TLG 1676 001 :: SIMYLUS :: Fragmenta SIMYLUS Iamb., fiq Simylus Eleg. Fragmenta Dup. 1676 002 Citation: Page — (line) | ||
xiii(18) | Οὔτε φύσις ἱκανὴ γίνεται τέχνης ἄτερ πρὸς οὐδὲν ἐπιτήδευμα παράπαν οὐδενί, | |
20 | οὔτε πάλι τέχνη μὴ φύσιν κεκτημένη. τούτων ὁμοίως τοῖν δυοῖν συνηγμένων εἰς ταὐτὸν ἔτι δεῖ προσλαβεῖν χορηγίαν, ἔρωτα, μελέτην, καιρὸν εὐφυῆ, χρόνον, κριτὴν τὸ ῥηθὲν δυνάμενον συναρπάσαι. | |
---|---|---|
25 | ἐν ᾧ γὰρ ἂν τούτων τις ἀπολειφθεὶς τύχῃ, οὐκ ἔρχετ’ ἐπὶ τὸ τέρμα τοῦ προκειμένου. φύσις θέλησις ἐπιμέλει’ εὐταξία σοφοὺς τίθησι κἀγαθούς, ἐτῶν δέ τοι | |
ἀριθμὸς οὐδὲν ἄλλο πλὴν γῆρας ποιεῖ. | ||
xiv(8) | Πέντ’ εἰσὶν ἃς ἄνθρωπος αἰσθήσεις ἔχει, ἁφὴν ὅρασιν ἀκοὴν γεῦσιν ὄσφρησιν· μία | |
10 | τούτων ἁπασῶν ἐστι κυριωτάτη ἀκοή· φαγὼν γὰρ οὐδὲ εἷς ἐστιν σοφός, οὐδ’ ἁψάμενος οὐδ’ εἰσιδὼν τὸ λυσιτελές· ἐκ τοῦ δ’ ἀκούειν μανθάνειν τε τἀγαθά πολλοὶ φρόνιμοι γεγόνασι· ταύτην γὰρ μίαν | |
15 | ὁ νοῦς ἑαυτῷ κατέλιπεν διδάσκαλον, | |
ὥσπερ δικαστὴν ἢ κριτὴν ἢ κύριον. | ||
xv | Κοινῶς ποιητὰς πάντας ἔθος ἐστὶν καλεῖν καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς· ἔδει δὲ κρίνειν. | |
16 | Ἡ δ’ ἀγχοῦ Ταρπηία παραὶ Καπετώλιον αἶπος ναίουσα Ῥώμης ἔπλετο τειχολέτις, Κελτῶν ἣ στέρξασα γαμήλια λέκτρα γενέσθαι σκηπτούχῳ, πατέρων οὐκ ἐφύλαξε δόμους. | |
21 | τὴν δ’ οὐτἂρ Βόϊοί τε καὶ ἔθνεα μυρία Κελτῶν κειράμενοι ῥείθρων ἐκτὸς ἔθεντο Πάδου, ὅπλα δ’ ἐπιπροβαλόντες ἀρειμανέων ἀπὸ χειρῶν | |
κούρῃ ἐπὶ στυγερῇ κόσμον ἔθεντο φόνου. |