TLG 1676 002 :: SIMYLUS :: Fragmenta SIMYLUS Iamb., fiq Simylus Eleg. Fragmenta
Citation: Fragment — (line) | ||
726-7(+728?)(t) | Simyli iambi | |
726(t) | de quinque sensibus | |
1 | πέντ’ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει· {ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν μία} τούτων ἁπασῶν {ἐστι} κυριωτάτη 〈μία〉, ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός | |
---|---|---|
5 | οὐδ’ ἁψ〈άμενος οὐδ’ ὀσφρ〉όμενος οὐδ’ εἰσιδὼν τὸ λυσιτελὲς 〈 〉 ἐκ τοῦ δ’ ἀκούειν μανθάνειν τε τἀγαθὰ πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον | |
10 | 〈 〉 ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον. | |
727(t) | de arte, natura, opportunitate | |
1 | οὔτε φύσις ἱκανὴ γίγνεται τέχνης ἄτερ πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί, οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη. τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων | |
5 | εἰς ταὐτόν, ἔτι δεῖ προσλαβεῖν χορηγίαν, | |
ἔρωτα, μελέτην, καιρόν, εὐφυῆ χορόν, κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι. ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ, οὐκ ἔρχετ’ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου. | 350 | |
10 | φύσις θέλησις ἐπιμέλει’ εὐταξία σοφοὺς τίθησι κἀγαθούς· ἐτῶν δέ τοι ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ. | |
728(t) | de poetis | |
1 | κοινῶς ποιητὰς 〈πάντασ〉 ἔθος ἐστὶν καλεῖν καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς· | |
ἔδει δὲ κρίνειν. | 351 |