143, 23—24) | |
1 | ΣΙΑ. Σπεύσιππος ἐν βʹ Ὁμοίων φησὶ ἐν ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. | |
7(l) | Athenaeus II, 68 E (I, p. 161, 22—26) | |
1 | Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν· Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν· καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. | 136 |
8(l) | Athenaeus III, 86 C—D (I, p. 200, 8—9 and 13—15) | |
1 | Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους ......... ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. | |
9(l) | Athenaeus III, 105 B (I, p. 240, 19—21) | |
1 | Σπεύσιππος δὲ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλα‐ κοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. | |
10(l) | Athenaeus IV, 133 B (I, p. 302, 22—23) | |
1 | Ἔστιν δ’ ἡ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τιτιγονίῳ, ὡς Σπεύσιππος παρίστησιν ἐν δ〈ευτέρῳ〉 Ὁμοίων. | |
11(l1) | Photius, Lexicon, s.v. πηνίον (II, pp. 88—89) = Suidas, s.v. πηνίον | |
l2 | (IV, p. 126, 18—22) | |
1 | Πηνίον· ζῷον ὅμοιον κώνωπι· Ἀριστοφάνης Νεφέλαις. ‘Κείσεσθον ὥσπερ πηνίω βινουμένω‘· ἀντὶ τοῦ ξηροί· σκώπτει γὰρ τοὺς περὶ Χαιρε‐ φῶντα εἰς ξηρότητα καὶ ἀσθένειαν· ὅτι δὲ κώνωπος εἶδός ἐστι, Σπεύσιπ‐ πος ἐν τῷ βʹ τῶν ὁμοιοτήτων φησὶν οὕτως· πηνίον, ἐμπίς, κώνωψ. | |
12a(l) | Athenaeus VII, 300 E (II, p. 162, 10—12) | |
1 | ΕΡΥΘΡΙΝΟΣ. Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. | |
12b(l) | Athenaeus VII, 327 C (II, p. 220, 9—10) | |
1 | ΦΑΓΡΟΣ. Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων παραπλήσιά φησιν | |
εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. | 137 | |
12c(l) | Athenaeus VII, 301 C (II, p. 163, 26—27) | |
1 | Σπεύσιππος δ’ ὅμοιον φάγρῳ τὸν ἥπατον. | |
13(l) | Athenaeus VII, 303 D (II, p. 168, 23—24) | |
1 | Καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων διίστησιν αὐτὰς (sc. τὰς θυννίδας) τῶν θύννων. | |
14(l) | Athenaeus VII, 308 D (II, p. 180, 2—4) | |
1 | Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ἐμφερεῖς φησιν εἶναι μελάνουρον καὶ κορακῖνον. | |
15a(l) | Athenaeus VII, 313 A (II, p. 189, 5—7) | |
1 | Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ὅμοιά φησιν εἶναι τῇ μαινίδι βόακα καὶ σμαρίδας. | |
15b(l) | Athenaeus VII, 286 F (II, p. 133, 25) | |
1 | Σπεύσιππος δὲ καὶ οἱ ἄλλοι Ἀττικοὶ βόακας (sc. καλοῦσι τοὺς βῶκας). | |
16(l) | Athenaeus VII, 313 D—E (II, p. 190, 6—8) | |
1 | Ὅμοιον δὲ εἶναι τῷ μελανούρῳ φησὶ Σπεύσιππος ἐν δευτέρῳ Ὁμοίων τὸν καλούμενον ψύρον. | |
17(l) | Athenaeus VII, 318 E (II, p. 201, 7—9) | |
1 | Εἴδη δ’ ἐστὶ πολυπόδων ἑλεδώνη, πολυποδίνη, βολβιτίνη, ὀσμύλος, ὡς Ἀριστοτέλης ἱστορεῖ καὶ Σπεύσιππος. | |
18(l) | Athenaeus VII, 319 B—C (II, p. 202, 16—18 and 24—26) | |
1 | ΠΕΡΚΑΙ. τούτων μέμνηται Διοκλῆς καὶ Σπεύσιππος ἐν δευτέρῳ | |
Ὁμοίων, παραπλησίας εἶναι λέγων πέρκην, χάνναν, φυκίδα ..... ΠΕΡΚΗ. καὶ ταύτης Ἐπίχαρμος ἐν Ἥβας γάμῳ μέμνηται καὶ Σπεύσιππος ἐν βʹ τῶν Ὁμοίων καὶ Νουμήνιος, ὧν τὰ μαρτύρια πρόκει‐ | 138 | |
5 | ται. | |
19(l) | Athenaeus VII, 319 D (II, p. 203, 12—13) | |
1 | Καὶ Σπεύσιππος αὐτὴν (sc. τὴν ῥαφίδα) βελόνην καλεῖ. | |
20(l) | Athenaeus VII, 323 A—B (II, pp. 210, 27—211, 4) | |
1 | Σπεύσιππος δὲ ἐν δευτέρῳ Ὁμοίων ὡς παραπλήσια ἐκτίθεται κέστραν, βελόνην, σαυρίδα. καὶ οἱ Ἀττικοὶ δὲ ὡς ἐπὶ τὸ πολὺ τὴν σφύραι‐ ναν καλοῦσι κέστραν, σπανίως δὲ τῷ τῆς σφυραίνης ὀνόματι ἐχρή‐ σαντο. | |
21(l) | Athenaeus VII, 323 F (II, p. 212, 22—23) | |
1 | Τοῦτο δὲ σημειωτέον πρὸς Σπεύσιππον λέγοντα εἶναι ὅμοια σηπίαν τευθίδα. | |
22(l) | Athenaeus VII, 324 F (II, p. 214, 24—26) | |
1 | Σπεύσιππος δ’ ἐμφερῆ φησιν εἶναι κόκκυγα, χελιδόνα, τρίγλαν. | |
23(l) | Athenaeus VII, 329 F (II, p. 226, 5—6) | |
1 | Σπεύσιππος δ’ ἐν βʹ Ὁμοίων παραπλήσιά φησιν εἶναι ψῆτταν, βούγλωσσον, ταινίαν. | |
24(l) | Athenaeus IX, 369 B (II, p. 306, 10—12) | |
1 | Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων ‘ῥαφανίς,‘ φησί, ‘γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια.‘ | |
25(l) | Athenaeus IX, 387 C (II, p. 344, 5—7) | |
1 | Μνημονεύει δ’ αὐτῶν (sc. τῶν φασιανῶν) καὶ Σπεύσιππος ἐν | |
δευτέρῳ Ὁμοίων. φασιανὸν δὲ οὗτοι κεκλήκασιν αὐτὸν καὶ οὐ φασιανικόν. | 139 | |
26(l) | Athenaeus IX, 391 D (II, p. 353, 15—16) | |
1 | Καὶ Σπεύσιππος δ’ ἐν δευτέρῳ Ὁμοίων χωρὶς τοῦ ς κῶπας αὐτοὺς (sc. τοὺς σκῶπας) ὀνομάζει. | |
27(l) | Hesychius, s.v. συβώτας (IV, p. 90, 48) | |
1 | Συβώτας· Σπεύσιππος ὁ φιλόσοφος, ζῷόν τι. | |
28(l) | [Iamblichus], Theologoumena Arithmeticae, pp. 82, 10—85, 23 | |
1 | Ὅτι καὶ Σπεύσιππος ὁ Πωτώνης μὲν υἱὸς τῆς τοῦ Πλάτωνος ἀδελφῆς, διάδοχος δὲ Ἀκαδημίας πρὸ Ξενοκράτου, ἐκ τῶν ἐξαιρέτως σπουδασθει‐ σῶν ἀεὶ Πυθαγορικῶν ἀκροάσεων, μάλιστα δὲ τῶν Φιλολάου συγγραμ‐ μάτων, βιβλίδιόν τι συντάξας γλαφυρὸν ἐπέγραψε μὲν αὐτὸ Περὶ Πυθα‐ | |
5 | γορικῶν ἀριθμῶν, ἀπ’ ἀρχῆς δὲ μέχρι ἡμίσους περὶ τῶν ἐν αὐτοῖς γραμ‐ μικῶν ἐμμελέστατα διεξελθὼν πολυγωνίων τε καὶ παντοίων τῶν ἐν ἀριθμοῖς ἐπιπέδων ἅμα καὶ στερεῶν περί τε τῶν πέντε σχημάτων, ἃ τοῖς κοσμικοῖς ἀποδίδοται στοιχείοις, ἰδιότητος αὐτῶν καὶ πρὸς ἄλληλα κοινότητος, ἀναλογίας τε καὶ ἀντακολουθίας, μετὰ ταῦτα λοιπὸν θάτερον | |
10 | τὸ τοῦ βιβλίου ἥμισυ περὶ δεκάδος ἄντικρυς ποιεῖται φυσικωτάτην αὐτὴν ἀποφαίνων καὶ τελεστικωτάτην τῶν ὄντων, οἷον εἶδός τι τοῖς κοσμικοῖς ἀποτελέσμασι τεχνικόν, ἐφ’ ἑαυτῆς ἀλλ’ οὐχ ἡμῶν νομισάντων ἢ ὡς ἔτυχε θεμένων ὑπάρχουσαν καὶ παράδειγμα παντελέστατον τῷ τοῦ παντὸς ποιητῇ θεῷ προεκκειμένην. λέγει δὲ τὸν τρόπον τοῦτον περὶ αὐτῆς· ‘ἔστι | |
15 | δὲ τὰ δέκα τέλειος, καὶ ὀρθῶς τε καὶ κατὰ φύσιν εἰς τοῦτον καταντῶμεν παντοίως ἀριθμοῦντες Ἕλληνές τε καὶ πάντες ἄνθρωποι οὐδὲν αὐτοὶ ἐπιτηδεύοντες· πολλὰ γὰρ ἴδια ἔχει, ἃ προσήκει τὸν οὕτω τέλειον ἔχειν, πολλὰ δὲ ἴδια μὲν οὐκ ἔστιν αὐτοῦ, δεῖ δὲ ἔχειν αὐτὰ τέλειον. πρῶτον μὲν οὖν ἄρτιον δεῖ εἶναι, ὅπως ἴσοι ἐνῶσιν οἱ περισσοὶ καὶ ἄρτιοι καὶ μὴ | |
20 | ἑτερομερῶς· ἐπεὶ γὰρ πρότερος ἀεί ἐστιν ὁ περισσὸς τοῦ ἀρτίου, εἰ μὴ ἄρτιος εἴη ὁ συμπεραίνων, πλεονεκτήσει ὁ ἕτερος· ἔτι δὲ ἴσους ἔχειν χρὴ τοὺς πρώτους καὶ ἀσυνθέτους καὶ τοὺς δευτέρους καὶ συνθέτους· ὁ δὲ δέκα ἔχει ἴσους, καὶ οὐδεὶς ἂν ἄλλος ἐλάσσων τῶν δέκα τοῦτο ἔπαθεν ἀριθμός, πλείων δὲ τάχα [καὶ γὰρ ὁ ιβʹ καὶ ἄλλοι τινές], ἀλλὰ πυθμὴν | |
25 | αὐτῶν ὁ δέκα· καὶ πρῶτος τοῦτο ἔχων καὶ ἐλάχιστος τῶν ἐχόντων τέλος τι ἔχει, καὶ ἴδιόν πως αὐτοῦ τοῦτο γέγονε τὸ ἐν πρώτῳ αὐτῷ ἴσους ἀσυνθέτους τε καὶ συνθέτους ὦφθαι, ἔχων τε τοῦτο ἔχει πάλιν καὶ τοὺς | |
πολλαπλασίους καὶ τοὺς ὑποπολλαπλασίους, ὧν εἰσι πολλαπλάσιοι· ἔχει μὲν γὰρ ὑποπολλαπλασίους τοὺς μέχρι πέντε, οἱ δὲ ἀπὸ τῶν ἓξ μέχρι | 140 | |
30 | τῶν δέκα οἱ πολλαπλάσιοι αὐτῶν· ἐπεὶ δὲ τὰ ἑπτὰ οὐδενός, ἐξαιρετέον καὶ τὰ τέσσαρα ὡς πολλαπλάσια τοῦ δύο, ὥστε ἴσους εἶναι πάλιν δεῖ. ἔτι πάντες οἱ λόγοι ἐν τῷ ιʹ, ὅ τε τοῦ ἴσου καὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος καὶ τοῦ ἐπιμορίου καὶ τῶν λοιπῶν εἰδῶν ἐν αὐτῷ, καὶ οἱ γραμμικοὶ 〈καὶ〉 οἱ ἐπίπεδοι καὶ οἱ στερεοί· τὸ μὲν γὰρ ἓν στιγμή, τὰ δὲ | |
35 | δύο γραμμή, τὰ δὲ τρία τρίγωνον, τὰ δὲ τέσσαρα πυραμίς· ταῦτα δὲ πάντα ἐστὶ πρῶτα καὶ ἀρχαὶ τῶν καθ’ ἕκαστον ὁμογενῶν. καὶ ἀναλογιῶν δὲ πρώτη αὕτη ἐστὶν ἡ ἐν αὐτοῖς ὀφθεῖσα ἡ τὸ ἴσον μὲν ὑπερέχουσα, τέλος δὲ ἔχουσα ἐν τοῖς δέκα. ἔν τε ἐπιπέδοις καὶ στερεοῖς πρῶτά ἐστι ταῦτα· στιγμὴ γραμμὴ τρίγωνον πυραμίς· ἔχει δὲ ταῦτα τὸν τῶν δέκα | |
40 | ἀριθμὸν καὶ τέλος ἴσχει. τετρὰς μὲν γὰρ ἐν πυραμίδος γωνίαις ἢ βάσεσιν, ἑξὰς δὲ ἐν πλευραῖς, ὥστε δέκα· τετρὰς δὲ πάλιν ἐν στιγμῆς καὶ γραμμῆς διαστήμασι καὶ πέρασιν, ἑξὰς δὲ ἐν τριγώνου πλευραῖς καὶ γωνίαις, ὥστε πάλιν δέκα. καὶ μὴν καὶ ἐν τοῖς σχήμασι κατ’ ἀριθμὸν σκεπτομένῳ συμβαίνει· πρῶτον γάρ ἐστι τρίγωνον τὸ ἰσόπλευρον, ὃ ἔχει μίαν πως | |
45 | γραμμὴν καὶ γωνίαν· λέγω δὲ μίαν, διότι ἴσας ἔχει· ἄσχιστον γὰρ ἀεὶ καὶ ἑνοειδὲς τὸ ἴσον· δεύτερον δὲ τὸ ἡμιτετράγωνον· μίαν γὰρ ἔχον παραλλαγὴν γραμμῶν καὶ γωνιῶν ἐν δυάδι ὁρᾶται· τρίτον δὲ τὸ τοῦ ἰσοπλεύρου ἥμισυ τὸ καὶ ἡμιτρίγωνον· πάντως γὰρ ἄνισον καθ’ ἕκαστον, τὰ δὲ πάντα αὐτοῦ τρία ἐστίν. καὶ ἐπὶ τῶν στερεῶν εὑρίσκοις ἂν ἄχρι | |
28(50) | τῶν τεττάρων προϊὼν τὸ τοιοῦτο, ὥστε δεκάδος καὶ οὕτως ψαύει· γίνεται γάρ πως ἡ μὲν πρώτη πυραμὶς μίαν πως γραμμήν τε καὶ ἐπιφάνειαν ἐν ἰσότητι ἔχουσα, ἐπὶ τοῦ ἰσοπλεύρου ἱσταμένη· ἡ δὲ δευτέρα δύο, ἐπὶ τετραγώνου ἐγηγερμένη, μίαν παραλλαγὴν ἔχουσα, παρὰ τῆς ἐπὶ τῆς βάσεως γωνίας ὑπὸ τριῶν ἐπιπέδων περιεχομένη, τὴν κατὰ κορυφὴν | |
55 | ὑπὸ τεττάρων συγκλειομένη, ὥστε ἐκ τούτου δυάδι ἐοικέναι· ἡ δὲ τρίτη τριάδι, ἐπὶ ἡμιτετραγώνου βεβηκυῖα καὶ σὺν τῇ ὀφθείσῃ μιᾷ ὡς ἐν ἐπιπέδῳ τῇ ἡμιτετραγώνῳ ἔτι καὶ ἄλλην ἔχουσα διαφορὰν τὴν τῆς κορυφαίας γωνίας, ὥστε τριάδι ἂν ὁμοιοῖτο, πρὸς ὀρθὰς τὴν γωνίαν ἔχουσα τῇ τῆς βάσεως μέσῃ πλευρᾷ· τετράδι δὲ ἡ τετάρτη κατὰ ταὐτά, ἐπὶ ἡμιτριγώνῳ | |
60 | βάσει συνισταμένη, ὥστε τέλος ἐν τοῖς δέκα λαμβάνειν τὰ λεχθέντα. τὰ αὐτὰ δὲ καὶ ἐν τῇ γενέσει· πρώτη μὲν γὰρ ἀρχὴ εἰς μέγεθος στιγμή, | |
δευτέρα γραμμή, τρίτη ἐπιφάνεια, τέταρτον στερεόν.‘ | 141 | |
29a(l) | Aristotle, Metaphysics 1028 B 15—27 | |
1 | Δοκεῖ δέ τισι τὰ τοῦ σώματος πέρατα, οἷον ἐπιφάνεια καὶ γραμμὴ καὶ στιγμὴ καὶ μονάς, εἶναι οὐσίαι, καὶ μᾶλλον ἢ τὸ σῶμα καὶ τὸ στερεόν· ἔτι παρὰ τὰ αἰσθητὰ οἱ μὲν οὐκ οἴονται εἶναι οὐδὲν τοιοῦτον, οἱ δὲ πλείω καὶ μᾶλλον, ὄντα ἀΐδια, ὥσπερ Πλάτων τά τε εἴδη καὶ τὰ μαθηματικὰ | |
5 | δύο οὐσίας, τρίτην δὲ τὴν τῶν αἰσθητῶν σωμάτων οὐσίαν, Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος, καὶ ἀρχὰς ἑκάστης οὐσίας, ἄλλην μὲν ἀριθμῶν ἄλλην δὲ μεγεθῶν, ἔπειτα ψυχῆς· καὶ τοῦτον δὴ τὸν τρόπον ἐπεκτείνει τὰς οὐσίας. ἔνιοι δὲ τὰ μὲν εἴδη καὶ τοὺς ἀριθμοὺς τὴν αὐτὴν ἔχειν φασὶ φύσιν, τὰ δὲ ἄλλα ἐχόμενα, γραμμὰς καὶ ἐπίπεδα, μέχρι | |
10 | πρὸς τὴν τοῦ οὐρανοῦ οὐσίαν καὶ τὰ αἰσθητά. | |
29b(l1) | Pseudo—Alexander, In Metaph., pp. 462, 34—463, 1 (on 1028 | |
l2 | B 21—24) | |
1 | Σπεύσιππος δὲ ὁ τούτου μαθητὴς καὶ πλείω τῶν τριῶν ἔλεγεν εἶναι τὰς οὐσίας τὰς νοητάς, πρώτην μὲν τὸ αὐτοέν, ἄλλην δὲ τὴν τῶν ἀριθμῶν ἀρχήν, ἄλλην τὴν τῶν μεγεθῶν, καὶ ἄλλην τὴν τῆς ψυχῆς· καὶ οὕτως | |
ἐπεκτείνει εἰς πλῆθος τὰ γένη τῶν οὐσιῶν. | 142 | |
29c(l) | Asclepius, In Metaph., pp. 377, 34—378, 3 (on 1028 B 2 ff.) | |
1 | Ὁμοίως καὶ οἱ περὶ Σπεύσιππον καὶ Ξενοκράτην. καὶ ὁ μὲν Σπεύσιππος πολλὰς ἔλεγεν εἶναι οὐσίας· ἄλλην γὰρ οὐσίαν ἔλεγεν εἶναι μεγεθῶν καὶ ἄλλην ἀριθμῶν, καὶ ἐπὶ πάντων τῶν ὁμοίων, καὶ πάλιν ἄλλην οὐσίαν νοῦ καὶ ἄλλην ψυχῆς, καὶ ἄλλην σημείου καὶ ἄλλην γραμμῆς καὶ ἄλλην | |
5 | ἐπιφανείας, ἐπειδὴ, φησί, διαφόρως ἐδόξασαν οἱ πρὸ ἡμῶν. | |
29d(l) | Asclepius, In Metaph., p. 379, 12—15 (on 1028 B 21—24) | |
1 | Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ὑποτίθεται ἀπὸ τοῦ ἑνὸς ἀρξά‐ μενος, καὶ ἀρχὰς καὶ οὐσίας· ἄλλην γὰρ οὐσίαν λέγει εἶναι τῶν ἀριθμῶν καὶ ἄλλην τῶν μεγεθῶν καὶ ἄλλην ψυχῆς, καὶ οὕτως ἐπεκτείνει τὰς οὐσίας. | |
30(l) | Aristotle, Metaphysics 1075 B 37—1076 A 4 | |
1 | Οἱ δὲ λέγοντες τὸν ἀριθμὸν πρῶτον τὸν μαθηματικὸν καὶ οὕτως ἀεὶ ἄλλην ἐχομένην οὐσίαν καὶ ἀρχὰς ἑκάστης ἄλλας, ἐπεισοδιώδη τὴν τοῦ παντὸς οὐσίαν ποιοῦσιν (οὐδὲν γὰρ ἡ ἑτέρα τῇ ἑτέρᾳ συμβάλλεται οὖσα ἢ μὴ οὖσα) καὶ ἀρχὰς πολλάς· τὰ δὲ ὄντα οὐ βούλεται πολιτεύεσθαι | |
5 | κακῶς. ‘οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω.‘ | |
31(l) | Aristotle, Metaphysics 1069 A 30—36 | |
1 | Οὐσίαι δὲ τρεῖς, μία μὲν αἰσθητή—ἧς ἡ μὲν ἀΐδιος ἡ δὲ φθαρτή, ἣν πάντες ὁμολογοῦσιν, οἷον τὰ φυτὰ καὶ τὰ ζῷα [ἡ δ’ ἀΐδιοσ]—ἧς ἀνάγκη τὰ στοιχεῖα λαβεῖν, εἴτε ἓν εἴτε πολλά· ἄλλη δὲ ἀκίνητος, καὶ ταύτην φασί τινες εἶναι χωριστήν, οἱ μὲν εἰς δύο διαιροῦντες, οἱ δὲ εἰς μίαν | |
5 | φύσιν τιθέντες τὰ εἴδη καὶ τὰ μαθηματικά, οἱ δὲ τὰ μαθηματικὰ μόνον | |
τούτων. | 143 | |
32(l) | Aristotle, Metaphysics 1076 A 16—23 and 32—37 | |
1 | Δύο δ’ εἰσὶ δόξαι περὶ τούτων· τά τε γὰρ μαθηματικά φασιν οὐσίας εἶναί τινες, οἷον ἀριθμοὺς καὶ γραμμὰς καὶ τὰ συγγενῆ τούτοις, καὶ πάλιν τὰς ἰδέας. ἐπεὶ δὲ οἱ μὲν δύο ταῦτα γένη ποιοῦσι, τάς τε ἰδέας καὶ τοὺς μαθηματικοὺς ἀριθμούς, οἱ δὲ μίαν φύσιν ἀμφοτέρων, ἕτεροι δέ τινες | |
5 | τὰς μαθηματικὰς μόνον οὐσίας εἶναί φασι, σκεπτέον πρῶτον μὲν περὶ τῶν μαθηματικῶν, .......... ἀνάγκη δ’, εἴπερ ἔστι τὰ μαθηματικά, ἢ ἐν τοῖς αἰσθητοῖς εἶναι αὐτὰ καθάπερ λέγουσί τινες, ἢ κεχωρισμένα τῶν αἰσθητῶν (λέγουσι δὲ καὶ οὕτω τινές)· ἢ εἰ μηδετέρως, ἢ οὐκ εἰσὶν ἢ ἄλλον τρόπον εἰσίν· ὥσθ’ ἡ ἀμφισβήτησις ἡμῖν ἔσται οὐ περὶ τοῦ εἶναι | |
10 | ἀλλὰ περὶ τοῦ τρόπου. | |
33(l) | Aristotle, Metaphysics 1080 B 11—17 and 23—30 | |
1 | Οἱ μὲν οὖν ἀμφοτέρους φασὶν εἶναι τοὺς ἀριθμούς, τὸν μὲν ἔχοντα τὸ πρότερον καὶ ὕστερον τὰς ἰδέας, τὸν δὲ μαθηματικὸν παρὰ τὰς ἰδέας καὶ τὰ αἰσθητά, καὶ χωριστοὺς ἀμφοτέρους τῶν αἰσθητῶν· οἱ δὲ τὸν μαθηματικὸν μόνον ἀριθμὸν εἶναι, τὸν πρῶτον τῶν ὄντων, κεχωρισμένον | |
5 | τῶν αἰσθητῶν. καὶ οἱ Πυθαγόρειοι δ’ ἕνα, τὸν μαθηματικόν, πλὴν οὐ κεχωρισμένον ....... ὁμοίως δὲ καὶ περὶ τὰ μήκη καὶ περὶ τὰ ἐπίπεδα καὶ περὶ τὰ στερεά. οἱ μὲν γὰρ ἕτερα τὰ μαθηματικὰ καὶ τὰ μετὰ τὰς ἰδέας· τῶν δὲ ἄλλως λεγόντων οἱ μὲν τὰ μαθηματικὰ καὶ μαθηματικῶς λέγουσιν, ὅσοι μὴ ποιοῦσι τὰς ἰδέας ἀριθμοὺς μηδὲ εἶναί φασιν ἰδέας, οἱ | |
10 | δὲ τὰ μαθηματικά, οὐ μαθηματικῶς δέ· οὐ γὰρ τέμνεσθαι οὔτε μέγεθος πᾶν εἰς μεγέθη, οὔθ’ ὁποιασοῦν μονάδας δυάδα εἶναι. | |
34(l) | Aristotle, Metaphysics 1083 A 20—B 1 | |
1 | Ἀλλὰ μὴν οὐδ’ ὡς ἕτεροί τινες λέγουσι περὶ τῶν ἀριθμῶν λέγεται καλῶς. εἰσὶ δ’ οὗτοι ὅσοι ἰδέας μὲν οὐκ οἴονται εἶναι οὔτε ἁπλῶς οὔτε ὡς ἀριθμούς τινας οὔσας, τὰ δὲ μαθηματικὰ εἶναι καὶ τοὺς ἀριθμοὺς πρώτους τῶν ὄντων, καὶ ἀρχὴν αὐτῶν εἶναι αὐτὸ τὸ ἕν. ἄτοπον γὰρ τὸ | |
5 | ἓν μὲν εἶναί τι πρῶτον τῶν ἑνῶν, ὥσπερ ἐκεῖνοί φασι, δυάδα δὲ τῶν δυάδων μή, μηδὲ τριάδα τῶν τριάδων· τοῦ γὰρ αὐτοῦ λόγου πάντα ἐστίν. | |
εἰ μὲν οὖν οὕτως ἔχει τὰ περὶ τὸν ἀριθμὸν καὶ θήσει τις εἶναι τὸν μαθη‐ ματικὸν μόνον, οὐκ ἔστι τὸ ἓν ἀρχή (ἀνάγκη γὰρ διαφέρειν τὸ ἓν τὸ τοιοῦτο τῶν ἄλλων μονάδων· εἰ δὲ τοῦτο, καὶ δυάδα τινὰ πρώτην τῶν | 144 | |
10 | δυάδων, ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἀριθμοὺς τοὺς ἐφεξῆς)· εἰ δέ ἐστι τὸ ἓν ἀρχή, ἀνάγκη μᾶλλον ὥσπερ Πλάτων ἔλεγεν ἔχειν τὰ περὶ τοὺς ἀριθμούς, καὶ εἶναι δυάδα πρώτην καὶ τριάδα, καὶ οὐ συμβλητοὺς εἶναι τοὺς ἀριθμοὺς πρὸς ἀλλήλους. ἂν δ’ αὖ πάλιν τις τιθῇ ταῦτα, εἴρηται ὅτι ἀδύνατα πολλὰ συμβαίνει. ἀλλὰ μὴν ἀνάγκη γε ἢ οὕτως ἢ ἐκείνως ἔχειν, | |
15 | ὥστ’ εἰ μηδετέρως, οὐκ ἂν ἐνδέχοιτο εἶναι τὸν ἀριθμὸν χωριστόν. | |
35(l) | Aristotle, Metaphysics 1085 B 36—1086 A 5 | |
1 | Ἔτι δὲ τὸ διαφωνεῖν τοὺς τρόπους περὶ τῶν ἀριθμῶν σημεῖον ὅτι τὰ πράγματα αὐτὰ οὐκ ὄντα ἀληθῆ παρέχει τὴν ταραχὴν αὐτοῖς. οἱ μὲν γὰρ τὰ μαθηματικὰ μόνον ποιοῦντες παρὰ τὰ αἰσθητά, ὁρῶντες τὴν περὶ τὰ εἴδη δυσχέρειαν καὶ πλάσιν, ἀπέστησαν ἀπὸ τοῦ εἰδητικοῦ ἀριθμοῦ | |
5 | καὶ τὸν μαθηματικὸν ἐποίησαν· οἱ δὲ κτλ. | |
36(l) | Aristotle, Metaphysics 1090 A 2—B 5 | |
1 | Ἐπιστήσειε δ’ ἄν τις τὴν σκέψιν καὶ περὶ τῶν ἀριθμῶν πόθεν δεῖ λαβεῖν τὴν πίστιν ὡς εἰσίν. τῷ μὲν γὰρ ἰδέας τιθεμένῳ παρέχονταί τιν’ αἰτίαν τοῖς οὖσιν, εἴπερ ἕκαστος τῶν ἀριθμῶν ἰδέα τις ἡ δ’ ἰδέα τοῖς ἄλλοις αἰτία τοῦ εἶναι ὃν δή ποτε τρόπον (ἔστω γὰρ ὑποκείμενον αὐτοῖς | |
5 | τοῦτο)· τῷ δὲ τοῦτον μὲν τὸν τρόπον οὐκ οἰομένῳ διὰ τὸ τὰς ἐνούσας δυσχερείας ὁρᾶν περὶ τὰς ἰδέας ὥστε διά γε ταῦτα μὴ ποιεῖν ἀριθμούς, ποιοῦντι δὲ ἀριθμὸν τὸν μαθηματικόν, πόθεν τε χρὴ πιστεῦσαι ὡς ἔστι τοιοῦτος ἀριθμός, καὶ τί τοῖς ἄλλοις χρήσιμος; οὐθενὸς γὰρ οὔτε φησὶν ὁ λέγων αὐτὸν εἶναι, ἀλλ’ ὡς αὐτήν τινα λέγει καθ’ αὑτὴν φύσιν οὖσαν, | |
10 | οὔτε φαίνεται ὢν αἴτιος· τὰ γὰρ θεωρήματα τῶν ἀριθμητικῶν πάντα καὶ κατὰ τῶν αἰσθητῶν ὑπάρξει, καθάπερ ἐλέχθη. Οἱ μὲν οὖν τιθέμενοι τὰς ἰδέας εἶναι, καὶ ἀριθμοὺς αὐτὰς εἶναι, 〈τῷ〉 κατὰ τὴν ἔκθεσιν ἑκάστου παρὰ τὰ πολλὰ λαμβάνειν [τὸ] ἕν τι ἕκαστον πειρῶνταί γε λέγειν πως διὰ τί ἔστιν, οὐ μὴν ἀλλὰ ἐπεὶ οὔτε ἀναγκαῖα | |
15 | οὔτε δυνατὰ ταῦτα, οὐδὲ τὸν ἀριθμὸν διά γε ταῦτα εἶναι λεκτέον· οἱ δὲ | |
Πυθαγόρειοι διὰ τὸ ὁρᾶν πολλὰ τῶν ἀριθμῶν πάθη ὑπάρχοντα τοῖς αἰσθητοῖς σώμασιν, εἶναι μὲν ἀριθμοὺς ἐποίησαν τὰ ὄντα, οὐ χωριστοὺς δέ, ἀλλ’ ἐξ ἀριθμῶν τὰ ὄντα· διὰ τί δέ; ὅτι τὰ πάθη τὰ τῶν ἀριθμῶν ἐν ἁρμονίᾳ ὑπάρχει καὶ ἐν τῷ οὐρανῷ καὶ ἐν πολλοῖς ἄλλοις. τοῖς δὲ τὸν | 145 | |
20 | μαθηματικὸν μόνον λέγουσιν εἶναι ἀριθμὸν οὐθὲν τοιοῦτον ἐνδέχεται λέγειν κατὰ τὰς ὑποθέσεις, ἀλλ’ ὅτι οὐκ ἔσονται αὐτῶν αἱ ἐπιστῆμαι ἐλέγετο. ἡμεῖς δέ φαμεν εἶναι, καθάπερ εἴπομεν πρότερον. καὶ δῆλον ὅτι οὐ κεχώρι‐ σται τὰ μαθηματικά· οὐ γὰρ ἂν κεχωρισμένων τὰ πάθη ὑπῆρχεν ἐν τοῖς σώμασιν. οἱ μὲν οὖν Πυθαγόρειοι κατὰ μὲν τὸ τοιοῦτον οὐθενὶ ἔνοχοί | |
25 | εἰσιν, κατὰ μέντοι τὸ ποιεῖν ἐξ ἀριθμῶν τὰ φυσικὰ σώματα, ἐκ μὴ ἐχόντων βάρος μηδὲ κουφότητα ἔχοντα κουφότητα καὶ βάρος, ἐοίκασι περὶ ἄλλου οὐρανοῦ λέγειν καὶ σωμάτων ἀλλ’ οὐ τῶν αἰσθητῶν· οἱ δὲ χωριστὸν ποιοῦντες, ὅτι ἐπὶ τῶν αἰσθητῶν οὐκ ἔσται τὰ ἀξιώματα, ἀληθῆ δὲ τὰ λεγόμενα καὶ σαίνει τὴν ψυχήν, εἶναί τε ὑπολαμβάνουσι καὶ χωριστὰ | |
30 | εἶναι· ὁμοίως δὲ καὶ τὰ μεγέθη τὰ μαθηματικά. δῆλον οὖν ὅτι καὶ ὁ ἐναντιούμενος λόγος τἀναντία ἐρεῖ, καὶ ὃ ἄρτι ἠπορήθη λυτέον τοῖς οὕτω λέγουσι, διὰ τί οὐδαμῶς ἐν τοῖς αἰσθητοῖς ὑπαρχόντων τὰ πάθη ὑπάρχει αὐτῶν ἐν τοῖς αἰσθητοῖς. | |
37(l) | Aristotle, Metaphysics 1090 B 13—21 | |
1 | Ἔτι δὲ ἐπιζητήσειεν ἄν τις μὴ λίαν εὐχερὴς ὢν περὶ μὲν τοῦ ἀριθμοῦ παντὸς καὶ τῶν μαθηματικῶν τὸ μηθὲν συμβάλλεσθαι ἀλλήλοις τὰ πρότερα τοῖς ὕστερον (μὴ ὄντος γὰρ τοῦ ἀριθμοῦ οὐθὲν ἧττον τὰ μεγέθη ἔσται τοῖς τὰ μαθηματικὰ μόνον εἶναι φαμένοις, καὶ τούτων μὴ ὄντων ἡ ψυχὴ | |
5 | καὶ τὰ σώματα τὰ αἰσθητά· οὐκ ἔοικε δ’ ἡ φύσις ἐπεισοδιώδης οὖσα ἐκ τῶν φαινομένων, ὥσπερ μοχθηρὰ τραγῳδία)· τοῖς δὲ τὰς ἰδέας τιθεμένοις | |
τοῦτο μὲν ἐκφεύγει κτλ. | 146 | |
38(l) | Aristotle, Metaphysics 1092 A 35—B 3 | |
1 | Ἐπεὶ τοίνυν τὸ ἓν ὁ μὲν τῷ πλήθει ὡς ἐναντίον τίθησιν, ὁ δὲ τῷ ἀνίσῳ, ὡς ἴσῳ τῷ ἑνὶ χρώμενος, ὡς ἐξ ἐναντίων εἴη ἂν ὁ ἀριθμός· ἔστιν ἄρα τι ἕτερον ἐξ οὗ ὑπομένοντος καὶ θατέρου ἐστὶν ἢ γέγονεν. | |
39(l) | Aristotle, Metaphysics 1087 B 4—9 and 26—33 | |
1 | Οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσιν, οἱ μὲν τῷ ἑνὶ [τῷ ἴσῳ] τὸ ἄνισον, ὡς τοῦτο τὴν τοῦ πλήθους οὖσαν φύσιν, οἱ δὲ τῷ ἑνὶ τὸ πλῆθος (γεννῶνται γὰρ οἱ ἀριθμοὶ τοῖς μὲν ἐκ τῆς τοῦ ἀνίσου δυάδος, τοῦ μεγάλου καὶ μικροῦ, τῷ δ’ ἐκ τοῦ πλήθους, ὑπὸ τῆς τοῦ ἑνὸς δὲ οὐσίας ἀμφοῖν) | |
5 | ...... οἱ δὲ τὸ ἕτερον καὶ τὸ ἄλλο πρὸς τὸ ἓν ἀντιτιθέασιν, οἱ δὲ πλῆθος καὶ τὸ ἕν. εἰ δέ ἐστιν, ὥσπερ βούλονται, τὰ ὄντα ἐξ ἐναντίων, τῷ δὲ ἑνὶ ἢ οὐθὲν ἐναντίον ἢ εἴπερ ἄρα μέλλει, τὸ πλῆθος, τὸ δ’ ἄνισον τῷ ἴσῳ καὶ τὸ ἕτερον τῷ ταὐτῷ καὶ τὸ ἄλλο αὐτῷ, μάλιστα μὲν οἱ τὸ ἓν τῷ πλήθει ἀντιτιθέντες ἔχονταί τινος δόξης, οὐ μὴν οὐδ’ οὗτοι ἱκανῶς· ἔσται γὰρ | |
10 | τὸ ἓν ὀλίγον· πλῆθος μὲν γὰρ ὀλιγότητι τὸ δὲ πολὺ τῷ ὀλίγῳ ἀντίκειται. | |
40(l) | Aristotle, Metaphysics 1085 B 4—27 | |
1 | Ἔτι πῶς μὲν ἐνδέχεται εἶναι ἐκ τοῦ ἑνὸς καὶ πλήθους τὸν ἀριθμὸν οὐθὲν ἐπιχειρεῖται· ὅπως δ’ οὖν λέγουσι ταὐτὰ συμβαίνει δυσχερῆ ἅπερ καὶ τοῖς ἐκ τοῦ ἑνὸς καὶ ἐκ τῆς δυάδος τῆς ἀορίστου. ὁ μὲν γὰρ ἐκ τοῦ κατηγορουμένου καθόλου γεννᾷ τὸν ἀριθμὸν καὶ οὐ τινὸς πλήθους, ὁ δ’ | |
5 | ἐκ τινὸς πλήθους, τοῦ πρώτου δέ (τὴν γὰρ δυάδα πρῶτόν τι εἶναι πλῆθος), ὥστε διαφέρει οὐθὲν ὡς εἰπεῖν, ἀλλ’ αἱ ἀπορίαι αἱ αὐταὶ ἀκολουθήσουσι, μῖξις ἢ θέσις ἢ κρᾶσις ἢ γένεσις καὶ ὅσα ἄλλα τοιαῦτα. μάλιστα δ’ ἄν τις ἐπιζητήσειεν, εἰ μία ἑκάστη μονάς, ἐκ τίνος ἐστίν· οὐ γὰρ δὴ αὐτό γε τὸ ἓν ἑκάστη. ἀνάγκη δὴ ἐκ τοῦ ἑνὸς αὐτοῦ εἶναι καὶ πλήθους ἢ μορίου | |
10 | τοῦ πλήθους. τὸ μὲν οὖν πλῆθός τι εἶναι φάναι τὴν μονάδα ἀδύνατον, ἀδιαίρετόν γ’ οὖσαν· τὸ δ’ ἐκ μορίου ἄλλας ἔχει πολλὰς δυσχερείας· | |
ἀδιαίρετόν τε γὰρ ἕκαστον ἀναγκαῖον εἶναι τῶν μορίων (ἢ πλῆθος εἶναι καὶ τὴν μονάδα διαιρετήν) καὶ μὴ στοιχεῖον εἶναι τὸ ἓν καὶ τὸ πλῆθος (ἡ γὰρ μονὰς ἑκάστη οὐκ ἐκ πλήθους καὶ ἑνός)· ἔτι οὐθὲν ἄλλο ποιεῖ ὁ | 147 | |
15 | τοῦτο λέγων ἀλλ’ ἢ ἀριθμὸν ἕτερον· τὸ γὰρ πλῆθος ἀδιαιρέτων ἐστὶν ἀριθμός. ἔτι ζητητέον καὶ περὶ τοὺς οὕτω λέγοντας πότερον ἄπειρος ὁ ἀριθμὸς ἢ πεπερασμένος. ὑπῆρχε γάρ, ὡς ἔοικε, καὶ πεπερασμένον πλῆθος, ἐξ οὗ αἱ πεπερασμέναι μονάδες καὶ τοῦ ἑνός· ἔστι τε ἕτερον αὐτὸ πλῆθος καὶ πλῆθος ἄπειρον· ποῖον οὖν πλῆθος στοιχεῖόν ἐστι καὶ τὸ ἕν; | |
41(l) | Aristotle, Metaphysics 1091 A 12—29 | |
1 | Ἄτοπον δὲ καὶ γένεσιν ποιεῖν ἀϊδίων ὄντων, μᾶλλον δ’ ἕν τι τῶν ἀδυνάτων. οἱ μὲν οὖν Πυθαγόρειοι πότερον οὐ ποιοῦσιν ἢ ποιοῦσι γένεσιν οὐδὲν δεῖ διστάζειν· φανερῶς γὰρ λέγουσιν ὡς τοῦ ἑνὸς συσταθέντος, εἴτ’ ἐξ ἐπιπέδων εἴτ’ ἐκ χροιᾶς εἴτ’ ἐκ σπέρματος εἴτ’ ἐξ ὧν ἀποροῦσιν | |
5 | εἰπεῖν, εὐθὺς τὸ ἔγγιστα τοῦ ἀπείρου ὅτι εἵλκετο καὶ ἐπεραίνετο ὑπὸ τοῦ πέρατος. ἀλλ’ ἐπειδὴ κοσμοποιοῦσι καὶ φυσικῶς βούλονται λέγειν, δίκαιον αὐτοὺς ἐξετάζειν τι περὶ φύσεως, ἐκ δὲ τῆς νῦν ἀφεῖναι μεθόδου· τὰς γὰρ ἐν τοῖς ἀκινήτοις ζητοῦμεν ἀρχάς, ὥστε καὶ τῶν ἀριθμῶν τῶν τοιούτων ἐπισκεπτέον τὴν γένεσιν. | |
10 | Τοῦ μὲν οὖν περιττοῦ γένεσιν οὔ φασιν, ὡς δηλονότι τοῦ ἀρτίου οὔσης γενέσεως· τὸν δ’ ἄρτιον πρῶτον ἐξ ἀνίσων τινὲς κατασκευάζουσι τοῦ μεγάλου καὶ μικροῦ ἰσασθέντων. ἀνάγκη οὖν πρότερον ὑπάρχειν τὴν ἀνισότητα αὐτοῖς τοῦ ἰσασθῆναι· εἰ δ’ ἀεὶ ἦσαν ἰσασμένα, οὐκ ἂν ἦσαν ἄνισα πρότερον (τοῦ γὰρ ἀεὶ οὐκ ἔστι πρότερον οὐθέν), ὥστε φανερὸν ὅτι | |
15 | οὐ τοῦ θεωρῆσαι ἕνεκεν ποιοῦσι τὴν γένεσιν τῶν ἀριθμῶν. | |
42a(l) | Aristotle, Metaphysics 1072 B 30—1073 A 3 | |
1 | Ὅσοι δὲ ὑπολαμβάνουσιν, ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος, τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι, διὰ τὸ καὶ τῶν φυτῶν καὶ τῶν ζῴων τὰς ἀρχὰς αἴτια μὲν εἶναι τὸ δὲ καλὸν καὶ τέλειον ἐν τοῖς ἐκ τούτων, οὐκ ὀρθῶς οἴονται. τὸ γὰρ σπέρμα ἐξ ἑτέρων ἐστὶ προτέρων | |
5 | τελείων, καὶ τὸ πρῶτον οὐ σπέρμα ἐστὶν ἀλλὰ τὸ τέλειον· οἷον πρότερον ἄνθρωπον ἂν φαίη τις εἶναι τοῦ σπέρματος, οὐ τὸν ἐκ τούτου γενόμενον ἀλλ’ ἕτερον ἐξ οὗ τὸ σπέρμα. | 148 |
42b(l) | Pseudo—Alexander, In Metaph., p. 699, 28—37 | |
1 | Δείξας ὅτι ὁ θεὸς ἡ πρώτη ἀρχὴ ζῷον ἀίδιον ἄριστόν ἐστιν, αἰτιᾶται τοὺς Πυθαγορείους καὶ Σπεύσιππον εἰπόντας ὅτι τὸ κάλλιστον καὶ ἄριστον οὐκ ἔστιν ἐν ἀρχῇ, οὐδὲ δυνατὸν λέγειν τὴν ἀρχὴν ἄριστον, διότι τὸ σπέρμα καὶ τὸ καταμήνιον ἀρχαὶ μέν εἰσι τῶν ζῴων καὶ οὐκ εἰσὶν | |
5 | ἄριστα, ἀλλ’ ἔστι μᾶλλον ἄριστον τὸ ἐκ τοῦ σπέρματος καὶ τοῦ καταμηνίου γεγονός. οὐκ ὀρθῶς οὖν, φησίν, οἴονται ὅτι τὸ σπέρμα τὸ ἀτελὲς καὶ τὸ καταμήνιόν εἰσιν ἀρχαί, ἀλλ’ ὁ πατὴρ καὶ ἡ μήτηρ, οἵτινες πρὸς τῷ τέλειοι εἶναι καὶ πρότεροί εἰσι τοῦ σπέρματος καὶ τοῦ καταμηνίου. ὥστε πρότερός ἐστιν ὁ ἄνθρωπος τοῦ σπέρματος, οὐχ ὁ ἐκ τοῦ σπέρματος | |
10 | γεγονώς, ἀλλ’ ὁ πατὴρ ἐξ οὗ τὸ σπέρμα. | |
43(l) | Aristotle, Metaphysics 1092 A 11—17 | |
1 | Οὐκ ὀρθῶς δ’ ὑπολαμβάνει οὐδ’ εἴ τις παρεικάζει τὰς τοῦ ὅλου ἀρχὰς | |
τῇ τῶν ζῴων καὶ φυτῶν, ὅτι ἐξ ἀορίστων ἀτελῶν τε ἀεὶ τὰ τελειότερα, διὸ καὶ ἐπὶ τῶν πρώτων οὕτως ἔχειν φησίν, ὥστε μηδὲ ὄν τι εἶναι τὸ ἓν αὐτό. εἰσὶ γὰρ καὶ ἐνταῦθα τέλειαι αἱ ἀρχαὶ ἐξ ὧν ταῦτα· ἄνθρωπος γὰρ | 149 | |
5 | ἄνθρωπον γεννᾷ, καὶ οὐκ ἔστι τὸ σπέρμα πρῶτον. | |
44(l) | Aristotle, Metaphysics 1091 A 29—B 3 | |
1 | Ἔχει δ’ ἀπορίαν καὶ εὐπορήσαντι ἐπιτίμησιν πῶς ἔχει πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλὸν τὰ στοιχεῖα καὶ αἱ ἀρχαί· ἀπορίαν μὲν ταύτην, πότερόν ἐστί τι ἐκείνων οἷον βουλόμεθα λέγειν αὐτὸ τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, ἢ οὔ, ἀλλ’ ὑστερογενῆ. παρὰ μὲν γὰρ τῶν θεολόγων ἔοικεν ὁμολογεῖσθαι | |
5 | τῶν νῦν τισίν, οἳ οὔ φασιν, ἀλλὰ προελθούσης τῆς τῶν ὄντων φύσεως καὶ τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἐμφαίνεσθαι (τοῦτο δὲ ποιοῦσιν εὐλαβούμενοι ἀληθινὴν δυσχέρειαν ἣ συμβαίνει τοῖς λέγουσιν, ὥσπερ ἔνιοι, τὸ ἓν ἀρχήν· ἔστι δ’ ἡ δυσχέρεια οὐ διὰ τὸ τῇ ἀρχῇ τὸ εὖ ἀποδιδόναι ὡς ὑπάρχον, ἀλλὰ διὰ τὸ τὸ ἓν ἀρχὴν καὶ ἀρχὴν ὡς στοιχεῖον καὶ τὸν ἀριθμὸν ἐκ τοῦ | |
10 | ἑνός), κτλ. | |
45a(l) | Aristotle, Metaphysics 1091 B 22—26 and 30—35 | |
1 | Συμβαίνει γὰρ πολλὴ δυσχέρεια, ἣν ἔνιοι φεύγοντες ἀπειρήκασιν, οἱ τὸ ἓν μὲν ὁμολογοῦντες ἀρχὴν εἶναι πρώτην καὶ στοιχεῖον, τοῦ ἀριθμοῦ δὲ τοῦ μαθηματικοῦ· ἅπασαι γὰρ αἱ μονάδες γίγνονται ὅπερ ἀγαθόν τι, καὶ πολλή τις εὐπορία ἀγαθῶν ....... ταῦτά τε δὴ συμβαίνει ἄτοπα, | |
5 | καὶ τὸ ἐναντίον στοιχεῖον, εἴτε πλῆθος ὂν εἴτε τὸ ἄνισον καὶ μέγα καὶ μικρόν, τὸ κακὸν αὐτό (διόπερ ὁ μὲν ἔφευγε τὸ ἀγαθὸν προσάπτειν τῷ ἑνὶ ὡς ἀναγκαῖον ὄν, ἐπειδὴ ἐξ ἐναντίων ἡ γένεσις, τὸ κακὸν τὴν τοῦ πλήθους φύσιν εἶναι· οἱ δὲ λέγουσι τὸ ἄνισον τὴν τοῦ κακοῦ φύσιν)· κτλ. | |
45b(l) | Pseudo—Alexander, In Metaph., p. 823, 9—14 | |
1 | Καὶ πρὸς τούτοις εἰ τὸ ἓν ἀγαθόν, τὸ μὴ ἕν, ὃ εἴτε δυάδα εἴτε ἄνισον εἴτε πλῆθος χρὴ καλεῖν, ἔσται κακόν, ἵν’ ἐξ ἐναντίων, ἑνὸς μὲν τοῦ ἀγαθοῦ, μὴ ἑνὸς δὲ τοῦ κακοῦ, ἡ γένεσις ᾖ τῶν εἰδῶν. ὃ συνεωρακὼς Σπεύσιππος (λέγω δὴ τὸ εἰ τὸ ἓν ἀγαθόν, ἀνάγκη τὸ μὴ ἓν τὸ ὑλικὸν κακὸν εἶναι) | |
5 | ἀπέφυγε καὶ προσάπτειν οὐκ ἠθέλησε τὸ ἀγαθὸν τῷ ἑνί. | |
45c(l) | Syrianus, In Metaph., p. 184, 22—24 | |
1 | Τίς ἐστιν ὁ φυγών; διὰ τί μάτην ὀνειδίζεται ὁ χρυσοῦς Σπεύσιππος; πῶς δὲ εἵπετο ἐκ τοιούτων ἐναντίων εἶναι τὴν τῶν θείων πραγμάτων ὑπό‐ | |
στασιν; | 150 | |
46a(l) | Aristotle, Metaphysics 1075 A 31—B 1 | |
1 | Ἡμῖν δὲ λύεται τοῦτο εὐλόγως τῷ τρίτον τι εἶναι. οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσιν, ὥσπερ οἱ τὸ ἄνισον τῷ ἴσῳ ἢ τῷ ἑνὶ τὰ πολλά. λύεται δὲ καὶ τοῦτο τὸν αὐτὸν τρόπον· ἡ γὰρ ὕλη ἡ μία οὐδενὶ ἐναντίον. ἔτι ἅπαντα τοῦ φαύλου μεθέξει ἔξω τοῦ ἑνός· τὸ γὰρ κακὸν αὐτὸ θάτερον | |
5 | τῶν στοιχείων. οἱ δ’ ἄλλοι οὐδ’ ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ κακόν· καίτοι ἐν ἅπασι μάλιστα τὸ ἀγαθὸν ἀρχή. οἱ δὲ τοῦτο μὲν ὀρθῶς ὅτι ἀρχήν, ἀλλὰ πῶς τὸ ἀγαθὸν ἀρχὴ οὐ λέγουσιν, πότερον ὡς τέλος ἢ ὡς κινῆσαν ἢ ὡς εἶδος. | |
46b(l) | Pseudo—Alexander, In Metaph., pp. 717, 37—718, 5 | |
1 | Ἔτι, φησίν, εἰ ὑπόκειται τὸ κακὸν καὶ πάντα ἐστὶν ἐκ τοῦ κακοῦ, πάντα μεθέξει τοῦ κακοῦ καὶ οὐδὲν ἔσται ἀγαθὸν πλὴν τοῦ ἑνός, ὃ καθ’ αὑτὸ εἶναι ἔλεγον. ἀλλ’ οἱ μὲν περὶ Πλάτωνα ἀρχὰς τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐτίθεντο, οἱ δὲ ἄλλοι, οἷον οἱ Πυθαγόρειοι, ἐνίστανται φάσκοντες | |
5 | ὅτι τὸ ἀγαθὸν οὐκ ἔστιν ἀρχή· καὶ πῶς οἱ Πυθαγόρειοι τὸ ἀγαθὸν καὶ ἄριστον ἀρχὴν εἶναι οὐκ ἐβούλοντο, εἴρηται ἐν τῷ παρόντι βιβλίῳ ἐξη‐ γουμένοις τὴν λέξιν τὴν ‘ὅσοι δὲ ὑπολαμβάνουσιν ὥσπερ οἱ Πυθαγόρειοι καὶ Σπεύσιππος τὸ κάλλιστον καὶ ἄριστον μὴ ἐν ἀρχῇ εἶναι.‘ | |
47a(l) | Aristotle, Ethica Nicomachea 1096 B 5—8 | |
1 | Πιθανώτερον δ’ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν περὶ αὐτοῦ (sc. τοῦ ἀγαθοῦ), τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς δὴ καὶ Σπεύσιπ‐ πος ἐπακολουθῆσαι δοκεῖ. ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔστω λόγος· κτλ. | |
47b(l) | Eustratius, In Eth. Nicom., p. 51, 10—18 | |
1 | Λέγοι δ’ ἄν, ὅτι τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ οἱ Πυθαγόρειοι τάξαντες παριστῶσι τὴν φύσιν αὐτοῦ τελειωτικήν τινα καὶ σωτήριον. ἕκαστον γὰρ τῶν πραγμάτων ἐν τούτῳ τελειοῦται καὶ ἀγαθύνεται καὶ τη‐ ρεῖται, ἐν τῷ μένειν ἐν τῷ ἑνί, ἀσκέδαστον ὂν καὶ ἀδιαίρετον· σκεδασθὲν | |
5 | δὲ οἴχεται. καὶ τάχα τοῦτο κρίνει Ἀριστοτέλης οἰκειότερον εἶναι λέγειν περὶ τοῦ ἀγαθοῦ καὶ ἰδέαν τίθεσθαι αὐτό. φησὶ δὲ καὶ Σπεύσιππον ἐπα‐ | |
κολουθῆσαι αὐτοῖς, θεολόγον ὄντα παρ’ Ἕλλησιν. ἀλλὰ πρὸς μὲν τοὺς Πυ‐ θαγορείους, φησί, καὶ τὸν Σπεύσιππον οὐκ ἔστιν νῦν ἡμῖν ὁ λόγος ἀλλὰ πρὸς τοὺς τὰς ἰδέας εἰσάγοντας· διὸ τούτους ἀφεὶς πρὸς Πλάτωνα τρέπεται. | 151 | |
47c(l) | [Heliodorus], In Eth. Nicom., p. 9, 36—39 | |
1 | Οἱ δὲ Πυθαγόρειοι πιθανώτερον ἐοίκασι λέγειν περὶ τοῦ ἀγαθοῦ· οὐ γὰρ ἓν ἔλεγον τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀνάπαλιν τὸ ἓν ἐν τῇ τῶν ἀγαθῶν ἔταξαν συστοιχίᾳ, οἷς δὴ καὶ Σπεύσιππος ἀκολουθῆσαι δοκεῖ. | |
49a(l) | Damascius, De Principiis, I, pp. 2, 25—3, 2 | |
1 | Οὐ γὰρ ἓν ὡς ἐλάχιστον, καθάπερ ὁ Σπεύσιππος ἔδοξε λέγειν, ἀλλ’ ἓν ὡς πάντα καταπιόν· τῇ γὰρ ἑαυτοῦ ἁπλότητι πάντα συνανέλυσεν, καὶ ἓν τὰ πάντα ἐποίησεν. | |
49b(l1) | Anonymous, In Parmenidem (Codex Taurinensis F VI 1), I, | |
l2 | fol. 91r, 17—24 (Kroll) | |
1 | οἰκεία οὖν αὕτη πα‐ σῶν τῶν ἄλλων προσηγοριῶν τῷ ἐπὶ πᾶ‐ σι θεῷ καὶ τ...ι̣ περὶ̣ αὐτοῦ .... σύμ‐ φυλος, ε̣ἰ̣ μή τι̣〈σ〉 διὰ σμικρότητα ὥσπερ Σπεύ‐ | |
5 | σιππος καὶ τ̣ι̣μα̣ ανοντ..αν..ας δι‐ | |
ὰ τὸ πάνυ σμικρὸν καὶ μὴ δ̣〈ιαιρετὸν εἶν〉αι καταφέροιτο ἐπὶ πρᾶγμα ἀλλοτριώτατον τοῦ θεοῦ ἀκούσας̣ τὸ ἕ〈ν〉. | 152 | |
50(l) | Aristotle, Metaphysics 1090 B 5—13 | |
1 | Εἰσὶ δέ τινες οἳ ἐκ τοῦ πέρατα εἶναι καὶ ἔσχατα τὴν στιγμὴν μὲν γραμμῆς, ταύτην δ’ ἐπιπέδου, τοῦτο δὲ τοῦ στερεοῦ, οἴονται εἶναι ἀνάγκην τοιαύτας φύσεις εἶναι. δεῖ δὴ καὶ τοῦτον ὁρᾶν τὸν λόγον, μὴ λίαν ᾖ μαλα‐ κός. οὔτε γὰρ οὐσίαι εἰσὶ τὰ ἔσχατα ἀλλὰ μᾶλλον πάντα ταῦτα πέρατα | |
5 | (ἐπεὶ καὶ τῆς βαδίσεως καὶ ὅλως κινήσεως ἔστι τι πέρας· τοῦτ’ οὖν ἔσται τόδε τι καὶ οὐσία τις· ἀλλ’ ἄτοπον)· —οὐ μὴν ἀλλὰ εἰ καὶ εἰσί, τῶνδε τῶν αἰσθητῶν ἔσονται πάντα (ἐπὶ τούτων γὰρ ὁ λόγος εἴρηκεν)· διὰ τί οὖν χωριστὰ ἔσται; | |
51(l) | Aristotle, Metaphysics 1085 A 31—B 4 and B 27—34 | |
1 | Οἱ μὲν οὖν τὰ μεγέθη γεννῶσιν ἐκ τοιαύτης ὕλης, ἕτεροι δὲ ἐκ τῆς στιγμῆς (ἡ δὲ στιγμὴ αὐτοῖς δοκεῖ εἶναι οὐχ ἓν ἀλλ’ οἷον τὸ ἕν) καὶ ἄλλης ὕλης οἵας τὸ πλῆθος, ἀλλ’ οὐ πλήθους· περὶ ὧν οὐδὲν ἧττον συμ‐ βαίνει τὰ αὐτὰ ἀπορεῖν. εἰ μὲν γὰρ μία ἡ ὕλη, ταὐτὸ γραμμὴ καὶ ἐπίπεδον | |
5 | καὶ στερεόν (ἐκ γὰρ τῶν αὐτῶν τὸ αὐτὸ καὶ ἓν ἔσται)· εἰ δὲ πλείους αἱ ὗλαι καὶ ἑτέρα μὲν γραμμῆς ἑτέρα δὲ τοῦ ἐπιπέδου καὶ ἄλλη τοῦ στερεοῦ, ἤτοι ἀκολουθοῦσιν ἀλλήλαις ἢ οὔ, ὥστε ταὐτὰ συμβήσεται καὶ οὕτως· ἢ γὰρ οὐχ ἕξει τὸ ἐπίπεδον γραμμὴν ἢ ἔσται γραμμή ......... ὁμοίως δὲ καὶ περὶ στιγμῆς ἄν τις ζητήσειε καὶ τοῦ στοιχείου ἐξ οὗ ποιοῦσι τὰ | |
10 | μεγέθη. οὐ γὰρ μία γε μόνον στιγμή ἐστιν αὕτη· τῶν γοῦν ἄλλων στιγμῶν ἑκάστη ἐκ τίνος; οὐ γὰρ δὴ ἔκ γε διαστήματός τινος καὶ αὐτῆς στιγμῆς. ἀλλὰ μὴν οὐδὲ μόρια ἀδιαίρετα ἐνδέχεται τοῦ διαστήματος εἶναι [μόρια], ὥσπερ τοῦ πλήθους ἐξ ὧν αἱ μονάδες· ὁ μὲν γὰρ ἀριθμὸς ἐξ ἀδιαιρέτων σύγκειται τὰ δὲ μεγέθη οὔ. | |
52(l) | Aristotle, De Anima 409 A 3—7 | |
1 | Ἔτι δ’ ἐπεί φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ | |
γραμμήν, καὶ αἱ τῶν μονάδων κινήσεις γραμμαὶ ἔσονται· ἡ γὰρ στιγμὴ μονάς ἐστι θέσιν ἔχουσα, ὁ δ’ ἀριθμὸς τῆς ψυχῆς ἤδη πού ἐστι καὶ θέσιν ἔχει. | 153 | |
53(l) | Aristotle, Metaphysics 1092 A 17—21 | |
1 | Ἄτοπον δὲ καὶ τὸ τόπον ἅμα τοῖς στερεοῖς τοῖς μαθηματικοῖς ποιῆσαι (ὁ μὲν γὰρ τόπος τῶν καθ’ ἕκαστον ἴδιος, διὸ χωριστὰ τόπῳ, τὰ δὲ μαθη‐ ματικὰ οὐ πού), καὶ τὸ εἰπεῖν μὲν ὅτι ποὺ ἔσται, τί δέ ἐστιν ὁ τόπος μή. | |
54a(l1) | Iamblichus, De Anima, in Stobaeus, Ecl. I, 49, 32 (I, pp. 363, 26‐ | |
l2 | 364, 7) | |
1 | Μετὰ δὴ ταῦτα τοὺς εἰς μαθηματικὴν οὐσίαν ἐντιθέντας τὴν οὐσίαν τῆς ψυχῆς καταλέγω διευκρινημένως. ἔστι δὴ γένος ἕν τι αὐτῆς τὸ σχῆμα, πέρας ὂν διαστάσεως, καὶ αὐτὴ 〈ἡ〉 διάστασις. ἐν αὐτοῖς μὲν οὖν τούτοις Σεβῆρος ὁ Πλατωνικὸς αὐτὴν ἀφωρίσατο, ἐν ἰδέᾳ δὲ τοῦ πάντῃ διαστα‐ | |
5 | τοῦ Σπεύσιππος· ἐν αἰτίᾳ δὲ ἤτοι ἑνώσει τούτων ἄλλος ἄν τις καθαρώ‐ τερον αὐτὴν προστήσαιτο τελεώτατα. | |
54b(l) | Iamblichus, De Comm. Math. Sc. IX (p. 40, 15—16) | |
1 | Διόπερ οὔτε ἰδέαν τοῦ πάντῃ διαστατοῦ οὔτε κτλ. (sc. εἶναι τὴν ψυχήν). | |
55(l) | Damascius, In Phaedonem 177, 1—7 (pp. 107 and 109) | |
1 | Ὅτι οἱ μὲν ἀπὸ τῆς λογικῆς ψυχῆς ἄχρι τῆς ἐμψύχου ἕξεως ἀπαθανατί‐ ζουσιν, ὡς Νουμήνιος· οἱ δὲ μέχρι τῆς φύσεως, ὡς Πλωτῖνος ἔνι ὅπου· οἱ δὲ μέχρι τῆς ἀλογίας, ὡς τῶν μὲν παλαιῶν Ξενοκράτης καὶ Σπεύσιππος, τῶν δὲ νεωτέρων Ἰάμβλιχος καὶ Πλούταρχος· οἱ δὲ μέχρι μόνης τῆς | |
5 | λογικῆς, ὡς Πρόκλος καὶ Πορφύριος· οἱ δὲ μέχρι μόνου τοῦ νοῦ, φθείρουσι γὰρ τὴν δόξαν, ὡς πολλοὶ τῶν Περιπατητικῶν· οἱ δὲ μέχρι τῆς ὅλης | |
ψυχῆς, φθείρουσι γὰρ τὰς μερικὰς εἰς τὴν ὅλην. | 154 | |
57(l1) | Philodemus, De Pietate, Pap. Hercul. 1428, frag. 22, 1—12 (Henrichs) | |
l2 | = p. 72 (Gomperz) = N 1428 (Herculanensium Voluminum Collectio | |
l3 | Altera, II, p. 7) = O 1226 | |
1 | [ ].τα.[ [ ] [ [.]κ̣θε[....]ρισμ[ τα̣σ̣ουτ[...]ουτ̣[ | |
5 | χ...εν..ν οὐδὲ̣ [τὰς] ψυχὰς τῶν καλῶν κ̣[ἀ]‐ γαθῶν θείας λέγων δυνάμεις, πολὺ δὲ [κα]‐ ταδεεστέρας καὶ ἐλ‐ | |
10 | λειπούσας. παρ’ Ἀρισ‐ τοτέλει δ’ ἐν τῶι τρί‐ τωι Περὶ φιλοσοφίας | |
12 | margo | |
58(l1) | Aetius, Placita I, 7, 20 (Diels, Dox. Gr., p. 303, 3—5) in Stobaeus, | |
l2 | Ecl. I, 1, 29b (I, p. 35, 3—4) | |
1 | Σπεύσιππος τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δέ. | 155 |
59(l) | Theophrastus, Metaphysics 6 A 23—B 16 | |
1 | Νῦν δ’ οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες καταπαύονται, καθά περ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ποιοῦντες· τοὺς γὰρ ἀριθμοὺς γεννή‐ σαντες καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα παραλείπουσιν πλὴν ὅσον ἐφαπτόμενοι καὶ τοσοῦτο μόνον δηλοῦντες, ὅτι τὰ μὲν ἀπὸ τῆς | |
5 | ἀορίστου δυάδος, οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον, τὰ δ’ ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνός, οἷον ψυχὴ καὶ ἄλλ’ ἄττα· χρόνον δ’ ἅμα καὶ οὐρανὸν καὶ ἕτερα δὴ πλείω, τοῦ δ’ οὐρανοῦ πέρι καὶ τῶν λοιπῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν· ὡσαύτως δ’ οἱ περὶ Σπεύσιππον, οὐδὲ τῶν ἄλλων οὐθεὶς πλὴν Ξενοκράτης· οὗτος γὰρ ἅπαντά πως περιτίθησιν περὶ τὸν κόσμον, ὁμοίως | |
10 | αἰσθητὰ καὶ νοητὰ καὶ μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα. πειρᾶται δὲ καὶ Ἑστιαῖος μέχρι τινός, οὐχ ὥσπερ εἴρηται περὶ τῶν πρώτων μόνον. Πλάτων μὲν οὖν ἐν τῷ ἀνάγειν εἰς τὰς ἀρχὰς δόξειεν ἂν ἅπτεσθαι τῶν ἄλ‐ λων εἰς τὰς ἰδέας ἀνάπτων, ταύτας δ’ εἰς τοὺς ἀριθμούς, ἐκ δὲ τούτων εἰς τὰς ἀρχάς, εἶτα κατὰ τὴν γένεσιν μέχρι τῶν εἰρημένων· οἱ δὲ τῶν ἀρχῶν | |
15 | μόνον. | |
60(l) | Plutarch, Quaest. Plat. 8, 4, 1007 A—B (pp. 82 and 84) | |
1 | Ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δι’ ἄγνοιαν οἴεσθαι τὸν χρόνον μέτρον εἶναι κινήσεως καὶ ἀριθμὸν κατὰ πρότερον καὶ ὕστερον, ὡς Ἀριστοτέλης εἶπεν, ἢ τὸ ἐν κινήσει ποσόν, ὡς Σπεύσιππος, ἢ διάστημα κινήσεως ἄλλο δ’ οὐδέν, ὡς ἔνιοι τῶν Στωικῶν ἀπὸ συμβεβηκότος ὁριζό‐ | |
5 | μενοι τὴν δ’ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες, κτλ. | |
61a(l) | Aristotle, De Caelo 279 B 32—280 A 10 | |
1 | Ἣν δέ τινες βοήθειαν ἐπιχειροῦσι φέρειν ἑαυτοῖς τῶν λεγόντων ἄφθαρ‐ | |
τον μὲν εἶναι (sc. τὸν κόσμον) γενόμενον δέ, οὐκ ἔστιν ἀληθής· ὁμοίως γάρ φασι τοῖς τὰ διαγράμματα γράφουσι καὶ σφᾶς εἰρηκέναι περὶ τῆς γενέσεως, οὐχ ὡς γενομένου ποτέ, ἀλλὰ διδασκαλίας χάριν ὡς μᾶλλον | 156 | |
5 | γνωριζόντων, ὥσπερ τὸ διάγραμμα γιγνόμενον θεασαμένους. τοῦτο δ’ ἐστίν, ὥσπερ λέγομεν, οὐ τὸ αὐτό· ἐν μὲν γὰρ τῇ ποιήσει τῶν διαγραμ‐ μάτων πάντων τεθέντων εἶναι ἅμα τὸ αὐτὸ συμβαίνει, ἐν δὲ ταῖς τούτων ἀποδείξεσιν οὐ ταὐτόν, ἀλλ’ ἀδύνατον· τὰ γὰρ λαμβανόμενα πρότερον καὶ ὕστερον ὑπεναντία ἐστίν· ἐξ ἀτάκτων γὰρ τεταγμένα γενέσθαι φασίν, | |
10 | ἅμα δὲ ἄτακτον εἶναι καὶ τεταγμένον ἀδύνατον, ἀλλ’ ἀνάγκη γένεσιν εἶναι τὴν χωρίζουσαν καὶ χρόνον· ἐν δὲ τοῖς διαγράμμασιν οὐδὲν τῷ χρόνῳ κεχώρισται. | |
61b(l1) | Scholion on Aristotle, De Caelo 279 B 32 ff. in Cod. Paris. Graec. | |
l2 | 1853 (= E), p. 489 A 9—12 (Brandis) | |
1 | Ὁ Ξενοκράτης καὶ ὁ Σπεύσιππος ἐπιχειροῦντες βοηθῆσαι τῷ Πλάτωνι ἔλεγον ὅτι οὐ γενητὸν τὸν κόσμον ὁ Πλάτων ἐδόξαζεν ἀλλὰ ἀγένητον, χάριν δὲ διδασκαλίας καὶ τοῦ γνωρίσαι καὶ παραστῆσαι αὐτὸ ἀκριβέστερον ἔλεγε τοῦτο γενητόν. | |
62(l) | Aristotle, De Motu Animalium 699 A 12—24 | |
1 | Ἀπορήσειε δ’ ἄν τις, ἆρ’ εἴ τι κινεῖ τὸν ὅλον οὐρανόν, εἶναί τε δεῖ ἀκίνητον, καὶ τοῦτο μηδὲν εἶναι τοῦ οὐρανοῦ μόριον μηδ’ ἐν τῷ οὐρανῷ. εἴτε γὰρ αὐτὸ κινούμενον κινεῖ αὐτόν, ἀνάγκη τινὸς ἀκινήτου θιγγάνον κινεῖν, καὶ τοῦτο μηδὲν εἶναι μόριον τοῦ κινοῦντος· εἴτ’ εὐθὺς ἀκίνητόν | |
5 | ἐστι τὸ κινοῦν, ὁμοίως οὐδὲν ἔσεσθαι τοῦ κινουμένου μόριον. καὶ τοῦτό γ’ ὀρθῶς λέγουσιν οἱ λέγοντες ὅτι κύκλῳ φερομένης τῆς σφαίρας οὐδ’ ὁτι‐ οῦν μένει μόριον· ἢ γὰρ ἂν ὅλην ἀναγκαῖον ἦν μένειν, ἢ διασπᾶσθαι τὸ συνεχὲς αὐτῆς. ἀλλ’ ὅτι τοὺς πόλους οἴονταί τινα δύναμιν ἔχειν, οὐδὲν ἔχοντας μέγεθος ἀλλ’ ὄντας ἔσχατα καὶ στιγμάς, οὐ καλῶς. πρὸς γὰρ | |
10 | τῷ μηδεμίαν οὐσίαν εἶναι τῶν τοιούτων μηδενός, καὶ κινεῖσθαι τὴν μίαν κίνησιν ὑπὸ δυοῖν ἀδύνατον· τοὺς δὲ πόλους δύο ποιοῦσιν. | |
63a(l) | Aristotle, Anal. Post. 97 A 6—22 | |
1 | Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον ἅπαντα εἰδέναι τὰ ὄντα. | |
καίτοι ἀδύνατόν φασί τινες εἶναι τὰς διαφορὰς εἰδέναι τὰς πρὸς ἕκαστον μὴ εἰδότα ἕκαστον· ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι ἕκαστον εἰδέναι· οὗ γὰρ μὴ διαφέρει, ταὐτὸν εἶναι τούτῳ, οὗ δὲ διαφέρει, ἕτερον τούτου. | 157 | |
5 | πρῶτον μὲν οὖν τοῦτο ψεῦδος· οὐ γὰρ κατὰ πᾶσαν διαφορὰν ἕτερον· πολλαὶ γὰρ διαφοραὶ ὑπάρχουσι τοῖς αὐτοῖς τῷ εἴδει, ἀλλ’ οὐ κατ’ οὐσίαν οὐδὲ καθ’ αὑτά. εἶτα ὅταν λάβῃ τἀντικείμενα καὶ τὴν διαφορὰν καὶ ὅτι πᾶν ἐμπίπτει ἐνταῦθα ἢ ἐνταῦθα, καὶ λάβῃ ἐν θατέρῳ τὸ ζητούμενον εἶναι, καὶ τοῦτο γινώσκῃ, οὐδὲν διαφέρει εἰδέναι ἢ μὴ εἰδέναι ἐφ’ ὅσων κατηγο‐ | |
10 | ροῦνται ἄλλων αἱ διαφοραί. φανερὸν γὰρ ὅτι ἂν οὕτω βαδίζων ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἔστι διαφορά, ἕξει τὸν λόγον τῆς οὐσίας. τὸ δ’ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα ὧν μὴ ἔστι μεταξύ, οὐκ αἴτημα· ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ αὐτῶν εἶναι, εἴπερ ἐκείνου διαφορά ἐστιν. | |
63b(l) | Anonymous, In Anal. Post., pp. 584, 17—585, 2 (on 97 A 6 ff.) | |
1 | Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστί τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα. ἐπεὶ δὲ δοκεῖ πιθανότητά τινα εἰσφέρειν, τίθησιν αὐτήν. ἔστι γὰρ ὁ λόγος ὁ τοῦτο οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι εἰδέναι τὴν πρὸς τὰ | |
5 | διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς διαφέρον τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ἕτερον ταὐτὸν ἡγή‐ σεται. οὕτως δ’ οὐδ’ ἀποδώσει τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω | |
10 | τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι, καὶ γὰρ καὶ τοῦτο 〈ὃ〉 ὁρίζεται ὁ ὁριζόμενος (πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο;) καὶ τἆλλα πάντα ὧν ὡς ἕτερον ὂν αὐτὸ ὁρίζεται. ὅτι δὲ μὴ ὑγιὴς ὁ λόγος | |
15 | οὗτος μηδ’ ἀνάγκη τὸν ὁριζόμενόν τι πάντα τὰ ὄντα εἰδέναι, δείκνυσι. | |
63c(l) | Themistius, In Anal. Post., p. 58, 4—8 (on 97 A 6 ff.) | |
1 | Σπεύσιππος δὲ οὐ καλῶς λέγει φάσκων ἀναγκαῖον εἶναι τὸν ὁριζόμενον | |
πάντα εἰδέναι· δεῖ μὲν γάρ, φησί, γινώσκειν τὰς διαφορὰς αὐτοῦ πάσας, αἷς τῶν ἄλλων διενήνοχεν, ἀδύνατον δὲ εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον μὴ εἰδότας αὐτὸ ἕκαστον. | 158 | |
63d(l) | Philoponus, In Anal. Post., pp. 405, 27—406, 2 (on 97 A 6 ff.) | |
1 | Τοῦτο λέγει ἀναιρῶν τοὺς λόγους δι’ ὧν ἐπεχείρει ὁ Σπεύσιππος ἀναιρῆσαι καὶ τὴν διαίρεσιν καὶ τοὺς ὁρισμούς. ἐπεχείρει γὰρ οὗτος δεικ‐ νύειν, ὡς οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν τινος, λέγων ὡς ὁ θέλων δι’ ὁρι‐ σμοῦ παραστῆσαι τὴν φύσιν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς | |
5 | ὀφείλει γινώσκειν πάντα τὰ ὄντα καὶ τὰς διαφορὰς αὐτῶν καθ’ ἃς διαφέ‐ ρουσιν ἀλλήλων· οὕτως γὰρ παρίσταται ἡ φύσις τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ἐν τῷ χωρίζεσθαι τῶν ἄλλων πάντων. τὸ δὲ χωριζόμενον διά τινων διαφορῶν δεῖ χωρίζεσθαι. ἐπεὶ δὲ ἀδύνατον πάντα τὰ ὄντα γινώσκειν ἢ τὰς διαφορὰς αὐτῶν, λοιπὸν δι’ ὁρισμοῦ παραστῆσαί τι | |
10 | ἀδύνατον. | |
63e(l) | Eustratius, In Anal. Post., p. 202, 16—33 (on 97 A 6 ff.) | |
1 | Περὶ μὲν ὅρου πῶς τε θηρεύεται καὶ ὅπως αὐτῷ ἡ διαίρεσις συντελεῖ, εἴρηται. ἐπεὶ δὲ Σπεύσιππος πιθανόν τινα λόγον εἰσαγαγεῖν ἔοικε, δι’ οὗ τὴν ὁριστικὴν ἐπειρᾶτο ἀνελεῖν καὶ δεῖξαι ἀδύνατον τὸ ὁρίζεσθαι, χρὴ μὴ παρελθεῖν τὸν λόγον ἀνεπισκόπητον, ὥσπερ τι πρόσκομμα κείμενον εἰς | |
5 | ἐμποδισμὸν τῆς κατὰ τὴν ἐπιστήμην προόδου, ἀλλ’ ἐξελεῖν ἐκ μέσου τοῖς ἐκ τῆς ἀληθείας ἐλέγχοις. ὁ σκοπός, φησί, τοῦ ὁρίζεσθαι τὴν ἰδίαν οὐσίαν παραστῆσαι τοῦ ὁριστοῦ· τοῦτο δ’ οὐκ ἂν ἄλλως γένοιτο, εἰ μή τις αὐτὸ τῷ λόγῳ τῶν λοιπῶν διαστήσειεν. οὐκ ἂν δὲ διαστήσοι μὴ τὰς διαφορὰς εἰδὼς τὰς πρὸς ἕκαστα· οὐκ ἂν δὲ τὰς διαφορὰς εἰδείη τὰς πρὸς ἕκαστα, | |
10 | εἰ μὴ εἰδείη ἕκαστον. ὥσθ’ ἵν’ ἕν τι ὁρίσαιτό τις, εἰδέναι αὐτὸν δέον ἕκαστον. ὅτι δ’ ἀναγκαῖον εἰδέναι τὰς διαφορὰς τὰς πρὸς ἕκαστον τοῦ προκειμένου τὸν διὰ τοῦ ὁρισμοῦ διιστᾶν αὐτὸ τῶν ἄλλων ἐθέλοντα, δῆλον. εἰ γὰρ μὴ ἔστι διαφορὰ πρὸς ἕκαστον, οὐδὲν διαφέρει πρὸς ἕκαστον· δια‐ φορᾷ γὰρ διαφέρει τὸ διαφέρον· εἰ δὲ μὴ διαφέρει πρὸς ἕκαστον, ταὐτὸν | |
15 | ἑκάστῳ. ἀλλὰ μὴν ἕτερον· ἔστιν ἄρα διαφορά. εἰ δὲ ἔστι, δεῖ ταύτην εἰδέναι· ἄλλως γὰρ οὐδ’ ὅτι διοίσει ἑκάστου εἴσεται, οὐδ’ ἄρα λόγον ἀποδώσει τὸν αὐτὸ τῶν ἄλλων χωρίζοντα. ἵνα ἄρα ὁρισθῇ τι, δεῖ πάντα εἰδέναι. οὗτος μὲν ὁ λόγος Σπευσίππου, δι’ οὗ ἐδόκει ἀναιρεῖν τὸ ὁρίζεσθαι. | |
64(l) | Aristotle, Topics 102 A 5—9 | |
1 | Ὁρικὸν μέντοι καὶ τὸ τοιοῦτον θετέον, οἷον ὅτι καλόν ἐστι τὸ πρέπον. | |
ὁμοίως δὲ καὶ τὸ πότερον ταὐτὸν αἴσθησις καὶ ἐπιστήμη ἢ ἕτερον· καὶ γὰρ περὶ τοὺς ὁρισμοὺς πότερον ταὐτὸν ἢ ἕτερον ἡ πλείστη γίνεται δια‐ τριβή. | 159 | |
65(l) | Aristotle, Topics 108 B 23—31 | |
1 | Ὁμοίως δὲ καὶ ἐν τοῖς πολὺ διεστῶσι χρήσιμος πρὸς τοὺς ὁρισμοὺς ἡ τοῦ ὁμοίου θεωρία, οἷον ὅτι ταὐτὸν γαλήνη μὲν ἐν θαλάσσῃ, νηνεμία δ’ ἐν ἀέρι (ἑκάτερον γὰρ ἡσυχία), καὶ ὅτι στιγμὴ ἐν γραμμῇ καὶ μονὰς ἐν ἀριθμῷ (ἑκάτερον γὰρ ἀρχή). ὥστε τὸ κοινὸν ἐπὶ πάντων γένος ἀποδιδόν‐ | |
5 | τες δόξομεν οὐκ ἀλλοτρίως ὁρίζεσθαι. σχεδὸν δὲ καὶ οἱ ὁριζόμενοι οὕτως εἰώθασιν ἀποδιδόναι· τήν τε γὰρ μονάδα ἀρχὴν ἀριθμοῦ φασιν εἶναι καὶ τὴν στιγμὴν ἀρχὴν γραμμῆς. δῆλον οὖν ὅτι εἰς τὸ κοινὸν ἀμφοτέρων γένος τιθέασιν. | |
66a(l) | Aristotle, Metaphysics 1044 A 5—9 | |
1 | Καὶ ὁ ὁρισμὸς εἷς ἐστίν, ὁμοίως δὲ οὐδὲ τοῦτον ἔχουσι λέγειν. καὶ τοῦτο εἰκότως συμβαίνει· τοῦ αὐτοῦ γὰρ λόγου, καὶ ἡ οὐσία ἓν οὕτως, ἀλλ’ οὐχ ὡς λέγουσί τινες οἷον μονάς τις οὖσα ἢ στιγμή, ἀλλ’ ἐντελέχεια καὶ φύσις τις ἑκάστη. | |
66b(l) | Aristotle, Metaphysics 1045 A 12—14 | |
1 | Ὁ δ’ ὁρισμὸς λόγος ἐστὶν εἷς οὐ συνδέσμῳ καθάπερ ἡ Ἰλιὰς ἀλλὰ τῷ ἑνὸς εἶναι. | |
67(l) | Aristotle, De Partibus Animalium 642 B 5—644 A 11 | |
1 | Λαμβάνουσι δ’ ἔνιοι τὸ καθ’ ἕκαστον, διαιρούμενοι τὸ γένος εἰς δύο διαφοράς. τοῦτο δ’ ἐστὶ τῇ μὲν οὐ ῥᾴδιον, τῇ δὲ ἀδύνατον. ἐνίων γὰρ ἔσται διαφορὰ μία μόνη, τὰ δ’ ἄλλα περίεργα, οἷον ὑπόπουν, δίπουν, σχιζόπουν· αὕτη γὰρ μόνη κυρία. εἰ δὲ μή, ταὐτὸν πολλάκις ἀναγκαῖον | |
5 | λέγειν. Ἔτι δὲ προσήκει μὴ διασπᾶν ἕκαστον γένος, οἷον τοὺς ὄρνιθας τοὺς μὲν ἐν τῇδε, τοὺς δ’ ἐν ἄλλῃ διαιρέσει, καθάπερ ἔχουσιν αἱ γεγραμμέναι | |
διαιρέσεις· ἐκεῖ γὰρ τοὺς μὲν μετὰ τῶν ἐνύδρων συμβαίνει διῃρῆσθαι, τοὺς δ’ ἐν ἄλλῳ γένει. ταύτῃ μὲν οὖν τῇ ὁμοιότητι ὄρνις ὄνομα κεῖται, | 160 | |
10 | ἑτέρᾳ δ’ ἰχθύς. ἄλλαι δ’ εἰσὶν ἀνώνυμοι, οἷον τὸ ἔναιμον καὶ τὸ ἄναιμον· ἐφ’ ἑκατέρῳ γὰρ τούτων οὐ κεῖται ἓν ὄνομα. εἴπερ οὖν μηδὲν τῶν ὁμο‐ γενῶν διασπαστέον, ἡ εἰς δύο διαίρεσις μάταιος ἂν εἴη· οὕτως γὰρ διαιροῦντας ἀναγκαῖον χωρίζειν καὶ διασπᾶν· τῶν πολυπόδων γάρ ἐστι τὰ μὲν ἐν τοῖς πεζοῖς τὰ δ’ ἐν τοῖς ἐνύδροις. | |
15 | Ἔτι στερήσει μὲν ἀναγκαῖον διαιρεῖν, καὶ διαιροῦσιν οἱ διχοτομοῦντες. οὐκ ἔστι δὲ διαφορὰ στερήσεως ᾗ στέρησις· ἀδύνατον γὰρ εἴδη εἶναι τοῦ μὴ ὄντος, οἷον τῆς ἀποδίας ἢ τοῦ ἀπτέρου ὥσπερ πτερώσεως καὶ ποδῶν. δεῖ δὲ τῆς κοθόλου διαφορᾶς εἴδη εἶναι· εἰ γὰρ μὴ ἔσται, διὰ τί ἂν εἴη τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστον; τῶν δὲ διαφορῶν αἱ | |
20 | μὲν καθόλου εἰσὶ καὶ ἔχουσιν εἴδη, οἷον πτερότης· τὸ μὲν γὰρ ἄσχιστον τὸ δ’ ἐσχισμένον ἐστὶ πτερόν. καὶ ποδότης ὡσαύτως ἡ μὲν πολυσχιδής, ἡ δὲ δισχιδής, οἷον τὰ διχαλά, ἡ δ’ ἀσχιδὴς καὶ ἀδιαίρετος, οἷον τὰ μώνυχα. χαλεπὸν μὲν οὖν διαλαβεῖν καὶ εἰς τοιαύτας διαφορὰς ὧν ἔστιν εἴδη, ὥσθ’ ὁτιοῦν ζῷον ἐν ταύταις ὑπάρχειν καὶ μὴ ἐν πλείοσι ταὐτόν, | |
25 | οἷον πτερωτὸν καὶ ἄπτερον (ἔστι γὰρ ἄμφω ταὐτόν, οἷον μύρμηξ καὶ λαμπυρὶς καὶ ἕτερά τινα), πάντων δὲ χαλεπώτατον ἢ ἀδύνατον εἰς τὰ ἀντικείμενα. ἀναγκαῖον γὰρ τῶν καθ’ ἕκαστον ὑπάρχειν τινὶ τῶν δια‐ φορῶν ἑκάστην, ὥστε καὶ τὴν ἀντικειμένην. εἰ δὲ μὴ ἐνδέχεται τοῖς εἴδει διαφέρουσιν ὑπάρχειν εἶδός τι τῆς οὐσίας ἄτομον καὶ ἕν, ἀλλ’ ἀεὶ | |
30 | διαφορὰν ἕξει (οἷον ὄρνις ἀνθρώπου· ἡ διποδία γὰρ ἄλλη καὶ διάφορος· κἂν εἰ ἔναιμα, τὸ αἷμα διάφορον, ἢ οὐδὲν τῆς οὐσίας τὸ αἷμα θετέον· εἰ δ’ οὕτως ἐστίν, ἡ μία διαφορὰ δυσὶν ὑπάρξει)· εἰ δὲ τοῦτο, δῆλον ὅτι ἀδύνατον στέρησιν εἶναι διαφοράν. ἔσονται δ’ αἱ διαφοραὶ ἴσαι τοῖς ἀτόμοις ζῴοις, εἴπερ ἄτομά τε ταῦτα καὶ αἱ διαφοραὶ ἄτομοι, κοινὴ δὲ μὴ | |
35 | ἔστιν. εἰ δ’ ἐνδέχεται μὴ ὑπάρχειν καὶ κοινὴν ἄτομον δέ, δῆλον ὅτι κατά γε τὴν κοινὴν ἐν τῷ αὐτῷ ἐστιν, ἕτερα ὄντα τῷ εἴδει ζῷα. ὥστ’ ἀναγκαῖον, εἰ ἴδιοι αἱ διαφοραὶ εἰς ἃς ἅπαντα ἐμπίπτει τὰ ἄτομα, μηδεμίαν αὐτῶν εἶναι κοινήν. εἰ δὲ μή, ἕτερα ὄντα εἰς τὴν αὐτὴν βαδιεῖται. δεῖ δ’ οὔτε τὸ αὐτὸ καὶ ἄτομον εἰς ἑτέραν καὶ ἑτέραν ἰέναι διαφορὰν τῶν διῃρημένων, | |
40 | οὔτ’ εἰς τὴν αὐτὴν ἕτερα, καὶ ἅπαντα εἰς ταύτας. φανερὸν τοίνυν ὅτι οὐκ ἔστι λαβεῖν τὰ ἄτομα εἴδη ὡς διαιροῦνται οἱ εἰς δύο διαιροῦντες τὰ ζῷα ἢ καὶ ἄλλο ὁτιοῦν γένος. καὶ γὰρ κατ’ ἐκείνους ἀναγκαῖον ἴσας τὰς ἐσ‐ χάτας εἶναι διαφορὰς τοῖς ζῴοις πᾶσι τοῖς ἀτόμοις τῷ εἴδει. ὄντος γὰρ τοῦδέ τινος γένους, οὗ διαφοραὶ πρῶται τὰ λευκά, τούτων δ’ ἑκατέρου | |
45 | ἄλλαι, καὶ οὕτως εἰς τὸ πρόσω ἕως τῶν ἀτόμων, αἱ τελευταῖαι τέτταρες ἔσονται ἢ ἄλλο τι πλῆθος τῶν ἀφ’ ἑνὸς διπλασιαζομένων· τοσαῦτα δὲ καὶ τὰ εἴδη. ἔστι δ’ ἡ διαφορὰ τὸ εἶδος ἐν τῇ ὕλῃ. οὔτε γὰρ ἄνευ ὕλης οὐδὲν ζῴου μόριον, οὔτε μόνη ἡ ὕλη· οὐ γὰρ πάντως ἔχον σῶμα ἔσται | |
ζῷον, οὐδὲ τῶν μορίων οὐδέν, ὥσπερ πολλάκις εἴρηται. | 161 | |
67(50) | Ἔτι διαιρεῖν χρὴ τοῖς ἐν τῇ οὐσίᾳ καὶ μὴ τοῖς συμβεβηκόσι καθ’ αὑτό, οἷον εἴ τις τὰ σχήματα διαιροίη, ὅτι τὰ μὲν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, τὰ δὲ πλείοσιν· συμβεβηκὸς γάρ τι τῷ τριγώνῳ τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς γωνίας. Ἔτι τοῖς ἀντικειμένοις διαιρεῖν. διάφορα γὰρ ἀλλήλοις τἀντικείμενα, | |
55 | οἷον λευκότης καὶ μελανία καὶ εὐθύτης καὶ καμπυλότης. ἐὰν οὖν θάτερα διάφορα ᾖ, τῷ ἀντικειμένῳ διαιρετέον καὶ μὴ τὸ μὲν νεύσει τὸ δὲ χρώ‐ ματι. Πρὸς δὲ τούτοις τά γ’ ἔμψυχα τοῖς κοινοῖς ἔργοις τοῦ σώματος καὶ τῆς ψυχῆς, οἷον καὶ ἐν ταῖς ῥηθείσαις νῦν πορευτικὰ καὶ πτηνά· ἔστι | |
60 | γάρ τινα γένη οἷς ἄμφω ὑπάρχει καὶ ἔστι πτηνὰ καὶ ἄπτερα, καθάπερ τὸ τῶν μυρμήκων γένος. καὶ τῷ ἀγρίῳ καὶ τῷ ἡμέρῳ διαιρεῖσθαι· ὡσαύτως γὰρ ἂν δόξειε ταὐτὰ εἴδη διαιρεῖν. πάντα γὰρ ὡς εἰπεῖν, ὅσα ἥμερα καὶ ἄγρια τυγχάνει ὄντα, οἷον ἄνθρωποι, ἵπποι, βόες, κύνες ἐν τῇ Ἰνδικῇ, ὕες, αἶγες, πρόβατα· ὧν ἕκαστον, εἰ μὲν ὁμώνυμον, οὐ διῄρηται χωρίς, | |
65 | εἰ δὲ ταῦτα ἓν εἴδει, οὐχ οἷόν τ’ εἶναι διαφορὰς τὸ ἄγριον καὶ τὸ ἥμερον. Ὅλως δ’ ὁποιᾳοῦν διαφορᾷ μιᾷ διαιροῦντι τοῦτο συμβαίνειν ἀναγκαῖον. ἀλλὰ δεῖ πειρᾶσθαι λαμβάνειν κατὰ γένη τὰ ζῷα, ὡς ὑφήγηνθ’ οἱ πολλοὶ διορίσαντες ὄρνιθος γένος καὶ ἰχθύος. τούτων δ’ ἕκαστον πολλαῖς ὥρισται διαφοραῖς, οὐ κατὰ τὴν διχοτομίαν. οὕτω μὲν γὰρ ἤτοι τὸ παράπαν οὐκ | |
70 | ἔστι λαβεῖν (τὸ αὐτὸ γὰρ εἰς πλείους ἐμπίπτει διαιρέσεις καὶ τὰ ἐναντία εἰς τὴν αὐτήν), ἢ μία μόνον διαφορὰ ἔσται, καὶ αὕτη ἤτοι ἁπλῆ, ἢ ἐκ συμπλοκῆς τὸ τελευταῖον ἔσται εἶδος. ἐὰν δὲ μὴ διαφορᾶς λαμβάνῃ τὴν διαφοράν, ἀναγκαῖον ὥσπερ συνδέσμῳ τὸν λόγον ἕνα ποιοῦντας, οὕτω καὶ τὴν διαίρεσιν συνεχῆ ποιεῖν. λέγω δ’ οἷον συμβαίνει τοῖς διαιρου‐ | |
75 | μένοις τὸ μὲν ἄπτερον τὸ δὲ πτερωτόν, πτερωτοῦ δὲ τὸ μὲν ἥμερον τὸ δ’ ἄγριον, ἢ τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· οὐ γὰρ διαφορὰ τοῦ πτερωτοῦ τὸ ἥμερον οὐδὲ τὸ λευκόν, ἀλλ’ ἑτέρας ἀρχὴ διαφορᾶς, ἐκεῖ δὲ κατὰ συμβε‐ βηκός. διὸ πολλαῖς τὸ ἓν εὐθέως διαιρετέον, ὥσπερ λέγομεν. καὶ γὰρ οὕτως μὲν αἱ στερήσεις ποιήσουσι διαφοράν, ἐν δὲ τῇ διχοτομίᾳ οὐ | |
80 | ποιήσουσιν. Ὅτι δ’ οὐκ ἐνδέχεται τῶν καθ’ ἕκαστον εἰδῶν λαμβάνειν οὐδὲν διαιροῦσι δίχα τὸ γένος, ὥσπερ τινὲς ᾠήθησαν, καὶ ἐκ τῶνδε φανερόν. ἀδύνατον γὰρ μίαν ὑπάρχειν διαφορὰν τῶν καθ’ ἕκαστον διαιρετῶν, ἐάν τε ἁπλᾶ λαμβάνῃ ἐάν τε συμπεπλεγμένα (λέγω δὲ ἁπλᾶ μέν, ἐὰν μὴ ἔχῃ δια‐ | |
85 | φοράν, οἷον τὴν σχιζοποδίαν, συμπεπλεγμένα δέ, ἐὰν ἔχῃ, οἷον τὸ πολυσχιδὲς πρὸς τὸ σχιζόπουν. τοῦτο γὰρ ἡ συνέχεια βούλεται τῶν ἀπὸ τοῦ γένους κατὰ τὴν διαίρεσιν διαφορῶν ὡς ἕν τι τὸ πᾶν ὄν, ἀλλὰ παρὰ τὴν λέξιν συμβαίνει δοκεῖν τὴν τελευταίαν μόνην εἶναι διαφοράν, οἷον τὸ | |
πολυσχιδὲς ἢ τὸ δίπουν· τὸ δ’ ὑπόπουν καὶ πολύπουν περίεργα). ὅτι δ’ | 162 | |
90 | ἀδύνατον πλείους εἶναι τοιαύτας, δῆλον· ἀεὶ γὰρ βαδίζων ἐπὶ τὴν ἐσχάτην διαφορὰν ἀφικνεῖται, ἀλλ’ οὐκ ἐπὶ τὴν τελευταίαν καὶ τὸ εἶδος. αὕτη δ’ ἐστὶν ἢ τὸ σχιζόπουν μόνον, ἢ πᾶσα ἡ σύμπλεξις, ἐὰν διαιρῆται ἄνθρωπον, οἷον εἴ τις συνθείη ὑπόπουν, δίπουν, σχιζόπουν. εἰ δ’ ἦν ὁ ἄνθρωπος σχιζόπουν μόνον, οὕτως ἐγίγνετ’ ἂν αὕτη μία διαφορά. νῦν δ’ ἐπειδὴ οὐκ | |
95 | ἔστιν, ἀνάγκη πολλὰς εἶναι μὴ ὑπὸ μίαν διαίρεσιν. ἀλλὰ μὴν πλείους γε τοῦ αὐτοῦ οὐκ ἔστιν ὑπὸ μίαν διχοτομίαν εἶναι, ἀλλὰ μίαν κατὰ μίαν τελευτᾶν. ὥστε ἀδύνατον ὁτιοῦν λαβεῖν τῶν καθ’ ἕκαστον ζῴων δίχα διαιρουμένους. | |
68a(l) | Simplicius, In Categ., p. 3, 19—24 | |
1 | Σπεύσιππον τοίνυν ἱστορεῖ Βόηθος τοιαύτην διαίρεσιν παραλαμβάνειν τὰ ὀνόματα πάντα περιλαμβάνουσαν. τῶν γὰρ ὀνομάτων, φησί, τὰ μὲν ταὐτώνυμά ἐστιν, τὰ δὲ ἑτερώνυμα· καὶ τῶν ταὐτωνύμων τὰ μὲν ὁμώνυμά ἐστιν, τὰ δὲ συνώνυμα (κατὰ τὴν τῶν παλαιῶν συνήθειαν ἀκουόντων | |
5 | ἡμῶν τὰ συνώνυμα)· τῶν δὲ ἑτερωνύμων τὰ μὲν εἶναι ἰδίως ἑτερώνυμα, | |
τὰ δὲ πολυώνυμα, τὰ δὲ παρώνυμα. | 163 | |
68b(l) | Simplicius, In Categ., p. 29, 5 | |
l | Σπεύσιππος δέ, ὥς φασιν, ἠρκεῖτο λέγειν ‘ὁ δὲ λόγος ἕτερος.‘ | |
68c(l) | Porphyry, Πρὸς Γεδάλειον, in Simplicius, In Categ., p. 36, 25—31 | |
1 | ‘Ἔνθα δὲ περὶ τὰς πλείους φωνὰς ἡ σπουδὴ καὶ τὴν πολυειδῆ ἑκάστου ὀνομασίαν, ὥσπερ ἐν τῷ Περὶ ποιητικῆς καὶ τῷ τρίτῳ Περὶ ῥητορικῆς, τοῦ ἑτέρου συνωνύμου δεόμεθα, ὅπερ πολυώνυμον ὁ Σπεύσιππος ἐκάλει. καὶ οὐ καλῶς ὁ Βόηθος παραλελεῖφθαι τῷ Ἀριστοτέλει φησὶ τὰ παρὰ | |
5 | τοῖς νεωτέροις καλούμενα συνώνυμα, ἅπερ Σπεύσιππος ἐκάλει πολυώ‐ νυμα· οὐ γὰρ παραλέλειπται, ἀλλ’ ἐν ἄλλαις πραγματείαις, ἐν αἷς ἦν οἰκεῖος ὁ λόγος, παρείληπται.‘ | |
69a(l) | Aristotle, Sophistici Elenchi 170 B 12—171 B 2 | |
1 | Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες, τὸ εἶναι τοὺς μὲν πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν· ἄτοπον γὰρ τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πρὸς τὴν διάνοιαν, ἀλλ’ οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν | |
5 | ἀλλ’ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι ἐφ’ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώ‐ μενος ἔδωκεν; τὸ δ’ αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα· τὸ δὲ πρὸς τὴν διάνοιαν, ὅταν ἐφ’ ᾧ ἔδωκεν διανοηθείς. εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο ἓν σημαίνειν καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος (οἷον ἴσως τὸ ὂν ἢ τὸ ἓν πολλὰ σημαίνει, ἀλλὰ καὶ ὁ ἀποκρινόμενος καὶ ὁ ἐρωτῶν | |
10 | Ζήνων ἓν οἰόμενος εἶναι ἠρώτησε, καὶ ἔστιν ὁ λόγος ὅτι ἓν πάντα), οὗτος πρὸς τοὔνομα ἔσται ἢ πρὸς τὴν διάνοιαν τοῦ ἐρωτωμένου διειλε‐ γμένος; εἰ δέ γέ τις πολλὰ οἴεται σημαίνειν, δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν. πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ὅσοι πλείω σημαίνουσιν, εἶτα περὶ ὁντιν‐ | |
15 | οῦν ἐστιν· οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ πρὸς τὴν διάνοιαν εἶναι, ἀλλ’ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πως πρὸς τὰ δεδομένα. εἶτα πρὸς τοὔνομα πάντας ἐνδέχεται αὐτοὺς εἶναι· τὸ γὰρ πρὸς τοὔνομα τὸ μὴ πρὸς τὴν διάνοιαν εἶναί ἐστιν ἐνταῦθα. εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι οὔτε | |
πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιαν· οἱ δέ φασι πάντας, καὶ διαιροῦνται | 164 | |
20 | ἢ πρὸς τοὔνομα ἢ πρὸς τὴν διάνοιαν εἶναι πάντας, ἄλλους δ’ οὔ. ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τούτων εἰσί τινες οἱ παρὰ τοὔνομα. ἀτόπως μὲν γὰρ καὶ εἴρηται τὸ παρὰ τοὔνομα φάναι πάντας τοὺς παρὰ τὴν λέξιν· ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ οὐ τῷ τὸν ἀπο‐ κρινόμενον πρὸς τούτους ἔχειν πως, ἀλλὰ τῷ τοιονδὶ ἐρώτημα τὸν λόγον | |
25 | αὐτὸν ἔχειν ὃ πλείω σημαίνει. Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι ἀλλὰ μὴ πρότερον περὶ συλλογισμοῦ· ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν, ὥστε χρὴ καὶ περὶ συλλογισμοῦ πρότερον ἢ περὶ ψευδοῦς ἐλέγχου· ἔστι γὰρ ὁ τοιοῦτος ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἢ ἐν τῷ συλλογισμῷ | |
30 | ἔσται τὸ αἴτιον ἢ ἐν τῇ ἀντιφάσει (προσκεῖσθαι γὰρ δεῖ τὴν ἀντίφασιν), ὁτὲ δ’ ἐν ἀμφοῖν, ἂν ᾖ φαινόμενος ἔλεγχος. ἔστι δὲ ὁ μὲν τοῦ ‘σιγῶντα λέγειν‘ ἐν τῇ ἀντιφάσει, οὐκ ἐν τῷ συλλογισμῷ, ὁ δὲ ‘ἃ μὴ ἔχοι τις, δοίη ἄν‘ ἐν ἀμφοῖν, ὁ δὲ ὅτι ἡ Ὁμήρου ποίησις σχῆμα διὰ τοῦ ‘κύκλοσ‘ ἐν τῷ συλλογισμῷ. ὁ δ’ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός. | |
35 | Ἀλλὰ δή, ὅθεν ὁ λόγος ἦλθε, πότερον οἱ ἐν τοῖς μαθήμασι λόγοι πρὸς τὴν διάνοιάν εἰσιν ἢ οὔ; καὶ εἴ τινι δοκεῖ πολλὰ σημαίνειν τὸ τρίγωνον, καὶ ἔδωκε μὴ ὡς τοῦτο τὸ σχῆμα ἐφ’ οὗ συνεπεράνατο ὅτι δύο ὀρθαί, πότερον πρὸς τὴν διάνοιαν οὗτος διείλεκται τὴν ἐκείνου ἢ οὔ; Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, πῶς | |
40 | οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; ἢ πῶς δεῖ ἐρωτᾶν πλὴν διδόντα διαίρεσιν, εἴ τ’ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί, εἰ δή τις δοίη μηδαμῶς, ὁ δὲ διαλεχθείη, ἆρ’ οὐ πρὸς τὴν διάνοιαν διείλεκται; καίτοι ὁ λόγος δοκεῖ τῶν παρὰ τὸ ὄνομα εἶναι. οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν. ἀλλ’ οἱ μὲν | |
45 | πρὸς τοὔνομά εἰσι· καίτοι οὗτοι οὐ πάντες, οὐχ ὅτι οἱ ἔλεγχοι ἀλλ’ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι. εἰσὶ γὰρ καὶ μὴ παρὰ τὴν λέξιν φαινόμενοι ἔλεγχοι, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ ἕτεροι. Εἰ δέ τις ἀξιοῖ διαιρεῖν, ὅτι ‘λέγω δὲ σιγῶντα λέγειν τὰ μὲν ὡδὶ τὰ δ’ ὡδί‘, ἀλλὰ τοῦτό γ’ ἐστὶ πρῶτον μὲν ἄτοπον, τὸ ἀξιοῦν· ἐνίοτε γὰρ | |
69a(50) | οὐ δοκεῖ τὸ ἐρωτώμενον πολλαχῶς ἔχειν, ἀδύνατον δὲ διαιρεῖν ὃ μὴ οἴεται. ἔπειτα τὸ διδάσκειν τί ἄλλο ἔσται; φανερὸν γὰρ ποιήσει ὡς ἔχει τῷ μήτ’ ἐσκεμμένῳ μήτ’ εἰδότι μήθ’ ὑπολαμβάνοντι ὅτι ἄλλως λέγεται· ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο παθεῖν; ‘ἆρα ἴσαι αἱ μονάδες ταῖς δυάσιν ἐν τοῖς τέτταρσιν; εἰσὶ δὲ δυάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ | |
55 | ὡδί.‘ καὶ ‘ἆρα τῶν ἐναντίων μία ἐπιστήμη ἢ οὔ; ἔστι δ’ ἐναντία τὰ μὲν γνωστὰ τὰ δ’ ἄγνωστα.‘ ὥστ’ ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὅτι δεῖ τὸν μὲν διδάσκοντα μὴ ἐρωτᾶν | |
ἀλλ’ αὐτὸν δῆλα ποιεῖν, τὸν δ’ ἐρωτᾶν. | 165 | |
69b(l) | Aristotle, Sophistici Elenchi 177 B 7—9 | |
1 | Φανερὸν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν. | |
70(l) | Diogenes Laertius IV, 2 (I, p. 164, 18—20) | |
1 | Οὗτος (sc. Σπεύσιππος) πρῶτος, καθά φησι Διόδωρος ἐν Ἀπο‐ μνημονευμάτων πρώτῳ, ἐν τοῖς μαθήμασιν ἐθεάσατο τὸ κοινὸν καὶ συνῳκείωσε καθ’ ὅσον ἦν δυνατὸν ἀλλήλοις. | |
71(l) | Aristotle, Anal. Post. 88 B 21—29 | |
1 | Εἰ δὲ μήτ’ ἐξ ἁπασῶν ὡς δέον δείκνυσθαι ὁτιοῦν μήθ’ οὕτως ἑτέρας ὥσθ’ ἑκάστης ἐπιστήμης εἶναι ἑτέρας, λείπεται εἰ συγγενεῖς αἱ ἀρχαὶ πάντων, ἀλλ’ ἐκ τωνδὶ μὲν ταδί, ἐκ δὲ τωνδὶ ταδί. φανερὸν δὲ καὶ τοῦθ’ ὅτι οὐκ ἐνδέχεται· δέδεικται γὰρ ὅτι ἄλλαι ἀρχαὶ τῷ γένει εἰσὶν αἱ τῶν | |
5 | διαφόρων τῷ γένει. αἱ γὰρ ἀρχαὶ διτταί, ἐξ ὧν τε καὶ περὶ ὅ· αἱ μὲν | |
οὖν ἐξ ὧν κοιναί, αἱ δὲ περὶ ὃ ἴδιαι, οἷον ἀριθμός, μέγεθος. | 166 | |
72(l) | Proclus, In Euclidem, pp. 77, 15—78, 10 | |
1 | Ἤδη δὲ τῶν παλαιῶν οἱ μὲν πάντα θεωρήματα καλεῖν ἠξίωσαν, ὡς οἱ περὶ Σπεύσιππον καὶ Ἀμφίνομον, ἡγούμενοι ταῖς θεωρητικαῖς ἐπιστήμαις οἰκειοτέραν εἶναι τὴν τῶν θεωρημάτων προσηγορίαν ἢ τὴν τῶν προβλημάτων, ἄλλως τε καὶ περὶ ἀϊδίων ποιουμέναις τοὺς λόγους. | |
5 | οὐ γάρ ἐστι γένεσις ἐν τοῖς ἀϊδίοις, ὥστε οὐδὲ τὸ πρόβλημα χώραν ἐπὶ τούτων ἂν ἔχοι, γένεσιν ἐπαγγελλόμενον καὶ ποίησιν τοῦ μήπω πρότερον ὄντος, οἷον ἰσοπλεύρου τριγώνου σύστασιν, ἢ τετραγώνου δοθείσης εὐθείας ἀναγραφήν, ἢ θέσιν εὐθείας πρὸς τῷ δοθέντι σημείῳ. ἄμεινον οὖν φασι λέγειν ὅτι πάντα ταῦτα ἔστι, τὰς δὲ γενέσεις αὐτῶν οὐ ποιη‐ | |
10 | τικῶς ἀλλὰ γνωστικῶς ὁρῶμεν ὡσανεὶ γιγνόμενα λαμβάνοντες τὰ ἀεὶ ὄντα, ὥστε καὶ πάντα θεωρηματικῶς ἐροῦμεν ἀλλ’ οὐ προβληματικῶς λαμβάνεσθαι. οἱ δὲ ἀνάπαλιν πάντα προβλήματα λέγειν ἐδικαίουν ὡς οἱ περὶ Μέναιχμον μαθηματικοί, τὴν δὲ προβολὴν εἶναι διττήν· κτλ. | |
73(l) | Proclus, In Euclidem, p. 179, 12—22 | |
1 | Δεῖ γὰρ δὴ πανταχοῦ τὰς ἀρχὰς τῶν μετὰ τὰς ἀρχὰς διαφέρειν τῇ ἁπλότητι, τῷ ἀναποδείκτῳ, τῷ αὐτοπίστῳ. καθόλου γάρ, φησὶν ὁ Σπεύσιππος, ὧν ἡ διάνοια τὴν θήραν ποιεῖται τὰ μὲν οὐδεμίαν ποι‐ κίλην ποιησαμένη διέξοδον προβάλλει καὶ προευτρεπίζει πρὸς τὴν μέλ‐ | |
5 | λουσαν ζήτησιν καὶ ἔχει τούτων ἐναργεστέραν ἐπαφὴν μᾶλλον ἢ τῶν ὁρατῶν ἡ ὄψις, τὰ δὲ ἐκ τοῦ εὐθέως αἱρεῖν ἀδυνατοῦσα κατὰ μετάβασιν ἐπ’ ἐκεῖνα διαβαίνουσα κατὰ τὸ ἀκόλουθον αὐτῶν ἐπιχειρεῖ ποιεῖσθαι τὴν θήραν. | |
74(l) | Proclus, In Euclidem, p. 181, 16—17 and 21—23 | |
1 | Ἤδη δὲ οἱ μὲν πάντα αἰτήματα καλεῖν ἀξιοῦσιν, ὥσπερ καὶ προ‐ βλήματα τὰ ζητούμενα πάντα ..... οἱ δὲ πάντα ἀξιώματα προσαγο‐ ρεύουσιν, ὥσπερ δὴ καὶ θεωρήματα πάντα τὰ ἀποδείξεως δεόμενα. | |
75(l) | Sextus, Adv. Math. VII, 145—146 | |
1 | Σπεύσιππος δέ, ἐπεὶ τῶν πραγμάτων τὰ μέν ἐστιν αἰσθητά, τὰ δὲ νοητά, τῶν μὲν νοητῶν κριτήριον ἔλεξεν εἶναι τὸν ἐπιστημονικὸν λόγον, τῶν δὲ αἰσθητῶν τὴν ἐπιστημονικὴν αἴσθησιν. ἐπιστημονικὴν δὲ αἴσθησιν ὑπείληφε καθεστάναι τὴν μεταλαμβάνουσαν τῆς κατὰ τὸν λόγον ἀλη‐ | 167 |
5 | θείας. ὥσπερ γὰρ οἱ τοῦ αὐλητοῦ ἢ τοῦ ψάλτου δάκτυλοι τεχνικὴν μὲν εἶχον ἐνέργειαν, οὐκ ἐν αὐτοῖς δὲ προηγουμένως τελειουμένην, ἀλλ’ ἐκ τῆς πρὸς τὸν λογισμὸν συνασκήσεως ἀπαρτιζομένην, καὶ ὡς ἡ τοῦ μουσικοῦ αἴσθησις ἐνέργειαν μὲν εἶχεν ἀντιληπτικὴν τοῦ τε ἡρμοσμένου καὶ τοῦ ἀναρμότου, ταύτην δὲ οὐκ αὐτοφυῆ, ἀλλ’ ἐκ λογισμοῦ περι‐ | |
10 | γεγονυῖαν, οὕτω καὶ ἡ ἐπιστημονικὴ αἴσθησις φυσικῶς παρὰ τοῦ λόγου τῆς ἐπιστημονικῆς μεταλαμβάνει τριβῆς πρὸς ἀπλανῆ τῶν ὑποκειμένων διάγνωσιν. | |
77(l) | Clement, Stromata II, 22, 133, 4 (II, p. 186, 19—23) | |
1 | Σπεύσιππός τε ὁ Πλάτωνος ἀδελφιδοῦς τὴν εὐδαιμονίαν φησὶν ἕξιν εἶναι τελείαν ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἢ ἕξιν ἀγαθῶν, ἧς δὴ κατα‐ στάσεως ἅπαντας μὲν ἀνθρώπους ὄρεξιν ἔχειν, στοχάζεσθαι δὲ τοὺς ἀγαθοὺς τῆς ἀοχλησίας. εἶεν δ’ ἂν αἱ ἀρεταὶ τῆς εὐδαιμονίας ἀπεργα‐ | |
5 | στικαί. | 168 |
79(l) | Plutarch, De Comm. Notit. Adv. Stoic. 1065 A (pp. 702 and 704) | |
1 | Ἄξιον δ’ ἀναλαβεῖν τὸ δόγμα ταῖς ἐκείνου (sc. Χρυσίππου) λέξεσιν, ἵνα καὶ μάθῃς πως οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγίειαν ἀδιάφορον ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον ἀνωφελὲς ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται καὶ τίνας λόγους περὶ αὐτῆς | |
5 | διεξίασιν. | |
80a(l) | Aristotle, Eth. Nicom. 1153 B 1—7 | |
1 | Ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ φευκτόν· ἣ μὲν γὰρ ἁπλῶς κακόν, ἣ δὲ τῷ πῇ ἐμποδιστική. τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τι καὶ κακόν, ἀγαθόν. ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι. ὡς γὰρ Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις, ὥσπερ τὸ μεῖζον | |
5 | τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κακόν τι εἶναι τὴν ἡδονήν. | |
80b(l) | Aspasius, In Eth. Nic., p. 150, 3—8 and 19—26 (on 1153 B 1 ff.) | |
1 | Σπεύσιππον δέ φασιν οὕτω δεικνύειν ὅτι ἡδονὴ ἀγαθόν ἐστιν· τὸ ἐναν‐ τίον ἀγαθῷ κακόν· ἐναντίον δὲ ἡ λύπη, κακὸν οὖσα, τῇ ἡδονῇ· ἀγαθὸν ἄρα. ὁ δὲ Ἀριστοτέλης οὐχ οὕτως τὸν λόγον ἠρώτηκεν, ἀλλ’ ἐπηνωρθώ‐ σατο εἰπών· τὸ ἐναντίον φευκτῷ ᾗ φευκτὸν ἀγαθόν· ἡ δὲ ἡδονὴ ἐναντίον | |
5 | τῇ λύπῃ φευκτῷ οὔσῃ καὶ οὐκ ἔστι κακόν (οὐδεὶς γὰρ 〈ἂν〉 εἴποι κακὸν τὴν ἡδονήν)· ἀγαθὸν ἄρα. κτλ. | |
80c(l) | [Heliodorus], In Eth. Nic., p. 158, 20—30 (on 1153 B 1 ff.) | |
1 | Φανερὸν ὅτι ἀνάγκη πᾶσα τὸ ἐναντίον τῇ λύπῃ τὴν ἡδονήν, τὴν μὲν ἁπλῶς φευκτὴν εἶναι, τὴν δὲ πή· ἀνάγκη γὰρ τῷ ἁπλῶς κακῷ ἁπλῶς ἀγαθὸν εἶναι ἐναντίον, καὶ τῷ πὴ κακῷ τὸ πὴ ἀγαθόν· οὐ γὰρ ἡ Σπευσ‐ ίππου λύσις, καθ’ ἣν ἐνιστάμενος λύειν ἐπιχειρεῖ τόνδε τὸν λόγον, | |
5 | συμβαίνει τῇ ἀληθείᾳ. φησὶ γάρ, ὅτι καθάπερ τὸ μεῖζον καὶ τὸ ἔλαττον ἐναντία ἐστὶ τῷ ἴσῳ καὶ ἐπὶ τῶν ἀρετῶν τὰ παρ’ ἑκάτερα ἐναντία, τὸν αὐτὸν δὴ τρόπον καὶ τῇ ἀλυπίᾳ ἀντίκειται ἡ ἡδονὴ καὶ λύπη, ἡ μὲν ὡς | |
μεῖζον, ἡ δὲ λύπη ὡς ἔλαττον, καὶ ἔστιν ἡ μὲν ἀλυπία ἀγαθόν, ἡ δὲ ἡδονὴ καὶ ἡ λύπη κακόν· οὗτος γὰρ ὁ λόγος παντελῶς ἄδοξός ἐστιν· | 170 | |
10 | οὐδενὶ γὰρ ἡ ἡδονὴ κακὸν δοκεῖ· οὐδεὶς γὰρ ἂν φαίη τὴν ἡδονὴν αὐτήν, ὅπερ ἐστὶ κακὸν εἶναι. | |
80d(l) | Anonymous, In Eth. Nic., pp. 452, 26—453, 2 (on 1153 B 1 ff.) | |
1 | Εἰ οὖν ἡ λύπη κακὸν καὶ φευκτόν, τῷ δὲ φευκτῷ καθὸ φευκτόν ἐστιν καὶ κακόν, ἐναντίον ἐστὶν τὸ ἀγαθόν, λείπεται ἄρα τὴν ἡδονὴν ἀγαθὸν εἶναι. ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐὰν θάτερον τὸ τῶν ἐναντίων κακόν ἐστιν, θάτερον ἔσται ἀγαθόν. ἐνδέχεται γὰρ εἶναι καὶ κακόν, οἷον ἀν‐ | |
5 | δρεία δειλία καὶ θρασύτης. ἀντίκειται γὰρ τῇ δειλίᾳ καὶ ἡ ἀνδρεία καὶ ἡ θρασύτης. ἔνστασις τοῦ Σπευσίππου. ἔλεγεν ὁ Σπεύσιππος ὅτι ὡς τὸ μεῖζον ἀντίκειται τῷ ἐλάττονι καὶ τῷ ἴσῳ, καὶ τὰ μὲν ἄκρα, ἤτοι τὸ μεῖζον καὶ τὸ ἔλαττον, ἐστὶν κακά, τὸ δὲ μέσον, ἤτοι τὸ ἴσον, ἀγαθόν ἐστιν, οὕτως καὶ ἡ ἡδονὴ ἀντίκειται τῇ ἀλυπίᾳ καὶ τῇ λύπῃ, καὶ τὰ μὲν | |
10 | ἄκρα, ἤτοι ἡ λύπη καὶ ἡ ἡδονή, εἰσὶ κακά, τὸ δὲ μέσον, ἤτοι ἡ ἀλυπία, ἀγαθόν ἐστιν. ὡς γὰρ ὁ Σπεύσιππος ἔλυεν, ὅτι καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη κακόν ἐστιν, ἡ δὲ ἀλυπία ἀγαθόν, οὐ συμβαίνει ἡ λύσις, ὅτι οὐχ ὡμολόγη‐ ται τοῦτο πᾶσι. πάντες γὰρ ὁμολογοῦσι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καὶ οὐδεὶς ἂν φαίη τὴν ἡδονὴν εἶναι ὅπερ κακόν, ἤτοι ὡς ἐν γένει ἀνάγεσθαι | |
15 | τῷ κακῷ, καὶ εἶδος τοῦ κακοῦ τὴν ἡδονὴν εἶναι, ἤτοι εἶναι κακὸν τὴν ἡδονὴν οὐδεὶς ὁμολογεῖ. | |
80e(l1) | Scholion in Cod. Paris. Graec. 1854 on Eth. Nic. 1153 B 5 ff. = | |
l2 | Cramer, Anec. Paris., I, p. 219, 16—21 | |
1 | Ὁ Σπεύσιππος ἔλεγε τὴν λύπην καὶ τὴν ἡδονὴν ἐναντία κακὰ εἶναι· μέσον δὲ κατάστημα τὴν ἀλυπίαν· ἐλέγχεται δὲ κακῶς λέγων· οὐ γὰρ πᾶσα εὑρίσκεται ἡδονὴ φαύλη, ἀλλ’ εἰσὶ καὶ ἡδοναὶ ἀγαθαί, οἷον αἱ τῶν σωφρόνων· οὐδὲ πανταχοῦ· ἢ πάντα ἔμμεσά εἰσι· ἵνα τῇ φυγῇ τῶν | |
5 | ἄκρων τὸ μέσον προκρίνωμεν. | |
81a(l) | Aristotle, Eth. Nic. 1173 A 5—28 | |
1 | Οὐκ ἔοικε δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι. οὐ γάρ φασιν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· ἀντικεῖσθαι γὰρ καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ—λέγοντες ταῦτα οὐ κακῶς, οὐ μὴν ἐπί γε τῶν εἰρημένων ἀληθεύοντες. ἀμφοῖν γὰρ ὄντοιν 〈τῶν〉 κακῶν | |
5 | καὶ φευκτὰ ἔδει ἄμφω εἶναι, τῶν μηδετέρων δὲ μηδέτερον ἢ ὁμοίως· νῦν δὲ φαίνονται τὴν μὲν φεύγοντες ὡς κακόν, τὴν δ’ αἱρούμενοι ὡς | |
ἀγαθόν· οὕτω δὴ καὶ ἀντίκειται. οὐ μὴν οὐδ’ εἰ μὴ τῶν ποιοτήτων ἐστὶν ἡ ἡδονή, διὰ τοῦτ’ οὐδὲ τῶν ἀγαθῶν· οὐδὲ γὰρ αἱ τῆς ἀρετῆς ἐνέργειαι ποιότητές εἰσιν, οὐδ’ ἡ εὐδαιμονία. λέγουσι δὲ τὸ μὲν ἀγαθὸν | 171 | |
10 | ὡρίσθαι, τὴν δ’ ἡδονὴν ἀόριστον εἶναι, ὅτι δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐκ τοῦ ἥδεσθαι τοῦτο κρίνουσι, καὶ περὶ τὴν δικαιοσύ‐ νην καὶ τὰς ἄλλας ἀρετάς, καθ’ ἃς ἐναργῶς φασὶ μᾶλλον καὶ ἧττον τοὺς ποιοὺς ὑπάρχειν καὶ 〈πράττειν〉 κατὰ τὰς ἀρετάς, ἔσται ταὐτά· δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἀνδρεῖοι, ἔστι δὲ καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν | |
15 | μᾶλλον καὶ ἧττον. εἰ δὲ ταῖς ἡδοναῖς, μή ποτ’ οὐ λέγουσι τὸ αἴτιον, ἂν ὦσιν αἳ μὲν ἀμιγεῖς αἳ δὲ μικταί. καὶ τί κωλύει, καθάπερ ὑγίεια ὡρι‐ σμένη οὖσα δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὕτω καὶ τὴν ἡδονήν; οὐ γὰρ ἡ αὐτὴ συμμετρία ἐν πᾶσίν ἐστιν, οὐδ’ ἐν τῷ αὐτῷ μία τις ἀεί, ἀλλ’ ἀνιεμένη διαμένει ἕως τινός, καὶ διαφέρει τῷ μᾶλλον καὶ ἧττον. τοιοῦτον | |
20 | δὴ καὶ τὸ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι. | |
81b(l1) | Michael Ephesius, In Eth. Nic., pp. 538, 35—539, 19 (on 1173 | |
l2 | A 5 ff.) | |
1 | Ὁ ἐκ τοῦ ἐναντίου συνιστῶν τὴν ἡδονὴν ἀγαθὸν λόγος τοιοῦτος ἦν· εἰ ἡ λύπη ἐναντίον οὖσα τῇ ἡδονῇ κακόν ἐστιν, ἀγαθὸν ἄρα ἡ ἡδονή. πόθεν δ’ ὅτι ἡ λύπη κακόν; ἐκ τοῦ πάντας φεύγειν αὐτήν. πρὸς τοῦτον τὸν λόγον τὸν ἐκ τοῦ ἐναντίου συνιστῶντα τὴν ἡδονὴν ἀγαθὸν ἐνίστατο | |
5 | ὁ Σπεύσιππος λέγων· ‘οὐκ ἀνάγκη, ἐπειδὴ κακόν ἐστιν ἡ λύπη, ἀγαθὸν εἶναι τὴν ἀντικειμένην αὐτῇ ἡδονήν‘· οὐ γὰρ πᾶν τὸ ἀντικείμενον κακῷ ἀγαθόν ἐστιν. ἀντίκειται γὰρ τῇ θρασύτητι κακῷ ὄντι ἡ δειλία καὶ οὐκ ἔστιν ἀγαθὸν ἡ δειλία ἀλλὰ κακόν, καὶ τῇ ἠλιθιότητι κακῇ οὔσῃ ἀντίκει‐ ται ἡ ἀκολασία κακὸν οὖσα καὶ αὕτη ὁμοίως, καὶ ἡ ἀνελευθεριότης τῇ | |
10 | ἀσωτίᾳ κακαὶ οὖσαι ἀμφότεραι. ἀντίκειται οὖν, φησὶ Σπεύσιππος, καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ, τουτέστι καὶ ἄμφω τὰ κακὰ τῷ ἀγαθῷ. μηδέτερον γὰρ τὸ ἀγαθὸν εἶπεν· αἱ γὰρ ἀρεταὶ μεσότητες οὖσαι οὐδέτερον τῶν ἄκρων εἰσίν. ἡ γὰρ ἀνδρεία οὔτε δειλία οὔτε θρασύτης ἐστί, καὶ ἡ σωφροσύνη οὔτε ἀκολασία οὔτε ἠλιθιότης, καὶ ἐπὶ τῶν ἄλλων | |
15 | ἀρετῶν ὁμοίως. καὶ λέγει ταῦτα καλῶς· ἀληθὲς γάρ ἐστι τὸ λέγειν, ὅτι ἀντίκειται κακὸν κακῷ καὶ ἀμφότερα τὰ κακὰ τῷ ἀγαθῷ. τοῦτο μὲν οὖν λέγουσι καλῶς· τὸ δ’ ὅτι ἡ ἡδονὴ ὡς κακὸν κακῷ ἀντίκειται τῇ λύπῃ | |
λέγουσιν οὐ καλῶς. οὐ γὰρ ἀντίκειται ἡ ἡδονὴ τῇ λύπῃ ὡς κακὸν κακῷ ἀλλ’ ὡς ἀγαθὸν κακῷ. εἰ γὰρ ἦν κακὸν ἡ ἡδονή, ἦν καὶ φευκτὸν καὶ | 172 | |
20 | μισητὸν ὡς ἡ λύπη. νῦν δὲ τὴν μὲν λύπην φεύγει πάντα καὶ ἀποστρέφεται ὡς κακόν, διώκει δὲ καὶ ἐπιτρέχει τὴν ἡδονὴν ὡς ἀγαθόν. | |
82(l) | Aristotle, Anal. Post. 92 A 20—27 | |
1 | Κἂν ἐξ ὑποθέσεως δὲ δεικνύῃ, οἷον εἰ τὸ κακῷ ἐστὶ τὸ διαιρετῷ εἶναι, τὸ δ’ ἐναντίῳ τὸ τῷ ἐναντίῳ 〈ἐναντίῳ〉 εἶναι, ὅσοις ἔστι τι ἐναντίον· τὸ δ’ ἀγαθὸν τῷ κακῷ ἐναντίον καὶ τὸ ἀδιαίρετον τῷ διαιρετῷ· ἔστιν ἄρα τὸ ἀγαθῷ εἶναι τὸ ἀδιαιρέτῳ εἶναι. καὶ γὰρ ἐνταῦθα λαβὼν τὸ τί ἦν | |
5 | εἶναι δείκνυσι· λαμβάνει δ’ εἰς τὸ δεῖξαι τὸ τί ἦν εἶναι. ‘ἕτερον μέντοι‘. ἔστω· καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν, ὅτι ἐστὶ τόδε κατὰ τοῦδε· ἀλλὰ μὴ αὐτό, μηδὲ οὗ ὁ αὐτὸς λόγος, καὶ ἀντιστρέφει. | |
83(l) | Theophrastus, Metaphysics 11 A 18—26 | |
1 | Τὸ δ’ ὅλον σπάνιόν τι καὶ ἐν ὀλίγοις τὸ ἀγαθόν, πολὺ δὲ πλῆθος εἶναι τὸ κακόν, οὐκ ἐν ἀοριστίᾳ δὲ μόνον καὶ οἷον ὕλης εἴδει, καθά περ τὰ τῆς φύσεως, ἀμαθεστάτου. εἰκῇ γὰρ οἱ περὶ τῆς ὅλης οὐσίας λέγοντες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ τὸ περὶ τὴν τοῦ μέσου | |
5 | χώραν, τὰ δ’ ἄκρα καὶ ἑκατέρωθεν. τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν ὄντα. | 173 |
85(l) | Macrobius, Saturnalia I, 17, 7—8 | |
1 | Apollinis nomen multiplici interpretatione ad solem refertur, cuius rei ordinem pergam. Plato solem Ἀπόλλωνα cognominatum scribit ἀπὸ τοῦ ἀποπάλλειν τὰς ἀκτῖνας, id est a iactu radiorum; Chrysippus Apollinem, ὡς οὐχὶ τῶν πολλῶν καὶ φαύλων οὐσιῶν τοῦ | |
5 | πυρὸς ὄντα, primam enim nominis litteram retinere significationem negandi, ἢ ὅτι μόνος ἐστὶ καὶ οὐχὶ πολλοί, nam et Latinitas eum, quia tantam claritudinem solus obtinuit, solem vocavit. Speusippus, quod ex multis ignibus constet vis eius ὡς ἀπὸ πολλῶν οὐσιῶν πυρὸς αὐτοῦ συνεστῶτος, Cleanthes etc. | |
86(l) | Acad. Index Hercul. col. VI, 34—38 = T 2, 7—11 | |
1 | Τάσδε θεαῖσι θεὰς Χάριτας Μούσαις ἀνέθηκεν Σπεύσιππος λογίων εἵνεκα δῶρα τελῶν. | |
87a(l1) | Diogenes Laertius III, 44 (I, pp. 139, 24—140, 2); Anthol. Pal. VII, | |
l2 | 61; Anthol. Plan. IIIa 28, 2 f. 42r | |
1 | Γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος ψυχὴ δ’ ἀθάνατον τάξιν ἔχει μακάρων υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον. | |
87b(l1) | Anthol. Plan. IIIb 26, 7 f. 96v = Anthol. Graec., Suppl. Plan., | |
l2 | XVI, 31; E 56; Ir. 105 | |
1 | Σπευσίππου Σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος | |
ψυχὴ δ’ ἰσόθεον τάξιν ἔχει μακάρων. | 174 |