TLG 1665 001 :: SENIORES APUD IRENAEUM :: Reliquiae plurium anonymorum

SENIORES APUD IRENAEUM Scr. Eccl.
(A.D. 2–3)

Reliquiae plurium anonymorum

Source: Routh, M.J. (ed.), Reliquiae sacrae, vol. 1, 2nd edn. Oxford: Oxford University Press, 1846 (repr. Hildesheim: Olms, 1974): 47–48, 56–59.

Citation: Fragment — (line)

t

PLURIUM ANONYMORUM, E QUIBUS NONNULLI APOSTOLOS AUDIERANT, RELIQUIAE
5A S. IRENAEO SERVATAE.

1

Ἡ γὰρ πλάνη (Irenaeus inquit, Praefat. Lib. Primi Contra Haereses, §. ii. p. 2. ed. Massueti.) καθ’ αὑτὴν μὲν οὐκ ἐπιδείκνυται, ἵνα μὴ γυμνωθεῖσα γένηται κατάφωρος· πιθανῷ δὲ περιβλήματι πανούργως κοσμουμένη, καὶ αὐτῆς τῆς ἀληθείας ἀληθεστέραν ἑαυ‐
5τὴν παρέχειν (fortasse παρέχει. vid. not.) φαίνεσθαι διὰ τῆς ἔξωθεν φαντασίας τοῖς ἀπειροτέροις· καθὼς ὑπὸ ΤΟΥ ΚΡΕΙΤΤΟΝΟΣ
ἩΜΩΝ εἴρηται ἐπὶ τῶν τοιούτων, Ὅτι λίθον τὸν τίμιον σμάραγδον ὄντα καὶ πολυτίμητόν τισιν ὕαλος ἐνυβρίζει διὰ τέχνης παρομοιουμένη, ὅποταν μὴ παρῇ ὁ σθένων47
10δοκιμάσαι καὶ τέχνῃ διελέγξαι τὴν πανούργως γενομέ‐ νην. ὅταν δὲ ἐπιμιγῇ ὁ χαλκὸς εἰς τὸν ἄργυρον, τίς εὐκόλως δυνήσεται τοῦτον ἀκεραίως (ἀκέραιος ὢν legebat Vet. Interpres; vid. not.) δοκιμάσαι;

3

Καθὼς Ὁ ΚΡΕΙΣΣΩΝ ἩΜΩΝ (verba Irenaei sunt lib. I. ejusd. Op. c. xiii. §. 3. al. viii. p. 62. al. 9.) ἔφη περὶ τῶν τοιούτων (scil. de falsis prophetis) Ὅτι τολμηρὸν καὶ ἀναιδὲς ψυχὴ
κενῷ ἀέρι θερμαινομένη.48

6

Μὴ εἰδότος τοῦ Λὼτ, μηδὲ ἡδονῇ δουλεύσαντος, οἰκονομία ἐπετε‐ λεῖτο, δι’ ἧς αἱ δύο— —συνα‐ γωγαὶ ἀπὸ ἑνὸς καὶ τοῦ αὐτοῦ
5πατρὸς τεκνοποιησάμεναι ἐμηνύ‐ οντο ἄνευ σαρκὸς ἡδονῆς· οὐ γὰρ ἦν ἄλλος οὐδεὶς σπέρμα ζωτικὸν καὶ τέκνων ἐπικαρπίαν δυνάμενος δοῦναι αὐταῖς, καθὼς γέγραπται.
10Graeca haec e Catena PP. in
Genesin.56

7

Ποῦ οὖν ἐτέθη ὁ πρῶτος ἄνθρωπος; ἐν τῷ παραδείσῳ δηλονότι, καθὼς γέγραπται. Et plantavit Deus paradisum in Eden contra Orientem, et posuit ibi hominem quem plasmavit. καὶ ἐκεῖ‐
θεν ἐξεβλήθη εἰς τόνδε τὸν κόσμον παρακούσας. διὸ καὶ λέγου‐57
5σιν ΟΙ ΠΡΕΣΒΥΤΕΡΟΙ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΜΑΘΗΤΑΙ, τοὺς μετατεθέντας ἐκεῖσε μετατεθῆναι· δικαίοις γὰρ ἀν‐ θρώποις καὶ πνευματοφόροις ἡτοιμάσθη ὁ παράδεισος, ἐν ᾧ καὶ Παῦλος ἀπόστολος εἰσκομισθεὶς ἤκουσεν ἄῤῥητα ῥήματα, ὡς πρὸς ἡμᾶς ἐν τῷ παρόντι· κᾀκεῖ
10μένειν τοὺς μετατεθέντας ἕως συντελείας, προοιμιαζομέ‐ νους τὴν ἀφθαρσίαν. Haec Irenaeus lib. v. cap. 5. p. 298.

8

—καὶ ὡς ἔφη ΤΙΣ ΤΩΝ ΠΡΟΒΕΒΗΚΟΤΩΝ, διὰ τῆς θείας ἐκτάσεως τῶν χειρῶν, τοὺς δύο λαοὺς εἰς ἕνα Θεὸν συνάγων (scil. ὁ Λόγος τοῦ Θεοῦ). δύο μὲν γὰρ αἱ χεῖρες, ὅτι καὶ δύο λαοὶ διεσπαρμένοι εἰς τὰ πέρατα τῆς γῆς·
5μία δὲ μέση κεφαλὴ, ὅτι εἷς ὁ Θεὸς, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ἡμῖν. Haec Irenaeus attulit lib. v.
c. 17. p. 314.58

10

Ἅπαντα μέτρῳ καὶ τάξει ὁ Θεὸς ποιεῖ, καὶ οὐδὲν ἄμετρον παρ’ αὐτῷ· ὅτι μηδὲν ἀναρίθμη‐ τον. (cor. ἀναῤῥύθμητον.)

11

Διὸ καὶ δικαίως, καὶ ἁρμοζόντως τῇ τοιαύτῃ σου τόλμῃ ὁ θεῖος ΠΡΕΣΒΥΤΗΣ καὶ κήρυξ τῆς ἀληθείας ἐμμέτρως ἐπιβεβόηκέ σοι, εἰπὼν οὔτως· Εἰδωλοποιὲ Μάρκε, καὶ τερατοσκόπε,
5ἀστρολογικῆς ἔμπειρε καὶ μαγικῆς τεχνῆς, Δι’ ὧν κρατύνεις τῆς πλάνης τὰ διδάγματα, Σημεῖα δεικνὺς τοῖς ὑπό σου πλανωμένοις, Ἀποστατικῆς δυνάμεως ἐγχειρήματα, Ἅ σοι χορηγεῖ σὸς πατὴρ Σατᾶν ἀεὶ
10 Δι’ ἀγγελικῆς δυνάμεως Ἀζαζὴλ ποιεῖν· Ἔχων σε πρόδρομον ἀντιθέου πανουργίας. Καὶ ταῦτα μὲν ὁ θεόφιλος πρεσβύτης; ἡμεῖς δὲ &c. Haec Irenaeus
attulit lib. I. cap. xv. al. xii. p. 80. ed. Massueti.59