TLG 1687 003 :: SOSICRATES :: Fragmenta SOSICRATES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 500–503.
Citation: Fragment — (line) | ||
t2-9 | ΚΡΗΤΙΚΑ. | |
2 | Strabo X: Μέγεθος δὲ (sc. τῆς Κρήτης) Σωσικράτης μὲν, ὅν φησιν ἀκριβοῦν Ἀπολλόδωρος τὰ περὶ τὴν νῆσον, ἀφορίζεται, μήκει μὲν πλειόνων ἢ δισ‐ χιλίων σταδίων καὶ τριακοσίων· πλάτει δὲ οὐ κατὰ τὸ | |
5 | μέγεθος· ὥσθ’ ὁ κύκλος γένοιτ’ ἂν πλέον ἢ πεντακισχί‐ λιοι στάδιοι. | |
---|---|---|
3(t) | E LIBRO PRIMO. | |
1 | Apostolius Prov. VII, 37: Ἔστι καὶ ἐν Κρήτῃ Δουλόπολις, ὡς Σωσικράτης ἐν τῇ αʹ τῶν Κρητικῶν. | |
4(t) | EX EODEM LIBRO. | |
1 | Athenaeus VI: Σωσικράτης δ’ ἐν πρώτῳ Κρητικῶν ἴδιόν τί φησι περὶ τοὺς Φαιστίους ὑπάρχειν. Δοκοῦσι γὰρ ἀσκεῖν ἐκ παιδαρίων εὐθὺς τὸ γέλοια λέ‐ γειν· διὸ καὶ συμβέβηκεν αὐτοὺς ἀποφθέγγεσθαι πολ‐ | |
5 | λάκις εὐκαίρως, διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν. Ὥστε | |
πάντας τοὺς κατὰ Κρήτην τούτοις ἀνατιθέναι τὸ γέλοιον. | 500 | |
5(t) | E LIBRO SECUNDO. | |
1 | Schol. Aristoph. Av. 521: [Λάμπων δ’ ὄμνυς’ ἔτι καὶ νυνὶ τὸν χῆν’, ὅταν ἐξαπατᾷ τι] Ὅτι Πρῶτοι οἱ Σωκρατικοὶ ἐπετήδευ‐ σαν οὕτως ὀμνύναι. Σωσικράτης γὰρ ἐν τῷ βʹ τῶν Κρη‐ | |
5 | τικῶν οὕτως φησί· «Ῥαδάμανθυς δὲ δοκεῖ διαδεξάμενος τὴν βασιλείαν δικαιότατος γεγενῆσθαι πάντων ἀνθρώ‐ πων. Λέγεται δὲ αὐτὸν πρῶτον οὐδένα ἐᾶν ὅρκους ποιεῖ‐ σθαι κατὰ τῶν θεῶν, ἀλλ’ ὀμνύναι κελεῦσαι χῆνα καὶ κύνα καὶ κριὸν καὶ τὰ ὅμοια.» | |
7 | Athenaeus XIII: Λακεδαιμόνιοι δὲ πρὸ τῶν παρατάξεων Ἔρωτι προθύονται, ὡς ἐν τῇ τῶν παραταττομένων φιλίᾳ κειμένης τῆς σωτηρίας τε καὶ νίκης. Καὶ Κρῆτες δ’ ἐν ταῖς παρατάξεσι τοὺς καλλί‐ | |
5 | στους τῶν πολιτῶν κοσμήσαντες, διὰ τούτων θύουσι τῷ Ἔρωτι, ὡς Σωσικράτης ἱστορεῖ. | |
8 | Schol. Eur. Hippol. 47: Πάσαις ταῖς ἀφ’ Ἡλίου γενομέναις ἐμήνισεν Ἀφροδίτη διὰ τὴν μηνυθεῖσαν αὐτῆς ὑφ’ Ἡλίου μοιχείαν. Τὴν οὖν Πασιφάην οὐ μό‐ νον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ Μίνωος ἐρασθῆναί φασιν, | |
5 | ὡς ἱστορεῖ Σωσικράτης. | |
9 | Fulgentius Planciad. De Vocib. antiq.: Nefren‐ des: Diophantus Lacedaemonius, qui De sacris deorum scripsit, ait, apud Athenas Marti solere sacrificari sacrum, quod Ἑκατομφόνια appellatur; | |
5 | si quis enim centum hostes interfecisset, Marti de homine sacrificabat apud insulam Lemnum; quod sacrificatum est a duobus, Aristomene Gortynensi et Theocle Elaeo, sicut Sosicrates scribit. | |
t10-23 | ΔΙΑΔΟΧΑΙ. | |
10 | Diog. L. I, 38, de Thalete: Ἐτελεύτησε δ’ ἐτῶν ἑβδομήκοντα ὀκτὼ, ἢ, ὡς Σωσικράτης φησὶν, ἐνενή‐ κοντα. Τελευτῆσαι γὰρ ἐπὶ τῆς πεντηκοστῆς ὀγδόης Ὀλυμπιάδος, γεγονότα κατὰ Κροῖσον, ᾧ καὶ τὸν Ἅλυν | |
5 | ὑποσχέσθαι ἄνευ γεφύρας περᾶσαι, τὸ ῥεῖθρον παρατρέ‐ ψαντα. | |
11 | Idem I, 49, de Solone: Τοῦ δὴ λοιποῦ προσεῖχον | |
αὐτῷ ὁ δῆμος καὶ ἡδέως καὶ τυραννεῖσθαι ἤθελον ὑπ’ αὐτοῦ· ὁ δὲ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ | 501 | |
5 | ἐφ’ ἑαυτῷ διεκώλυσεν. ᾌξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθε‐ σιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· «Ἄνδρες Ἀθηναῖοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος | |
10 | μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότερος δὲ τῶν ἐπισταμένων μὲν, διὰ δέος δὲ σιω‐ πώντων.» Καὶ ἡ βουλὴ, Πεισιστρατίδαι ὄντες, μαί‐ νεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί· Δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς, | |
15 | δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης. Τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν· Ἐκ νεφέλης φέρεται χιόνος μένος ἠδὲ χαλάζης· βροντή τ’ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς· | |
20 | ἀνδρῶν δ’ ἐκ μεγάλων πόλις ὄλλυται· ἐς δὲ μονάρχου δῆμος ἀϊδρείῃ δουλοσύνην ἔπεσεν. Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγίου καὶ εἰπὼν, «Ὦ πατρὶς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ,» ἀπέπλευσεν εἰς Αἴγυπτον | |
25 | καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν. | |
12 | Idem I, 68, de Chilone: Γέγονε δὲ ἔφορος κατὰ τὴν πεντηκοστὴν πέμπτην Ὀλυμπιάδα. Παμφίλη δέ φησι κατὰ τὴν ἕκτην· καὶ πρῶτον ἔφορον γενέσθαι ἐπὶ Εὐθυδήμου, ὥς φησι Σωσικράτης. | |
13 | Idem I, 75, de Pittaco: Τότε δ’ οὖν τὸν Πιττακὸν ἰσχυρῶς ἐτίμησαν οἱ Μυτιληναῖοι, καὶ τὴν ἀρχὴν ἐνε‐ χείρισαν αὐτῷ. Ὁ δὲ δέκα ἔτη κατασχὼν καὶ εἰς τάξιν ἀγαγὼν τὸ πολίτευμα, κατέθετο τὴν ἀρχὴν, καὶ δέκα | |
5 | ἐπεβίω ἄλλα. Καὶ χώραν αὐτῷ ἀπένειμαν οἱ Μυτιλη‐ ναῖοι· ὁ δὲ ἱερὰν ἀνῆκεν, ἥτις νῦν Πιττάκειος καλεῖται. Σωσικράτης δέ φησιν ὅτι ὀλίγον ἀποτεμόμενος ἔφη τὸ ἥμισυ τοῦ παντὸς πλεῖον εἶναι. | |
14 | Idem I, 95, de Periandro: Σωσικράτης δέ φησι πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τετταράκοντα καὶ ἑνὶ, πρὸ τῆς τεσσαρακοστῆς ἐννάτης Ὀλυμπιάδος. | |
15 | Idem I, 101, de Anacharsi: Λέγει δὲ αὐτὸν Σω‐ σικράτης ἐλθεῖν εἰς Ἀθήνας κατὰ τὴν τεσσαρακοστὴν ἑβδόμην Ὀλυμπιάδα, ἐπὶ ἄρχοντος Εὐκράτους. | |
16 | Idem I, 106, de Mysone: Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης, Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεὺς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. Λέγεται δὴ πρός τινος (τινῶν?) | |
5 | Ἀναχάρσιδος πυνθανομένου εἴ τις αὐτοῦ σοφώτερος εἴη, τὴν Πυθίαν εἰπεῖν ἅπερ προείρηται ἐν τῷ Θαλοῦ βίῳ ὑπὲρ Χείλωνος· Οἰταῖόν τινά φημι Μύσων’ ἐνὶ Χηνὶ γενέσθαι | |
σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσι. | 502 | |
10 | Πολυπραγμονήσαντα δὲ ἐλθεῖν εἰς τὴν κώμην καὶ εὑρεῖν αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα, καὶ εἰ‐ πεῖν, «Ἀλλ’, ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου». «Καὶ μάλα,» εἶπεν, «ὥστε ἐπισκευάζειν.» Ἄλλοι δὲ τὸν χρησμὸν οὕτως ἔχειν φασί «Ἠτεῖόν τινά φημι·» καὶ | |
15 | ζητοῦσι τί ἐστιν ὁ Ἠτεῖος. Παρμενίδης μὲν οὖν δῆμον εἶναι Λακωνικῆς, ὅθεν εἶναι τὸν Μύσωνα. Σωσικράτης δ’ ἐν Διαδοχαῖς, ἀπὸ μὲν πατρὸς Ἠτεῖον εἶναι, ἀπὸ δὲ μητρὸς Χηνέα. Εὐθύφρων δ’ ὁ Ἡρακλείδου τοῦ Ποντι‐ κοῦ, Κρῆτά φησιν εἶναι· Ἠτείαν γὰρ πόλιν εἶναι Κρή‐ | |
20 | της· Ἀναξίλαος δ’ Ἀρκάδα. | |
17 | Idem VIII, 8, de Pythagora: Σωσικράτης δὲ ἐν Διαδοχαῖς φησὶν αὐτὸν ἐρωτηθέντα ὑπὸ Λέοντος τοῦ Φλιασίων τυράννου, τίς εἴη; Φιλόσοφος, εἰπεῖν. | |
18 | Idem II, 84, de Aristippo: Ἔνιοι δὲ καὶ Διατρι‐ βῶν αὐτόν φασιν ἓξ γεγραφέναι· οἱ δ’ οὐδ’ ὅλως γράψαι· ὧν ἐστι καὶ Σωσικράτης ὁ Ῥόδιος. | |
19(t) | E LIBRO TERTIO. | |
1 | Idem VI, 13: Πρῶτος ἐδίπλωσε τὸν τρίβωνα, καθά φησι Διοκλῆς, καὶ μόνῳ αὐτῷ ἐχρῆτο· βάκτρον τε ἀνέλαβε καὶ πήραν· πρῶτον δὲ καὶ Νεάνθης φησὶν διπλῶσαι θοιμάτιον· Σωσικράτης | |
5 | δ’ ἐν τρίτῃ Διαδοχῶν, Διόδωρον τὸν Ἀσπένδιον καὶ πώ‐ γωνα καθεῖναι καὶ βάκτρῳ καὶ πήρᾳ χρῆσθαι. | |
20 | Athenaeus IV: Σωσικράτης δ’ ἐν τρίτῳ Φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διό‐ δωρον ἱστορεῖ, καὶ τρίβωνα ἀναλαβεῖν, κόμην τε φο‐ ρῆσαι, κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην προσ‐ | |
5 | αγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων, καὶ λουτροῖς καὶ ἀλείμμασι, κουρᾷ τε τῇ συνήθει χρωμένων. | |
21 | Diog. L. VI, 80: Σωσικρά‐ της δ’ ἐν τῷ πρώτῳ (τρίτῳ?) τῆς Διαδοχῆς, καὶ Σά‐ τυρος ἐν τῷ τετάρτῳ τῶν Βίων, οὐδὲν εἶναι Διογένους φασί. | |
22 | Athenaeus X: Καὶ Κράτης δ’ ὁ κυνικὸς, ὥς φησι Σωσικράτης ἐν ταῖς Διαδοχαῖς, ἐπερράπισε Δημήτριον τὸν Φαληρέα, σὺν τῇ πήρᾳ τῶν ἄρτων καὶ λάγυνον πέμψαντα οἴνου· Εἴθε γὰρ, ἔφη, τὰς κρήνας | |
5 | καὶ ἄρτους ἦν φέρειν. | |
23 | Diog. L. VII, 163: Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς Ἐπι‐ στολὰς φασί· τὰ δὲ ἄλλα τοῦ περιπατητικοῦ Ἀρί‐ | |
στωνος. | 503 |