TLG 1667 006 :: 〈SEPTEM SAPIENTES〉 :: Apophthegmata (ap. auctores diversos)

〈SEPTEM SAPIENTES〉 Phil.
(7–6 B.C.)

Cf. et BIAS 〈Phil.〉 (1223)
Cf. et CLEOBULUS Lyr. et Epigr. (1274)
Cf. et PERIANDER 〈Phil.〉 (0629)
Cf. et PITTACUS 〈Lyr.〉 (0631)
Cf. et SOLON Nomographus et Poeta (0263)
Cf. et THALES Phil. (1705)

Apophthegmata (ap. auctores diversos)

Source: Mullach, F.W.A. (ed.), Fragmenta philosophorum Graecorum, vol. 1. Paris: Didot, 1860 (repr. Aalen: Scientia, 1968): 219–235.

  • Septem sapientum apophthegmata: Divisiones 1–7, pp. 219–231
  • Eorundem vii sapientum de re familiari effata: Divisio 8, p. 231
  • Eorundem dicta de republica: Divisio 9, pp. 231–232
  • Anacharsis Gnuri filii apophthegmata: Divisio 10, pp. 232–234
  • Mysonis apophthegmata: Divisio 11, p. 234
  • Incerti epigramma in vii sapientes: Divisio 12, p. 235
  • Antipatri in eosdem epigramma: Divisio 13, p. 235

Citation: Division — apophthegm — (line)

t

1

ΑΛΛΑ ΤΩΝ ΑΥΤΩΝ ΑΠΟΦΘΕΓΜΑΤΑ ΕΚ ΔΙΑΦΟΡΩΝ ΣΥΓΓΡΑΦΕΩΝ ΣΥΝΕΙΛΕΓΜΕΝΑ.

1

t

ΚΛΕΟΒΟΥΛΟΥ.

1

.

1

Ἀμούσι’ ἐν βροτοῖσι τὸ πλέον μέρος λόγων τε πλῆθος· ἂν δ’ ὁ καιρὸς ἀρκέσῃ, φρόνει τι κεδνόν· μὴ μάταιος ἡ χάρις γινέσθω.

1

.

2

Ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθέ‐ νους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύειν καὶ τὰς παρθένους.

1

.

3

Ἔλεγε δὲ τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως ᾖ μᾶλ‐ λον φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν· φυλάσσε‐ σθαι γὰρ τῶν μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν.

1

.

4

Ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον, τί μέλλει πράσσειν· καὶ ὅταν εἰσέλθῃ, πάλιν, τί ἔπραξε.

1

.

5

Τὰς τῆς τύχης μεταβολὰς γενναίως πειρῶ φέρειν, καὶ μήτε εὐτυχῶν ὑπερήφανος ἔσο, μήτε ἀπορῶν ταπεινός· ἀλλὰ γίνου μέτριος ἐφ’ ἑκατέρας τῆς τύχης.

1

.

6

Τοῖς σοφοῖς τὸ μέτριον ὁ νόμος δέδωκε.

1

.

7

Φεῦγε μὲν τὸν φθόνον τῶν πολλῶν, φυλάσσου δὲ τὰς ἐπιβουλὰς τῶν μισούντων.

1

.

8

Δοκεῖ μάλιστ’ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ μηδενὶ πιστεύοι τῶν συνόντων.

1

.

9

Ὥσπερ οὐκ ἂν ἐβούλου ἐν νηὶ μακρᾷ καὶ πολυ‐ χρύσῳ πλέων βαπτίζεσθαι, οὕτω μηδὲ ἐν οἰκίᾳ αἱροῦ ὑπερμεγέθει καὶ πολυτελεῖ καθήμενος χει‐ μάζεσθαι.

1

.

10

Εἷς ὁ πατήρ, παῖδες δὲ δυώδεκα· τῶν δέ θ’ ἑκάστῳ κοῦραι ἑξήκοντα, διάνδιχα εἶδος ἔχουσαι. Αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ’ αὖτε μέλαιναι· ἀθάναται δέ τ’ ἐοῦσαι ἀποφθινύθουσιν ἅπασαι.

2

t

ΣΟΛΩΝΟΣ.

2

.

1

Τέλος ὁρᾷν μακροῦ βίου.

2

.

2

Οὖρος τοῦ ἀνθρωπίνου βίου ἔτεα ἑβδομήκοντα.

2

.

3

Πᾶν ἐστι ἄνθρωπος συμφορή.

2

.

4

Οὐ γάρ τοι ὁ μέγα πλούσιος μάλλον τοῦ ἐπ’ ἡμέ‐ ρην ἔχοντος ὀλβιώτερός ἐστι, εἰ μή οἱ τύχη ἐπί‐ σποιτο πάντα καλὰ ἔχοντα τελευτῆσαι εὖ τὸν βίον.219

2

.

5

Σκοπέειν χρὴ παντὸς χρήματος τὴν τελευτήν, κῇ ἀποβήσεται.

2

.

6

Πολλοῖσι καὶ δὴ ὑποδέξας ὄλβον ὁ θεὸς προῤῥίζους ἀνέτρεψε.

2

.

7

Ὁ μὲν λόγος εἴδωλον τῶν ἔργων, βασιλεὺς δὲ ἰσχυρότατος τῇ δυνάμει.

2

.

8

Τὸ ἴσον πόλεμον οὐ ποιεῖ.

2

.

9

Ὁ μὲν κόρος ὑπὸ τοῦ πλούτου γεννᾶται, ὕβρις δὲ ὑπὸ τοῦ κόρου.

2

.

10

Ἐκείνη ἡ πόλις ἄριστα οἰκεῖται, ἐν ᾗ τοὺς ἀγα‐ θοὺς ἄνδρας συμβαίνει τιμᾶσθαι, καὶ τὸ ἐναντίον, ἐν ᾗ τοὺς κακοὺς ἀμύνεσθαι.

2

.

11

Καλὸν μέν ἐστιν ἡ τυραννὶς χωρίον, οὐκ ἔχει δὲ ἀπόβασιν.

2

.

12

Ἔργμασιν ἐν μεγάλοις πᾶσιν ἁδεῖν χαλεπόν.

2

.

13

Οἱ νόμοι τοῖς ἀραχνίοις ὅμοιοι· καὶ γὰρ ἐκεῖνα, ἐὰν μὲν ἐμπέσῃ τι κοῦφον καὶ ἀσθενές, στέγει, ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεται.

2

.

14

Τὸ θεῖον καὶ οἱ νομοθέται οὐ καθ’ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις· οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες, ὅπως ἂν γνώμης ἔχωσιν· οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι εὖ μὲν ἀγόντων εἰσὶν ὠφέλιμοι, κακῶς δὲ
5ἀγόντων οὐδὲν ὠφελοῦσιν.

2

.

15

Οἱ παρὰ τοῖς τυράννοις δυνάμενοι παραπλήσιοί εἰσι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν· καὶ γὰρ ἐκείνων ἑκάστη ποτὲ μὲν πλείω σημαίνει, ποτὲ δὲ ἥττω· καὶ τούτων οἱ τύραννοι ποτὲ μὲν ἕκαστον
5μέγαν ἄγουσι καὶ λαμπρόν, ποτὲ δὲ ἄτιμον.

2

.

16

Πεφυλαγμένος ἄνδρα ἕκαστον ὅρα, μὴ κρυπτὸν ἔγχος ἔχων κραδίῃ, φαιδρῷ προσεννέπῃ προσώπῳ, γλῶσσα δέ οἱ διχόμυθος ἐκ μελαίνης φρενὸς γεγώνῃ.

2

.

17

Γηράσκω δ’ αἰεὶ πολλὰ διδασκόμενος.

2

.

18

Τοσούτῳ διαφέρει ἡ φρόνησις τῶν ἀρετῶν, ὅσῳ ὅρασις τῶν ἄλλων αἰσθήσεων.

2

.

19

Ὁ πολλοῖς φοβερὸς ὢν πολλοὺς φοβείσθω.

2

.

20

Ὅσον ἐν πολέμῳ δύναται σίδηρος, τοσοῦτον ἐν πολιτείᾳ λόγος εὖ ἔχων ἰσχύει.

2

.

21

Τὸ γῆρας ὅρμος ἐστὶ τῶν κακῶν, εἰς αὐτὸ γοῦν
πάντα καταφεύγει.220

2

.

22

Ἐκ χρυσοῦ ποτηρίου πίνειν φάρμακον καὶ παρὰ φίλου εὐγνώμονος συμβουλίαν λαμβάνειν ταυτόν ἐστιν.

2

.

23

Ὁ κατὰ θεὸν φίλος ῥέει μέλι καὶ γάλα τοῖς ἀλη‐ θέσι λόγοις.

2

.

24

Εἰς ἀρχὴν κατασταθεὶς μηδενὶ χρῶ πονηρῷ πρὸς τὰς διοικήσεις· ὧν γὰρ ἂν ἐκεῖνος ἁμάρτῃ, σοὶ τὰς αἰτίας τῷ ἄρχοντι ἐπιθήσουσι.

2

.

25

Γαμβροῦ ὁ μὲν ἐπιτυχὼν εὗρεν υἱόν, ὁ δὲ ἀποτυ‐ χὼν ἀπώλεσε καὶ θυγατέρα.

2

.

26

Υἱῷ καὶ θυγατρὶ μὴ προσμειδιάσεις, ἵνα μὴ ὕστε‐ ρον δακρύσῃς.

2

.

27

Σπάνιον εἴσαγε τὸν πόδα πρὸς τὸν φίλον, ἵνα μὴ σοῦ πλησθεὶς μισήσῃ σε.

2

.

28

Μηδέποτε ὀρεχθῇς κτήσασθαι φίλον τὸν μήτε ψυ‐ χὴν μήτε σῶμα εὖ ποιῆσαι δυνάμενον.

2

.

29

Ἐρωτηθεὶς ὑπὸ τοῦ Κροίσου, τίς σοι δοκεῖ εὐδαί‐ μων; Τέλλος, ἔφη, Ἀθηναῖος καὶ Κλέοβις καὶ Βί‐ των, καὶ τὰ θρυλλούμενα.

2

.

30

Φασὶ δέ τινες, ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐ‐ τόν, εἴ τι θέαμα κάλλιον τεθέαται· ὁ δέ, ἀλε‐ κτρυόνας, εἶπε, φασιανοὺς καὶ ταώς· φυσικῷ γὰρ
5ἄνθει κεκόσμηνται καὶ μυρίῳ καλλίονι.

2

.

31

Ἐρωτηθείς, διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε, διὰ τὸ ἀπελπίσαι, ἔφη.

2

.

32

(Ἐρωτηθεὶς) πῶς ἂν ἥκιστα ἀδικοῖεν οἱ ἄνθρωποι, εἰ ὁμοίως, ἔφη, ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι.

2

.

33

Δακρύων τὸν παῖδα τελευτήσαντα, πρὸς τὸν εἰ‐ πόντα· ἀλλ’ οὐδὲν ἀνύτεις, εἶπε, δι’ αὐτὸ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω.

2

.

34

Ἐρωτηθεὶς πῶς ἂν ἄριστα αἱ πόλεις οἰκοῖντο, εἶ‐ πεν, ἐὰν μὲν οἱ πολῖται τοῖς ἄρχουσι πείθωνται, οἱ δὲ ἄρχοντες τοῖς νόμοις.

2

.

35

Ἐρωτηθεὶς ὑπὸ Περιάνδρου παρὰ πότον, ἐπεὶ σιωπῶν ἐτύγχανε, πότερα διὰ λόγων σπάνιν ἢ διὰ μωρίαν σιωπᾷ, «ἀλλ’ οὐδεὶς ἂν» εἶπε «μωρὸς ἐν
συμποσίῳ σιωπᾶν δύναιτο.»221

2

.

36

Παρὰ πότον τοῦ ἀδελφιδοῦ αὐτοῦ μέλος τι Σαπ‐ φοῦς ᾄσαντος, ἥσθη τῷ μέλει καὶ προσέταξε τῷ μειρακίῳ διδάξαι αὐτόν· ἐρωτήσαντος δέ τινος, διὰ ποίαν αἰτίαν τοῦτο ἐσπούδακεν, ὁ δὲ ἔφη· ἵνα μα‐
5θὼν αὐτὸ ἀποθάνω.

2

.

37

Ἐρωτηθείς, εἰ τοὺς ἀρίστους Ἀθηναίοις νόμους ἔγραψεν, ὧν ἄν, ἔφη, προσεδέξαντο τοὺς ἀρίστους.

2

.

38

Τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, ὁ Σόλων ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος, ἠξίου βοη‐
5θεῖν τοὺς πολίτας· πέμψαντος δὲ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου, τίνι πεποιθὼς ταῦτα πράττει· τῷ γήρᾳ, εἶπεν.

2

.

39

Προσπτύσαντος αὐτῷ τινος, ἠνέσχετο, μεμψαμέ‐ νου δὲ αὐτῷ ἑτέρου ἐπὶ τούτῳ, εἶτα οἱ μὲν ἁλιεῖς, εἶπεν, ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάσσῃ, ἵνα κω‐ βιὸν θηράσωσιν· ἐγὼ δ’ οὐκ ἀνάσχωμαι τὸ αὐτὸ
5παθεῖν, ἵνα ἄνθρωπον ἁλιεύσω;

2

.

40

Ἐάν τις μὴ τρέφῃ τοὺς γονέας, ἄτιμος ἔστω· ἀλλὰ καὶ ὁ τὰ πατρῷα κατεδηδοκὼς ὁμοίως.

2

.

41

Υἱῷ τρέφειν τὸν πατέρα μὴ διδαξάμενον τέχνην ἐπάναγκες μὴ εἶναι.

2

.

42

Ὁ ἀργὸς ὑπεύθυνος ἔστω παντὶ τῷ βουλομένῳ γρά‐ φεσθαι.

2

.

43

Ὁ ἡταιρηκὼς τοῦ βήματος εἰργέσθω.

2

.

44

Ὁ ἐπίτροπος τῇ τῶν ὀρφανῶν μητρὶ μὴ συνοικείτω.

2

.

45

Εἰς ὃν ἡ οὐσία ἔρχεται τῶν ὀρφανῶν τελευτησάν‐ των, μὴ ἐπιτροπευέτω.

2

.

46

Δακτυλιογλύφῳ μὴ ἐξέστω σφραγῖδα φυλάττειν τὴν τοῦ πραθέντος δακτυλίου.

2

.

47

Ἐὰν ἕνα ὀφθαλμὸν ἔχοντος ἐκκόψῃ τις, ἀντεκκό‐ πτειν τοὺς δύο.

2

.

48

Ἃ μὴ ἔθου, μὴ ἀνέλῃ· εἰ δὲ μή, θάνατος ἡ ζημία.

2

.

49

Τῷ ἄρχοντι, ἂν μεθύων ληφθῇ, θάνατος ἡ ζημία ἔστω.

2

.

50

Ὁ ἐν στάσει μηδετέρας μερίδος γενόμενος ἄτιμος ἔστω.

2

.

51

Μοιχὸν ἀνελεῖν τῷ λαβόντι θέμις ἔστω· ἐὰν δ’ ἁρ‐ πάσῃ τις ἐλευθέραν γυναῖκα καὶ βιάσηται, ζημία ἔστω ἑκατὸν δραχμαί· κἂν προαγωγεύῃ, δραχμαὶ
εἴκοσι.222

2

.

52

Παντὶ λαβεῖν δίκην ὑπὲρ τοῦ κακῶς πεπονθότος ἐξέστω.

2

.

53

Τὸν τεθνηκότα μηδεὶς κακῶς ἀγορευέτω.

2

.

54

Ζῶντα κακῶς λέγων πρὸς ἱεροῖς καὶ δικαστηρίοις καὶ ἀρχείοις καὶ θεωρίας οὔσης ἀγώνων τρεῖς δρα‐ χμὰς τῷ ἰδιώτῃ, δύο δ’ ἄλλας εἰς τὸ δημόσιον ἀπο‐ τινέτω.

2

.

55

Ἐπὶ τοῖς σώμασι δανείζειν μὴ ἐξέστω.

2

.

56

Δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρ’ ἀνδρὸς μὴ ἐξέστω.

2

.

57

Ἐρομένου τινὸς αὐτόν, τί νομίζεις τὸ γῆρας; ἀπε‐ κρίνατο· τοῦ ζῇν χειμῶνα.

2

.

58

Μήτε ἀρχέτω ὁ σφόδρα νέος, μήτε συμβουλευέτω, εἰ καὶ ἄριστα δοκοίη γνώμης ἔχειν.

2

.

59

Ὀνειδιζόμενός ποτε, ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα· καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγει‐ ρον μισθοῦμαι.

2

.

60

Δοκεῖ μάλιστ’ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ δημοκρατίαν ἐκ μοναρχίας κατασκευά‐ σειε τοῖς πολίταις.

2

.

61

Δόσεις κύριαι τῶν τελευτώντων.

2

.

62

Ὁ τῶν περισσῶν ζῆλος εὐθὺς ἀκολουθεῖ καὶ συνοι‐ κίζεται τῇ χρείᾳ τῶν ἀναγκαίων.

2

.

63

Τὸν ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατ’ ἀξίαν.

3

t

ΧΙΛΩΝΟΣ.

3

.

1

Μαντικὴν μὴ ἐχθαίρειν.

3

.

2

Πρόνοια περὶ τοῦ μέλλοντος, λογισμῷ καταληπτή, ἀνδρός ἐστιν ἀρετή.

3

.

3

Ἠρεμίᾳ χρῶ.

3

.

4

Ἐν λιθίναις ἀκόναις ὁ χρυσὸς ἐξετάζεται διδοὺς βάσανον φανεράν, ἐν δὲ χρυσῷ ἀνδρῶν ἀγαθῶν τε κακῶν τε νοῦς ἔδωκ’ ἔλεγχον.

3

.

5

Πλοῦτος κακίας μᾶλλον ἢ καλοκαγαθίας ἐστὶν ὑπηρέτης.

3

.

6

Τί ἐστι πλοῦτος; θησαυρὸς κακῶν, ἐφόδιον ἀτυχη‐ μάτων, χορηγία πονηρίας.

3

.

7

Πλοῦτος ἀπὸ κακῆς ἐργασίας ἐπιγενόμενος ἐπιφα‐
νέστερον ὄνειδος κέκτηται.223

3

.

8

Δαπανώμενος ἐφ’ ἃ μὴ δεῖ, ὀλίγος ἔσῃ ἐφ’ ἃ δεῖ.

3

.

9

Τὸ μὴ κεκτῆσθαι πλοῦτον βλάβην οὐ κομίζει το‐ σαύτην· τὸ δὲ τοῖς οὖσι κακῶς κεχρῆσθαι ἀπόλ‐ λυσι τὸν ὄντως, φασί, βίον κεχρημένον βίου.

3

.

10

Πρὸς τὸν ἀδελφὸν δυσφοροῦντα, ὅτι μὴ ἔφορος ἐγέ‐ νετο, αὐτοῦ ὄντος· ἐγὼ μέν, ἔφη, ἐπίσταμαι ἀδι‐ κεῖσθαι, σὺ δ’ οὔ.

3

.

11

Φασὶ δ’ αὐτοῦ καὶ Αἴσωπον πυθέσθαι, ὁ Ζεὺς τί εἴη ποιῶν, τὸν δὲ φάναι· τὰ μὲν ὑψηλὰ ταπει‐ νοῦν, τὰ δὲ ταπεινὰ ὑψοῦν.

3

.

12

Ἐρωτηθείς, τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, ἐλπίσιν ἀγαθαῖς.

3

.

13

Ἐρωτηθείς, τί δύσκολον, (ἔφη,) τὸ τὰ ἀπόῤῥητα σιωπῆσαι, καὶ σχολὴν εὖ διαθέσθαι, καὶ ἀδικού‐ μενον δύνασθαι φέρειν.

3

.

14

Ἀκούσας τινὸς λέγοντος μηδένα ἔχειν ἐχθρόν, ἠρώ‐ τησεν, εἰ μηδένα φίλον ἔχει, νομίζων ἐξ ἀνάγκης ἐπακολουθεῖν καὶ συνεμπλέκεσθαι φιλίαις ἀπε‐ χθείας.

3

.

15

Ἐρωτηθείς, τί χαλεπώτατον, «τὸ γινώσκειν ἑαυ‐ τὸν» ἔφη· πολλὰ γὰρ ὑπὸ φιλαυτίας ἕκαστον ἑαυτῷ προστιθέναι.

3

.

16

Λυπουμένου τινὸς ἐπὶ τοῖς αὐτοῦ κακοῖς, εἶπεν· εἰ τὰ πάντων κατανοήσῃς, ἧττον ἐπὶ τοῖς σαυτοῦ δυσφορήσεις.

3

.

17

Τὸν ἄρχοντα χρὴ μηδὲν φρονεῖν θνητόν, ἀλλὰ πάντα ἀθάνατα.

3

.

18

Χίλων καλούμενος (ἐπὶ τὸ δεῖπνον) οὐ πρότερον ὡμολόγησεν, ἢ πυθέσθαι τῶν κεκλημένων ἕκα‐ στον. Ἔφη γάρ, ὅτι σύμπλουν ἀγνώμονα δεῖ φέ‐ ρειν καὶ σύσκηνον, οἷς συμπλεῖν ἀνάγκη καὶ
5συστρατεύεσθαι· τὸ δὲ συμπόταις ἑαυτόν, ὡς ἔτυχε, καταμιγνύειν οὐ νοῦν ἔχοντος ἀνδρός ἐστιν.

3

.

19

Χίλων φιλάργυρον ἰδὼν ἐκφερόμενον ἔφη· Οὗτος βίον ἀβίωτον ζήσας ἑτέροις βίον καταλέλοιπεν.

4

t

ΠΙΤΤΑΚΟΥ.

4

.

1

Τὸ ἥμισυ τοῦ παντὸς πλεῖον.

4

.

2

Χαλεπὸν ἐσθλὸν ἔμμεναι.

4

.

3

Ἀρχὴ ἄνδρα δεικνύει.

4

.

4

Ἀνάγκῃ δ’ οὐδὲ θεοὶ μάχονται.224

4

.

5

Τὰς νίκας ἄνευ αἵματος ποιοῦ.

4

.

6

Εὐχάριστον ὁ χρόνος.

4

.

7

Ἡδονὴ σὺν τῷ καλῷ δίκαιον.

4

.

8

Συνετῶν ἀνδρῶν, πρὶν γενέσθαι τὰ δυσχερῆ, προ‐ νοῆσαι ὅπως μὴ γένηται, ἀνδρείων δέ, γενόμενα εὖ θέσθαι.

4

.

9

Ἔχοντα δεῖ τόξον τε καὶ ἰοδόκον φαρέτραν στείχειν ποτὶ φῶτα κακόν· πιστὸν γὰρ οὐδὲν γλῶσσα διὰ στόματος λαλεῖ διχόμυθον ἔχουσα καρδίῃ νόημα.

4

.

10

Τῶν μὲν ἀγρίων θηρίων κάκιστον ὁ τύραννος, τῶν δὲ ἡμέρων ὁ κόλαξ.

4

.

11

Νόμος. Τῷ μεθύοντι, ἐὰν ἁμάρτῃ, διπλῆ ζημία ἔστω.

4

.

12

Κροίσου διδόντος χρήματα οὐκ ἐδέξατο, εἰπὼν ἔχειν ὧν ἐβούλετο διπλάσια· ἄπαιδος γὰρ τἀδελ‐ φοῦ τελευτήσαντος κεκληρονομηκέναι.

4

.

13

Τῶν Κυμαίων πεμψάντων αὐτῷ φονέα, μαθὼν καὶ ἀπολύσας εἶπε· συγγνώμη μετανοίας κρείσσων.

4

.

14

Ἐρωτηθείς, τί ἄριστον; ἔφη τὸ παρὸν εὖ ποιεῖν, καὶ ὑπὸ Κροίσου, τίς ἀρχὴ μεγίστη; ἡ τοῦ ποικί‐ λου, ἔφη, ξύλου, σημαίνων τὸν νόμον.

4

.

15

Ἐρωτηθεὶς ὑπὸ Μυρσίλου, τί παράδοξον εἴη ἑω‐ ρακώς, ἀπεκρίνατο τύραννον γέροντα.

4

.

16

Ἐπύθετό τινος, διότι οὐ βούλεται γῆμαι· τοῦ δὲ φήσαντος· ἐὰν μὲν καλὴν γήμω, ἕξω κοινήν, ἐὰν δὲ αἰσχράν, ἕξω ποινήν· Οὐμενοῦν, ἔφη, ἀλλ’ ἐὰν μὲν καλὴν γήμῃς, οὐχ ἕξεις ποινήν, ἐὰν δὲ αἰ‐
5σχράν, οὐχ ἕξεις κοινήν.

4

.

17

Ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, εἶπεν· οὔ, οὐδὲ διανοούμενος.

4

.

18

Ὁ Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας, μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους. ἐπελθοῦσα δὲ ἡ γυνὴ μετ’ ὀργῆς ἀνέτρεψε τὴν τρά‐ πεζαν· τῶν δὲ ξένων διατραπέντων· Ἑκάστῳ τι
5(ἔφη) ἡμῶν κακόν ἐστιν. ᾧ δὲ τοὐμόν, ἄριστα πράττει. Οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, Ὅταν δ’ ἀνοίξῃ τὴν θύραν, τρισάθλιος. Γυνὴ κρατεῖ πάντων, ἐπιτάττει, μάχετ’ ἀεί.
10Ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός.225

4

.

19

Πιττακὸς ἐν τῇ Μιτυλήνῃ κατεσκεύασε τοῖς ἱεροῖς κλίμακα, εἰς οὐδεμίαν μὲν χρῆσιν ἐπιτήδειον, αὐτὸ δὲ τοῦτο ἀνάθημα εἶναι, αἰνιττόμενος τὴν ἐκ τῆς τύχης ἄνω καὶ κάτω μετάπτωσιν τρόπον τινά, τῶν
5μὲν εὐτυχούντων ἀνιόντων, κατιόντων δὲ τῶν δυσ‐ τυχούντων.

4

.

20

Παρακαλούμενος υἱῷ καὶ πατρὶ διαιτῆσαι, εἶπε πρὸς τὸν υἱόν· εἰ μὲν ἀδικώτερα μέλλεις λέγειν τοῦ πατρός, κατακριθήσῃ· εἰ δὲ δικαιότερα, διὰ τοῦτο αὐτὸ ἄξιος εἶ κατακριθῆναι.

4

.

21

Πρὸς τὸν Φωκαϊκὸν φάσκοντα δεῖν ζητεῖν ἄνθρω‐ πον σπουδαῖον, ἂν λίαν, ἔφη, ζητῇς, οὐχ εὑρή‐ σεις.

4

.

22

Πιττακὸς Περιάνδρῳ τῷ Κορινθίῳ παρῄνει μὴ με‐ θύσκεσθαι, μηδὲ κωμάζειν, ἵν’, ἔφη, μὴ γνω‐ σθῇς οἷος ὢν τυγχάνεις, ἀλλ’ οὐχ οἷος προσποιῇ.

4

.

23

Κάτοπτρον εἴδους χαλκός ἐστ’, οἶνος δὲ νοῦ.

4

.

24

Οἱ νέοι φιλοχρήματοι ἥκιστα διὰ τὸ μήπω ἐνδείας πεπειρᾶσθαι, ὥσπερ τὸ Πιττακοῦ ἔχει ἀπόφθεγμα εἰς Ἀμφιάραον.

4

.

25

Πρὸς τοὺς πυνθανομένους, τί ἀφανές; τὸ μέλλον; ἔφη.

4

.

26

Ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω, τὸν Μιτυληναῖον, παῖδα τὸν Ὑῤῥαδίου· ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ’ ἐμέ·
5ἡ δ’ ἑτέρη προβέβηκε. Τί λώϊον; εἰ δ’ ἄγε σύν μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω. Εἶπεν. Ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας· Ἠνίδε, κεῖνοι σοὶ πᾶν ἐρέουσιν ἔπος. Οἱ δ’ ἄρ’ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
10 ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. Κείνων ἔρχεο, φησί, μετ’ ἴχνια. Χὡ μὲν ἐπέστη πλησίον· οἱ δ’ ἔλεγον· Τὴν κατὰ σαυτὸν ἔλα. Ταῦτ’ ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνι συνθέμενος
15τὴν δ’ ὀλίγην, ὡς κεῖνος, ἐς οἶκον ἀπήγετο νύμφην. Οὕτω καὶ σὺ Δίων τὴν κατὰ σαυτὸν ἔλα.

5

t

ΘΑΛΕΩ.

5

.

1

Πάντα πλήρη θεῶν.

5

.

2

Οὔτι τὰ πόλλ’ ἔπεα φρονίμην ἀπεφήνατο δόξαν· ἕν τι μάτευε σοφόν, ἕν τι κεδνὸν αἱροῦ.
κλείσεις γὰρ ἀνδρῶν κωτίλων γλώσσας ἀπεραντολόγους.226

5

.

3

Τί πρεσβύτατον; θεός· (ἔφη Θαλῆς) ἀγέννητον γάρ ἐστι. Τί μέγιστον; τόπος· τἄλλα μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει. Τί κάλλι‐ στον; κόσμος· πᾶν γὰρ τὸ κατὰ τάξιν τούτου μέ‐
5ρος ἐστί. Τί σοφώτατον; χρόνος· τὰ μὲν γὰρ εὕ‐ ρηκεν οὗτος ἤδη, τὰ δὲ εὑρήσει. Τί κοινότατον; ἐλπίς· καὶ γὰρ οἷς ἄλλο μηθέν, αὕτη πάρεστι. Τί ὠφελιμώτατον; ἀρετή· καὶ γὰρ τἄλλα τῷ χρῆσθαι καλῶς ὠφέλιμα ποιεῖ. Τί βλαβερώτατον; κακία·
10καὶ γὰρ τὰ πλεῖστα βλάπτει παραγενομένη. Τί ἰσχυρότατον; ἀνάγκη· μόνον γὰρ ἀνίκητον. Τί ῥᾷ‐ στον; τὸ κατὰ φύσιν· ἐπεὶ πρὸς ἡδονάς γε πολλά‐ κις ἀπαγορεύουσιν.

5

.

4

Δεῖ τὰ μὲν εἰκότα λέγειν, τὰ δὲ ἀμήχανα σιωπᾷν.

5

.

5

Δεῖ τοῖς ἐχθροῖς καὶ περὶ τῶν πιστῶν ἀπιστεῖν, τοῖς δὲ φίλοις καὶ τὰ ἄπιστα πιστεύειν.

5

.

6

Τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι, νὴ Δία, ἔλεγεν, οὐδέπω καιρός. Εἶτα ἐπειδὴ παρήβησεν, ἐγκειμένης εἶπε· οὐκέτι καιρός.

5

.

7

Ἐρωτηθείς, διὰ τί ἀκμάζων οὐκ ἐπαιδοποίησεν, ἀπεκρίνατο· διότι τὸ ζῆν οὐκ ἐβουλόμην λύπαις αὐθαιρέτοις κατεγγυῆσαι.

5

.

8

Βουλόμενος δεῖξαι ῥᾴδιον εἶναι πλουτεῖν, φορᾶς μελλούσης ἐλαιῶν ἔσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιουργεῖα, καὶ πάμπλειστα συνεῖλε χρήματα.

5

.

9

Ἔφασκε τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ τύχῃ, πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγένετο καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος.

5

.

10

Οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν. Σὺ οὖν, ἔφη τις, διὰ τί οὐκ ἀποθνήσκεις; Ὅτι, ἔφη, οὐδὲν διαφέρει.

5

.

11

Πρὸς τὸν πυθόμενον, τί πρότερον ἐγεγόνει, νὺξ ἢ ἡμέρα· ἡ νὺξ, ἔφη, μιᾷ ἡμέρᾳ πρότερον.

5

.

12

Ἠρώτησέ τις αὐτόν, εἰ λήθοι θεοὺς ἄνθρωπος ἀδι‐ κῶν· ἀλλ’ οὐδὲ διανοούμενος, ἔφη.

5

.

13

Πρὸς τὸν μοιχὸν ἐρόμενον, εἰ ὀμόσει μὴ μεμοιχευ‐ κέναι· Οὐ χεῖρον, ἔφη, μοιχείας ἐπιορκία;

5

.

14

Ἐρωτηθείς, τί δύσκολον, ἔφη· τὸ ἑαυτὸν γνῶναι. τί δὲ εὔκολον; τὸ ἄλλῳ ὑποτίθεσθαι. τί ἥδιστον; τὸ ἐπιτυγχάνειν. τί τὸ θεῖον; τὸ μήτε ἀρχὴν ἔχον
μήτε τελευτήν. τί δυσεύρετον εἴη τεθεαμένος; γέ‐227
5ροντα ἔφη τύραννον. πῶς ἄν τις ἀτυχίαν ῥᾷστα φέροι; εἰ τοὺς ἐχθροὺς χεῖρον πράσσοντας βλέποι. πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν; ἐὰν ἃ τοῖς ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ μὴ δρῶμεν. τίς εὐ‐ δαίμων; ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ τύχην εὔπο‐
10ρος, τὴν δὲ ψυχὴν εὐπαίδευτος.

5

.

15

Ἐρωτηθεὶς ὑπό τινος, πόσον ἀπέχει τὸ ψεῦδος τοῦ ἀληθοῦς· ὅσον, ἔφη, ὀφθαλμοὶ τῶν ὤτων.

5

.

16

Θαλῆς ἔφησεν, ὅτι σαφέστατος ἔλεγχος πραγμά‐ των ἁπάντων ἐστὶν ὁ χρόνος· οὗτος γὰρ τὴν ἀλή‐ θειαν ἐμφανίζει.

5

.

17

Θαλῆς ἔφησεν, εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ ἐτελεύτησε γηράσας κατὰ φύσιν.

5

.

18

Θαλῆς μὲν εἰ καὶ ἐκ τοῦ ὕδατός φησι συνεστάναι πάντα, ἀλλ’ ὅμως καὶ τοῦτο βούλεται μεταβάλ‐ λειν· ἄμεινον δὲ καὶ αὐτοῦ τὴν ῥῆσιν προσθεῖναι ἐκ τοῦ δευτέρου περὶ τῶν ἀρχῶν ἔχουσαν ὧδέ πως·
5Τὰ μὲν οὖν πολυθρύλητα τέτταρα, ὧν τὸ πρῶτον ὕδωρ εἶναί φαμεν καὶ ὡσανεὶ μόνον στοιχεῖον τί‐ θεμεν, πρὸς σύγκρισίν τε καὶ πῆξιν (I) καὶ σύστα‐ σιν τῶν ἐγκοσμίων πρὸς ἄλληλα συγκεράννυται. πῶς δέ, ἤδη λέλεκται ἡμῖν ἐν τῷ πρώτῳ. Ἐναργῶς
10ἐνταῦθα δῆλός ἐστιν ὡς ἀξιοῖ εἰ; ἄλληλα μεταβάλ‐ λειν τὰ στοιχεῖα.

6

t

ΒΙΑΝΤΟΣ.

6

.

1

Ἀστοῖσιν ἄρεσκε πᾶσιν, ἐν πόλει αἴκε μένῃς· πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος πολλάκι δὴ βλαβερὰν ἐξέλαμψεν ἄταν.

6

.

2

Τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον· τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πόλει ψυχῆς ἴδιον καὶ φρονήσεως· εὐπορία δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεται.

6

.

3

Ἀτυχὴς ὁ ἀτυχίαν μὴ φέρων.

6

.

4

Νόσος ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν.

6

.

5

Ἀλλοτρίων κακῶν ἀμνημόνευτος ἴσθι.

6

.

6

Οὕτω πειρῶ ζῆν ὡς καὶ ὀλίγον καὶ πολὺν χρόνον βιωσόμενος.

6

.

7

Οἱ ἀγαθοὶ εὐαπάτητοι.

6

.

8

Ἐοίκασι τοῖς ὄμμασι τῆς γλαυκὸς οἱ περὶ τὴν μα‐ ταίαν σοφίαν ἠσχοληκότες· καὶ γὰρ ἐκείνης αἱ ὄψεις νυκτὸς μὲν ἔῤῥωνται, ἡλίου δὲ λάμψαντος ἀμαυ‐
ροῦνται· καὶ τούτων ἡ διάνοια ὀξυτάτη μέν ἐστι228
5πρὸς τὴν ματαιότητος θεωρίαν, πρὸς δὲ τὴν ἀλη‐ θινοῦ φωτὸς κατακίνησιν ἐξαμαυροῦται.

6

.

9

Τόπων μεταβολαὶ οὔτε φρόνησιν διδάσκουσιν, οὔτε ἀφροσύνην ἀφαιροῦνται.

6

.

10

Οἱ φρόνιμοι μᾶλλον ὑπὸ τῶν ἀφρόνων, ἢ οἱ ἄφρο‐ νες ὑπὸ τῶν φρονίμων ὠφελοῦνται· οὗτοι μὲν γὰρ φυλάττονται τὰς ἐκείνων ἁμαρτίας, ἐκεῖνοι δὲ τὰς τούτων μὴ μιμοῦνται κατορθώσεις.

6

.

11

Δεῖ τὸν ἀγαθὸν ἄνδρα μεμνῆσθαι μὲν τῶν γεγενη‐ μένων, πράττειν δὲ τὰ ἐνεστῶτα, περὶ δὲ τῶν μελλόντων ἀσφαλίζεσθαι.

6

.

12

Μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι τὸ γνῶναι περὶ ὅτου ὁ λόγος· εἰ δὲ μή, τοῦ παντὸς ἁμαρτά‐ νειν ἀνάγκη.

6

.

13

Τοὺς αἰτουμένους παρὰ τῶν θεῶν φρένας ἀγαθάς, καὶ μὴ ἑαυτοὺς παιδεύοντας ἀναισθήτους ἔφασκεν εἶναι. οὔτε γὰρ ζωγράφον εὐχόμενον τοῖς θεοῖς δοῦ‐ ναι αὑτῷ γραμμὴν καὶ εὔχροιαν, λαβεῖν ἄν, εἰ
5μὴ μάθοι τέχνην, οὔτε μουσικὸν γενέσθαι ποτ’ ἂν ἕνεκεν εὐχῆς, εἰ μὴ τὰ μουσικὰ μάθοι. τὸν δὲ αὐ‐ τὸν τρόπον οὔτ’ ἂν φρόνιμόν τινα γενέσθαι εὐχό‐ μενον, εἰ μὴ τούτων τὴν μάθησιν λάβοι.

6

.

14

Ἐρωτηθείς, τί δυσχερές, Τὴν ἐπὶ τὸ χεῖρον, ἔφη, μεταβολὴν εὐγενῶς ἐνεγκεῖν.

6

.

15

Ἐρωτηθείς, ποῖος τῶν θανάτων κακός, ἔφη, Ὁ ἀπὸ τῶν νόμων ὑπαγόμενος.

6

.

16

Ἐρωτηθείς, τίς ἄριστος σύμβουλος; Ὁ καιρός, ἔφη.

6

.

17

Συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, Σιγᾶτε, ἔφη, μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας.

6

.

18

Ἐρωτηθεὶς ὑπ’ ἀσεβοῦς ἀνθρώπου, τί ποτέ ἐστιν εὐσέβεια; ἐσίγα· τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυ‐ θομένου, Σιωπῶ, ἔφη, ὅτι περὶ τῶν οὐδέν σοι προσ‐ ηκόντων πυνθάνῃ.

6

.

19

Ἐρωτηθείς, τί γλυκὺ ἀνθρώποις; Ἐλπίς, ἔφη.

6

.

20

Ἐρωτηθείς, τί ἂν εἴη τῶν κατὰ βίον ἄφοβον, εἶπεν, Ὀρθὴ συνείδησις.

6

.

21

Θανάτῳ μέλλων καταδικάζειν τινὰ ἐδάκρυσεν. Εἰπόντος δέ τινος, τί παθὼν αὐτὸς καταδικάζεις καὶ κλαίεις; εἶπεν, ὅτι ἀναγκαῖόν ἐστι τῇ μὲν φύσει τὸ συμπαθὲς ἀποδοῦναι, τῷ δὲ νόμῳ τὴν
5ψῆφον.229

6

.

22

Τῷ πυθομένῳ, τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀπεκρίνατο, ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δὲ ἡμέρων ὁ κόλαξ.

6

.

23

Ἀμάσιδι κελευσθεὶς τὸ χρηστότατον ὁμοῦ καὶ φαυ‐ λότατον ἐκπέμψαι κρέας τοῦ ἱερείου, τὴν γλῶτταν ἐξελὼν ἀπέπεμψεν, ὡς καὶ βλάβας καὶ ὠφελείας τοῦ λέγειν ἔχοντος μεγίστας.

6

.

24

Θεασάμενος μάχαιραν ἐῤῥιμμένην ἔφη· Τίς σε ἀπώ‐ λεσεν, ἢ τίνα σύ;

6

.

25

Ἥδιον ἔλεγε δικάζειν μεταξὺ ἐχθρῶν ἢ φίλων· τῶν μὲν γὰρ φίλων πάντως ἐχθρὸν ἔσεσθαι τὸν ἕτερον, τῶν δὲ ἐχθρῶν τὸν ἕτερον φίλον.

6

.

26

Ἐρωτηθείς, τί ποιῶν ἄνθρωπος τέρπεται, ἔφη, Κερδαίνων.

6

.

27

Ἔλεγε δεῖν καὶ φιλεῖν ὡς μισήσοντας· τοὺς γὰρ πλείστους εἶναι κακούς.

6

.

28

Μακάριός ἐστιν ὁ πλουτῶν καὶ ὧν ἐπιθυμεῖ ἀπο‐ λαύων· ὁ δὲ μὴ ἐπιθυμῶν μακαριώτερος.

6

.

29

Βίας, ἐπικαλουμένου τινὸς τὸν θάνατον ἐπὶ τέκνων ἀπωλείᾳ, ἔφη, Τί αὐτὸν καλεῖς, ἄνθρωπε; οὐκ, ἂν μὴ καλέσῃς, ἥξει;

6

.

30

Τῷ υἱεῖ πρὸς Αἰγυπτίους ἀπαίροντι καὶ πυνθανο‐ μένῳ, τί ἂν ποιῶν αὐτῷ μάλιστα κεχαρισμένα πράττοι, Ἐφόδιον, ἔφη, πρὸς γῆρας κτησάμενος, τὴν ἀρετὴν δηλαδὴ τὸ ἐφόδιον λέγων.

6

.

31

Ὁ πλωτικὸς μήτε ἐν τοῖς τεθνηκόσιν ἐστί, μήτ’ ἐν τοῖς βιοῦσι.

6

.

32

Ἐμοὶ μὲν δοκεῖ μάλιστ’ ἂν ἔνδοξος γενέσθαι καὶ βασιλεὺς καὶ τύραννος, εἰ πρῶτος χρῷτο τοῖς νό‐ μοις τῆς πατρίδος.

6

.

33

Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν ὑπό τινος ἀδολέσχου· Καί τίς ἂν, ἔφη, δύναιτο μωρὸς ὢν ἐν οἴνῳ σιωπᾷν;

6

.

34

Θεώρει ὥσπερ ἐν κατόπτρῳ τὰς σαυτοῦ πράξεις, ἵνα τὰς μὲν καλὰς ἐπικοσμῇς, τὰς δὲ αἰσχρὰς κα‐ λύπτῃς.

7

t

ΠΕΡΙΑΝΔΡΟΥ.

7

.

1

Μηδὲν χρημάτων ἕνεκα πράττειν· δεῖ γὰρ τὰ κερ‐
δαντὰ κερδαίνειν.230

7

.

2

Τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῇ εὐνοίᾳ δορυφορεῖσθαι δεῖ, καὶ μὴ τοῖς ὅπλοις.

7

.

3

Μηδενὶ φθόνει.

7

.

4

Ὥσπερ ἡ ἐρυσίβη ἴδιόν ἐστι τοῦ σίτου νόσημα, οὕτω φθόνος φιλίας ἐστὶν ἀῤῥώστημα.

7

.

5

Ὥσπερ ὁ ἰὸς σίδηρον, οὕτως ὁ φθόνος τὴν ἔχουσαν αὐτὸν ψυχὴν ἐξαναψήχει.

7

.

6

Ὅσῳ γὰρ ἂν φθονῇς, τοσούτῳ μειζόνων γίνῃ πρό‐ ξενος ἀγαθῶν τῷ φθονουμένῳ.

7

.

7

Ἐρωτηθείς, διὰ τί τυραννεῖ, ἔφη, Ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει.

7

.

8

Ἐρωτηθείς, τί μέγιστον ἐν ἐλαχίστῳ, εἶπε, Φρένες ἀγαθαὶ ἐν σώματι ἀνθρώπου.

7

.

9

Κέρδος αἰσχρὸν βαρὺ κειμήλιον.

7

.

10

Λόγων ἀποῤῥήτων ἐκφορὰς μὴ ποιοῦ.

7

.

11

Ἐρωτηθείς, τί πάντων αἴτιον, ἔφη, Χρόνος.

8

t

ΤΩΝ ΑΥΤΩΝ ΕΠΤΑ ΣΟΦΩΝ ΠΕΡΙ ΟΙΚΟ‐ ΝΟΜΙΑΣ ΑΠΟΦΘΕΓΜΑΤΑ.

8

.

1

Τοῦτον ἄριστον ὁ Σόλων εἶπεν αὐτῷ δοκεῖν οἶκον, ὅπου τὰ χρήματα μήτε κτωμένοις ἀδικία, μήτε φυλάτ‐ τουσιν ἀπιστία, μήτε δαπανῶσι μετάνοια πρόσεστιν. Ὁ δὲ Βίας· ἐν ᾧ τοιοῦτός ἐστιν ὁ δεσπότης δι’ αὑτόν,
5οἷος ἔξω διὰ τὸν νόμον. Ὁ δὲ Θαλῆς· ἐν ᾧ πλείστην ἄγειν τῷ δεσπότῃ σχολὴν ἔξεστιν. Ὁ δὲ Κλεόβουλος· εἰ πλείονας ἔχει τῶν φοβουμένων αὐτὸν τοὺς φιλοῦντας ὁ δεσπότης. Ὁ δὲ Πιττακὸς εἶπεν, ὡς ἄριστος οἶκός ἐστιν ὁ τῶν περισσῶν καὶ τῶν ἀναγκαίων μηδενὸς
10ἐνδεόμενος. Ὁ δὲ Χίλων ἔφη, δεῖν μάλιστα βασιλευο‐ μένῃ πόλει προσεοικέναι τὸν οἶκον· εἶτα προσεῖπεν, ὅτι Λυκοῦργος πρὸς τὸν κελεύοντα δημοκρατίαν ἐν τῇ πό‐ λει καταστῆσαι, πρῶτον, ἔφη, ποίησον ἐν τῇ οἰκίᾳ σου δημοκρατίαν.

9

t

ΤΩΝ ΑΥΤΩΝ ΠΕΡΙ ΠΟΛΙΤΕΙΑΣ ΑΠΟ‐ ΦΘΕΓΜΑΤΑ.

9

.

1

Καὶ πρῶτος ὁ Σόλων· Ἀλλ’ ἀκήκοας μὲν ἣν ἔχω
γνώμην περὶ πολιτείας, εἰ δὲ βούλει καὶ νῦν ἀκούειν, δοκεῖ μοι πόλις ἄριστα πράττειν καὶ μάλιστα σώζειν δημοκρατίαν, ἐν ᾗ τὸν ἀδικήσαντα τοῦ ἀδικηθέντος231
5οὐδὲν ἧττον οἱ μὴ ἀδικηθέντες προβάλλονται καὶ κο‐ λάζουσιν. Δεύτερος δὲ ὁ Βίας ἔφησε, κρατίστην εἶναι δημοκρατίαν, ἐν ᾗ πάντες ὡς τύραννον φοβοῦνται τὸν νόμον. Ἐπὶ τούτῳ Θαλῆς τὴν μήτε πλουσίους ἄγαν, μήτε πένητας ἔχουσαν πολίτας. Μετὰ δὲ τοῦτον ὁ
10Ἀνάχαρσις· ἐν ᾗ τῶν ἄλλων ἴσων ὁριζομένων ἀρετὴ τὸ βέλτιον ὁρίζεται καὶ κακία τὸ χεῖρον. Πέμπτος ὁ Κλεό‐ βουλος ἔφη, μάλιστα σωφρονεῖν δῆμον, ὅπου τὸν ψόγον μᾶλλον οἱ πολιτευόμενοι δεδοίκασιν ἢ τὸν νόμον. Ἕκτος δὲ Πιττακός, ὅπου τοῖς πονηροῖς οὐκ ἔξεστιν ἄρχειν,
15καὶ τοῖς ἀγαθοῖς ἔξεστιν ἄρχειν. Μετατραπεὶς δὲ ὁ Χίλων ἀπεφήνατο, τὴν μάλιστα νόμων, ἥκιστα δὲ ῥητόρων ἀκούουσαν πολιτείαν ἀρίστην εἶναι. Τελευ‐ ταῖος δὲ πάλιν ὁ Περίανδρος ἐπικρίνων ἔφη, δοκεῖν αὐτῷ πάντας ἐπαινεῖν δημοκρατίαν τὴν ὁμοιοτάτην ἀρι‐
20στοκρατίᾳ.

10

t

ΑΝΑΧΑΡΣΙΔΟΣ ΓΝΟΥΡΟΥ ΑΠΟΦΘΕ‐ ΓΜΑΤΑ.

10

.

1

Κρεῖττον ἕνα φίλον ἔχειν πολλοῦ ἄξιον ἢ πολλοὺς μηδενὸς ἀξίους.

10

.

2

Πρὸς τὴν Σόλωνος οἰκίαν ἀφικόμενος τῶν θερα‐ πόντων τινὶ ἐκέλευσε μηνῦσαι, ὅτι παρείη πρὸς αὐτὸν Ἀνάχαρσις, καὶ βούλοιτο αὐτὸν θεάσασθαι ξένος τε, εἰ οἷόν τε, γενέσθαι· καὶ ὁ θεράπων εἰσ‐
5αγγείλας ἐκελεύσθη ὑπὸ τοῦ Σόλωνος εἰπεῖν αὐτῷ, ὅτι περ ἐν ταῖς ἰδίαις πατρίσι ξένους ποιοῦνται· ἔνθεν ὁ Ἀνάχαρσις ἐλθὼν ἔφη· νῦν αὐτὸς ἐν τῇ πατρίδι εἰμί, καὶ προσήκει μοι ξένους ποιεῖσθαι· ὁ δὲ καταπλαγεὶς τὴν ἑτοιμότητα
10εἰσέφρησεν αὐτόν, καὶ μέγιστον φίλον ἐποιήσατο.

10

.

3

Ἐρωτηθείς, τί ἐστιν ἐν ἀνθρώποις ἀγαθόν τε καὶ φαῦλον; ἔφη, Γλῶσσα.

10

.

4

Γλώσσης, γαστρός, αἰδοίων κράτει.

10

.

5

Ὑπὸ μειρακίου παρὰ πότον ὑβρισθεὶς ἔφη· Μει‐ ράκιον, ἐὰν νέος ὢν τὸν οἶνον οὐ φέρῃς, γέρων ὢν ὕδωρ οἴσεις.

10

.

6

Ἀνάχαρσις ἔφη, κιρναμένου κρατῆρος ἐφεστίου τὸν μὲν πρῶτον ὑγιείας πίνεσθαι, τὸν δὲ δεύτερον ἡδονῆς, τὸν δὲ τρίτον ὕβρεως, τὸν δὲ τελευταῖον μανίας.

10

.

7

Ἐρωτηθείς, εἴ εἰσιν ἐν Σκύθαις αὐλοί, εἶπεν, Ἀλλ’ οὐδὲ ἄμπελοι.

10

.

8

Ἐρωτηθείς, πῶς οὐκ ἂν γένοιτό τις φιλοπότης, εἶπεν· Εἰ πρὸ ὀφθαλμῶν ἔχοι τὰς τῶν μεθυόντων
ἀσχημοσύνας.232

10

.

9

Θαυμάζειν φησί, πῶς Ἕλληνες ἀρχόμενοι μὲν ἐν μικροῖς πίνουσι, πλησθέντες δὲ ἐν μεγάλοις.

10

.

10

Ἀνάχαρσις ἔλεγε τῷ νομίσματι πρὸς οὐδὲν ἕτερον ἢ τὸ ἀριθμεῖν χρωμένους ὁρᾷν τοὺς Ἕλληνας.

10

.

11

Ἐρωτηθείς, πότερον πλείους εἰσὶν οἱ ζῶντες ἢ οἱ νεκροί, ἔφη· Τοὺς οὖν πλέοντας ποῦ τίθης;

10

.

12

Μαθὼν τέτταρας δακτύλους εἶναι τὸ πάχος τῆς νεώς, τοσοῦτον ἔφη τοῦ θανάτου τοὺς πλέοντας ἀπέχειν.

10

.

13

Ὀνειδιζόμενος ὑπὸ Ἀττικοῦ, ὅτι Σκύθης ἐστίν, ἔφη· Ἀλλ’ ἐμοὶ μὲν ὄνειδος ἡ πατρίς, σὺ δὲ τῇ πα‐ τρίδι.

10

.

14

Πῶς, ἔλεγεν, ἀπαγορεύοντες τὸ ψεύδεσθαι ἐν ταῖς καπηλείαις φανερῶς ψεύδονται;

10

.

15

Ἐρωτηθείς, τίνα τῶν πλοίων ἐστὶν ἀσφαλέστερα· ἔφη, Τὰ νενεωλκημένα.

10

.

16

Τὸ ἔλαιον μανίας φάρμακον ἔλεγε διὰ τὸ ἀλειφο‐ μένους τοὺς ἀθλητὰς ἐπιμαίνεσθαι ἀλλήλοις.

10

.

17

Καὶ τοῦτο ἔφη θαυμασιώτατον ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ὅτι τὸν μὲν καπνὸν ἐν τοῖς ὄρεσι καταλείπουσι, τὰ δὲ ξύλα εἰς τὴν πόλιν κομί‐ ζουσι.

10

.

18

Θαυμάζειν ἔλεγε, πῶς οἱ Ἕλληνες, νομοθετοῦντες κατὰ τῶν ὑβριζόντων, τοὺς ἀθλητὰς τιμῶσιν ἐπὶ τῷ τύπτειν ἀλλήλους.

10

.

19

Τὴν ἀγορὰν ὡρισμένον ἔφη τόπον εἰς τὸ ἀλλήλους ἀπατᾷν καὶ πλεονεκτεῖν.

10

.

20

Ἀνάχαρσις ἔφησεν εὐδαιμονίαν ἄρχοντος νομίζειν, εἰ μὴ μόνος εἴη φρόνιμος.

10

.

21

Θαυμάζειν ἔφη, πῶς παρὰ τοῖς Ἕλλησιν ἀγωνί‐ ζονται μὲν οἱ τεχνῖται, κρίνουσι δὲ οἱ μὴ τε‐ χνῖται.

10

.

22

Παίζειν δεῖ, ὅπως σπουδάσῃς.

10

.

23

Ὀνειδιζόμενος, ὅτι Σκύθης ἐστίν, εἶπεν· Τῷ γένει, ἀλλ’ οὐ τῷ τρόπῳ.

10

.

24

Ἀρδάλου εἰπόντος· Ἀλλὰ θεοί γε Σκύθαις εἰσίν· Πάνυ μὲν οὖν, ἔφη, γλώσσης ἀνθρωπίνης συνίεντες, οὐχ ὥσπερ δὲ οἱ Ἕλληνες, οἰόμενοι Σκυθῶν δια‐ λέγεσθαι βέλτιον, ὅμως τοὺς θεοὺς ὀστέων καὶ ξύ‐
5λων ἥδιον ἀκροᾶσθαι νομίζουσιν.

10

.

25

Οἶδα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐν συμποσίῳ γελωτοποιῶν εἰσαχθέντων ἀγέλαστον διαμείναντα,
πιθήκου δ’ ἐπεισαχθέντος γελάσαντα φάναι ὡς οὗτος μὲν φύσει γελοῖός ἐστιν, ὁ δ’ ἄνθρωπος ἐπιτη‐233
5δεύσει.

10

.

26

Ἀνάχαρσις ὁ Σκύθης ἐρωτηθείς, διὰ τίνα αἰτίαν ἄνθρωποι λυποῦνται πάντοτε, ἔφη· Ὅτι οὐ μόνον αὐτοὺς τὰ ἴδια κακὰ λυποῦσιν, ἀλλὰ καὶ τὰ ἀλλότρια ἀγαθά.

10

.

27

Ἀνάχαρσις ἔφη πρὸς τὸν ἀποπέμψαντα αὐτὸν [Σκυθέων βασιλέα] Ἕλληνας πάντας ἀσχόλους εἶναι ἐς πᾶσαν σοφίην, πλὴν Λακεδαιμονίων· τού‐ τοισι δὲ εἶναι μούνοισι σωφρόνως δοῦναί τε καὶ δέ‐
5ξασθαι λόγον.

10

.

28

Ἀνάχαρσις ὁ σοφὸς ἐπιδεικνύμενος τὴν τῆς ἀμπέ‐ λου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ, καὶ τὰ κλή‐ ματα αὐτῆς δεικνύς, ἔλεγεν ὡς εἰ μὴ καθ’ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν
5Σκύθαις ἦν.

10

.

29

Ὅτι δὲ τὸ μεθύειν καὶ τὰς ὄψεις ἡμῶν πλανᾷ, σαφῶς ἔδειξεν Ἀνάχαρσις δι’ ὧν εἴρηκε, δηλώσας ὅτι ψευδεῖς δόξαι τοῖς μεθύουσι γίγνονται. Συμ‐ πότης γάρ τις ἰδὼν αὐτοῦ τὴν γυναῖκα ἐν τῷ συμ‐
5ποσίῳ ἔφη· Ὦ Ἀνάχαρσι, γυναῖκα γεγάμηκας αἰσχράν. Καὶ ὃς ἔφη· Πάνυ γε κἀμοὶ δοκεῖ, ἀλλά μοι ἔγχεον, ὦ παῖ, ποτήριον ἀκρατέστερον, ὅπως αὐτὴν καλὴν ποιήσω.

10

.

30

Παραγενόμενος εἰς Σκυθίαν καὶ νομιζόμενος τὰ νόμιμα παραλύειν τῆς πατρίδος, πολὺς ὢν ἐν τῷ ἑλληνίζειν, τοξευθεὶς ἐν κυνηγεσίῳ πρὸς τἀδελφοῦ τελευτᾷ εἰπών, διὰ μὲν τὸν λόγον ἐκ τῆς Ἑλλάδος
5σωθῆναι, διὰ δὲ τὸν φθόνον ἐν τῇ οἰκείᾳ ἀπολέ‐ σθαι. Ἔνιοι δὲ τελετὰς ἑλληνικὰς ἐπιτελοῦντα διαχρησθῆναι.

11

t

ΜΥΣΩΝΟΣ ΑΠΟΦΘΕΓΜΑΤΑ.

11

.

1

Μὴ ἐκ τῶν λόγων τὰ πράγματα, ἀλλ’ ἐκ τῶν πρα‐ γμάτων τοὺς λόγους ζήτει· οὐ γὰρ ἕνεκα τῶν λόγων τὰ πράγματα συντελεῖται, ἀλλ’ ἕνεκα τῶν πρα‐ γμάτων οἱ λόγοι.

11

.

2

Εὑρὼν (Ἀνάχαρσις) αὐτὸν θέρους ἐχέτλην ἀρότρῳ προσαρμόττοντα εἶπεν· Ἀλλ’, ὦ Μύσων, οὐχ ὥρα νῦν ἀρότρου· Καὶ μάλα, εἶπεν, ὥστε ἐπισκευά‐ ζειν.

11

.

3

Ὤφθη ποτὲ ἐν Λακεδαίμονι μόνος ἐπ’ ἐρημίας γελῶν· ἄφνω δέ τινος ἐπιστάντος καὶ πυθομένου, διὰ τί μηδενὸς παρόντος γελᾷ· Δι’ αὐτὸ τοῦτο,
ἔφη.234

12

t

ΕΠΙΓΡΑΜΜΑ ΑΔΕΣΠΟΤΟΝ ΕΙΣ ΤΟΥΣ ΕΠΤΑ ΣΟΦΟΥΣ.

12

.

1

Ἑπτὰ σοφῶν ἐρέω κατ’ ἔπος πόλιν, οὔνομα, φωνήν. Μέτρον μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν ἄριστον. Χίλων δ’ ἐν κοίλῃ Λακεδαίμονι· γνῶθι σεαυτόν. Ὃς δὲ Κόρινθον ἔναιε, χολοῦ κρατέειν Περίανδρος.
5Πιττακὸς οὐδὲν ἄγαν, ὃς ἔην γένος ἐκ Μιτυλήνης. Τέρμα δ’ ὁρᾷν βιότοιο, Σόλων ἱεραῖς ἐν Ἀθήναις. Τοὺς πλέονας κακίους δὲ Βίας ἀπέφηνε Πριηνεύς. Ἐγγύην φεύγειν δὲ Θαλῆς Μιλήσιος ηὔδα.

13

t

ΑΝΤΙΠΑΤΡΟΥ ΕΙΣ ΤΟΥΣ ΕΠΤΑ ΣΟΦΟΥΣ ΕΠΙΓΡΑΜΜΑ.
1Ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος, ἀμφὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχει, Πιττακὸν ἡ Μιτυλῆνα, Βίαντα δὲ δῖα Πριήνη, Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα δίκας,
5ἁ Σπάρτα Χείλωνα, Σόλωνα δὲ Κεκροπὶς αἶα·
πάντας ἀριζάλου σωφροσύνας φύλακας.235