TLG 1692 002 :: SPEUSIPPUS :: Epistula ad Philippum regem [Sp.] SPEUSIPPUS Phil., Platonicus Epistula ad Philippum regem [Sp.] Cf. et 1692 001 Citation: Page — (line) | ||
7(1t) | 〈Σπεύσιππος Φιλίππῳ τῷ βασιλεῖ εὖ πράττειν.〉 | |
2 | Ἀντίπατρος ὁ φέρων τὴν ἐπιστολὴν τὸ μὲν γένος ἐστὶ Μάγνης, γράφει δ’ Ἀθήνησι πάλαι τὰς Ἑλληνικὰς πράξεις, ἀδικεῖσθαι δέ φησιν ὑπό τινος ἐν Μαγνησίᾳ. διάκουσον οὖν | |
---|---|---|
5 | αὐτοῦ τὸ πρᾶγμα καὶ βοήθησον ὡς ἂν δύνῃ προθυμότατα. δικαίως δ’ ἂν αὐτῷ βοηθήσειας διὰ πολλὰ καὶ διότι, παρ’ ἡμῖν ἀναγνω‐ σθέντος ἐν διατριβῇ τοῦ σοὶ πεμφθέντος ὑπ’ Ἰσοκράτους λόγου, τὴν μὲν ὑπόθεσιν ἐπῄνεσεν, τὸ δὲ παραλιπεῖν τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑμῶν ἐνεκάλεσε. πειράσομαι δ’ αὐτῶν | |
10 | εἰπεῖν ὀλίγας. Ἰσοκράτης μὲν γὰρ οὔτε τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργεσίας ὑπὸ σοῦ καὶ τῶν σῶν προγόνων δεδήλωκεν οὔτε τὰς ὑπό τινων κατὰ σοῦ γεγενημένας διαβολὰς λέλυκεν οὔτε | |
Πλάτωνος ἐν τοῖς πρὸς σὲ πεμφθεῖσι λόγοις ἀπέσχηται. | 7 | |
8 | Καίτοι χρῆν πρῶτον μὲν τὴν ὑπάρχουσαν οἰκειότητα πρὸς τὴν ἡμετέραν πόλιν αὐτὸν μὴ λαθεῖν, ἀλλὰ ποιῆσαι καὶ τοῖς ἀπὸ σοῦ γενομένοις φανεράν· Ἡρακλῆς γάρ, ὄντος νόμου τὸ παλαιὸν ἡμῖν μηδένα ξένον μυεῖσθαι, βουληθεὶς μυεῖσθαι, | |
5 | γίνεται Πυλίου θετὸς υἱός· τούτου δ’ ὄντος τοιούτου, τοὺς λόγους ἐξῆν Ἰσοκράτει λέγειν ὡς πρὸς πολίτην, ἐπειδὴ τὸ γένος ὑμῶν ἐστιν ἀφ’ Ἡρακλέους· μετὰ δὲ ταῦτα τὰς Ἀλεξάνδρου τοῦ σοῦ προγόνου καὶ τῶν ἄλλων τὰς εἰς τὴν Ἑλλάδα γενομένας εὐεργε‐ σίας ἐξαγγέλλειν. νυνὶ δ’ ὥσπερ ἀποῤῥήτους συμφορὰς αὐτῶν | |
10 | κατασεσιώπηκε. Ξέρξου γὰρ πρέσβεις ἐπὶ τὴν Ἑλλάδα πέμ‐ ψαντος γῆν καὶ ὕδωρ αἰτήσοντας, Ἀλέξανδρος τοὺς μὲν πρέσβεις ἀπέκτεινεν, ὕστερον δὲ στρατευσάντων τῶν βαρβάρων οἱ Ἕλληνες ἐπὶ τὸ ὑμέτερον Ἡράκλειον ἀπήντησαν, Ἀλεξάνδρου δὲ τὴν Ἀλεύου καὶ Θετταλῶν προδοσίαν τοῖς Ἕλλησι μηνύσαντος | |
15 | ἀναζεύξαντες οἱ Ἕλληνες δι’ Ἀλέξανδρον ἐσώθησαν. καίτοι τούτων χρῆν μὴ μόνον Ἡρόδοτον καὶ Δαμάστην μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ τὸν ἐν ταῖς τέχναις (Is. V 77) ἀποφαινό‐ μενον † ἐκ τῆς ἄσιν πρόγονον ἡ τοὺς εὔνους δεῖν πρός 〈σ’〉 εἶναι τοὺς ἀκροατάς. προσῆκεν δὲ καὶ τὴν ἐν Πλαταιαῖς ἐπὶ Μαρδονίου | |
20 | γενομένην δηλῶσαι καὶ τὰς ἑξῆς τοσαύτας τῶν σῶν προγόνων εὐεργεσίας. οὕτω γὰρ ἂν ὁ περὶ σοῦ γραφεὶς λόγος τῆς παρὰ τῶν Ἑλλήνων εὐνοίας ἔτυχεν μᾶλλον ἢ μηδὲν ἀγαθὸν περὶ τῆς ὑμετέρας βασιλείας εἰπόντος. ἦν δὲ καὶ 〈τὸ〉 τὰ παλαιὰ διαλεχθῆναι τῆς Ἰσοκράτους ἡλικίας, τὸ δ’ εὐρύθμως, ὥς φησιν αὐτός (V io), | |
25 | ἀνθούσης τῆς διανοίας. Ἀλλὰ μὴν καὶ τὰς διαβολὰς ἐνῆν λῦσαι τὰς τὸ πλεῖστον | |
ὑπ’ Ὀλυνθίων γιγνομένας. τίς γὰρ ἂν οὕτως εὐήθη σε νομίσειεν, | 8 | |
9 | ὥστε σοι πολεμούντων Ἰλλυριῶν καὶ Θρᾳκῶν, ἔτι δ’ Ἀθηναίων καὶ Λακεδαιμονίων καὶ ἄλλων Ἑλλήνων καὶ βαρβάρων πόλεμον πρὸς Ὀλυνθίους ἐξενεγκεῖν; ἀλλὰ περὶ μὲν τούτων οὐκ ἐν ἐπι‐ στολῇ πρὸς σὲ μηκυντέον, ἃ δ’ ἐστιν οὐκ ἐμποδὼν τοῖς τυχοῦσιν | |
5 | εἰπεῖν, ἐκ πολλοῦ τε χρόνου τοῖς πᾶσι κατασεσιώπηται, συμφέρει δέ σοι πυθέσθαι, ταῦτά μοι δοκῶ φράσειν καὶ τούτων ἀξιώσειν εὐαγ‐ γέλια, δικαίαν χάριν, Ἀντιπάτρῳ παρὰ σοῦ δοθῆναι. περὶ γὰρ τῆς γενομένης Ὀλυνθίοις χώρας, ὥς ἐστι τὸ παλαιὸν Ἡρακλειδῶν ἀλλ’ οὐ Χαλκιδέων, ὁ φέρων τὴν ἐπιστολὴν μόνος καὶ πρῶτος ἀξιο‐ | |
10 | πίστους μύθους εἴρηκε. τὸν αὐτὸν γάρ φησι τρόπον Νηλέα μὲν ἐν Μεσσήνῃ, Συλέα δὲ περὶ τὸν Ἀμφιπολιτικὸν τόπον ὑφ’ Ἡρακλέους ὑβριστὰς ὄντας ἀπολέσθαι, καὶ δοθῆναι παρακαταθήκην φυλάττειν Νέστορι μὲν τῷ Νηλέως Μεσσήνην, Δικαίῳ δὲ τῷ Συλέως ἀδελφῷ τὴν Φυλλίδα χώραν, καὶ Μεσσήνην μὲν ὕστερον πολλαῖς γενεαῖς | |
15 | Κρεσφόντην κομίσασθαι, τὴν δ’ Ἀμφιπολῖτιν, Ἡρακλειδῶν οὖσαν, Ἀθηναίους καὶ Χαλκιδέας λαβεῖν. ὡς δ’ αὔτως ὑφ’ Ἡρακλέους ἀναιρεθῆναι κακούργους καὶ παρανόμους Ἱπποκόωντα μὲν ἐν Σπάρτῃ τύραννον, Ἀλκυονέα δ’ ἐν Παλλήνῃ, καὶ Σπάρτην μὲν Τυνδάρεῳ, Ποτείδαιαν δὲ καὶ τὴν ἄλλην Παλλήνην Σιθῶνι | |
20 | τῷ Ποσειδῶνος παρακαταθέσθαι, καὶ τὴν μὲν Λακωνικὴν τοὺς Ἀριστοδήμου παῖδας ἐν ταῖς Ἡρακλειδῶν καθόδοις ἀπολαβεῖν, Παλλήνην δ’ Ἐρετριᾶς καὶ Κορινθίους καὶ τοὺς ἀπὸ Τροίας Ἀχαιούς, Ἡρακλειδῶν οὖσαν, κατασχεῖν. τὸν αὐτὸν δὲ τρόπον ἐξαγγέλλει περὶ τὴν Τορωναίαν τοὺς Πρωτίδας τυράννους Τμῶλον | |
25 | καὶ Τηλέγονον ὡς Ἡρακλῆς ἀνέλοι καὶ περὶ Ἀμβρακίαν Κλείδην καὶ τοὺς Κλείδου παῖδας ἀποκτείνας, Ἀριστομάχῳ μὲν τῷ Σιθῶνος τὴν Τορωναίαν τηρεῖν προστάξειεν, ἣν Χαλκιδεῖς ὑμετέραν οὖσαν κατῴκισαν, Λαδίκῃ 〈δὲ〉 καὶ Χαράττῃ 〈τὴν〉 Ἀμβρακικὴν χώραν ἐγχειρίσειεν, ἀξιῶν ἀποδοῦναι τὰς παρακαταθήκας τοῖς | |
30 | ἀπ’ αὐτοῦ γιγνομένοις. ἀλλὰ μὴν καὶ τὰς ὑπογυίους Ἀλεξάνδρου | |
τῆς Ἠδωνῶν χώρας κτήσεις Μακεδόνες πάντες ἴσασι. Καὶ | 9 | |
10 | ταῦτ’ ἐστιν οὐ προφάσεις Ἰσοκράτους οὐδ’ ὀνομάτων ψόφος, ἀλλὰ λόγοι δυνάμενοι τὴν σὴν ἀρχὴν ὠφελεῖν. Ἐπειδὴ δὲ καὶ περὶ τῶν Ἀμφικτυονικῶν πραγμάτων δῆλος εἶ σπουδάζων, ἐβουλήθην σοι φράσαι μῦθον παρ’ Ἀντιπάτρου, | |
5 | τίνα τρόπον πρῶτον οἱ Ἀμφικτύονες συνέστησαν, καὶ πῶς, ὄντες Ἀμφικτύονες, Φλεγύαι μὲν ὑπ’ Ἀπόλλωνος, Δρύοπες δ’ ὑφ’ Ἡρακλέους, Κρισαῖοι δ’ ὑπὸ τῶν Ἀμφικτυόνων ἀνῃρέθησαν. οὗτοι γὰρ πάντες Ἀμφικτύονες γενόμενοι τῶν ψήφων ἀφῃρέ‐ θησαν, ἕτεροι δὲ τὰς τούτων ψήφους λαβόντες τῆς τῶν Ἀμφι‐ | |
10 | κτυόνων συντελείας μετέσχον. ὧν ἐνίους σέ φησι μεμιμῆσθαι καὶ λαβεῖν ἆθλον Πυθίοις τῆς εἰς Δελφοὺς στρατείας παρὰ τῶν Ἀμφικτυόνων τὰς δύο Φωκέων ψήφους. ὧν ὁ τὰ παλαιὰ καινῶς καὶ τὰ καινὰ παλαιῶς ἐπαγγελλόμενος διδάσκειν λέγειν (IV 8) νῦν οὔτε τὰς ἀρχαίας πράξεις οὔτε τὰς ὑπὸ σοῦ νεωστὶ | |
15 | διαγωνισθείσας οὔτε τὰς τοῖς χρόνοις μεταξὺ γενομένας μεμύ‐ θευκε. καί τοι δοκεῖ τὰς μὲν οὐκ ἀκηκοέναι, τὰς δ’ οὐκ εἰδέναι, τῶν δ’ ἐπιλελῆσθαι. Πρὸς δὲ τούτοις ἐπὶ πράξεις σε δικαίας παρακαλῶν ὁ σοφι‐ στής, τὴν μὲν Ἀλκιβιάδου φυγὴν καὶ κάθοδον ἐπαινῶν ἐν παρα‐ | |
20 | δείγματι δεδήλωκε (V 58—61), τὰ δὲ μείζω καὶ καλλίω πράγματα τῷ πατρί σου πραχθέντα παρέλιπεν. Ἀλκιβιάδης μὲν γὰρ ἐπ’ ἀσεβείᾳ φυγὼν καὶ πλεῖστα τὴν πατρίδα τὴν αὑτοῦ κακῶς ποιήσας εἰς αὐτὴν κατῆλθεν, Ἀμύντας δ’ ὑπὲρ βασιλείας στάσει νικηθεὶς βραχὺν χρόνον ὑποχωρήσας μετὰ ταῦτα πάλιν Μακεδονίας ἦρξεν· | |
25 | εἶθ’ ὁ μὲν πάλιν φυγὼν αἰσχρῶς τὸν βίον ἐτελεύτησεν, ὁ δὲ σὸς πατὴρ βασιλεύων κατεγήρασε. παρήνεγκε δέ σοι καὶ τὴν Διονυσίου μοναρχίαν (V 65), ὥσπερ προσῆκόν σοι τοὺς ἀσε‐ βεστάτους ἀλλ’ οὐ τοὺς σπουδαιοτάτους μιμήσασθαι καὶ ζηλωτὴν τῶν κακίστων ἀλλ’ οὐ τῶν δικαιοτάτων γενέσθαι. καὶ φησὶ μὲν | |
30 | ἐν ταῖς τέχναις (V 113) προσήκειν οἰκεῖα καὶ γνώριμα τὰ παρα‐ δείγματα φέρειν, ὀλιγωρήσας δὲ τῆς τέχνης ἀλλοτρίοις καὶ τοῖς | |
αἰσχίστοις καὶ τοῖς πρὸς τὸν λόγον ὡς ἐναντιωτάτοις παραδεί‐ | 10 | |
11 | γμασι χρῆται. καίτοι πάντων καταγελαστότατα τοιαῦτα γράφων χαριέντως ἀμύνασθαί φησι (V 22) τῶν μαθητῶν τοὺς ἐπιτιμῶντας· οἱ δὲ χειρωθέντες τῶν αὐτῷ πλησιαζόντων, ἀκμάζοντες τῆς ῥητορικῆς τῇ δυνάμει καὶ παρὰ ταῦτ’ οὐδὲν ἔχοντες εἰπεῖν, οὕτως | |
5 | ἐπῄνεσαν τὸν λόγον, ὥστε τὸ πρωτεῖον τῶν λόγων τῷ λόγῳ τούτῳ δεδώκασι (V 23). καταμάθοις δ’ ἂν ἐν βραχεῖ τὴν Ἰσοκράτους ἱστορίαν καὶ τὴν παιδείαν ἐξ ὧν Κυρηναίους μὲν ποιεῖ, τοὺς 〈ὑπὸ πάντων Θηραίουσ〉 ἀκούοντας, ἀποίκους Λακεδαιμονίων (V 5), τὸν δὲ Ποντικὸν μαθητὴν ἀπέδειξε τῆς αὑτοῦ σοφίας διάδοχον, | |
10 | οὗ σύ, πολλοὺς τεθεαμένος σοφιστάς, βδελυρώτερον οὐχ ἑόρακας. Πυνθάνομαι δὲ καὶ Θεόπομπον παρ’ ὑμῖν μὲν εἶναι πάνυ ψυχρόν, περὶ δὲ Πλάτωνος βλασφημεῖν, καὶ ταῦθ’ ὥσπερ οὐ Πλάτωνος τὴν ἀρχὴν τῆς ἀρχῆς ἐπὶ Περδίκκου κατασκευάσαντος καὶ διὰ τέλους χαλεπῶς φέροντος, εἴ τι γίγνοιτο παρ’ ὑμῖν ἀνήμερον | |
15 | ἢ μὴ φιλάδελφον. ἵν’ οὖν Θεόπομπος παύσηται τραχὺς ὤν, κέλευσον Ἀντίπατρον παραναγνῶναι τῶν Ἑλληνικῶν πράξεων αὐτῷ καὶ γνώσεται Θεόπομπος δικαίως μὲν ὑπὸ πάντων ἐξαλειφό‐ μενος, ἀδίκως δὲ τῆς παρὰ σοῦ χορηγίας τυγχάνων. Ὁμοίως δὲ καὶ Ἰσοκράτης, ἐπειδὴ νέος μὲν ὢν εἰς τὸν | |
20 | δῆμον μετὰ Τιμοθέου καθ’ ὑμῶν ἐπιστολὰς αἰσχρὰς ἔγραφε, νυνὶ δὲ πρεσβύτης ὤν, ὥσπερ μισῶν ἢ φθονῶν τὰ πλεῖστα τῶν ὑμῖν ὑπαρχόντων ἀγαθῶν παραλέλοιπεν, ἀπέσταλκε δέ σοι λόγον, ὃν τὸ μὲν πρῶτον ἔγραφεν Ἠγησιλάῳ, μικρὰ 〈δὲ〉 διασκευάσας ὕστερον ἐπώλει τῷ Σικελίας τυράννῳ Διονυσίῳ, τὸ δὲ τρίτον τὰ | |
25 | μὲν ἀφελὼν τὰ δὲ προσθεὶς ἐμνήστευσεν Ἀλεξάνδρῳ τῷ Θετταλῷ, | |
τὸ δὲ τελευταῖον νῦν πρὸς σὲ γλίσχρως αὐτὸν ἀπηκόντισεν. | 11 | |
12 | βουλοίμην δ’ ἂν χωρῆσαι τὸ βιβλίον ἀναμνῆσαι τὰς ἐν τῷ λόγῳ πρὸς σὲ πεμφθείσας ὑπ’ αὐτοῦ προφάσεις· ἐπὶ μὲν γὰρ Ἀμφιπόλεώς φησι (V 7) κωλῦσαι τὴν γενομένην εἰρήνην γράψαι λόγον, ὑπὲρ τῆς Ἡρακλέους 〈δ’〉 ἀθανασίας ὕστερον αὐτῷ σοι φράσειν | |
5 | (V 33), ὑπὲρ ἐνίων δὲ διὰ τὴν ἡλικίαν ὁμολογῶν μαλακώτερον γράφειν συγγνώμης ἀξιοῖ τυχεῖν (V 149), μὴ θαυμάζειν δ’ εἰ καί πως ἀναγνοὺς ὁ Ποντικὸς μωλύτερον, [καὶ] φαυλότερον ποιεῖ φαίνεσθαι τὸν λόγον (V 26 sq.), τὸν Πέρσην δ’ ὡς καταστρατηγήσεις αὐτὸν εἰδέναι σέ φησι (V 105). Ἀλλὰ γὰρ τὰς λοιπὰς σκήψεις | |
10 | γράφειν ἐπιλείπει μοι τὸ βιβλίον· τοσαύτην ἡμῖν σπάνιν βιβλίων βασιλεὺς Αἴγυπτον λαβὼν πεποίηκεν. Ἔρρωσο καὶ Ἀντιπάτρου διὰ ταχέων ἐπιμεληθεὶς πρὸς | |
ἡμᾶς αὐτὸν ἀπόστειλον. | 12 |