TLG 1664 001 :: SENIORES ALEXANDRINI :: Fragmenta SENIORES ALEXANDRINI Scr. Eccl. Fragmenta Citation: Fragment — (line) | ||
1(t1) | Psalmus XXXVII. | |
t2 | Ψαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ Σαββάτου. Vat. 647, 1. | |
---|---|---|
1 | Ἐπειδή τισιν ἔδοξεν ὁ ψαλμὸς καὶ εἰς Χριστὸν ἀναφέρεσθαι, λεγέσθω καὶ τὰ ἐκεί‐ νων. Πρῶτον μὲν οὖν ἡ ἐπιγραφὴ εἰς ἀνάμνη‐ | |
5 | σιν ἡμᾶς ἄγει τοῦ Σαββάτου ἐκείνου τοῦ με‐ γάλου, ἐν ᾧ ὁ Χριστὸς ὑπὸ γῆν ἐκρύπτετο. Εἶτα, αὐτὸς τὸ τῆς ἀνθρωπότητος ἀνα‐ δεξάμενος πρόσωπον, ἐλεγχθῆναι τὴν φύσιν βούλεται, ἀλλ’ οὐκ ἐν ὀργῇ, πρὸς δὲ ἔλεγχον, | |
10 | τὸν ἐπὶ σωτηρίᾳ, καὶ παιδευθῆναι, ἀλλ’ οὐκ ἐν θυμῷ, ἀλλὰ τὴν ἐν εἰρήνῃ καὶ διὰ λό‐ γον παιδείαν. Ὁ Χριστὸς δὲ καὶ τὸν ἐφ’ ἡμᾶς ἔλεγχον καὶ τὴν παιδείαν ἔλαβεν, ὁ αὐτὸς ἐλέγχων | |
15 | μὲν ὡς Θεὸς, ὡς δὲ ἄνθρωπος ἐλεγχόμενος. Διό φησι πρὸς τὸν Πατέρα· Ὅτι τὰ σὰ βέλη καὶ αἱ πλῆγαι, ὅσας οἱ ἄνθρωποι ὤφει‐ | |
λον, ἐμοὶ ἐνεπάγησαν. Ἐπειδὴ γὰρ ἐγὼ τὰς τοῦ γένους ἁμαρτίας ἔλαβον, ἀναγκαίως καὶ | 335 | |
20 | τὰς ὑπὲρ αὐτῶν ὑφίσταμαι μάστιγας, καὶ τὴν χεῖρά σου τὴν παιδευτικὴν ἐπ’ ἐμὲ ἐπεσ‐ τηριγμένην παραιτοῦμαι, καὶ τὴν σὴν, ὧ Πάτερ, ὀργήν. Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, τίς ὑπο‐ | |
25 | στήσεται; τί δὲ τῆς σῆς ὀργῆς ἔσται φάρ‐ μακον; Διὰ δὲ τούτων ἀνθρώπων, ἁμαρτίας τὰς πολλὰς καὶ φορτίου παντὸς βαρυτέρας ἐβάστασα· διὰ ταύτας καὶ τετάραγμαι, ὥστε εἰπεῖν· Νῦν ἡ ψυχή μου τετάρακται. | |
30 | Καὶ ἡ ἐπιθυμία δὲ πᾶσα ἡ ἁγία ἐνώπιόν σου ἐστι, καὶ σὺ ἐκτήσω τοὺς νεφρούς μου, ἤγουν τοὺς λογισμοὺς, οἷς τοῦ χρησίμου τὸ περιττὸν ἀποκρίνουσιν. Οἰκειοῦμαι δὲ καὶ τὸ τοῦ Ἰούδα πταῖσμα, | |
35 | ὡς διδάσκαλος μαθητοῦ; καὶ σαπῆναί φημι τοὺς μόλωπάς μου διὰ τὴν ἀγχόνην καὶ τὴν ἀπόγνωσιν. Καὶ μέντοι ἐταπεινώθην μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· καὶ ἐστέναζον ἐπὶ τῇ | |
40 | τῶν Ἰουδαίων ἀπωλείᾳ, ὑφ’ ὧν ἐνεπαιζό‐ μην καὶ ἐκολαφιζόμην, καὶ ἡ καρδία πάν‐ τως ἐταράχθη, ὅτι σάρξ μου ὄντες καὶ συγ‐ γενεῖς κατὰ σάρκα. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξέναντί | |
45 | μου ἤγγισαν καὶ ἔστησαν· καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Οὕτω περὶ ἐμὲ διετέθησαν, ὅτε καὶ ἡ ἰσχύς μου, ὁ στεῤῥὸς Πέτρος ἐγκατέλιπεν ἀρνησάμενός με, καὶ οἱ ἄλλοι μαθηταὶ, πρὸς | |
1(50) | οὓς ἔλεγον· Ὑμεῖς ἐστὲ τὸ φῶς τοῦ κόσμου, οὐκ ἦσαν μετ’ ἐμοῦ. Ἀλλὰ καὶ οἱ φιλούμενοί μοι Ἰουδαῖοι, οἱ πλησίον μου, διὰ τὴν πίστιν ἀπόστολοι, ἀπὸ μακρόθεν ἔστησαν, τοὺς ἐπιβουλεύοντας | |
55 | εὐλαβούμενοι. Καὶ οἱ ζητοῦντες τὴν ψυχήν μου ἐξεβιά‐ ζοντο, τὴν περὶ ἐμοῦ δόξαν διὰ φθόνου ὑπο‐ ρύττοντες. Ἐβούλοντο γὰρ δοκεῖν ὑπὲρ τοῦ νόμου ζηλοῦν. | |
60 | Διὸ καὶ δολιότητος ἐμελέτησαν, λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα ἔθνος ἡμῶν | |
καὶ κωλύοντα φόρους διδόναι Καίσαρι. Ἐγὼ δὲ καὶ συκοφαντούμενος ἐσιώπων, καὶ λό‐ γους μὲν πολλοὺς εἶχον εἰς ἔλεγχον. | 336 | |
65 | Οὐκ ἐφρόντιζον δὲ τῶν ψευδομαρτυρούν‐ των. Σοὶ, Πάτερ, θαῤῥῶ ὡς ἀληθινῷ καὶ ἀδεκάστῳ μάρτυρι, καί γε πρὸς σὲ βοῶ. Τήρησον τοὺς μαθητὰς ἐν τῷ ὀνόματί σου, μήποτε ἐπιχαρῶσιν οἱ ἐχθροί μου δαί‐ | |
70 | μονες, τοῦ χοροῦ μὴ φυλαχθέντος τῶν ἀπο‐ στόλων· μηδὲ μεγαλοῤῥημονήσωσιν Ἰουδαῖ‐ οι, ὁρῶντες ἐμοῦ τοὺς πόδας, τοὺς μαθητὰς, πρὸς μικρὸν διὰ τὸν σταυρὸν σαλευθέντας, καὶ ἀγνοοῦντας τὸ μυστήριον. | |
75 | Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος διὰ τὴν πρὸς ἀνθρώπους συμπάθειαν· ἧς ἕνεκα καὶ τοῦ οἰκείου πάθους ἔχω διὰ παντὸς τὴν ἀνάμνησιν, ἐξ ὧν πέπονθα καὶ τοῖς πειρα‐ ζομένοις δυνάμενος βοηθεῖν. Ἐγὼ μὲν οὖν | |
80 | τὴν τοῦ γένους ἀνομίαν λογιζόμενος, με‐ ριμνῶ τίνα τρόπον αὐτὴν καθαρῶ. Οἱ δὲ ἐχθροί μου Ἰουδαῖοι ζῶσιν, ἐν κα‐ κίᾳ δηλονότι καὶ ἀπιστίᾳ, καὶ κατὰ ταύτην κραταιοῦνται, καὶ πληθύνονται οἱ μισοῦντές | |
85 | με ἀδίκως, εἰ καὶ οὐδεμίαν τοῦ μίσους εὔ‐ λογον ἔχουσι πρόφασιν. Καὶ διαβάλλουσί με, διότι ἀγαθωσύνης εἰς αὐτοὺς ἐποίησα τὸ παράδοξον· αἰτιῶνται γὰρ ὅτι τοὺς αὐτῶν ἀῤῥώστους ἐν σαββάτῳ | |
90 | ἐθεράπευσα. Ἀλλ’, ὦ Πάτερ, μὴ ἐγκαταλίπῃς με· ἐμὲ δὲ λέγων, τὴν τῶν πιστῶν ἐκκλησίαν λέγω, ἧς καὶ τὴν σωτηρίαν οἰκειοῦμαι, ὥσπερ νῦν | |
καὶ τὰ ἁμαρτήματα. | 337 | |
3(t) | Psalmus XXXVI. | |
1n | v. 9. Οἱ δὲ πραεῖς κληρονομήσουσιν γῆν. | |
2n | Vat. 645, 2. | |
1 | Οἱ ἀπὸ Οὐαλεντίνου καί τινων ἑτέρων αἱρέσεων, οἰόμενοι τὸν Σωτῆρα λέγειν τὰ μὴ εἰρημένα ἐν τοῖς παλαιοῖς γράμμασιν, ἐντεῦθεν ἐλεγχέσθωσαν, .......... | |
5 | ἀκούοντες, ὅτι μακάριοι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. Εἴρητο γὰρ τοῦτο καὶ πρότερον διὰ Δαυὶδ ὑπὸ τοῦ αὐτοῦ Πνεύματος. | |
4(t) | Psalmus XLIX. | |
1n | v. 14, 15. Θῦσον τῷ Θεῷ θυσίαν αἰνέ‐ | |
2n | σεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, | |
3n | καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως. Vat. | |
4n | 654, 2. | |
1 | Θῦσον τῷ Θεῷ τῷ Πατρί. Καὶ ἀπόδος Ὑψίστῳ τῷ Υἱῷ. Καὶ ἐπικάλεσαί με τὸ Πνεῦμα τὸ ἅγιον. | |
Ἄισω καὶ ψαλῶ τῷ Κυρίῳ τῷ Πατρί. | 338 | |
5 | Εἰσάκουσον τῆς φωνῆς μου, τῷ Υἱῷ. Τὸ πρόσωπόν σου, Κύριε, ἐκζητήσω, τῷ Πνεύματι τῷ ἁγίῳ. Ἕνεκεν τοῦ ὀνόματός σου, τῷ Πατρί. Ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν Λόγον | |
10 | σου, τῷ Υἱῷ. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον, τῷ Πνεύματι τῷ ἁγίῳ. Τῷ Λόγῳ, τῷ Υἱῷ. Κυρίου, τοῦ Πατρός. | |
15 | Καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, τῷ Πνεύματι τῷ ἁγίῳ. | |
5(t) | Psalmus CII (Vat. 689, 2. 690, 1). | |
1n | v. 3—5 Τὸν ἰώμενον πάσας τὰς νόσους σου. | |
2 | Ἰᾶται τὰς νόσους, ὡς ἰατρὸς τῶν ψυχῶν. | |
3n | Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου. | |
4 | Λυτροῦται, ὡς βασιλεύς. | |
5n | Τὸν στεφανοῦντά σε ἐν ἐλέει. | |
6 | Στεφανοῖ, ὡς ἀγωνοθέτης. | |
7n | Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς. | |
8 | Ἐμπίπλησιν ἡμᾶς ἀγαθῶν, ὡς πλούσιος. | |
6(t) | Psalmus CXV. | |
1n | v. 1. Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ | |
2n | ἐταπεινώθην σφόδρα. | |
1 | Ὅλου τοῦ ψαλμοῦ ἐν βραχεῖ ἡ διάνοια· | |
πολλοὶ μὲν οἱ ἐν ἀνθρώποις λόγοι, καὶ πολλὰ πολλοῖς πεφιλοσόφηται, ἐξετάζουσι τὰ περὶ ἀληθείας· ἀλλ’ ἐπεὶ χρὴ προοίμιον εἶναι τῆς | 339 | |
5 | συνέσεως τῶν τοῦ Θεοῦ τὴν εἰς Θεὸν πί‐ στιν, οἱ μὲν πολλοὶ οὐτ’ ἀληθῆ εἰρήκασιν, ἐγὼ δὲ διὰ τοῦτο ἐλάλησα, ἐπεὶ πρότερον ἐπίστευσα· εἶτα λαλήσας καὶ θεωρήσας καὶ τιμηθεὶς ὑπὸ τοῦ Θεοῦ, ᾧ πεπίστευκα τῷ | |
10 | λόγῳ αὐτοῦ, κατανοήσας τε τὴν ἀληθῆ σο‐ φίαν, καὶ θαυμάσας εἰ ἡ βραχεῖα οὕτως ἀν‐ θρώπου φύσις, τοσούτων ἀξιοῦται δογμάτων καὶ νοημάτων· καὶ συνεὶς ὅσων λογικῶν ἐσ‐ τιν ζώων ταπεινώτερος ἄνθρωπος, καὶ τὴν | |
15 | αἰτίαν γεγονέναι με ἄνθρωπον, μετὰ τὸ πιστεῦσαι καὶ λαλῆσαι, ἐταπεινώθην· οὐχ ὡς ἔτυχον, ἀλλὰ σφόδρα, αὐτοῦ τοῦ ἀπο‐ καλυφθέντος μοι λόγου πείσαντός με ἐπι‐ πλέον ταπεινωθῆναι. Εἶτα εἰδὼς, μετὰ τὸν | |
20 | τοῦ Θεοῦ δοῦλον, τοὺς πολλοὺς τῶν ἀνθρώ‐ πων λόγους, ἐν οἷς πρότερον ἐδόκουν τι εἶναι σοφὸν καὶ ἀληθὲς, καταπλαγεὶς καὶ ἐκστὰς ἐπὶ τοῖς παθήμασιν, ἀπεφηνάμην περὶ τῶν ἀνθρωπίνων, αὐτῇ προσβαλὼν ἀληθείᾳ, ὅτι | |
25 | οὐ τινὲς μὲν ἀνθρώπων ἀληθεύουσιν, ἕτεροι δὲ ψεύδονται, ἀλλὰ πάντες ψεύδονται. Τί οὖν ἀντὶ τούτων δωρεῶν κἀγὼ τῷ Κυ‐ ρίῳ, ὡς εὐχάριστος, κατὰ δύναμίν μου ἀποδώ‐ σω; καὶ ποίᾳ προαιρέσει καὶ τηλικαύτην εἰς | |
30 | ἐμὲ χάριν ἀμείψομαι; Ζητῶν δὴ, ὁδὸν μίαν εὗρον, ὡς χρή με ἀμείψασθαι τὸν Θεόν· ἑκὼν γὰρ λήψομαι, μὴ παραιτησάμενος διὰ τὸ ὀχληρὸν, τῶν ἐν τῷ μαρτυρίῳ πόνων τὸ πο‐ τήριον, ὅπερ σωτήριον τυγχάνει· καὶ τοῦτο | |
35 | λαβὼν, καὶ ὁρῶν ὅτι δέομαι δυνάμεως πρὸς τὸ πιεῖν αὐτὸ, ἐπικαλέσομαι τὸ τοῦ Κυρίου ὄνομα, ἵνα δυναμωθῶ· πείθομαι γὰρ τὸν ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος θάνατον τί‐ | |
μιον εἶναι ἐν ὀφθαλμοῖς Κυρίου. | 340 | |
7(t) | Psalmus CXVIII. | |
1n | v. 1. Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πο‐ | |
2n | ρευόμενοι ἐν νόμῳ Κυρίου. | |
1 | Οὕτω γε στίχος ἐστίν· οἱ γὰρ παρ’ Ἑβραί‐ οις στίχοι, ὡς ἔλεγέ τις, ἔμμετροί εἰσιν· ἐν ἑξαμέτρῳ μὲν ἡ ἐν τῷ Δευτερονομίῳ ᾠδή· ἐν τριμέτρῳ δὲ καὶ τετραμέτρῳ οἱ ψαλμοί. | |
5 | Οἱ στίχοι οὖν, οἱ παρ’ Ἑβραίοις, ἕτεροί εἰσιν παρὰ τοὺς παρ’ ἡμῖν. Ἐὰν θέλωμεν ἐνθάδε τηρῆσαι, τοὺς στίχους ποιοῦμεν· Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου, Καὶ οὕτως ἀρχόμεθα δευτέρου τοῦ | |
10 | ἑξῆς. Ἰστέον τοίνυν ὅτι οἱ Ἕλληνες οἱ ἑρ‐ μηνεύσαντες πεποιήκασι τὸν παρ’ Ἑβραίοις στίχον ἐν τούτοις δύο (ὡς [ὁ] τοῦτο ἀντίγρα‐ φον γράψας οἱονεὶ πεποίηκε τὴν ἀρχὴν τοῦ στίχου μετ’ ἐκθέσεως)· τὸν δὲ δοκοῦντες | |
15 | δεύτερον, μὴ ὄντα δεύτερον, ἀλλὰ λεῖμμα τοῦ προτέρου μετ’ αἰσθήσεως· καὶ τοῦτο πε‐ ποίηκεν ἐπὶ ὅλου τοῦ ῥητοῦ. | |
8(t1) | Psalmus CXVIII, v. 127. | |
t2 | Ἔκφρασις τοῦ Τοπαζίου ἐν τῷ ἐπιγεγραμμένῳ· Ξενοκράτους Λιθογνώμων. | |
1 | Περὶ δὲ τοῦ Τοπαζίου λίθου τοιαῦτα εὕ‐ | |
ρομεν ἱστορούμενα ἐν τῷ ἐπιγεγραμμένῳ Ξε‐ νοκράτους Λιθογνώμων· Ὅτι γίνεται τῆς Θη‐ βαΐδος περὶ πόλιν Ἀλαβάστρων, καὶ προσα‐ | 341 | |
5 | γορεύεται ἀπὸ τοῦ φέροντος αὐτὸν τόπου, Τόπαζον. Τὸ χρῶ[μα] δὲ τοῦ Τοπαζίου πρα‐ σοειδὲς καὶ χρυσόχρουν, χρυσοπράσῳ παρα‐ πλησίως· κατάμφω δὲ ἐπιτέταται τὰς χρόας κατακορέστερον. Ἔστι δὲ καὶ πυρίχρουν καὶ | |
10 | καθαρὸν ἄγαν καὶ χρυσόχρουν· τῷ δὲ μεγέθει καὶ πάντας ὑπεραίρει τοὺς χρυσοπράσους. Ἔστι δὲ καὶ τὸ εἶδος λιπαρὸς, ἑοικὼς κα‐ ταφλεγομένῳ ὑπὸ ἡλίου. Ἔστι δὲ καὶ ὡραι‐ ότατος καθεστηκὼς, καὶ νῦν ἐστιν οὐ πάνυ | |
15 | περισπούδαστος, καὶ ἔλαττον θαυμαζόμενος διὰ τὸ πλῆθος· καίτοι κατὰ τὴν πρώτην εὕρεσιν ἀγαστός τε νενόμισται καὶ περι‐ σπούδαστος· φύσιν δὲ ἔχει λιαινόμενον τὸ Τοπάζιον τραχύνεσθαι, καὶ ἐν ταῖς χρείαις | |
20 | μειοῦσθαι· ἔστι δὲ καὶ τῶν λίθων εὔγλυφος. | 342 |
9(t) | Psalmus CXXI. | |
1n | v. 3. Ἱερουσαλὴμ ᾠκοδομήθη ὡς πόλις | |
2n | ἧς ἡ μετοχὴ ἐπὶ τὸ αὐτό. | |
1 | Οὕτω φησίν· Ἦν πάλαι ἡ Ἱερουσαλὴμ, ὡς πόλις οὐ διεσπαρμένη ὦδε [καὶ ὧδε]. ἀλλ’ οὕτως ἦν ἡρμοσμένη, ὡς δόξειεν ἄοικος εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰ‐ | |
5 | κοδομημάτων· ἢ καὶ λέγει τὸ μέλλον ὡς παρεληλυθὸς, ὡς ἐν τῷ· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ τό· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Ἕτεροί φασιν· ὡς ἤδη τῶν πραγμάτων | |
10 | ἀπολαύοντες, τρόπον τινὰ τὴν πόλιν καὶ τὸν ναὸν περιπλέκονται· ἃ γὰρ ἔχοντες οὐκ ᾐσθάνοντο, νῦν ἀπολαύοντες εὐφραίνονται· δίκῃ μὲν ἀποβαλόντες, θείᾳ φιλανθρωπίᾳ δὲ κομισάμενοι. | |
10(t1) | Psalmus CXXV. | |
t2 | Ἔκφρασις περὶ τοῦ τῷ νότῳ χειμάῤῥου. | |
1n | v. 4. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλω‐ | |
2n | σίαν ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ. | |
1 | Ὁ χείμαῤῥος οὗτος, περὶ οὗ λέγει ὁ προφή‐ της, ἐν νότῳ ἐστὶν ἐντὸς τῆς Ῥινοκορούρας, ἥτις ἐστὶν ἀρχὴ τῆς Αἰγύπτου. Τοῦτο οὖν μεμαθήκαμεν παρὰ πλειόνων, καὶ ἡμεῖς γε‐ | 343 |
5 | νόμενοι ἐν ταύτῃ τῇ πόλει, αὐτόπται γε‐ γόναμεν τοῦ χειμάῤῥου. Οἱ γὰρ Σαρακηνοὶ κατήρχοντο, ὡς καὶ μέχρι τοῦ νῦν κατέρχον‐ ται Ῥινοκόρουραν, καὶ πραιδεύουσιν ἅπερ εὑρίσκουσιν, καὶ ἀνέρχονται εἰς τοὺς τόπους | |
10 | ἑαυτῶν. Ὁ δὲ χείμαῤῥος οὗτος ἐκ τῶν Σα‐ ρακηνῶν κατέρχεται· κατὰ βούλησιν οὖν Θεοῦ, ἡνίκα γένηται ὑετὸς λάβρος, πληθύνει ὁ χείμαῤῥος, ὥστε κατέρχεσθαι αὐτὸν σφο‐ δρῶς λαμβάνοντα τὰς σκηνὰς τῶν Σαρακη‐ | |
15 | νῶν, καὶ αὐτοὺς μὲν ἀπόλλυσι, τὰ δὲ αὐ‐ τῶν πάντα καὶ ἅπερ διεπράτησαν λαβὼν, φέρει εἰς τὴν Ῥινοκόρουραν. Λέγει δὲ ὁ προφήτης, ἐκ προσώπου τῶν πιστευσάντων, ὅτι, ὥσπερ ἐκεῖνος τοὺς μὲν | |
20 | αἰχμαλωτίζοντας ἀπόλλυσι, τὰ δὲ σκύλα ἀποκαθίστησιν, ἐξ ὧν καὶ ἐλήφθησαν· οὕ‐ τως ποίησον καὶ αὐτὸς, καὶ τὰς ἐναντίας δυνάμεις τὰς ἡμᾶς αἰχμαλωτισάσας θανά‐ τωσον τῷ ὕδατι τοῦ βαπτίσματος· δι’ αὐτοῦ | |
25 | δὲ πάλιν τοῦ ὕδατος ἀπόδος ἡμῖν τὴν δόξαν καὶ τὴν ἐλευθερίαν, ἣν ἀφείλαντο ἡμῖν αἱ τοῦ ἐχθροῦ δυνάμεις. Αὕτη οὖν ἡ διήγησις τῆς ἱστορίας τοῦ χειμάῤῥου, καὶ αὕτη ἡ αἰ‐ τία τοῦ εἰρηκέναι τὸν προφήτην. | |
11(t) | De XII Apostolis. | |
1 | Τῶν δὲ ἱερῶν τοῦ Σωτῆρος ἡμῶν ἀπο‐ στόλων τε καὶ μαθητῶν, ἐφ’ ἅπασαν διασπα‐ ρέντων τὴν οἰκουμένην, Θωμᾶς μὲν, ὡς ἡ | |
παράδοσις περιέχει, τὴν Παρθίαν εἴληχεν· | 344 | |
5 | Ἀνδρέας δὲ τὴν Σκυθίαν· Ἰωάννης τὴν Ἀ‐ σίαν, πρὸς οὓς καὶ διατρίψας ἐν Ἐφέσῳ τε‐ λευτᾷ, Πέτρος δὲ ἐν Πόντῳ καὶ Γαλατίᾳ, καὶ Βιθυνίᾳ, Καππαδοκίᾳ τε καὶ Ἀσίᾳ κε‐ κηρυκέναι τοῖς ἐκ διασπορᾶς Ἰουδαίοις ἔοι‐ | |
10 | κεν· ὃς καὶ ἐπὶ τέλει ἐν Ῥώμῃ γενόμενος, ἀνεσκολοπίσθη κατὰ κεφαλῆς, οὕτως αὐτὸς ἀξιώσας παθεῖν. Τί δεῖ περὶ Παύλου λέγειν, ἀπὸ Ἰερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πε‐ πληρωκότος τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ | |
15 | ὕστερον ἐν τῇ Ῥώμῃ ἐπὶ Νέρωνος μεμαρ‐ | |
τυρηκότος; | 345 |