TLG 1682 001 :: SOPATER :: Fragmenta

SOPATER Comic.
(Paphius: 4–3 B.C.)

Fragmenta

Source: Kaibel, G. (ed.), Comicorum Graecorum fragmenta, vol. 1.1 [Poetarum Graecorum fragmenta, vol. 6.1] Berlin: Weidmann, 1899: 192–197.

frr. 1–21, 23–25

Citation: Fragment — (line)

1-5 tit

ΒΑΚΧΙΣ. ΒΑΚΧΙΔΟΣ ΜΝΗΣΤΗΡΕΣ. ΒΑΚΧΙΔΟΣ ΓΑΜΟΣ

1

οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.

2

καὶ τὸ μόναυλον μέλος ἤχησε.

3

Ἐρέτριαν ὡρμήθημεν εἰς λευκάλφιτον.

4

πλακουντοποιὸν ὠνομασμένην Σάμον.192

5

εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.

6 tit

*ΓΑΛΑΤΑΙ

6

παρ’ οἷς ἔθος ἐστίν, ἡνίκ’ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους· 〈τοὺσ〉 Γαλάτας μιμούμενος κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι
5διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων. καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ’ ἀκηκοὼς ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ’ αἱρουμένους τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων, πρῶτον καπνίζων· εἶτ’ ἐὰν ὀπτωμένων
10ἴδω τιν’ ὑμῶν συσπάσαντα τὸ σκέλος, Ζηνωνικῶι πραθήσεθ’ οὗτος κυρίωι ἐπ’ ἐξαγωγῆι, τὴν φρόνησιν ἀγνοῶν.

7 tit

ΕΥΒΟΥΛΟΘΕΟΜΒΡΟΤΟΣ

7

ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέγας ἀκοὰς μελωιδὸς ἦχος εἰς ἐμὰς ἔβη.

8 tit

ΙΠΠΟΛΥΤΟΣ193

8

ἀλλ’ οἷα μήτρα καλλιπάρηιος ἐκβολὰς δίεφθα λευκανθεῖσα τυροῦται δέμας.

9 tit

ΚΝΙΔΙΑ

9

Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος.

10-13 tit

ΜΥΣΤΑΚΟΥ ΘΗΤΕΙΟΝ

10

νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής, ὧι λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς ἔμπνουν ἀνίει μοῦσαν· ἐγρέτου δέ τις τὸν ἡδονῆς μελωιδὸν εὐάζων χορόν.

11

πηκτὶς δὲ Μούσηι γαυριῶσα βαρβάρωι δίχορδος εἰς σὴν χεῖρα πῶς κατεστάθη;

12

ἐδέξατ’ ἀντακαῖον, ὃν τρέφει μέγας Ἴστρος Σκύθαισιν ἡμίνηρον ἡδονήν.

13

Μενδήσιός θ’ ὡραῖος ἀκρόπαστος εὖ,
ξανθαῖσιν ὀπτὸς κέφαλος ἀκτῖσιν πυρός.194

14 tit

ΝΕΚΥΙΑ

14

Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῆι φακῆι μύρον, πάρεστι· θάρσει, θυμέ.

15 tit

ΟΡΕΣΤΗΣ

15

σαπρὸν σίλουρον ἀργυροῦς πίναξ ἔχων.

16-17 tit

ΠΥΛΑΙ

16

οὔτε τοῦ Σιδωνίου νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται τύπος.

17

τίς δ’ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς
ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν;195

18 tit

ΣΙΛΦΑΙ

18

μήτρας ὑείας ἑφθὸν ὡς φάγηις τόμον, δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν ..

19-20 tit

ΦΑΚΗ

19

ἀλλ’ ἀμφὶ δείπνοις ὀξίδ’ ἀργυρᾶν ἔχει δρακοντομίμοις ὀργάνων τορεύμασιν· οἵαν ποτ’ ἔσχε καὶ Θίβρων ὁ Ταντάλου, μαλακὸν ταλάντοις ἐκταλαντωθεὶς ἀνήρ.

20

κρεανομοῦμαι, καὶ τὸν ἐκ Τυρρηνίας οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.

21 tit

ΦΥΣΙΟΛΟΓΟΣ

21

μήτρας ὑείας εὖ καθεψηθεὶς τόμος,
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.196

22-25 tit

E FABVLIS INCERTIS

23

δισσαῖς γὰρ ἐν μέσαισιν ἰχθύων φοραῖς ἧσται, τὸν Αἴτνης ἐς μέσον λεύσσων σκοπόν.

24

βαυκαλὶς 〈δ’〉 ἡ τετράκυκλος.

25

νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς
κραιπαλοβόσκου δίψης κατόχοις.197