TLG 1650 001 :: PYTHEAS :: Fragmenta

PYTHEAS Perieg.
(Massiliensis: 4 B.C.)

Fragmenta

Source: Mette, H.J. (ed.), Pytheas von Massalia. Berlin: De Gruyter, 1952: 17–29, 34–35.

frr. 1–9b, 14–15

Citation: Fragment — (line)

1

HIPPARCHOS VON NIKAIA Τῶν Ἀράτου καὶ Εὐδόξου Φαινομένων ἐξήγησις IV 1: περὶ μὲν οὖν τοῦ βορείου πόλου Εὔδοξος ἀγνοεῖ λέγων οὕτως· ‘ἔστι δέ τις ἀστὴρ μένων ἀεὶ κατὰ τὸν αὐτὸν τόπον· οὗτος δὲ ὁ
5ἀστὴρ πόλος ἐστὶ τοῦ κόσμου‘. ἐπὶ γὰρ τοῦ πόλου οὐδὲ εἷς ἀστὴρ κεῖται, ἀλλὰ κενός ἐστι τόπος, ὧι παράκεινται τρεῖς ἀστέρες, μεθ’ ὧν τὸ σημεῖον τὸ κατὰ τὸν πόλον τε‐ τράγωνον ἔγγιστα σχῆμα περιέχει, καθάπερ καὶ Πυθέας φησὶν ὁ Μασσαλιώτης.

2

AETIOS Περὶ ἀρεσκόντων ξυναγωγή III 17 [Πῶς ἀμπώτιδες γίνονται καὶ πλήμμυραι], 3—5 p. 383, 4 H. Diels (IOANNES VON STOBOI Ἐκλογαὶ ἀποφθέγματα ὑπο‐ θῆκαι I 38, 3—5 p. 252, 18 K. Wachsmuth; «PLUTAR‐
5CHOS» Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομή III 17, 2f. [ «GALENOS» Περὶ φι‐ λοσόφου· ἱστορίας 88 p. 634, 14 H. Diels]): Πυθέας ὁ Μασσαλιώτης τῆι πληρώσει τῆς σελήνης καὶ τῆι μειώσει τὰς ἑκατέρου τούτων αἰτίας ἀνατίθησιν. Ποσειδώνιος
10(87 F 81 F. Jacoby) ὑπὸ μὲν τῆς σελήνης κινεῖσθαι τοὺς ἀνέμους, ὑπὸ δὲ τούτων τὰ πελάγη, ἐν οἷς τὰ προειρημένα γίνεσθαι πάθη. Πλάτων (Phaidon p. 111 e 4—112a 6) ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων· εἶναι γάρ τινα φυ‐ σικὴν αἰώραν διά τινος ἐγγείου τρήματος περιφέρουσαν
15τὴν παλίρροιαν, ὑφ’ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη.17

3

MARKIANOS VON HERAKLEIA Ἐπιτομὴ τοῦ τῆς Ἐντὸς Θαλάσσης Περίπλου ὃν ἔγραψεν ἐν τρισὶ βι‐ βλίοις Μένιππος Περγαμηνός 2 p. 565, 23 K. Müller: ... οἱ γὰρ δὴ δοκοῦντες ταῦτα (geographische Probleme) μετὰ
5λόγων ἐξητακέναι, Τιμοσθένης ὁ Ῥόδιός ἐστιν, ἀρχικυβερ‐ νήτης τοῦ δευτέρ[αι]ου Πτολεμαίου γεγονώς, καὶ μετ’ ἐκεῖνον Ἐρατοσθένης ὃν Βῆτα ἐκάλεσαν οἱ τοῦ Μουσ〈ε〉ίου προστάντες, πρὸς δὲ τούτοις Πυθέας τε ὁ Μασσαλιώτης καὶ Ἰσίδωρος ὁ Χαρακηνός ...

4

STRABON Γεωγραφικά III 4, 4 (= Sphairopoiia F 30 S. 225, 17—21): ... καίτοι ἐμοί γε δοκεῖ δυνατὸν εἶναι καὶ συνηγορῆσαι πολλοῖς τῶν λεχθέντων (scil. von Homer) καὶ εἰς ἐπανόρθωσιν ἄγειν καὶ μάλιστα εἰς ταῦτα ὅσα Πυ‐
5θέας παρεκρούσατο τοὺς πιστεύσαντας αὐτῶι κατὰ ἄγνοιαν τῶν τε ἑσπερίων τόπων καὶ τῶν προσβόρ〈ρ〉ων τῶν παρὰ τὸν Ὠκεανόν ...

5

— — —II 3, 5: ... ‘ἐγὼ μὲν οὖν‘, φησί (Posei‐ donios, Περὶ Ὠκεανοῦ 87 F 28, 9ff. F. Jacoby), ‘μέχρι 〈τοῦδε〉 τῆς περὶ τὸν Εὔδοξον ἱστορίας ἥκω· τί δ’ ὕστερον συνέβη, τοὺς ἐκ Γαδείρων καὶ τῆς Ἰβηρίας
5εἰκὸς εἰδέναι‘. ἐκ πάντων δὴ τούτων φησὶ δείκνυσθαι, διότι ἡ οἰκουμένη κύκλωι περιρρεῖται τῶι Ὠκεανῶι· ‘οὐ γάρ μιν δεσμὸς περιβάλλεται ἠπείροιο, ἀλλ’ ἐς ἀπειρεσίην κέχυται· τό μιν οὔ τι μιαίνει‘. θαυμαστὸς δὴ κατὰ πάντα ἐστὶν ὁ Ποσ〈ειδώνιοσ〉,
10τὸν μὲν τοῦ μάγου περίπλουν, ὃν Ἡρακλείδης (vom Pon‐ tos, F 56 O. Voss) εἶπεν, ἀμάρτυρον νομίσας, καὶ αὖ τὸν τῶν ὑπὸ Δαρείου πεμφθέντων, ὃν Ἡρόδοτος ἱστορεῖ (gemeint ist IV 42), τὸ δὲ Βεργαῖον διήγημα τοῦτο (‘διήγημα‘ nach Art der Ἄπιστα des Antiphanes von Berge) ἐν πίστεως μέρει
15τιθείς, εἴθ’ ὑπ’ αὐτοῦ πεπλασμένον, εἴτ’ ἄλλων πλασάντων
πιστευθέν. τί〈σ〉 γὰρ ἡ πιθανότης πρῶτον μὲν τῆς κατὰ τὸν Ἰνδὸν περιπετείας; ........ πῶς δ’ οὐκ ἔδεισεν ἀποδρὰς τὸν Βόγον πλεῖν πάλιν παρὰ τὴν Λιβύην σὺν παρασκευῆι δυναμένηι συνοικίσαι νῆσον; οὐ πολὺ οὖν18
20ἀπολείπεται ταῦτα τῶν Πυθέου καὶ Εὐημέρου καὶ Ἀντι‐ φάνους ψευσμάτων. ἀλλ’ ἐκείνοις μὲν συγγνώμη, τοῦτ’ αὐτὸ ἐπιτηδεύουσιν, ὥσπερ τοῖς θαυματοποιοῖς· τῶι δ’ ἀποδεικτικῶι καὶ φιλοσόφωι, σχεδὸν δέ τι καὶ περὶ πρω‐ τείων ἀγωνιζομένωι τίς ἂν συγγνοίη; ταῦτα μὲν οὖν
25οὐκ εὖ.

6a

— — —I 4, 2—5: ἑξῆς δὲ τὸ πλάτος τῆς οἰκου‐ μένης ἀφορίζων φησὶν (Eratosthenes von Kyrene, Γεω‐ γραφικά F II C 2. 18 H. Berger) ἀπὸ μὲν Μερόης ἐπὶ τοῦ δι’ αὐτῆς μεσημβρινοῦ μέχρι Ἀλεξανδρείας εἶναι μυρίους,
5ἐνθένδε εἰς τὸν Ἕλλης Πόντον περὶ ὀκτακισχιλίους ἑκατόν, εἶτ’ εἰς Βορυσθένη πεντακισχιλίους, εἶτ’ ἐπὶ τὸν κύκλον τὸν διὰ Θούλης—ἥν φησι Πυθέας ἀπὸ μὲν τῆς Βρετ‐ τανικῆς ἓξ ἡμερῶν πλοῦν ἀπέχειν πρὸς ἄρκτον, ἐγγὺς δ’ εἶναι τῆς Πεπηγυίας Θαλάττης—ἄλλους ὡς μυρίους
10χιλίους πεντακοσίους. ἐὰν οὖν ἔτι προσθῶμεν ὑπὲρ τὴν Μερόην ἄλλους τρισχιλίους τετρακοσίους, ἵνα τὴν τῶν Αἰγυπτίων Νῆσον ἔχωμεν καὶ τὴν Κινναμωμοφόρον καὶ τὴν Ταπροβάνην, ἔσεσθαι σταδίους τρισμυρίους ὀκτακισ‐ χιλίους.
15 τὰ μὲν οὖν ἄλλα διαστήματα δεδόσθω αὐτῶι· ὡμολόγηται γὰρ ἱκανῶς. τὸ δ’ ἀπὸ τοῦ Βορυσθένους ἐπὶ τὸν διὰ Θούλης κύκλον τίς ἂν δοίη νοῦν ἔχων; ὅ τε γὰρ ἱστορῶν τὴν Θούλην Πυθέας ἀνὴρ ψευδίστατος ἐξήτασται, καὶ οἱ τὴν Βρεττανικὴν 〈καὶ〉 Ἰέρνην ἰδόντες οὐδὲν περὶ
20τῆς Θούλης λέγουσιν, ἄλλας νήσους λέγοντες μικρὰς περὶ τὴν Βρεττανικήν. αὐτή τε ἡ Βρεττανικὴ τὸ μῆκος ἴσως πώς ἐστι τῆι Κελτικῆι παρεκτεταμένη, τῶν πεντακισχιλίων σταδίων οὐ μείζων καὶ τοῖς ἄκροις τοῖς ἀντικειμένοις ἀφορι‐ ζομένη. ἀντίκειται γὰρ ἀλλήλοις τά τε ἑῶια ἄκρα τοῖς
25ἑώιοις καὶ τὰ ἑσπέρια τοῖς ἑσπερίοις, καὶ τά γε ἑῶια ἐγγὺς
ἀλλήλων ἐστὶ μέχρις ἐπόψεως, τό τε Κάντιον καὶ αἱ τοῦ Ῥήνου ἐκβολαί. ὁ δὲ πλειόνων ἢ δισμυρίων τὸ μῆκος ἀποφαίνει τῆς νήσου, καὶ τὸ Κάντιον ἡμερῶν τινων πλοῦν ἀπέχειν τῆς Κελτικῆς φησι· καὶ τὰ περὶ τοὺς Ὠστιδαίους19
30δὲ καὶ τὰ πέραν τοῦ Ῥήνου τὰ μέχρι Σκυθῶν πάντα κατέ‐ ψευσται τῶν τόπων. ὅστις οὖν περὶ τῶν γνωριζομένων τόπων τοσαῦτα ἔψευσται, σχολῆι γ’ ἂν περὶ τῶν ἀγνοου‐ μένων παρὰ πᾶσιν ἀληθεύειν δύναιτο. τὸν δὲ διὰ τοῦ Βορυσθένους παράλληλον τὸν αὐτὸν
35εἶναι τῶι διὰ τῆς Βρεττανικῆς εἰκάζουσιν Ἵππαρχός τε (Πρὸς Ἐρατοσθένην F V 13 d H. Berger) καὶ ἄλλοι ἐκ τοῦ τὸν αὐτὸν εἶναι καὶ τὸν διὰ Βυζαντίου τῶι διὰ Μασσαλίας· ὃν γὰρ λόγον εἴρηκε τοῦ ἐν Μασσαλίαι γνώμονος πρὸς τὴν σκιάν, τὸν αὐτὸν καὶ Ἵππαρχος κατὰ τὸν ὁμώνυμον καιρὸν
40εὑρεῖν ἐν τῶι Βυζαντίωι φησίν. ἐκ Μασσαλίας δὲ εἰς μέσην τὴν Βρεττανικὴν οὐ πλέον τῶν πεντακισχιλίων ἐστὶ στα‐ δίων. ἀλλὰ μὴν ἐκ μέσης τῆς Βρεττανικῆς οὐ πλέον τῶν τε‐ τρακισχιλίων προελθὼν εὕροι〈σ〉 ἂν οἰκήσιμον ἄλλως πως— τοῦτο δ’ ἂν εἴη τὸ περὶ τὴν Ἰέρνην—· ὥστε τὰ ἐπέκεινα,
45εἰς ἃ ἐκτοπίζει τὴν Θούλην, οὐκέτ’ οἰκήσιμα. τίνι δ’ ἂν καὶ στοχασμῶι λέγοι τὸ ἀπὸ τοῦ διὰ Θούλης ἕως τοῦ διὰ Βο‐ ρυσθένους μυρίων καὶ χιλίων πεντακοσίων, οὐχ ὁρῶ. διαμαρτὼν δὲ τοῦ πλάτους ἠνάγκασται καὶ τοῦ μή‐ κους ἀστοχεῖν. ὅτι μὲν γὰρ πλέον ἢ διπλάσιον τὸ γνώριμον

6a

(50)

μῆκός ἐστι τοῦ γνωρίμου πλάτους, ὁμολογοῦσι καὶ οἱ ὕστερον καὶ τῶν ἄλλων οἱ χαριέστατοι· λέγω δὲ 〈τὸ〉 ἀπὸ τῶν ἄκρων τῆς Ἰνδικῆς ἐπὶ τὰ ἄκρα τῆς Ἰβηρίας τοῦ 〈ἀπὸ τῶν〉 Αἰθιόπων ἕως τοῦ κατὰ Ἰέρνην κύκλου. ὁρίσας δὲ τὸ λεχθὲν πλάτος τὸ ἀπὸ τῶν ἐσχάτων Αἰθιόπων μέχρι
55τοῦ διὰ Θούλης, ἐκτείνει πλέον ἢ δεῖ τὸ μῆκος, ἵνα ποιήσηι πλέον ἢ διπλάσιον τοῦ λεχθέντος πλάτους. φησὶ δ’ οὖν τὸ μὲν τῆς Ἰνδικῆς μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ τὸ στενώτατον σταδίων μυρίων ἑξακισχιλίων—τὸ γὰρ ἐπὶ τὰ ἀκρωτήρια τεῖνον τρισχιλίοις εἶναι μεῖζον—, τὸ δὲ ἔνθεν ἐπὶ Κασπίους20
60Πύλας μυρίων τετρακισχιλίων, εἶτ’ ἐπὶ τὸν Εὐφράτην μυρίων, ἐπὶ δὲ τὸν Νεῖλον ἀπὸ τοῦ Εὐφράτου πεντακισ‐ χιλίων, ἄλλους δὲ χιλίους καὶ τριακοσίους μέχρι Κανωβικοῦ Στόματος, εἶτα μέχρι τῆς Καρχηδόνος μυρίους τρισχιλίους πεντακοσίους, εἶτα μέχρι Στηλῶν ὀκτακισχιλίους τοὐλά‐
65χιστον· ὑπεραίρειν δὴ τῶν ἑπτὰ μυριάδων ὀκτακοσίοις. δεῖν δὲ ἔτι προσθεῖναι τὸ ἐκτὸς Ἡρακλείων Στηλῶν κύρ‐ τωμα τῆς Εὐρώπης, ἀντικείμενον μὲν τοῖς Ἴβηρσι, προ‐ πεπτωκὸς δὲ πρὸς τὴν ἑσπέραν, οὐκ ἔλαττον σταδίων τρισχιλίων, καὶ τὰ ἀκρωτήρια τά τε ἄλλα καὶ τὸ τῶν Ὠστι‐
70δα[μν]ίων ὃ καλεῖται Κάβαιον, καὶ τὰς κατὰ τοῦτο νήσους, ὧν τὴν ἐσχάτην Οὐεξισάμην φησὶ Πυθέας ἀπέχειν ἡμερῶν τριῶν πλοῦν. ταῦτα δ’ εἰπὼν τὰ τελευταῖα οὐδὲν πρὸς τὸ μῆκος συντείνοντα προσέθηκε τὰ περὶ τῶν ἀκρωτηρίων καὶ τῶν Ὠστιδα[μν]ίων καὶ τῆς Οὐ〈ε〉ξισάμης καὶ ὧν φησι
75νήσων· ταῦτα γὰρ πάντα, φησί, προσάρκτιά ἐστι καὶ Κελτικά, οὐκ Ἰβηρικά, μᾶλλον δὲ Πυθέου πλάσματα ...

6b

— — —II 1, 12. 18: ... καὶ τὰ ἑξῆς δὲ πλήρη μεγάλων ἀποριῶν ἐστιν. ὅρα γάρ, εἰ τοῦτο μὲν μὴ κινοίη τις τὸ τὰ ἄκρα τῆς Ἰνδικῆς τὰ μεσημβρινὰ ἀνταίρειν τοῖς κατὰ Μερόην, μηδὲ τὸ διάστημα τὸ ἀπὸ Μερόης ἐπὶ τὸ
5στόμα τὸ κατὰ τὸ Βυζάντιον ὅτι ἐστὶ περὶ μυρίους σταδίους καὶ ὀκτακισχιλίους, ποιοίη δὲ τρισμυρίων τὸ ἀπὸ τῶν μεσημβρινῶν Ἰνδῶν μέχρι τῶν Ὀρῶν, ὅσα ἂν συμβαίη ἄτοπα. τὸ πρῶτον μὲν γάρ, εἴπερ ὁ αὐτός ἐστι παράλληλος ὁ διὰ Βυζαντίου τῶι διὰ
10Μασσαλίας—καθάπερ εἴρηκεν Ἵππαρχος (Πρὸς Ἐρα‐ τοσθένην F V 13 bc H. Berger) πιστεύσας Πυθέαι —,
ὁ δ’ αὐτὸς καὶ μεσημβρινός ἐστιν ὁ διὰ Βυζαντίου τῶι διὰ Βορυσθένους, ὅπερ καὶ αὐτὸ δοκιμάζει ὁ Ἵπ‐ παρχος, δοκιμάζει δὲ καὶ τὸ ἀπὸ Βυζαντίου διάστημα21
15ἐπὶ τὸν Βορυσθένη σταδίους εἶναι τρισχιλίους ἑπτακοσίους, τοσοῦτοι ἂν εἶεν καὶ οἱ ἀπὸ Μασσαλίας ἐπὶ τὸν διὰ Βορυ‐ σθένους παράλληλον, ὅς γε διὰ τῆς Κελτικῆς παρωκεανί‐ τιδος ἂν εἴη· τοσούτους γάρ πως διελθόντες συνάπτουσι τῶι Ὠκεανῶι ...
20 φησὶ δέ γε ὁ Ἵππαρχος (ebd. 16) κατὰ τὸν Βορυσθένη καὶ τὴν Κελτικὴν ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραυγάζεσθαι τὸ φῶς τοῦ ἡλίου περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν, ταῖς δὲ χειμεριναῖς τροπαῖς 〈τὸ〉 πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πήχεις
25ἐννέα, ἐν δὲ τοῖς ἀπέχουσι τῆς Μασσαλίας ἑξακισχιλίοις καὶ τριακοσίοις—οὓς ἐκεῖνος μὲν ἔτι Κελτοὺς ὑπολαμβάνει, ἐγὼ δ’ οἶμαι Βρεττανοὺς εἶναι, βορειοτέρους τῆς Κελτικῆς σταδίοις δισχιλίοις πεντακοσίοις—πολὺ μᾶλλον τοῦτο συμβαίνειν· ἐν δὲ ταῖς χειμεριναῖς ἡμέραις ὁ ἥλιος μετε‐
30ωρίζεται πήχεις ἕξ, τέτταρας δ’ ἐν τοῖς ἀπέχουσι Μασ‐ σαλίας ἐννακισχιλίους σταδίους καὶ ἑκατόν, ἐλάττους δὲ τῶν τριῶν ἐν τοῖς ἐπέκεινα, οἳ καὶ κατὰ τὸν ἡμέτερον λόγον πολὺ ἂν εἶεν ἀρκτικώτεροι τῆς Ἰέρνης. οὗτος δὲ Πυθέαι πιστεύων κατὰ τὰ νοτιώτερα τῆς Βρεττανικῆς τὴν οἴκησιν
35ταύτην τίθησι, καί φησιν εἶναι τὴν μακροτάτην ἐνταῦθα ἡμέραν ὡρῶν ἰσημερινῶν δέκα ἐννέα, ὀκτωκαίδεκα δὲ ὅπου τέτταρας ὁ ἥλιος μετεωρίζεται πήχεις, οὕς φησιν ἀπέχειν τῆς Μασσαλίας ἐννακισχιλίους καὶ ἑκατὸν στα‐ δίους· ὥσθ’ οἱ νοτιώτατοι τῶν Βρεττανῶν βορειότεροι
40τούτων εἰσίν ...

6c

— — —II 5, 7f. 41: ... πάλιν δ’ ἀπὸ τῆς Ἀλεξανδρείας ἐπ’ εὐθείας τῆι ῥύσει τοῦ Νείλου πάντες ὁμολογοῦσι τὸν ἐπὶ Ῥόδον πλοῦν, κἀντεῦθεν δὲ τὸν τῆς Καρίας παράπλουν καὶ Ἰωνίας μέχρι τῆς Τρωιάδος καὶ
5Βυζαντίου καὶ Βορυσθένους. λαβόντες οὖν τὰ διαστήματα γνώριμα καὶ πλεόμενα σκοποῦσι τὰ ὑπὲρ τοῦ Βορυσθένους ἐπ’ εὐθείας ταύτηι τῆι γραμμῆι μέχρι τίνος οἰκήσιμά ἐστι,
καὶ περατοῖ τὰ προσάρκτια μέρη τῆς οἰκουμένης. οἰκοῦσι δ’ ὑπὲρ τοῦ Βορυσθένους ὕστατοι τῶν γνωρίμων Σκυθῶν22
10Ῥωξολανοί, νοτιώτεροι ὄντες τῶν ὑπὲρ τῆς Βρεττανικῆς ἐσχάτων γνωριζομένων· ἤδη δὲ τἀπέκεινα διὰ ψῦχος ἀοί‐ κητά ἐστι. νοτιώτεροι δὲ τούτων καὶ οἱ ὑπὲρ τῆς Μαιώτι‐ δος Σαυρομάται καὶ Σκύθαι μέχρι τῶν ἑώιων Σκυθῶν. ὁ μὲν οὖν Μασσαλιώτης Πυθέας τὰ περὶ
15Θούλην τὴν βορειοτάτην τῶν Βρεττανίδων ὕστατα λέγει, παρ’ οἷς ὁ αὐτός ἐστι τῶι ἀρκτικῶι ὁ θερινὸς τροπικὸς κύκλος· παρὰ δὲ τῶν ἄλλων οὐδὲν ἱστορῶ, οὔθ’ ὅτι Θούλη νῆσός ἐστί τις, οὔτ’ εἰ τὰ μέχρι δεῦρο οἰκήσιμά ἐστιν ὅπου ὁ θερινὸς τροπικὸς ἀρκτικὸς γίνεται. νομίζω δὲ πολὺ εἶναι
20νοτιώτερον τοῦτο τὸ τῆς οἰκουμένης πέρας τὸ προσάρκ‐ τιον· οἱ γὰρ νῦν ἱστοροῦντες περαιτέρω τῆς Ἰέρνης οὐδὲν ἔχουσι λέγειν, ἣ πρὸς ἄρκτον πρόκειται τῆς Βρεττα‐ νικῆς πλησίον, 〈πλήρησ〉 ἀγρίων τελέως ἀνθρώπων καὶ κακῶς οἰκούντων διὰ ψῦχος, ὥστ’ ἐνταῦθα νομίζω τὸ
25πέρας εἶναι θετέον. τοῦ δὲ παραλλήλου τοῦ διὰ Βυζαντίου [τοῦ] διὰ Μασσαλίας πως ἰόντος, ὥς φησιν Ἵππαρχος (Πρὸς Ἐρατοσθένην F V 13f H. Berger) πιστεύσας Πυ‐ θέαι—φησὶ γὰρ ἐν Βυζαντίωι τὸν αὐτὸν εἶναι λόγον τοῦ γνώμονος πρὸς τὴν σκιάν, ὃν εἶπεν ὁ Πυθέας ἐν Μασ‐
30σαλίαι—, τοῦ δὲ διὰ Βορυσθένους ἀπὸ τούτου διέχοντος περὶ τρισχιλίους καὶ ὀκτακοσίους, εἴη ἂν ἐκ τοῦ διαστήματος τοῦ ἀπὸ Μασσαλίας ἐπὶ τὴν Βρεττανικὴν ἐνταῦθά που πίπτων ὁ διὰ τοῦ Βορυσθένους κύκλος. πανταχοῦ [πολ‐ λαχοῦ] δὲ παρακρουόμενος τοὺς ἀνθρώπους ὁ Πυθέας
35κἀνταῦθά που διέψευσται. τὸ μὲν γὰρ τὴν ἀπὸ Στηλῶν γραμμὴν ἐπὶ τοὺς περὶ τὸν Πορθμὸν καὶ Ἀθήνας καὶ Ῥόδον τόπους ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κεῖσθαι ὡμολό‐ γηται παρὰ πολλῶν· ὁμολογεῖται δέ, ὅτι καὶ διὰ μέσου πως τοῦ πελάγους ἐστὶν ἡ ἀπὸ Στηλῶν ἐπὶ τὸν Πορθμόν.
40οἱ δὲ πλέοντες τὸ μέγιστον δίαρμα ἀπὸ τῆς Κελτικῆς ἐπὶ τὴν Λιβύην εἶναι τὸ ἀπὸ τοῦ Γαλατικοῦ Κόλπου σταδίων πεντακισχιλίων, τοῦτο δ’ εἶναι καὶ τὸ μέγιστον πλάτος τοῦ πελάγους, ὥστ’ εἴη ἂν τὸ ἀπὸ τῆς λεχθείσης γραμμῆς ἐπὶ τὸν μυχὸν τοῦ Κόλπου σταδίων δισχιλίων πεντακο‐23
45σίων, ἐπὶ δὲ Μασσαλίαν ἐλαττόνων· νοτιωτέρα γάρ ἐστιν ἡ Μασσαλία τοῦ μυχοῦ τοῦ Κόλπου. τὸ δέ γε ἀπὸ τῆς Ῥοδίας ἐπὶ τὸ Βυζάντιόν ἐστι τετρακισχιλίων που καὶ ἐννακοσίων σταδίων, ὥστε πολὺ ἀρκτικώτερος ἂν εἴη ὁ διὰ Βυζαντίου τοῦ διὰ Μασσαλίας. τὸ δ’ ἐκεῖθεν ἐπὶ τὴν

6c

(50)

Βρεττανικὴν δύναται συμφωνεῖν τῶι ἀπὸ Βυζαντίου ἐπὶ Βορυσθένη· τὸ δ’ ἐκεῖθεν ἐπὶ τὴν Ἰέρνην οὐκέτι γνώρι‐ μον 〈ὂν〉 πόσον ἄν τις θείη, οὐδ’ εἰ περαιτέρω ἔτι οἰκήσιμά ἐστιν, οὐδὲ[ν] δεῖ φροντίζειν τοῖς ἐπάνω λεχθεῖσι προσ‐ 〈έχοντας. πρόσ〉 τε γὰρ ἐπιστήμην ἀρκεῖ τὸ λαβεῖν, κα‐
55θάπερ ἐπὶ τῶν νοτίων μερῶν ὅτι ὑπὲρ Μερόης μέχρι τρισ‐ χιλίων σταδίων προελθόντι τῆς οἰκησίμου τίθεσθαι 〈πέρασ〉 προσῆκεν—οὐχ ὡς ἂν τούτου ἀκριβεστάτου πέρατος ὄντος, ἀλλ’ ἐγγύς γε τἀκριβοῦς—, οὕτω κἀκεῖ τοὺς ὑπὲρ τῆς Βρεττανικῆς οὐ πλείους τούτων θετέον ἢ μικρῶι πλεῖον,
60οἷον τετρακισχιλίους .... ... ἐν δὲ τοῖς περὶ τὸ Βυζάντιον ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημερινῶν δέκα πέντε καὶ τετάρτου, ὁ δὲ γνώμων πρὸς τὴν σκιὰν λόγον ἔχει ἐν τῆι θερινῆι τροπῆι ὃν τὰ ἑκατὸν εἴκοσι πρὸς τετταράκοντα δύο λείποντα
65πέμπτωι (d.i. 600: 209). ἀπέχουσι δ’ οἱ τόποι οὗτοι τοῦ διὰ μέσης τῆς Ῥοδίας περὶ τετρακισχιλίους καὶ ἐννα‐ κοσίους, τοῦ δ’ ἰσημερινοῦ ὡς τρισμυρίους τριακοσίους.

6d

— — —II 5, 43: ... τοῦ γὰρ ἡλίου καθ’ ὅλην τὴν τοῦ κόσμου περιστροφὴν ὑπὲρ γῆς φερομένου, δῆλον ὅτι καὶ ἡ σκιὰ κύκλωι περιενεχθήσεται περὶ τὸν γνώμονα. καθ’ ὃ δὴ καὶ ‘περισκίουσ‘ αὐτοὺς ἐκάλεσεν (Poseidonios,
5Περὶ Ὠκεανοῦ 87 F 76 F. Jacoby), οὐδὲν ὄντας πρὸς τὴν γεωγραφίαν· οὐ γάρ ἐστιν οἰκήσιμα ταῦτα τὰ μέρη διὰ ψῦχος, ὥσπερ ἐν τοῖς πρὸς Πυθέαν λόγοις εἰρήκαμεν ...24

6e

— — —IV 4, 1: Ὀ[ι]σίσμιοι δ’ εἰσὶν—οὓς 〈Ὠσ〉τι‐ δαίους ὀνομάζει Πυθέας—ἐπί τινος προπεπτωκυίας ἱκανῶς ἄκρας εἰς τὸν Ὠκεανὸν οἰκοῦντες, οὐκ ἐπὶ τοσοῦ‐ τον δέ, ἐφ’ ὅσον ἐκεῖνός φησι καὶ οἱ πιστεύσαντες ἐκείνωι.

6f

STEPHANOS VON BYZANTION Ἐθνικά p. 712, 21 A. Meineke: Ὠστίωνες ἔθνος παρὰ τῶι δυτικῶι Ὠκεα‐ νῶι, οὓς Κοσσίνους Ἀρτεμίδωρός φησι (Γεωγραφούμενα F 34 p. 206 R. Stiehle), Πυθέας δ’ Ὠστι〈δ〉αίους· ‘τούτων
5δ’ ἐξ εὐωνύμων οἱ Κόσσινοι λεγόμενοι Ὠστίωνες, οὓς Πυθέας ‘Ὠστι〈δ〉αίουσ‘ προσαγορεύει‘.

6g

STRABON Γεωγραφικά IV 5, 5: περὶ δὲ τῆς Θούλης ἔτι μᾶλλον ἀσαφὴς ἡ ἱστορία διὰ τὸν ἐκτοπισμόν· ταύτην γὰρ τῶν ὀνομαζομένων ἀρκτικωτάτην τιθέασιν. ἃ δ’ εἴρηκε Πυθέας περί τε ταύτης καὶ τῶν ἄλλων τῶν
5ταύτηι τόπων ὅτι μὲν πέπλασται, φανερὸν ἐκ τῶν γνωρι‐ ζομένων χωρίων· κατέψευσται γὰρ αὐτῶν τὰ πλεῖστα, ὥσπερ καὶ πρότερον εἴρηται (s. F 6a), ὥστε δῆλός ἐστιν ἐψευσμένος μᾶλλον περὶ τῶν ἐκτετοπισμένων. πρὸς μέντοι τὰ οὐράνια καὶ τὴν μαθηματικὴν θεωρίαν ἱκανῶς 〈ἂν〉
10δόξειε κεχρῆσθαι τοῖς πράγμασι τοῖς τῆι κατεψυγμένηι ζώνηι πλησιάζουσι, τὸ τῶν καρπῶν εἶναι τῶν ἡμέρων καὶ ζώιων τῶν μὲν ἀφορίαν παντελῆ, τῶν δὲ σπάνιν, κέγχρωι δὲ καὶ ἄλλοις λαχάνοις καὶ καρποῖς καὶ ῥίζαις τρέφεσθαι, παρ’ οἷς δὲ σῖτος καὶ μέλι γίγνεται, καὶ τὸ πόμα ἐντεῦθεν
15ἔχει〈ν〉· τὸν δὲ σῖτον, ἐπειδὴ τοὺς ἡλίους οὐκ ἔχουσι καθαρούς, ἐν οἴκοις μεγάλοις κόπτουσι, συγκομισθέντων δεῦρο τῶν σταχύων· αἱ γὰρ ἅλως ἄχρηστοι γίνονται διὰ τὸ ἀνήλιον καὶ τοὺς ὄμβρους.

6h

— — —VII 3, 1: ... διὰ δὲ τὴν ἄγνοιαν τῶν τόπων τούτων οἱ τὰ Ῥιπαῖα Ὄρη καὶ τοὺς Ὑπερβορείους μυθο‐
ποιοῦντες λόγου ἠξίωνται, καὶ ἃ Πυθέας ὁ Μασσαλιώ‐ της κατεψεύσατο τῆς παρωκεανίτιδος, προσχήματι χρώ‐25
5μενος τῆι περὶ τὰ οὐράνια καὶ τὰ μαθηματικὰ ἱστορίαι. ἐκεῖνοι μὲν οὖν ἐάσθωσαν ... (es folgt Poseidonios Περὶ Ὠκεανοῦ 87 F 104 F. Jacoby).

7a

— — —II 4, 1f.: Πολύβιος (Ἱστορίαι XXXIV 5 Th. Büttner—Wobst) δὲ τὴν Εὐρώπην χωρογραφῶν τοὺς μὲν ἀρχαίους ἐᾶν φησι, τοὺς δ’ ἐκείνους ἐλέγχοντας ἐξετά‐ ζειν Δικαίαρχόν (F 111 Fr. Wehrli) τε καὶ Ἐρατοσθένη
5(Γεωγραφικά F III B 1 [I B 7] H. Berger), τὸν τελευταῖον πραγματευσάμενον περὶ γεωγραφίας, καὶ Πυθέαν, ὑφ’ οὗ παρακρουσθῆναι πολλούς, ὅλην μὲν τὴν Βρεττανικὴν ἐμβαδὸν ἐπελθεῖν φάσκοντος, τὴν δὲ περίμετρον πλειόνων ἢ τεττάρων μυριάδων ἀποδόντος τῆς νήσου. προσιστορή‐
10σαντος δὲ καὶ τὰ περὶ τῆς Θούλης καὶ τῶν τόπων ἐκείνων, ἐν οἷς οὔτε γῆ καθ’ αὑτὴν ὑπῆρχεν ἔτι οὔτε θάλαττα οὔτ’ ἀήρ, ἀλλὰ σύγκριμά τι ἐκ τούτων πλεύμονι θαλαττίωι ἐοικός, ἐν ὧι φησι τὴν γῆν καὶ τὴν θάλατταν ‘αἰωρεῖσθαι‘ καὶ τὰ σύμπαντα, καὶ τοῦτον ὡς ἂν ‘δεσμὸν‘ εἶναι τῶν
15ὅλων, μήτε πορευτὸν μήτε πλωτὸν ὑπάρχοντα· τὸ μὲν οὖν τῶι πλεύμονι ἐοικὸς αὐτὸς ἑωρακέναι, τἆλλα δὲ λέγειν ἐξ ἀκοῆς. ταῦτα μὲν τὰ τοῦ Πυθέου, καὶ διότι ἐπανελθὼν ἐνθένδε πᾶσαν ἐπέλθοι τὴν παρωκεανῖτιν τῆς Εὐρώπης ἀπὸ Γαδείρων ἕως Τανάϊδος.
20 φησὶ δ’ οὖν ὁ Πολύβιος ἄπιστον καὶ αὐτὸ τοῦτο, πῶς ἰδιώτηι ἀνθρώπωι καὶ πένητι τὰ τοσαῦτα διαστήματα πλωτὰ καὶ πορευτὰ γένοιτο. τὸν δ’ Ἐρατοσθένη δια‐ πορήσαντα, εἰ χρὴ πιστεύειν τούτοις, ὅμως περί τε τῆς Βρεττανικῆς πεπιστευκέναι καὶ τῶν κατὰ Γάδειρα καὶ τὴν
25Ἰβηρίαν· πολὺ δέ φησι βέλτιον τῶι Μεσσηνίωι πιστεύειν ἢ τούτωι. ὁ μέν τοί γε εἰς μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι· ὁ δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπ‐ τευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδ’ ἂν τῶι Ἑρμῆι πιστεύσαι τις λέγοντι. Ἐρατοσθένη δὲ τὸν
30μὲν ‘Εὐήμερον Βεργαῖον‘ (nach Art des Antiphanes von Berge) καλεῖν, Πυθέαι δὲ πιστεύειν, καὶ ταῦτα δὲ μηδὲ Δικαιάρχου πιστεύσαντος. τὸ μὲν οὖν ‘μηδὲ Δικαιάρχου πιστεύσαντοσ‘ γελοῖον, ὥσπερ ἐκείνωι κανόνι χρήσασθαι προσῆκον, καθ’ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται.26
35Ἐρατοσθένους δὲ εἴρηται ἡ περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. ἀλλ’ ἐκείνωι μὲν καὶ Δικαιάρχωι συγγνώμη, τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίωι δὲ καὶ Ποσειδωνίωι (87 T 17b F. Jacoby) τίς ἂν συγγνοίη; ...

7b

POLYBIOS VON MEGALOPOLIS Ἱστορίαι XXXIV 6, 15 Th. Büttner—Wobst: πῶς οὐκ ἂν εἰκότως δόξειεν ἀπολεληρηκέναι καὶ ὑπερβεβηκέναι τὸν Βεργαῖον Ἀντιφάνην καὶ καθόλου μηδενὶ καταλιπεῖν ὑπερβολὴν
5ἀνοίας τῶν ἐπιγιγνομένων.

7c

STRABON Γεωγραφικά IV 2, 1: ... ὁ δὲ Λείγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκβάλλει. πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτωι τῶι ποταμῶι, περὶ ἧς εἴρηκε Πολύβιος (Ἱστορίαι XXXIV 10, 6f. Th.
5Büttner—Wobst), μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογη‐ θέντων, ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον, ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρεττανικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορ[ι]βηλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις
10τῶν ταύτηι. Πυθέας δ’ ἐθάρρησε τοσαῦτα ψεύσασθαι.

8

— — —III 2, 11: ... ἐοίκασι δ’ οἱ παλαιοὶ καλεῖν τὸν Βαῖτιν ‘Ταρτησσόν‘, τὰ δὲ Γάδειρα καὶ τὰς πρὸς αὐτὴν νήσους ‘Ἐρύθ〈ε〉ιαν‘· διόπερ οὕτως εἰπεῖν ὑπολαμβά‐ νουσι Στησίχορον (F 4 E. Diehl2) περὶ τοῦ Γηρυόνος
5βουκόλ[ι]ου, διότι ‘γεννηθείη
σχεδὸν ἀντιπέρας κλεινᾶς Ἐρυθ〈ε〉ίας Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς ἀπείρονας ἀργυρο‐
ρίζους, ἐν κευθμῶνι πέτρασ‘.
10δυεῖν δὲ οὐσῶν ἐκβολῶν τοῦ ποταμοῦ πόλιν ἐν τῶι μεταξὺ χώρωι κατοικεῖσθαι πρότερόν φασιν ἣν καλεῖσθαι ‘Ταρ‐ τησσόν‘, ὁμώνυμον τῶι ποταμῶι, καὶ τὴν χώραν ‘Ταρ‐ τησσίδα‘ ἣν νῦν Τουρδοῦλοι νέμονται. καὶ Ἐρατοσθένης (Γεωγραφικά F III B 122 H. Berger) δὲ τὴν συνεχῆ τῆι27
15Κάλπηι ‘Ταρτησσίδα‘ καλεῖσθαί φησι, καὶ ‘Ἐρύθ〈ε〉ιαν‘ νῆσον εὐδαίμονα. πρὸς ὃν Ἀρτεμίδωρος (Γεωγραφούμενα F 11 p. 201 R. Stiehle) ἀντιλέγων καὶ ταῦτα ψευδῶς λέγεσθαί φησιν ὑπ’ αὐτοῦ, καθάπερ καὶ 〈τὸ〉 τὸ ἀπὸ Γαδείρων ἐπὶ τὸ Ἱερὸν Ἀκρωτήριον διάστημα ἀπέχειν ἡμερῶν πέντε
20πλοῦν, οὐ πλειόνων ὄντων ἢ χιλίων καὶ ἑπτακοσίων στα‐ δίων, καὶ τὸ τὰς ἀμπώτεις μέχρι δεῦρο περατοῦσθαι ἀντὶ τοῦ κύκλωι περὶ πᾶσαν τὴν οἰκουμένην συμβαίνειν, καὶ τὸ τὰ προσαρκτικὰ μέρη τῆς Ἰβηρίας εὐπαροδώτερα εἶναι πρὸς τὴν Κελτικὴν ἢ κατὰ τὸν Ὠκεανὸν πλέουσι, καὶ ὅσα
25δὴ ἄλλα εἴρηκε Πυθέαι πιστεύσας δι’ ἀλαζονείαν.

9a

»GEMINOS» Εἰσαγωγὴ εἰς τὰ φαινόμενα 6, 8f. (= Sphairopoiia F 37a 6, 8f. S. 261, 11—263, 3): ... τοῖς δ’ ἔτι βορειοτέροις οἰκοῦσι τῆς Προποντίδος ἡ μεγίστη ἡμέρα γίνεται ὡρῶν ἰσημερινῶν ις, καὶ [ἔτι] τοῖς 〈ἔτι〉
5βορειοτέροις ιζ καὶ ιη ὡρῶν ἡ μεγίστη ἡμέρα γίνεται. ἐπὶ δὲ τοὺς τόπους τούτους δοκεῖ καὶ Πυθέας ὁ Μασσαλιώτης παρεῖναι. φησὶ γοῦν ἐν τοῖς Περὶ τοῦ Ὠκεανοῦ πεπραγματευμένοις αὐτῶι ὅτι ”... ἐδείκνυον ἡμῖν οἱ βάρβαροι ὅπου ὁ ἥλιος κοιμᾶται ...”. συνέ‐
10βαινε γὰρ περὶ τούτους τοὺς τόπους τὴν μὲν νύκτα μικρὰν γίνεσθαι ὡρῶν οἷς μὲν δύο, οἷς δὲ τριῶν, ὥστε μετὰ τὴν δύσιν μικροῦ διαλείμματος γινομένου ἐπανατέλλειν εὐθέως τὸν ἥλιον.

9b

KOSMAS DER INDIENFAHRER Χριστιανικὴ τοπογραφία II p. 82, 18 E. O. Winstedt: Πυθέας δὲ ὁ
Μασ〈σ〉αλιώτης φησὶν ἐν τοῖς Περὶ Ὠκεανοῦ ὅτι παραγενομένωι αὐτῶι ἐν τοῖς βορειοτάτοις τόποις ἐδείκ‐28
5νυον οἱ αὐτόθι βάρβαροι τὴν ἡλίου κοίτην, ὡς ἐκεῖ τῶν
νυκτῶν ἀεὶ γενομένου παρ’ αὐτοῖς.29

14

KLEOMEDES Κυκλικὴ θεωρία μετεώρων I 7 p. 68, 6—70, 22 H. Ziegler: ... ὅθεν καὶ τὰ κατὰ τὰς αὐξήσεις καὶ μειώσεις τῶν ἡμερῶν μεγίστης παρ’ αὐτοῖς ἔχεται παραλλαγῆς. λέγεται γοῦν ἐν Βρεττανίαι περὶ Καρκίνον
5τοῦ ἡλίου γινομένου καὶ τὴν μεγίστην ἡμέραν ποιοῦντος ὡς ὀκτὼ καὶ δέκα ὡρῶν ἰσημερινῶν γίνεται ἡ ἡμέρα, ἓξ δὲ ἡ νύξ· ὅθεν καὶ φῶς εἶναι παρ’ αὐτοῖς νυκτὸς κατὰ τὸν χρόνον τοῦτον, αὐτοῦ παρὰ τὸν ὁρίζοντα τοῦ ἡλίου παρα‐ τρέχοντος καὶ ἀποπέμποντος τὰς αὐγὰς ὑπὲρ γῆν ...
10ὅθεν καὶ ἐν Βρεττανίαι νυκτὸς εἶναι φῶς, ὡς καὶ ἀναγινώσ‐ κειν δύνασθαι. καὶ γὰρ τοῦτό φασιν ἀναγκαιότατον εἶναι, παρὰ τὸν ὁρίζοντα τοῦ ἡλίου τότε τὴν πορείαν ποιουμένου καὶ οὐ διὰ τῶν βαθυτέρων τῆς γῆς ἰόντος, διὰ τὸ ἐλάχιστον εἶναι παρ’ αὐτοῖς τμῆμα ὑπὸ γῆν τοῦ θερινοῦ κύκλου.
15 περὶ δὲ τὴν Θούλην καλουμένην νῆσον, ἐν ἧι γεγονέναι φασὶ Πυθέαν τὸν Μασσαλιώτην φιλόσοφον, ὅλον τὸν θερινὸν ὑπὲρ γῆς εἶναι λόγος, αὐτὸν καὶ ἀρκτικὸν γινό‐ μενον αὐτοῖς (dort herrscht also ein längster Tag von 24 Äqui‐ noktialstunden). παρὰ τούτοις ὁπόταν ἐν Καρκίνωι ὁ ἥλιος
20ἦι (zum mindesten an einem nördlicher gelegenen Punkte der Insel), μηνιαία γενήσεται ἡ ἡμέρα, εἴ γε καὶ τὰ μέρη πάντα τοῦ Καρκίνου ἀειφανῆ ἐστι παρ’ αὐτοῖς, εἰ δὲ μή, ἐφ’ ὅσον ἐν τοῖς ἀειφανέσιν αὐτοῦ ὁ ἥλιός ἐστιν. ἀπὸ δὲ ταύτης τῆς νήσου προϊοῦσιν ὡς ἐπὶ τὰ ἀρκτικά, ἐκ τοῦ
25πρὸς λόγον καὶ ἕτερα μέρη πρὸς τῶι Καρκίνωι γίνοιτ’ ἂν ἀειφανῆ τοῦ ζωιδιακοῦ. καὶ οὕτως, ἐφ’ ὅσον τὰ παρ’ ἑκάστοις φαινόμενα ὑπὲρ γῆς αὐτοῦ διέρχεται ὁ ἥλιος, ἡμέρα γενήσεται. καὶ ἔστι κλίματα τῆς γῆς ἀναγκαίως,
ἐν οἷς καὶ διμηνιαία καὶ τριμηνιαία γίνεται ἡ ἡμέρα, καὶ34
30τεσσάρων καὶ πέντε μηνῶν. ὑπὸ δὲ τὸν πόλον αὐτὸν ἐξ ζωιδίων ὑπὲρ γῆς ὄντων, ἐφ’ ὅσον ταῦτα διέρχεται ὁ ἥλιος ἀειφανῆ ὄντα, ἡμέρα γενήσεται, τοῦ αὐτοῦ κύκλου καὶ ὁρίζοντος καὶ ἀρκτικοῦ γινομένου αὐτοῖς καὶ ἰσημερινοῦ. τοῖς μὲν γὰρ ἐν Θούληι συμπίπτει ὁ θερινὸς τροπικὸς τῶι
35ἀρκτικῶι· τοῖς δὲ ἔτι ἐνδοτέρω ὑπερβαίνει ὁ ἀρκτικὸς τὸν θερινὸν εἰς τὰ πρὸς τὸν ἰσημερινὸν μέρη, ἐκ τοῦ πρὸς λόγον τούτου γινομένου· τοῖς δ’ ὑπ’ αὐτῶι τῶι πόλωι ὁ ἰση‐ μερινὸς τὰς τρεῖς λαμβάνει σχέσεις, ἀρκτικὸς μὲν γινόμενος, ὅτι περιλαμβάνει τὰ ἀειφανῆ τῶν ἄστρων μηδενὸς ἁπλῶς
40παρὰ ταύτοις ἢ δυομένου ἢ ἀνίσχοντος, ὁρίζων δὲ γίνεται, ὅτι χωρίζει τὸ ὑπὲρ γῆς τοῦ κόσμου ἡμισφαίριον ἀπὸ τοῦ ὑπὸ γῆν, ἰσημερινὸς δέ, ὅτι αὐτός ἐστιν ὁ διαιρῶν αὐτοῖς εἰς ἴσα τὴν ἡμέραν καὶ τὴν νύκτα, ὃς καὶ τοῖς ἄλλοις μὲν πᾶσιν ἐπ’ ἴσης ἰσημερινός ἐστιν, οὐκέτι δὲ οὔτε ὁρίζων
45οὔτε ἀρκτικός ...

15

SCHOL. APOLLON. RHOD. ARGONAUT. IV 761/65a: ‘... ὅθι τ’ ἄκμονες Ἡφαίστοιο‘ αἱ τοῦ Αἰόλου νῆσοι ἑπτά. τούτων ἐν τῆι Λιπάραι καλουμένηι καὶ τῆι Στρογγύληι ὁ Ἥφαιστος δοκεῖ διατρίβειν, καὶ ἀκούεσθαι
5βρόμον πυρὸς καὶ ἦχον σφυρῶν. τὸ δὲ παλαιὸν ἐλέγετο τὸν βουλόμενον ἀργὸν σίδηρον ἐπιφέρειν καὶ τῆι ἑξῆς ἡμέραι ἢ ξίφος λαμβάνειν ἢ εἴ τι ἄλλο ἤθελεν κατασκευάσαι, καὶ τὸν μισθὸν ἀπεδίδου. ταῦτα ἱστορεῖ Πυθέας ἐν Περιό‐ δωι γῆς, καὶ τὴν θάλασσαν λέγων ζεῖν. εἰσὶν δὲ αἱ τοῦ
10Αἰόλου νῆσοι ζ αἵδε· Στρογγύλη Εὐώνυμος Λιπάρα Ἱέρα
Διδύμη Ἐρικώδης Φοινικ〈ώδ〉η〈σ〉.35