TLG 1692 001 :: SPEUSIPPUS :: Epistulae [Sp.] SPEUSIPPUS Phil., Platonicus Epistulae [Sp.] Cf. et 1692 002 Citation: Epistle — section — (line) | ||
31.1(t) | Φιλίππῳ. | |
1 | Περδίκκας μὲν ἐνδεδεῖχθαί μοι δοκεῖ περὶ πολλοῦ ποιούμενος κατὰ τὸν Ἡσίοδον τὰ ἡμίσεα πάντων κε‐ κτῆσθαι, νομίζων τὰ μὲν χρήματα καὶ διὰ τύχην ἄν τινα πολλὰ κτήσασθαι, **** τῶν βελτίστων εἶναι. | |
---|---|---|
5 | σοὶ δὲ ὅσιόν ἐστιν ἀδελφὰ τοῖς παρ’ ἐκείνου ὑπηργμέ‐ νοις πράττειν, ὅπως ἂν δοκῇς καὶ τὸ ἦθος ἀδελφὸς εἶ‐ ναι τοῦ περὶ σοῦ διανοηθέντος τοιαῦτα. νόμιζε δὲ | |
πάντας προσέχειν σοι τὸν νοῦν καὶ σκοπεῖν ποῖός τις ἔσῃ πρὸς τὸν ἀδελφόν, καὶ τοὺς μὲν βελτίστους ἀγω‐ | 632 | |
10 | νιᾶν βουλομένους καὶ ἐξισοῦσθαί σε τῇ τοῦ ἀδελφοῦ ἐπιεικείᾳ καὶ ὑπερβάλλειν, τοὺς δὲ φαύλους φθονοῦν‐ τας ἡδέως ἄν τι ἰδεῖν περὶ ὑμᾶς γινόμενον πλημμελές. | |
31.2 | οὓς δεῖ νομίσαντα πολεμίους εἶναι μετὰ τῶν βελ‐ τίστων ἀγωνίζεσθαι ὡς αὐτὸν ὄντα ἕνα τούτων. δοκεῖ γάρ μοι οὐ μόνον ἁμιλλητέον εἶναι πρὸς τὰ τοῦ ἀδελ‐ φοῦ ἔργα, ἃ ἐκείνῳ ὑπὲρ τοῦ κοινοῦ πέπρακται, ἀλλὰ | |
5 | καὶ πρὸς τὰς εὐεργεσίας, ὅπως μὴ καταδεέστεραι αἱ παρὰ σοῦ πρὸς ἐκεῖνον γίνωνται. περὶ πλείστου δὲ δεῖ σε ποιεῖσθαι σώφρονά τε εἶναι καὶ κατήκοον τοῦ ἀδελφοῦ, ὄντος περὶ σὲ οἷόσπερ νῦν ἐστίν. ἔρρωσο. | |
32.1 | Ἐνόμιζον ἐπιτήδειον εἶναί μοι μηδὲν τῶν καλῶς ἐχόντων παραλιπεῖν καὶ διὰ τὴν Πλάτωνος ἐντολὴν καὶ διὰ τὴν ὑπάρχουσαν ἐμοὶ καὶ σοὶ φιλίαν. καὶ ᾤμην δεῖν γράψαι πρὸς σέ, πῶς διακείμενος τυγχάνω τὸ | |
5 | σωμάτιον καὶ διότι νομίζω παραγενόμενόν σε εἰς ἀκα‐ δήμειαν συνέχειν τὸν περίπατον. ταῦτα δὲ ὡς δίκαιά ἐστι καὶ καλῶς ἔχοντα πειράσομαί σοι φράζειν. Πλά‐ των, καθάπερ καὶ σὺ οἶσθα, οὐκ ἐν τῇ τυχούσῃ τιμῇ τὴν ἐν τῇ ἀκαδημείᾳ διατριβὴν ἦγε, νομίζων εἶναί τι | |
10 | καὶ πρὸς δόξαν ὀρθὴν καὶ πρὸς τὸν αὐτοῦ βίον καὶ τὴν ὕστερον παρ’ ἀνθρώποις μνείαν ἐσομένην. | |
32.2 | καὶ τούτων οὕτως ἐχόντων, διότι σε περὶ πλείονος ποιού‐ μενος ἐτύγχανε, τελευτῶν τὸν βίον ἐμαρτύρησεν· ἐπέ‐ σκηψε γὰρ πᾶσιν ἡμῖν τοῖς οἰκείοις ἄν τι πάθῃς πρὸς | |
5 | ἑαυτὸν θεῖναί σε, νομίσας οὐκ ἀπαλλαγήσεσθαί σε τὸ παράπαν τῆς ἀκαδημείας. διὸ δὴ καὶ μάλιστά μοι φαίνεταί σοι προσῆκον εἶναι καὶ ζῶντα καὶ τεθνηκότα Πλάτωνα τιμᾶν· θεῶν γὰρ δὴ καὶ γονέων καὶ εὐεργε‐ τῶν ποιητέον ἐπιμέλειαν τὸν χαρίεντα. οἰκειοτάτη δὲ | |
10 | τοῖς εἰρημένοις εὑρίσκοιτ’ ἂν οὖσα ἡ Πλάτωνος συνου‐ σία πρὸς τοὺς συνόντας· τῶν μὲν γὰρ ὡς γεννήσας, τῶν δὲ ὡς εὐεργέτης ἐπεμελεῖτο, κοινῇ δὲ πρὸς ἅπαντας θεοῦ τάξιν εἶχεν. | |
32.3 | συμβουλεύω δὲ καλὸν ἡγούμενος καὶ δίκαιον εἶναι χάριν ἀποδιδόναι σε Πλάτωνι πασῶν μεγίστην κἀκείνῳ μάλιστα ἁρμόζουσαν, ἀποδῴης δ’ ἂν εἰ παραγενόμενος τὴν ἀκαδήμειαν καδηπεριπε | |
5 | ****. σοφία γὰρ ἀληθὴς λέγοιτ’ ἂν ἐνδίκως βεβαιό‐ της καὶ πίστις. προσήκει δὲ ἡμᾶς ἐν τούτοις πολὺ τῶν ἀνθρώπων διαφέρειν, σὺ δὲ καὶ δοκεῖς μεῖον τοῦ προσήκοντος ἐπιμελὴς εἶναι. | |
33.1 | Ἔδοξέ μοι γράψαι πρὸς σὲ ἐπιστολὴν περὶ τῶν συμ‐ βεβηκότων μοι κατὰ τὸ σωμάτιον· οὐ γὰρ μετρίως ἐκλελοίπασιν αἱ δυνάμεις τῶν μερῶν ἁπάντων, ὥστε μηδὲν ἔτι ἐνεργεῖν δύνασθαι. κατὰ τύχην δέ τινα | |
5 | ἡ γλῶττα καὶ τὰ περὶ τὴν κεφαλὴν μεμένηκεν, εἰ μὴ καὶ διὰ τὸ κεχωρισμένον καὶ διὰ τὸ θειότατα εἶναι. | |
πάλαι μὲν οὖν ἐβουλόμην παρεῖναί σε, εὖ δὲ ποιήσεις καὶ νῦν παραγινόμενος· καὶ γὰρ τῶν περὶ ἐμὲ προ‐ στήσῃ κατὰ τρόπον, ὡς ἐγὼ εὖ οἶδα, καὶ τῶν ἐν τῷ | 633 | |
10 | περιπάτῳ ἐπιμελήσῃ προσηκόντως. | 634 |