TLG 1685 004 :: SOSIBIUS :: Fragmenta

SOSIBIUS Gramm., fiq Sosibius ὁ λυτικός
(Lacon: 3–2 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 625–630.

frr. 1–24

Citation: Fragment — (line)

t1-3

ΧΡΟΝΩΝ ΑΝΑΓΡΑΦΗ.

1

Censorinus De die nat. c. 21: Sosibius scripsit esse CCCXCV (sc. annos ab excidio Trojae usque ad Olympiadem primam).

2

Clem. Alex. Strom. I.: Σωσίβιος δὲ ὁ Λάκων ἐν Χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει. Βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἑξήκοντα τέσσαρα
5(l. τρία), μεθ’ ὃν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τούτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι τὴν πρώτην ὀλυμπιάδα, ὡς εἶναι ἐννενήκοντά που ἐτῶν πρὸ τῆς τῶν Ὀλυμπίων θέσεως Ὅμηρον.

3

Athenaeus XIV: Ἐγένετο δὲ ἡ θέσις τῶν Καρνείων κατὰ τὴν ἕκτην καὶ εἰκοστὴν ὀλυμπιάδα, ὡς
Σωσίβιός φησιν ἐν τῷ Περὶ χρόνων.625

t4-18

ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΑΚΕΔΑΙΜΟΝΙ ΘΥΣΙΩΝ.

4

Athenaeus XV: Καὶ γὰρ καὶ Λακεδαιμόνιοι καλάμῳ στεφανοῦνται ἐν τῇ τῶν Προμαχίων ἑορτῇ, ὥς φησι Σωσίβιος ἐν τοῖς Περὶ τῶν ἐν Λακεδαίμονι θυσιῶν, γράφων οὕτως· «Ἐν ταύτῃ συμβαίνει, τοὺς μὲν ἀπὸ
5τῆς χώρας καλάμοις στεφανοῦσθαι ἢ στλεγγίδι, τοὺς δ’ ἐκ τῆς ἀγωγῆς παῖδας ἀστεφανώτους ἀκολουθεῖν.»

5

Id. XV: Θυρεατικο. Οὕτω καλοῦνται στέφανοί τινες παρὰ Λακεδαιμονίοις, ὥς φησι Σωσίβιος ἐν τοῖς Περὶ θυσιῶν, ψιλίνους αὐτοὺς φάσκων νῦν ὀνο‐ μάζεσθαι, ὄντας ἐκ φοινίκων. Φέρειν δ’ αὐτοὺς ὑπό‐
5μνημα τῆς ἐν Θυρέᾳ γενομένης νίκης τοὺς προστάτας τῶν ἀγομένων χορῶν ἐν τῇ ἑορτῇ ταύτῃ, ὅτε καὶ τὰς Γυμνοπαιδιὰς ἐπιτελοῦσι. Χοροὶ δ’ εἰσὶ τὸ μὲν εὐπροσ‐ ώπων παίδων, τὸ δ’ ἐξ ἀρίστων ἀνδρῶν, γυμνῶν ὀρχουμένων καὶ ᾀδόντων
10Θαλήτου καὶ Ἀλκμᾶνος ᾄσματα καὶ τοὺς Διονυσοδότου
τοῦ Λάκωνος παιᾶνας.626

6

Schol. Pind. Ol VI, 46: Ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι, ὡς Σωσίβιος.

7

Id. ibid. Ol. VII, 66: Σωσίβιος Ἑρμῆν φησι (sc. πλῆξαι τοῦ Διὸς τὴν κεφαλὴν, ὅτε τὴν Ἀθηνᾶν ἐγέννα).

8

Id. Pyth. II, 127: Σωσίβιος δὲ (φησὶ) τὰ ὑπορ‐ χήματα μέλη πάντα Κρητικὰ λέγεσθαι.

9

Suidas: Σωσίβιος, Λάκων, γραμματικὸς τῶν ἐπι‐ λυτικῶν καλουμένων. * Ἐν τούτοις δ’ ἱστορεῖ καὶ τοῦτο, ὅτι εἶδός τι κωμῳδίας ἐστὶ καλούμενον δικηλιστῶν καὶ [ἤτοι?] μιμηλῶν. Περὶ τῶν [μιμηλῶν] ἐν Λακω‐
5νικῇ ἱστορουμένων παλαιῶν, καὶ ἄλλα.

10

Athenaeus XIV: Παρὰ δὲ Λακεδαιμονίοις κωμικῆς παιδιᾶς ἦν τις τρόπος παλαιὸς, ὥς φησι Σω‐ σίβιος, οὐκ ἄγαν σπουδαῖος, ἅτε δὴ κἀν τούτοις τὸ λιτὸν τῆς Σπάρτης μεταδιωκούσης. Ἐμιμεῖτο γάρ τις ἐν εὐ‐
5τελεῖ τῇ λέξει κλέπτοντάς τινας ὀπώραν, ἢ ξενικὸν ἰα‐ τρὸν τοιαυτὶ λέγοντα, ὡς Ἄλεξις ἐν Μανδραγοριζομένῃ διὰ τούτων παρίστησιν·
Ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ, τρυβλίον τούτῳ δότε
10πτισάνης ἕωθεν, καταφρονοῦμεν εὐθέως· ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν. Καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν· ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν· ὡς οὐ τὸ σεῦτλον ταυτὸν ὂν τῷ τευτλίῳ.
15Ἐκαλοῦντο δ’ οἱ μετιόντες τὴν τοιαύτην παιδιὰν παρὰ τοῖς Λάκωσι δικηλισταὶ, ὡς ἄν τις σκευοποιοὺς εἴπῃ καὶ μιμητάς. Τοῦ δὲ εἴδους τῶν δικηλιστῶν πολλαὶ κατὰ τόπους εἰσὶ προσηγορίαι. Σικυώνιοι μὲν γὰρ φαλλοφό‐ ρους αὐτοὺς καλοῦσιν, ἄλλοι δ’ αὐτοκαβδάλους· οἱ δὲ
20φλύακας, ὡς Ἰταλοί· σοφιστὰς δὲ οἱ πολλοί· Θηβαῖοι δὲ, τὰ πολλὰ ἰδίως ὀνομάζειν εἰωθότες, ἐθελοντάς.

11

Zenob. I, 54: Ἄκουε τοῦ τὰ τέσσαρα ὦτα ἔχοντος: ... Ἄλλοι δὲ τὴν παροιμίαν παραγγέλλειν τῶν ἀληθευόντων ἀκούειν· οὐδεὶς γὰρ ἀψευδέστερος τοῦ Ἀπόλλωνος, ὃν τετράχειρα καὶ τετράωτον ἱδρύσαντο
5Λακεδαιμόνιοι, ὥς φησι Σωσίβιος, ὅτι τοιοῦτος ὤφθη
τοῖς περὶ Ἀμύκλαν μαχομένοις.627

12

Plutarch. Lycurg. c. 25, 4: Οὐδὲ γὰρ αὐτὸς ἦν ἀκράτως αὐστηρὸς ὁ Λυκοῦργος· ἀλλὰ καὶ τὸ τοῦ Γέλω‐ τος ἀγαλμάτιον ἐκεῖνον ἱδρύσασθαι Σωσίβιος ἱστορεῖ, τὴν παιδιὰν ὥσπερ ἥδυσμα τοῦ πόνου καὶ τῆς διαίτης
5ἐμβαλόντα κατὰ καιρὸν εἰς τὰ συμπόσια καὶ τὰς τοιαύ‐ τας διατριβάς.

13

Athenaeus III: Σωσίβιος δ’ ὁ Λάκων ἀπο‐ δεικνὺς εὕρημα Διονύσου τὴν συκῆν, διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους συκίτην Διόνυσον τιμᾶν.

14

Clemens Alex. Protr. c. 2.: Ἔστι καὶ Ποδάγρας Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερὸν, ὥς φησι Σωσίβιος.

15a

Idem ibid.: Σωσίβιος δὲ καὶ τὸν Ἡρα‐ κλέα πρὸς τῶν Ἱπποκοωντίδων κατὰ τῆς χειρὸς οὐτα‐ σθῆναι λέγει.

15b

Arnobius Adv. Gent. IV, 12: Non ab Hippocoontis liberis ipsum Sosibius Herculem cru‐ ciatum tulisse pronuntiat?

16

Schol. Eur. Orest. 1632: Ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλατταν ἐπήκοός ἐστι, κατὰ Εὐριπίδην σεσημείωται· ὁ μέντοι Σωσίβιος ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ
5κ. τ. λ.

17

Diogenes L. I, 115: Καὶ τὸ σῶμα αὐτοῦ φυλάσσουσι Λακεδαιμόνιοι παρ’ ἑαυτοῖς κατά τι λόγιον, ὥς φησι Σωσίβιος ὁ Λάκων.

18

Hesychius: Ἠλακάτια, ἀγὼν ἐν Λακεδαιμονίᾳ, ἐπὶ Ἠλακάτῳ, ὃς ἦν ἐρώμενος Ἡρακλέους, ὥς φησι Σω‐ σίβιος.

t19-21c

ΠΕΡΙ ΑΛΚΜΑΝΟΣ.

t19a-b

E LIBRO TERTIO.

19a

Athenaeus III: Σωσίβιος δ’ ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τι‐ νας τῷ σχήματι μαστοειδεῖς.

19b

Idem XIV: Κριβάνας· πλακοῦντάς τινας ὀνομαστικῶς Ἀπολλόδωρος παρ’ Ἀλκμᾶνι. Ὁμοίως καὶ Σωσίβιος ἐν τρίτῳ Περὶ Ἀλκμᾶνος, τῷ σχήματι μα‐ στοειδεῖς εἶναι φάσκων αὐτοὺς, χρῆσθαι δ’ αὐτοῖς Λάκω‐
5νας πρὸς τὰς τῶν γυναικῶν ἑστιάσεις· περιφέρειν τε αὐ‐ τοὺς, ὅταν μέλλωσιν ᾄδειν τὸ παρεσκευασμένον ἐγκώμιον τῆς παρθένου αἱ ἐν τῷ χορῷ ἀκόλουθοι.

t20-21c

E LIBRIS INCERTIS.

20

Idem XIV: Πόλτου δὲ μνημονεύει Ἀλ‐ κμὰν οὕτως· Ἤδη παρέξει τι πυάνιόν τε πόλτον χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν.
5Ἔστι δὲ τὸ πυάνιον, ὥς φησι Σωσίβιος, πανσπερμία ἐν γλυκεῖ ἡψημένη· χίδρον δὲ οἱ ἑφθοὶ πυροί. Κηρίναν δὲ ὀπώραν λέγει τὸ μέλι.628

21a

Idem III: Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ «Μεῖον ἢ κοδύμαλον.» Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. Ὅτι δὲ διαφέ‐ ρει τὸ κυδώνιον μῆλον τοῦ στρουθίου, σαφῶς εἴρηκεν
5ὁ Θεόφραστος ἐν τῷ δευτέρῳ τῆς Ἱστορίας.

21b

Hesychius: Περφίλα· Σωσίβιος· κύριον ὄνομα. Idem: Σάνδυξ, δένδρον θαμνῶδες, οὗ τὸ ἄνθος χροιὰν κόκκῳ ἐμφερῆ ἔχει.

21c

Schol. Theocrit. V, 92: Σωσίβιος δὲ τὰς ἀνεμώνας παρὰ Λάκωσι φαινίδας καλεῖσθαί φησι.

t22

ΠΕΡΙ ΟΜΗΡΟΥ.

22

Athenaeus XI: Σωσίβιος δὲ ὁ λυτικὸς, προθεὶς τὰ ἔπη (Ἰλ. λʹ, 631)· Ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐὸν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν,
5γράφει κατὰ λέξιν· «Νῦν τὸ μὲν ἐπιτιμώμενόν ἐστι τῷ ποιητῇ, ὅτι τοὺς μὲν λοιποὺς ἔστι (ἔφη?) μογέοντας ἀείρειν τὸ δέπας, τὸν δὲ Νέστορα μόνον ἀμογητί. Ἄλογον δ’ ἐδόκει, Διομήδους καὶ Αἴαντος, ἔτι δ’ Ἀχιλλέως πα‐ ρόντων, εἰσάγεσθαι τὸν Νέστορα γενναιότερον, τῇ ἡλικίᾳ
10προβεβηκότα. Τούτων τοίνυν οὕτως κατηγορουμένων, τῇ ἀναστροφῇ χρησάμενοι, ἀπολύομεν τὸν ποιητήν. Ἀπὸ γὰρ τούτου τοῦ ἑξαμέτρου· Πλεῖον ἐὸν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν, ἀπὸ τοῦ μέσου ἐξελόντες τὸ γέρων, τάξομεν τοῦ πρώ‐
15του στίχου πρὸς τὴν ἀρχὴν ὑπὸ τὸ Ἄλλος μέν, εἶτα τὸ ἐξ ἀρχῆς συνεροῦμεν· Ἄλλος μὲν γέρων μογέων ἀπο‐ κινήσασκε τραπέζης πλεῖον ἐὸν, ὁ δὲ Νέστωρ ἀπονητὶ ἄειρεν. Νῦν οὖν, οὕτω τεταγμένων, ὁ Νέστωρ φαίνεται τῶν μὲν λοιπῶν πρεσβυτῶν μόνος τὸ δέπας ἀμογητὶ
20ἀείρων.» Ταῦτα καὶ ὁ θαυμάσιος λυτικὸς Σωσίβιος, ὃν οὐκ ἀχαρίτως διέπαιξε διὰ τὰς πολυθρυλήτους ταύτας καὶ τὰς τοιαύτας λύσεις Πτολεμαῖος ὁ Φιλάδελφος βα‐ σιλεύς. Λαμβάνοντος γὰρ αὐτοῦ σύνταξιν βασιλικὴν, μεταπεμψάμενος τοὺς ταμίας, ἐκέλευσεν, ἐὰν παραγέ‐
25νηται ὁ Σωσίβιος ἐπὶ τὴν ἀπαίτησιν τῆς συντάξεως, λέγειν αὐτῷ, ὅτι ἀπείληφε. Καὶ μετ’ οὐ πολὺ παραγε‐ νομένῳ καὶ αἰτοῦντι, εἰπόντες δεδωκέναι αὐτῷ, τὰς ἡσυ‐ χίας εἶχον, ὁ δὲ τῷ βασιλεῖ προσελθὼν κατεμέμφετο τοὺς ταμίας. Πτολεμαῖος δὲ μεταπεμψάμενος αὐτοὺς,
30καὶ ἥκειν κελεύσας μετὰ τῶν βιβλίων, ἐν οἷς αἱ ἀνα‐ γραφαί εἰσι τῶν τὰς συντάξεις λαμβανόντων, λαβὼν ταύτας εἰς χεῖρας ὁ βασιλεὺς, καὶ κατιδὼν, ἔφη καὶ αὐ‐ τὸς εἰληφέναι αὐτὸν οὕτως. Ἦν ὀνόματα ἐγγεγραμμένα ταῦτα, Σωτῆρος, Σωσιγένους, Βίωνος, Ἀπόλλωνος,
35Δίωνος· εἰς ἃ ἀποβλέψας ὁ βασιλεὺς εἶπεν, «ὦ θαυμάσιε
λυτικὲ, ἐὰν ἀφέλῃς τοῦ Σωτῆρος τὸ σω, καὶ τοῦ Σω‐ σιγένους τὸ σι, καὶ τοῦ Βίωνος τὴν πρώτην συλλαβὴν βι, καὶ τὴν τελευταίαν τοῦ Ἀπόλλωνος, εὑρήσεις σαυτὸν ἀπειληφότα κατὰ τὰς σὰς ἐπινοία. Καὶ ταῦτα οὐχ ὑφ’629
40ἄλλων, ἀλλὰ τοῖς σαυτοῦ πτεροῖς, κατὰ τὸν θαυμά‐ σιον Αἰσχύλον, ἁλίσκῃ, ἀπροσδιονύσους λύσεις πρα‐ γματευόμενος.»

t23

ΟΜΟΙΟΤΗΤΕΣ.

23

Athenaeus XV: Πολέμων δ’ ἐν τοῖς πρὸς Ἀδαῖον παρὰ Ἠλείοις φησὶ μύρον τι πλαγγόνιον κα‐ λεῖσθαι, εὑρεθὲν ὑπό τινος Πλάγγονος. Ὁμοίως ἱστορεῖ καὶ Σωσίβιος ἐν Ὁμοιότησι, ὡς καὶ τὸ Μεγάλλιον· ὠνο‐
5μάσθη γὰρ καὶ τοῦτο ἀπὸ Μεγάλλου τοῦ Σικελιώτου.

t24

(ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ ΠΡΟΣ ΚΑΣΣΑΝΔΡΟΝ.)

24

Athenaeus IV: Θεόφραστος δ’ ἐν τῷ πρὸς Κάσσανδρον Περὶ βασιλείας (εἰ γνήσιον τὸ σύγγραμμα· πολλοὶ γὰρ αὐτό φασιν εἶναι Σωσιβίου, εἰς ὃν Καλλί‐ μαχος ὁ ποιητὴς ἐπινίκιον ἐλεγειακὸν ἐποίησε), τοὺς
5Περσῶν φησι βασιλεῖς ὑπὸ τρυφῆς προκηρύττειν τοῖς
ἐφευρίσκουσί τινα καινὴν ἡδονὴη ἀργυρίου πλῆθος.630