TLG 1663 003 :: SEMUS :: Fragmenta SEMUS Gramm. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 492–496. Frr. 1–20 Citation: Fragment — (line) | ||
t1-18a | ΔΗΛΙΑΣ. | |
t1-2 | E LIBRO PRIMO. | |
1 | Athenaeus XIV: Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος (sc. Φοίνικα τὸ ὄργανον κληθῆναί φησι) διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξεργάσασθαι. | |
2 | Harpocratio: Ἑκάτης νῆσος, Λυκοῦργος Κατὰ Μενεσαίχμου. Πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ’ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν αʹ Δηλιακῶν. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν | |
5 | ὁ Σῆμος ἐν τῇ αʹ διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν | |
---|---|---|
θεόν· ψάμμητα δ’ ἐστὶ ψαιστῶν τις ἰδέα. | 492 | |
t3-5 | E LIBRO SECUNDO. | |
3 | Athenaeus XIV: Σῆμος ἐν δευτέρῳ Δη‐ λιάδος «Ἐν τῇ τῆς Ἑκάτης (φησὶ) νήσῳ τῇ Ἴριδι θύουσι Δήλιοι τοὺς βασυνίας καλουμένους. Ἔστι δὲ ἑφθὸν πύρινον σταῖς σὺν μέλιτι, καὶ τὰ καλούμενα κόκ‐ | |
5 | κωρα, ἰσχὰς καὶ κάρυα τρία.» | |
4 | Idem III: Σῆμος δ’ ὁ Δήλιος ἐν δευτέρῳ Νησιάδος (scr. Δηλιάδος) ἐν Κιμώλῳ τῇ νήσῳ φησὶ ψυχεῖα κατεσκευάσθαι θέρους ὀρυκτὰ, ἔνθα χλιεροῦ ὕδατος πλήρη κεράμια καταθέντες κομίζονται χιόνος | |
5 | οὐδὲν διάφορα. | |
5 | Idem VIII: Καὶ γὰρ ἐν Δήλῳ φησὶ Σῆμος ὁ Δήλιος ἐν δευτέρῳ Δηλιάδος, ὅταν θύωσι τῇ Βριζοῖ (αὕτη δέ ἐστιν ἡ ἐν ὕπνῳ μάντις· βρίζειν δὲ οἱ ἀρχαῖοι λέγουσι τὸ καθεύδειν· | |
5 | Ἔνθα δ’ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν)· ταύτῃ οὖν ὅταν θύωσιν αἱ Δηλιάδες, προσφέρουσιν αὐτῇ σκάψας, πάντων πλήρεις ἀγαθῶν, πλὴν ἰχθύων, διὰ τὸ εὔχεσθαι ταύτῃ περί τε [ἄλλων] πάντων καὶ ὑπὲρ τῆς τῶν πλοίων σωτηρίας. | |
t5a-5c | E LIBRO TERTIO. | |
5a | Photius Lex.: Πράμνειος οἶνος· Σῆμος ὁ Δήλιος ἐν τρίτῳ ἐν ᾗ καὶ ὁ πράγμων (scr. ἐν Ἰκάρῳ Πράμνον) πέτραν εἶναι, ἀφ’ ἧς τὸν οἶνον εἶναι. | |
5b | Suidas: Πράμνιος οἶνος ... Σ. ὁ Δήλιος ἐν γʹ, ἐν Νι‐ κίᾳ (lege Ἰκάρῳ) Πράμνον πέτραν εἶναι, ἀφ’ ἧς τὸν οἶνον εἶναι. | |
5c | Athenaeus I: Εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος Πράμνον πέτραν, καὶ παρ’ αὐτῇ ὄρος μέγα, ἀφ’ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην τινὰς καλεῖν. | |
t6-7 | E LIBRO QUARTO. | |
6 | Athen. IV: Σῆμος δ’ ἐν τετάρτῳ Δηλιά‐ δος «Δελφοῖς (φησὶ) παραγινομένοις εἰς Δῆλον πα‐ ρεῖχον Δήλιοι ἅλας καὶ ὄξος καὶ ἔλαιον καὶ ξύλα καὶ στρώματα.» | |
7 | Id. XV: Πρῶτος ἐν τοῖς Ἕλλησι στέ‐ φανος ὠνομάσθη, ὥς φησι Σῆμος ὁ Δήλιος ἐν τετάρτῳ Δηλιάδος, τὸ παρὰ μὲν ἡμῖν στέφος, παρὰ δέ τισι στέμμα προσαγορευόμενον, διὸ καὶ τούτῳ πρώτῳ στε‐ | |
5 | φανωσάμενοι δεύτερον περιτιθέμεθα τὸν δάφνινον. Κέ‐ κληται δὲ στέφανος ἀπὸ τοῦ στέφειν. | |
t8-10 | E LIBRO QUINTO. | |
8 | Idem XIV: Παρμενίσκος δὲ ὁ Μετα‐ ποντῖνος, ὥς φησι Σῆμος ἐν πέμπτῳ Δηλιάδος, καὶ | |
γένει καὶ πλούτῳ πρωτεύων, εἰς Τροφωνίου καταβὰς, καὶ ἀνελθὼν οὐκ ἔτι γελᾶν ἐδύνατο. Καὶ χρηστηρια‐ | 493 | |
5 | ζομένῳ περὶ τούτου, ἡ Πυθία ἔφη· Εἴρῃ μ’ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο; Δώσει σοι μήτηρ οἴκῳ, τὴν ἔξοχα τῖε. Ἐλπίζων δ’, ἂν ἐπανέλθῃ εἰς τὴν πατρίδα, γελάσειν, ὡς οὐδὲν ἦν πλέον, οἰόμενος ἐξηπατῆσθαι, ἔρχεταί ποτε | |
10 | κατὰ τύχην εἰς Δῆλον· καὶ πάντα τὰ κατὰ τὴν νῆσον θαυμάζων ἦλθε καὶ εἰς τὸ Λητῷον, νομίζων τῆς Ἀπόλ‐ λωνος μητρὸς ἄγαλμά τι θεωρήσειν ἀξιόλογον· ἰδὼν δ’ αὐτὸ ξύλινον ἄμορφον παραδόξως ἐγέλασεν. Καὶ τὸν τοῦ θεοῦ χρησμὸν ξυμβαλὼν, καὶ τῆς ἀρρωστίας | |
15 | ἀπαλλαγεὶς, μεγαλωστὶ τὴν θεὸν ἐτίμησεν. | |
9 | Athen. XI: Σῆμος δ’ ἐν πέμπτῃ Δη‐ λιάδος ἀνακεῖσθαί φησιν ἐν Δήλῳ χρυσῆν ἡδυποτίδα Ἐχενίκης ἐπιχωρίας γυναικὸς, ἧς μνημονεύει καὶ ἐν τῇ ὀγδόῃ. | |
10 | Idem XIV: Τὴν δὲ συναυλίαν τί ποτ’ ἐστὶν, ἐμφανίζει Σῆμος ὁ Δήλιος ἐν πέμπτῳ Δηλιάδος, γράφων οὕτως· «Ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. Ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος | |
5 | αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦν‐ τος.» | |
t11-12 | E LIBRO SEXTO. | |
11 | Idem VII: Σῆμος δ’ ἐν ἕκτῳ Δηλιά‐ δος· «Ἀθηναίοις (φησὶ) θυομένοις ἐν Δήλῳ τὴν χέρ‐ νιβα βάψας ὁ παῖς προσήνεγκε, κἀν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. Εἰπεῖν οὖν αὐτοῖς τοὺς τῶν Δη‐ | |
5 | λίων μάντεις, ὡς κυριεύσουσι τῆς θαλάσσης.» | |
12a | Etym. M.: Βίβλινος οἶνος. Σίμος (l. Σῆ‐ μος) δὲ ἐν τῇ ἕκτῃ τῆς Ἰλιάδος (l. Δηλιάδος), ἐν Νάξῳ φησὶ ποταμὸν Βιβλίνην, ἀφ’ οὗ καλοῦσιν οἶνον Βίβλινον, διὰ τὰς πεφυκυίας ἀμπέλους. Διὰ δὲ τοῦ μ γράφουσι | |
5 | τὸν ποταμὸν, Βιμβλίνην· καὶ τὸν Νάξιον οἶνον διὰ τοῦ μ, Βίμβλινον. | |
12b | Stephan. B.: Βιβλίνη, χώρα Θρᾴκης· ἀπὸ ταύτης ὁ Βίβλινος οἶνος· οἱ δέ ἀπὸ Βιβλίας ἀμπέλου. Δῆμος (l. Σῆμος) δ’ ὁ Δήλιος τὸν Νάξιόν φησιν, ἐπειδὴ Νά‐ ξου ποταμὸς Βίβλος. | |
t13 | E LIBRO OCTAVO. | |
13 | Athenaeus III: Ἀχαΐνας. Τούτου τοῦ ἄρτου μνημονεύει Σῆμος ἐν ὀγδόῳ Δηλιάδος, λέγων ταῖς θεσμοφόροις γίνεσθαι. Εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια, ἐπιλεγόντων τῶν φερόν‐ | |
5 | των· «Ἀχαΐνην στέατος ἔμπλεων τράγον,» | 494 |
t14-18a | E LIBRIS INCERTIS. | |
14 | Steph. Byz.: Τέγυρα, πόλις Βοιωτίας, ἐν ᾗ Ἀπόλ‐ λωνά φασι γεννηθῆναι. Σῆμος δ’ ὁ Δήλιος· «Τὴν Ἀπόλλωνος γένεσιν οἱ μὲν ἐν Λυκίᾳ, οἱ δὲ ἐν Δήλῳ, οἱ δ’ ἐν Ζωστῆρι τῆς Ἀττικῆς, οἱ δ’ ἐν Τεγύρᾳ τῆς | |
5 | Βοιωτίας φασίν· ὅθεν καὶ Τεγυρήϊος Ἀπόλλων.» Καλλισθένης ἐν τρίτῳ τῶν Ἑλληνικῶν (fr. 3) κτλ. | |
15 | Athenaeus II: Σῆμος δ’ ὁ Δήλιός φησι· «Τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικὸς, ἀλλ’ ὃν νῦν λέβητα καλοῦσιν. Οὗτοι δ’ ἦσαν οἱ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. Καὶ τούτων ἔνιοι ὠτώεν‐ | |
5 | τες, τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες, τρίποδες ὠνο‐ μάζοντο.» | |
16 | Idem XI: Ἐκαλεῖτο δέ τις καὶ βαλα‐ νωτὴ φιάλη, ἧς τῷ πυθμένι χρυσοῖ ὑπέκειντο ἀστρά‐ γαλοι. Σῆμος δὲ ἐν Δήλῳ ἀνακεῖσθαί φησι χαλκοῦν φοίνικα, Ναξίων ἀνάθημα, καὶ καρυωτὰς φιάλας | |
5 | χρυσᾶς. | |
17 | Idem: Οἶδα δὲ καὶ Κίναρον καλουμένην νῆσον, ἧς μνημονεύει Σῆμος. | |
18 | Schol. Apoll. Rh. I, 1304: Ὅτι Ἡρακλῆς ἀνεῖλε τοὺς Βορεάδας, διὰ τὸ κωλῦσαι τὴν ναῦν ὑποστρέψαι πάλιν εἰς τὴν Μυσίαν, φησὶν Ἀπολλώνιος. Σῆμος δέ φησι, διὰ τὸ ληφθῆναι δρόμῳ τὸν Ἡρακλέα τῶν Βο‐ | |
5 | ρεαδῶν. Στησίμβροτος δὲ κτλ. | |
18a | Schol. in Hom. Odyss. μ, 124: Κρά‐ ταιϊν (praestat Κραταιῒν) Σχῆμός (l. Σῆμός Cramer.) φησιν Ἑκάτης καὶ Τρίτωνος, Κραταιϊ ἡ τας δὲ | |
5 | (l. Κραταιΐδος δὲ) καὶ Δείμου Σκύλλαν. Στησίχορος Λάμιαν φησὶ τῆς Σκύλλης μητέρα. | |
t19-20 | ΠΕΡΙ ΠΑΙΑΝΩΝ. | |
19 | Athenaeus XIV: Σῆμος δ’ ὁ Δήλιος ἐν τῷ Περὶ παιάνων φησί· «Τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθ’ αὑτὰ προσηγόρευον ἀμάλας· συναθροισθέντα δὲ καὶ ἐκ πολλῶν μίαν γενόμενα δέσμην οὔλους καὶ ἰού‐ | |
5 | λους· καὶ τὴν Δήμητρα ὁτὲ μὲν Χλόην, ὁτὲ δὲ Ἰουλώ. Ἀπὸ τῶν οὖν τῆς Δήμητρος εὑρημάτων τούς τε καρ‐ ποὺς καὶ τοὺς ὕμνους, τοὺς εἰς τὴν θεὸν, οὔλους κα‐ λοῦσι, καὶ ἰούλους. Δημήτρουλοι καὶ καλλίουλοι. Καὶ Πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει. | |
10 | Ἄλλοι δέ φασιν ἐριουργῶν εἶναι τὴν ᾠδήν. Αἱ δὲ τῶν | |
τιτθευουσῶν ᾠδαὶ καταβαυκαλήσεις ὀνομάζονται.» | 495 | |
20 | Athen. XIV: Σῆμος δ’ ὁ Δήλιος ἐν τῷ Περὶ παιάνων «Οἱ αὐτοκάβδαλοι (φησὶ) καλούμενοι ἐστεφανωμένοι κιττῷ σχέδην ἐπέραινον ῥήσεις. Ὕστε‐ ρον δὲ ἴαμβοι ὠνομάσθησαν αὐτοί τε καὶ τὰ ποιήματα | |
5 | αὐτῶν. Οἱ δὲ ἰθύφαλλοι (φησὶ) καλούμενοι προσωπεῖον μεθυόντων ἔχουσι, καὶ ἐστεφάνωνται, χειρῖδας ἀνθι‐ νὰς ἔχοντες· χιτῶσι δὲ χρῶνται μεσολεύκοις, καὶ πε‐ ριέζωνται ταραντῖνον, καλύπτον αὐτοὺς μέχρι τῶν σφυ‐ ρῶν. Σιγῇ δὲ διὰ τοῦ πυλῶνος εἰσελθόντες, ὅταν κατὰ | |
10 | μέσην τὴν ὀρχήστραν γένωνται, ἐπιστρέφουσιν εἰς τὸ θέατρον, λέγοντες· Ἀνάγετ’, εὐρυχωρίαν τῷ θεῷ ποιεῖτε. Ἐθέλει γὰρ ὁ θεὸς ὀρθὸς ἐσφυρωμένος | |
15 | διὰ μέσου βαδίζειν. Οἱ δὲ φαλλοφόροι (φησὶ) προσωπεῖον μὲν οὐ λαμβά‐ νουσι, προπόλιον δὲ ἐξ ἑρπύλλου περιτιθέμενοι, καὶ παιδέρωτας ἐπάνω τούτου ἐπιτίθενται, στέφανόν τε δασὺν ἴων καὶ κιττοῦ· αὔνακάς τε περιβεβλημένοι πα‐ | |
20 | ρέρχονται, οἱ μὲν ἐκ παρόδου, οἱ δὲ κατὰ μέσας τὰς θύρας βαίνοντες ἐν ῥυθμῷ, καὶ λέγοντες· Σοὶ, Βάκχε, τάνδε μοῦσαν ἀγλαΐζομεν, ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει, καινὰν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος | |
25 | κεχρημέναν ᾠδαῖσιν, ἀλλ’ ἀκήρατον κατάρχομεν τὸν ὕμνον. Εἶτα προστρέχοντες ἐτώθαζον, οὓς ἂν προέλοιντο, στά‐ δην δὲ ἔπραττον· ὁ δὲ φαλλοφόρος ἰθὺ βαδίζων κατα‐ | |
πλησθεὶς αἰθάλῳ.» | 496 |