TLG 1643 004 :: PTOLEMAEUS :: De differentia vocabulorum (= Περὶ διαφορᾶς λέξεων κατὰ στοιχεῖον) [Sp.] (e cod. Ambros. E 26 sup.)

PTOLEMAEUS Gramm.
(Ascalonita: 2 B.C./A.D. 2)

De differentia vocabulorum (= Περὶ διαφορᾶς λέξεων κατὰ στοιχεῖον) [Sp.] (e cod. Ambros. E 26 sup.)

Source: Palmieri, V. (ed.), “Ptolemaeus, De differentia vocabulorum” [Annali della Facoltà di Lettere e Filosofia dell’Università di Napoli 24] 1981–1982: 191–225.

  • = Ptolemaeus (Ambrosianus qui dicitur) de differentia vocabulorum in litteram
  • Dup. partim 1643 003

Citation: Alphabetic letter — entry — (line)

t

1

ΠΤΟΛΕΜΑΙΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΛΕΞΕΩΝ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ

alpha

t

〈ἀρχὴ τοῦ α〉

alpha

1

ἄγγελος, ἐξάγγελος καὶ αὐτάγγελος διαφέρει. ἄγγελος γάρ ἐστι πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν. ἐξάγγελος δὲ ὁ πάντα τὰ ἔνδον τοῦ οἴκου ἔξωθεν ἀγγέλλων, ὃν Θουκυδίδης διάγγελον ἐκάλεσε λέγων· ‘ἦσαν γάρ τινες τῷ Νικίᾳ διάγγελοι τῶν ἔνδοθεν‘ (vii 73, 3). αὐτάγγελος
5δὲ ὁ αὐτὸς ἀφ’ ἑαυτοῦ διαγγέλλων ὑφ’ ἑτέρου πεμπόμενος.

alpha

2

ἄγειν καὶ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα, φέρεται δὲ ἐπὶ τὰ ἄψυχα.

alpha

3

ἀγχιστεῖς, συγγενεῖς καὶ οἰκεῖοι διαφέρει. ἀγ‐ χιστεῖς μὲν γάρ, οἷς ἐπειδὰν ἐκ τοῦ γένους τις ἀποθάνῃ, συγχωρεῖ ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δικαίων· συγγενεῖς 〈δὲ〉 οἱ ἐπὶ τὰ ἀγχιστευτικὰ
δίκαια· οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ.191

alpha

4

ἀδεὴς καὶ ἀδαὴς διαφέρει. ἀδεὴς μὲν γὰρ ὁ ἄφοβος, ἀδαὴς δὲ ὁ ἀμαθής.

alpha

5

αἰδὼ καὶ αἰσχύνη διαφέρει. ἡ μὲν γὰρ αἰδὼ ἐντροπή ἐστιν εἰς ἕκαστον ᾧ ἔχει τις σεβασμίως· αἰσχύνη δὲ ἐφ’ οἷς ἂν ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς κακόν τι πράξας. καὶ ἡ μὲν αἰδὼ οὐκ ἐφ’ ἁμαρτίαις γίνεται, ἡ δὲ αἰσχύνη ἐπὶ αἰσχροῖς πράγμασιν.

alpha

6

αἰτῶ καὶ αἰτοῦμαι διαφέρει. αἰτῶ μὲν ἐπὶ τῷ εἰς ἅπαξ τι λαβεῖν καὶ μὴ ἀποδοῦναι, τὸ δὲ αἰτοῦμαι ἐπὶ τοῦ χρήσασθαι εἰς ἀπόδοσιν.

alpha

7

ἄελλα καὶ θύελλα διαφέρει. ἄελλα μὲν γάρ ἐστιν ἄνεμος συνεστραμμένος, θύελλα δὲ ἡ συστροφὴ τοῦ ἀνέμου.

alpha

8

ἆθλος ἀρσενικῶς καὶ ἆθλον οὐδετέρως διαφέρει. ἀρσε‐ νικῶς μὲν δηλοῖ τὸν ἀγῶνα, οὐδετέρως δὲ τὸ ἔπαθλον.

alpha

9

αἴθε καὶ ὤφελον διαφέρει. τὸ μὲν γὰρ αἴθε ἐστὶν ἐπίρρημα,
τὸ δὲ ὤφελον ῥῆμα, οἷον· ὤφελον ἐγώ, ὤφελες σύ, ὤφελεν ἐκεῖνος.192

alpha

10

ἀκταὶ καὶ θῖνες διαφέρει. ἀκταὶ μὲν γάρ εἰσιν οἱ πετρώ‐ δεις τόποι τῆς θαλάσσης, θῖνες δὲ οἱ ἀμμώδεις.

alpha

11

ἀκόντιον καὶ δόρυ διαφέρει. ἀκόντιον μὲν γάρ ἐστι τὸ ἀκοντιζόμενον ἐλαφρόν, δόρυ δὲ τὸ ὃ μετὰ χερσὶν ἐχρῶντο.

alpha

12

ἀληθὲς καὶ ἄληθες διαφέρει. ἀληθὲς μὲν τὸ ἐναντίον τῷ ψεύδει, ἄληθες δὲ τὸ κατ’ ἐπερώτησιν λεγόμενον.

alpha

13

ἄγροικος καὶ ἀγροῖκος διαφέρει. ἄγροικος μὲν γὰρ ὁ ἀμαθής, ἀγροῖκος δὲ ὁ ἐν ἀγρῷ διαιτώμενος καὶ ἀγρεῖος ὤν.

alpha

14

ἀγέλη ποίμνης διαφέρει. ἀγέλη μὲν γὰρ ἐπὶ βοῶν, ποίμνη δὲ ἐπὶ προβάτων.

alpha

15

ἄρχειν καὶ κρατεῖν διαφέρει. ἄρχειν μὲν γάρ ἐστι τό τινων ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς εἰς δουλείαν ἄγειν ὑπηκόους.

alpha

16

ἆθλον ἐπάθλου διαφέρει. ἆθλον μὲν καλεῖται αὐτὸς ὁ ἀγών, ἔπαθλον δὲ 〈τὸ〉 αὐτῷ τῷ νικήσαντι.

alpha

17

ἀλλοίωσις ἑτεροιώσεως διαφέρει. ἀλλοίωσις μὲν γὰρ μεταχαρακτηρισμὸς καὶ τῆς προτέρας ὑπολήψεως οἴησις ἑτέρα· ἑτεροίωσις δέ, ὅταν ἀφ’ ἑτέρου χρώματος εἰς ἕτερον μεταβάλλει.193

alpha

18

ἀμορραῖος ἐθνικὸς διαφέρει Ἀμωραίου. Ἀμορραῖος μὲν ἐθνικὸς διὰ τοῦ ο μικροῦ καὶ δύο ρρ, Ἀμωραῖος δὲ ὁ ἀπὸ μητροπόλεως διὰ τοῦ ω μεγάλου καὶ ἑνὸς ρ κατὰ παράδοσιν.

alpha

19

ἁματροχιὰ καὶ ἁρματροχιὰ διαφέρει. ἁματροχιὰ μέν ἐστιν ἡ ταὐτότης καὶ ἡ συνδρομὴ τῶν ἁρμάτων· ἁρματροχιὰ δέ ἐστιν ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ ἡ ἐπὶ τῆς γῆς.

alpha

20

ἅμα καὶ ὁμοῦ διαφέρει. ἅμα μὲν γάρ ἐστι χρονικὸν ἐπίρ‐ ρημα, ὁμοῦ δὲ τοπικόν.

alpha

21

ἀμφότεροι καὶ ἑκάτεροι διαφέρει. ἀμφότεροι μὲν γάρ, ὅταν ἐν τῷ αὐτῷ ἢ κατὰ αὐτὸ πράττωσιν ἀμφότεροι· ἑκάτεροι 〈δέ〉, ὅταν χωρὶς τὸ αὐτὸ πράττωσιν.

alpha

22

ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ
ἐστι τὸ κολάζειν, ἀμύνειν δὲ τὸ βοηθεῖν.194

alpha

23

ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφ’ ἑτέρου εἰς τοῦτο ἀχθῇ.

alpha

24

ἀνάλγητος καὶ ἀναλγὴς διαφέρει. ἀνάλγητος μὲν γάρ ἐστιν ὁ ἀνεπίστρεπτος τοῦ καθήκοντος, ἀναλγὴς δὲ ὁ μὴ ἀλγῶν.

alpha

25

ἄντικρυς καὶ ἀντικρὺ διαφέρει. ἄντικρυς μὲν γάρ ἐστι τὸ διαρρήδην καὶ φανερῶς, ἀντικρὺ δὲ τὸ ἐξ ἐναντίας.

alpha

26

ἀναβάτης ἐπιβάτου διαφέρει. ἀναβάτης μὲν ἐπὶ ἵππου, ἐπιβάτης δὲ ἐπὶ νηός.

alpha

27

ἀνάθημα ἀναθέματος διαφέρει. ἀνάθημα μὲν γάρ ἐστι, τὸ διὰ τοῦ η γραφόμενον, τὸ ἀνιερούμενόν τε καὶ ἀνατιθέμενον ἱερῷ τινι τόπῳ· ἀνάθεμα δέ, διὰ τοῦ ε ἐκφωνούμενον, τὸ ὕβρεως ἐχόμενον καὶ ἀναθεματικόν.

alpha

28

ἀνάθεμα παρὰ τὸ ὥσπερ ἐν στήλῃ ἀνατίθεσθαι.

alpha

29

ἀνεψιοὶ καὶ ἐξανεψιοὶ διαφέρει. ἀνεψιοὶ μὲν γάρ εἰσιν
οἱ τῶν ἀδελφῶν παῖδες, ἐξανεψιοὶ δὲ οἱ τῶν ἀνεψιῶν παῖδες.195

alpha

30

ἀθηναίων καὶ ἀθηναίων διαφέρει. Ἀθηναίων μὲν ἀνδρῶν, Ἀθηναίων δὲ Ἀθηνῶν.

alpha

31

ἄθωος καὶ ἀθῷος διαφέρει. ἄθωος μὲν ὁ ἀναίτιος, ἀθῷος δὲ ὁ ἀζήμιος.

alpha

32

ἀποκήρυκτος καὶ ἐκποίητος διαφέρει. ἀποκήρυκτος μὲν γάρ ἐστιν ὁ ἐπὶ ἀδικήμασιν ἐκ τοῦ πατρὸς ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ὡς λέγουσιν «εἰσποίη‐ τος γέγονεν».

alpha

33

ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. ἀποκρι‐ θῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸν ἐρωτηθέντα λόγον δοῦναι.

alpha

34

ἆρα καὶ ἄρα διαφέρει. τὸ μὲν γὰρ κατ’ ἐρώτησιν περι‐ σπᾶται, ὡς ὅτε διαποροῦντες λέγομεν· «ἆρα τέλος ἕξει ἂν τὰ πράγματα;» τὸ δὲ συλλογιστικὸν παροξύνεται, ὡς τό· «εἰ τοῦτο συμφέρει ποιεῖν, ποιητέον ἄρα».

alpha

35

ἄρτι καὶ ἀρτίως διαφέρει. τὸ μὲν γὰρ ἄρτι χρονικὸν
ἐπίρρημα, τὸ δὲ ἀρτίως ἐπὶ τοῦ ἀπηρτισμένου ἔργου καὶ τελείου.196

alpha

36

ἀράχνη καὶ ἀράχνης διαφέρει. ἀράχνη μὲν γάρ ἐστι θηλυκῶς τὸ ὕφασμα, καὶ οὐδετέρως ἀράχνιον νῆμα· ὁ ἀράχνης δὲ αὐτὸ τὸ ζῷον.

alpha

37

ἄρνες καὶ ἀρνειοὶ διαφέρει. ἄρνες μὲν οἱ νεογνοί, ἀρ‐ νειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ.

alpha

38

ἄρρωστος ἀρρωστοῦ〈ντοσ〉 διαφέρει. ἄρρωστος μὲν γάρ ἐστιν ὁ νοσῶν· ἀρρωστῶν δὲ ὁ ἀδυνατῶν ἐπιτελεῖν τὰ κατὰ τὰς ὀρέξεις.

alpha

39

ἀνατολὴ ἐπιτολῆς διαφέρει. ἀνατολὴ 〈ἠλίου καὶ σε‐ λήνης, ἐπιτολὴ〉 δὲ ἄστρου.

alpha

40

ἀριθμῆσαι καὶ μετρῆσαι διαφέρει. ὁ μὲν ἀριθμὸς ἐπὶ ὀλιγωτέρων λαμβάνεται, ὡς ὅταν λέγομεν· εἷς ... μέχρι χιλιοστοῦ. τὸ δὲ
μετρῆσαι ἐπὶ πλήθους, οἷον ἐπὶ σίτου καὶ κριθῆς.197

alpha

41

ἀνδρεία ῥώμης διαφέρει. ἀνδρεία μὲν γάρ ἐστιν ἰσχὺς ψυχῆς, ῥώμη δὲ σώματος.

alpha

42

ἄχρις καὶ ἄχρι διαφέρει. ἄχρις μὲν μετὰ τοῦ ς ἀντὶ τοῦ ἀκριβῶς· καὶ Ὅμηρος (il. iv 522)·
‘ἄχρις ἀπηλοίησεν‘, ἀντὶ τοῦ «ἀκριβῶς ἀπέκοψεν». ἄχρι δὲ χωρὶς τοῦ ς χρονικὸν ἐπίρ‐
5ρημα.

alpha

43

ἀσφόδελος καὶ ἀσφοδελὸς διαφέρει. προπαροξυνόμε‐ νον μὲν δηλοῖ τὸ φυτόν, ὀξυτόνως δὲ τὸν τόπον·
‘ἀσφοδελὸν λειμῶνα‘ (hom. od. xi 539 et 573; xxiv 13).

alpha

44

ἁπλότης μωρίας διαφέρει. ἁπλότης μὲν γάρ ἐστι φρόνησις ἀπηλλαγμένη πανουργίας καὶ οἷον ἁπλή τις οὖσα καὶ μὴ μεμιγμένη δυστροπίᾳ· μωρία δὲ ἐρημία φρενῶν.

alpha

45

ἄττα ψιλούμενον καὶ ἅττα δασυνόμενον διαφέρει. ψιλού‐ μενον γὰρ 〈τὸ〉 «τινὰ» σημαίνει, δασυνόμενον δὲ τὸ «ἅτινα».

alpha

46

ἄστρον καὶ ἀστὴρ διαφέρει. ἄστρον μὲν γάρ ἐστι τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῴδιον, εἴ τοι ζῶντος εἶδος φέρει, οἷον ὁ
Ὠρίων, ἡ Ἄρκτος· ἀστὴρ δὲ ὁ εἷς.198

alpha

47

ἀτέχνως καὶ ἀτεχνῶς διαφέρει. τὸ μὲν γὰρ παροξύτο‐ νον σημαίνει τὸ χωρὶς 〈τέχνησ〉 καὶ ἀμαθῶς· τὸ δὲ περισπώμενον ἀντὶ τοῦ ἁπλῶς καὶ ἀδόλως ἢ λίαν.

alpha

48

αὐχὴν καὶ δέρη διαφέρει. αὐχὴν μὲν γάρ ἐστι τὸ ὄπισθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν καθ’ ὅ ἐστιν ὁ φάρυγξ.

alpha

49

αὖθις καὶ αὖθι διαφέρει. τὸ μὲν γὰρ αὖθις σημαίνει τὸ πάλιν ἢ τὸ μετὰ ταῦτα, τὸ δὲ αὖθι τὸ αὐτόθι σημαίνει. ὁ γὰρ Καλλίμαχος (fr. 1, 35 pfeiffer)·
‘αὖθι τὸ δ’ ἐκδύομαι‘
5ἀντὶ τοῦ αὐτόθι.

beta

t

ἀρχὴ τοῦ β

beta

50

βάραθρος καὶ βάραθρον διαφέρει. βάραθρος γὰρ ὁ βα‐ ράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τί ἐστιν Ἀθήνησιν εἰς ὃ
τοὺς κακούργους ἔβαλ〈λ〉ον.199

beta

51

βασιλεὺς καὶ κοίρανος διαφέρει. Βασιλεὺς γάρ ἐστιν ὁ ἀπὸ προγόνων τὴν ἀρχὴν ἔχων, κοίρανος δὲ ὁ τῇ βασιλείᾳ ἐπιπηδῶν.

beta

52

βεβλῆσθαι, βεβολῆσθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν γὰρ τὸ ἐκ βολῆς τρωθῆναι· βεβολῆσθαι δὲ τὸ τὴν βουλὴν πεπηρῶσθαι· οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τρωθῆναι.

beta

53

βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν ἐπὶ ἀνθρώπων λέγε‐ ται μόνον, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων καὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται χρῆσις ψυχῆς, βίος δὲ λογικὴ ζωή.

beta

54

βλέφαρα καὶ βλεφαρίδες διαφέρει. βλέφαρα μέν εἰσιν αὐτὰ τὰ ἐπικλειόμενα τῶν ὀμμάτων δέρματα, βλεφαρίδες δὲ αἱ τρίχες αἱ ἐπὶ 〈τῶν〉 βλεφάρων.

beta

55

βροτὸς καὶ βρότος διαφέρει. τὸ μὲν γὰρ σημαίνει τὸν ἄνθρωπον, τὸ δὲ 〈τὸ〉 αἷμα τὸ ἀπὸ φόνου ἀνθρώπου καὶ τὸν μολυσμόν.

beta

56

βρύκειν καὶ βρύχειν διαφέρει. τὸ μὲν γὰρ βρύκειν ση‐
μαίνει τὸ τρύζειν τοὺς ὀδόντας, τὸ δὲ βρύχειν ἐπὶ λέοντος.200

beta

57

βωμός, ἑστία, 〈ἐσχάρα〉 καὶ μέγαρον διαφέρει. βωμοὶ γάρ εἰσιν οἱ τὰς προ〈σ〉βάσεις ἔχοντες, ἐσχάρα δὲ ἐν ᾗ τὰ θυόμενα ὀπτοῦται· ἑστία δὲ τὸ ἀναπτόμενον, μέγαρον δὲ ἡ περιοικοδομουμένη ἑστία, ἔνθα τὰ μυστικὰ θύονται. λέγεται ἑστία καὶ 〈ὁ〉 οἶκος.

gamma

t

ἀρχὴ τοῦ γ

gamma

58

γαμήλιον καὶ ἐπιθαλάμιον διαφέρει. γαμήλιον μὲν γὰρ αὐτὸς ὁ γάμος, ἐπιθαλάμιον δὲ τὸ ἐπὶ τῷ γάμῳ γραφὲν ποίημα.

gamma

59

γέλως καὶ γελοῖος διαφέρει. γέλως μὲν γὰρ ὁ ἐπὶ τῇ δι〈α〉χύσει τῶν χειλέων χωρὶς ὕβρεως, γελοῖος δὲ 〈ὁ καταγέλαστοσ〉.

gamma

60

Ὀνομασίαι τῆς τῶν ἀνθρώπων γενέσεως καὶ αὐξήσεως ἄχρι
γήρους. 〈Γέρων, πρεσβύτης καὶ〉 προβεβηκὼς διαφέρει. Βρέ‐ φος μέν ἐστι τὸ γεννηθὲν εὐθύς, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνῆς, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς διαλέξεως ἀντεχόμενον, παιδίσκος201
5δὲ ὁ ἐν 〈τῇ〉 ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὴν 〈δ’ ἐχομένην ταύτης ἡλικίαν〉 ἀντίπαιδα καλοῦσιν. τὴν δὲ μετὰ ταῦτα ἔφηβον· ἐν δὲ Κυρήνῃ τὸν ἔφηβον τριακάτιον καλοῦσιν· οἱ δὲ ἐν Κρήτῃ ἀποδρομαῖον καλοῦσιν, διὰ τὸ μηδέπω τὸν κοινὸν δρόμον μετέχειν. ἡ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα
10νεανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὃν καὶ ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα 〈πρεσβύτης, εἶτα〉 ἐσχατόγηρως. ὁ δὲ Ἱπποκράτης (de septim. 5 = 9, 1 Roscher) ἡλικίας ζʹ φησίν· βρέφος, παιδίον, μειράκιον, νεανίσκος, ἀνήρ, γέρων, πρεσβύτερος. λέγει δὲ οὕτως· ‘τοῦ ἀνθρώπου ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλοῦσιν. πρώτη βρέφος ἐστὶν ἄχρις ἑπτὰ ἐτῶν
15ἐν τῇ τῶν ὀδόντων ἐκβολῇ. βʹ· παῖς δὲ ἄχρις γονῆς ἐκφορᾶς εἰς δὶς ἑπτά, ἤτοι ιδʹ. γʹ· μειράκιον ἄχρις γένους λαχνώσεως, εἰς τρὶς ἑπτά, ἤτοι καʹ. δʹ·
νεανίσκος ἄχρις αὐξήσεως ὅλου τοῦ σώματος, εἰς τετράκις ἑπτά, ἤγουν ἔτη κηʹ. εʹ· ἀνὴρ ἄχρις ἑνὸς δέοντος νʹ, ἤγουν μθʹ. ϛʹ· καὶ γέρων ἄχρι τῶν νγʹ. ζʹ· τὸ δ’ ἐντεῦθεν πρεσβύτεροσ‘.202

gamma

61

γυνὴ παρθένου διαφέρει. γυνὴ μὲν γὰρ καλεῖται κυρίως ἡ ἤδη ἀνδρὸς πεῖραν εἰληφυῖα, παρθένος δὲ ἡ μήπω μυηθεῖσά ποτε ἀνδρός.

gamma

62

γυνὴ παρὰ τὸ γεννᾶν ἢ γῇ ἐοικέναι ἐν τῷ σπείρεσθαι καὶ γεννᾶν.

gamma

63

γὺψ παρὰ τὸ γυρεύειν τὰ ὕψη.

delta

t

ἀρχὴ τοῦ δ

delta

64

δάμαλις καὶ δαμάλης διαφέρει. δάμαλις μέν ἐστι τὸ θῆλυ, δαμάλης δὲ ὁ ἄρσην.

delta

65

δικαστὴς καὶ διαιτητὴς διαφέρει. δικαστής ἐστιν ὁ κατὰ νόμον κριτής, διαιτητὴς δὲ ὁ κατὰ συμβίβασιν εὑρεθεὶς συμβιβάσεως χάριν.

delta

66

δύναμις ἰσχύος διαφέρει. δύναμις μὲν γὰρ καὶ ἀπὸ ἐπι‐
στήμης γίνεται καὶ μανίας καὶ θυμοῦ, ἡ δὲ ἰσχὺς ἀπὸ φύσεως σώματος.203

epsilon

t

ἀρχὴ τοῦ ε

epsilon

67

εἰκὼν καὶ προτομὴ διαφέρει. εἰκὼν μὲν γὰρ λέγεται ἐπὶ ἀνθρώπου, προτομὴ δὲ ἐπὶ λέοντος.

epsilon

68

ἕλκος καὶ ὠτειλὴ διαφέρει. ἕλκος μὲν γάρ ἐστι χρόνιον πάθος μόνον ἐκ σιδήρου γενόμενον· ἔσθ’ ὅτε καὶ ἐκ ταὐτομάτου· εἴρηται δὲ παρὰ τὸ διελκοῦσθαι τὴν σάρκα. ὠτειλὴ δὲ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή.

epsilon

69

ἔπαινος ἐγκωμίου διαφέρει. ἔπαινος γάρ ἐστι λόγος ὁ μίαν πρᾶξιν ἐγκωμιάζων, ἐγκώμιον δὲ 〈τὸ〉 πολλοὺς περιλαμβάνον.

epsilon

70

ἐρώτησις, πεῦσις καὶ ἀνάκρισις διαφέρει. ἐρώτη‐ σις μὲν γάρ ἐστι συντόμου ἀποκρίσεως 〈ζήτησισ〉, πεῦσις δὲ μακρᾶς πράξεως ἀπαγγελία, ἀνάκρισις δὲ ὑποδεεστέρων ἐξήγησις.

epsilon

71

ἔσται καὶ γενήσεται διαφέρει. ἔσται μὲν τὰ καὶ νῦν
ὄντα, γενήσεται δὲ τὰ γενέσεως τευξόμενα.204

eta

t

ἀρχὴ τοῦ η

eta

72

ἤλπισαν 〈καὶ〉 ἐπήλπισαν διαφέρει. ἤλπισαν μὲν γὰρ αὐτοί τινας ἐλπίδας· ἐπήλπισαν δὲ ἑτέρους, ἀντὶ τοῦ «ἑτέρους εἰς ἐλπίδας ἤγαγον».

theta

t

ἀρχὴ τοῦ θ

theta

73

θεωρικὸς θεωρητικοῦ διαφέρει. θεωρικὸς μὲν ὁ περὶ θέατρά τινα καὶ δημώδεις ἀσχολούμενός τινας, θεωρητικὸς δὲ ὁ θεωρῆσαι δι’ ὑπερβολὴν φρονήσεως καλῆς δυνάμενος λογικὰ θεωρήματα.

iota

t

ἀρχὴ τοῦ ι

iota

74

ἴκες καὶ ἶπες καὶ θρίπες καὶ κίες διαφέρει. ἴκες μὲν γάρ εἰσι τὰ ἐσθίοντα τοὺς ὀφθαλμοὺς τῶν ἀμπέλων· ἶπες δὲ τὰ διαβρωτικὰ τῶν κεράτων· θρίπες δὲ τὰ ἐσθίοντα τὰ ξύλα· κίες δὲ τὰ 〈ἐν〉
τοῖς πυροῖς καὶ κριθαῖς ζῳύφια.205

iota

75

ἰσθμὸς πορθμοῦ διαφέρει. ἰσθμὸς μὲν γάρ ἐστι γῆς στενῆς δίοδος, ἑκατέρωθεν θαλάσσῃ περιεχομένη· πορθμὸς δὲ στενῆς θαλάσσης τόπος, ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος.

iota

76

ἴστρος ὄνομα ποταμοῦ, ὃς Δανοῦβις λέγεται· Ἵστρος ὁ ἱστορικὸς καὶ ποιητής, ὄνομα κύριον.

iota

77

ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μέν ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος, ὡς Ἡρόδοτος· συγγραφεὺς δὲ ὁ τὰ ὑφ’ ἑαυτοῦ, ὡς Ἡσίοδος ὁ ποιητής.

kappa

t

ἀρχὴ τοῦ κ

kappa

78

καιρὸς καὶ χρόνος διαφέρει. καιρὸς μέν ἐστι κεφαλὴ χρόνου, οἷον μεμετρημένων ἡμερῶν σύστημα· χρόνος δὲ πολλῶν καιρῶν περίοδος καὶ σύλληψις.

kappa

79

κάλλαια καὶ κάλλη διαφέρει. 〈 〉

kappa

80

κραιπάλη καὶ μέθη διαφέρει. κραιπάλη μὲν λέγεται ἡ
χθεσινὴ μέθη, μέθη δὲ ἡ αὐθημερινὴ οἴνησις.206

kappa

81

κοίρανος, βασιλεὺς καὶ τύραννος διαφέρει. κοί‐ ρανος μὲν γάρ ἐστιν ὁ κατὰ καιρόν τινων ἄρχων, ὥσπερ στρατηγός, καὶ ταχέως τῆς στρατηγίας καὶ τῆς ἀρχῆς παραλυόμενος· βασιλεὺς δὲ ὁ κατὰ τοὺς νόμους ἄρχων τῶν ἀρχομένων τύραννος δὲ ὁ ἀλόγῳ ἐξουσίᾳ αὐτονόμως
5χρώμενος καὶ ἐπιπηδῶν τῇ βασιλείᾳ καὶ τοὺς νόμους ἐκποδὼν ποιούμε‐ νος.

kappa

82

κιβωτὸς καὶ κίστη διαφέρει. κιβωτὸς μὲν γάρ ἐστιν ἡ ἐκ σανίδων, κίστη δὲ ἡ πλεκτή.

kappa

83

κίνησις περιφορᾶς διαφέρει. κίνησις μὲν γάρ ἐστι 〈κυ‐ ρίως ἡ ἐκ τόπου εἰς τόπον μετάβασις, περιφορὰ δὲ ἡ περὶ τὸν αὐτὸν τόπον στροφή.

kappa

84

κίθαρις καὶ κιθάρα διαφέρει. κίθαρις μὲν γάρ ἐστιν〉 ἡ λύρα καὶ οἱ χρώμενοι κιθαρισταί, οὓς ἡμεῖς λυρῳδούς φαμεν, κιθάρα δ’ ᾗ χρῆται ὁ κιθαρῳδός.

kappa

85

κομιδῇ καὶ κομιδὴ διαφέρει. κομιδῇ μὲν γάρ ἐστι περι‐ σπωμένως ἐπίρρημα, σημαίνει δὲ τὸ παντελῶς· ὀξυτόνως δὲ ὄν〈ομά ἐστιν〉.

kappa

86

κρίνειν τοῦ διακρίνειν διαφέρει. κρίνειν μὲν γάρ ἐστι
τὸ κυρίως δοκιμάζειν, διακρίνειν δὲ τὸ πράγματα διϊστᾶν καὶ χωρίζειν.207

lambda

t

ἀρχὴ τοῦ λ

lambda

87

λῆμα καὶ λῆμμα καὶ λεῖμμα διαφέρει. δι’ ἑνὸς μ λῆμά ἐστιν ἡ ἀνδρεία, λῆμμα δὲ διὰ δύο μμ τὸ λαμβανόμενον κέρδος, ἡ προφητεία καὶ τὸ πεπληρωμένον, λεῖμμα δὲ τὸ διὰ διφθόγγου 〈τὸ λειπόμενον〉.

lambda

88

λύμη καὶ λήμη καὶ λοιμικὴ διαφέρει. ἡ μὲν γὰρ λύ‐ μη φθορά τίς ἐστιν ἐπὶ ψυχῆς διαβαίνουσα. ἡ δὲ ἑτέρα λήμη ἡ διὰ τοῦ η λευκόν τί ἐστιν ἔνυγρον, ὃ καλεῖται τζίμβλα, κατὰ τὸν ὀφθαλμὸν συνιστάμε‐ νον· γίνεται δὲ παρὰ τὸ λάω τὸ βλέπω καὶ τοῦ μὴ ἀπαγορευτικοῦ· καὶ γὰρ
5κωλύει τὸ λάειν, ἤγουν βλέπειν. ἡ δὲ λοιμικὴ νόσος τίς ἐστι φθαρτικὴ σώματος.

lambda

89

λοιδορία ὕβρεως διαφέρει. ἡ μὲν γὰρ γλώσσης ἐστὶ μόνον ἀτιμία, ἡ δὲ ὕβρις καὶ τὴν διὰ τῶν ἔργων ἐπ’ αἰσχύνῃ τῶν ὑβριζομένων ἐπίνοιαν ἔχει.

lambda

90

〈λ〉έχος καὶ εὐνὴ διαφέρει. λέχος μὲν γάρ ἐστιν ἡ κλίνη,
εὐνὴ δὲ ἡ ἐπὶ ταύτης 〈στρωμνή〉.208

lambda

91

λεία καὶ λήϊα διαφέρει. λεία μὲν διὰ τῆς ει διφθόγγου σημαίνει τὴν ἀπελασίαν τῶν τετραπόδων· λήϊα δὲ τὰ σιτοφόρα πεδία.

lambda

92

λογογράφος λογοποιοῦ διαφέρει. λογογράφος μὲν γάρ ἐστιν ὁ τοὺς δικανικοὺς λόγους γράφων, λογοποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς.

mu

t

ἀρχὴ τοῦ μ

mu

93

μάρτυς ἐλέγχου διαφέρει. μάρτυς μὲν λέγεται ἐπ’ ἀγαθῷ, ἔλεγχος 〈δὲ〉 ἐπὶ φαύλων.

mu

94

μειράκιον καὶ μεῖραξ διαφέρει. μειράκιον μὲν λέγεται ὁ ἄρσην, μεῖραξ δὲ ἡ θήλεια.

mu

95

μάχη καὶ πόλεμος διαφέρει. μάχη μὲν γάρ ἐστιν ἡ ἐν τοῖς πολέμοις ἐνέργεια, πόλεμος δὲ ὁ χρόνος καὶ ἡ πρὸς τὴν μάχην παρασκευή.

mu

96

μνήμη καὶ μνεία διαφέρει. εἴ τι μὲν γάρ ἐστι μνήμη, τοῦτο οὐ πάντως καὶ μνεία· εἴ τι δὲ μνεία, τοῦτο καὶ μνήμη. ἔστι δὲ μνήμη γενικὴ τύπωσις ψυχῆς, μνεία δὲ λόγος κατὰ ἀνανέωσιν λεγόμενος· μνήμη δὲ τῷ μνημονικῷ ἀεὶ συνοῦσα, μνεία δὲ προγεγονότων τινῶν ὑπόμνησις.209

mu

97

μῦθος καὶ ἱστορία διαφέρει. ἱστορία μὲν γὰρ ἡ προγε‐ γονότα πράγματα περιέχουσα, ὁ δὲ μῦθος πεπλασμένα καὶ ψευδῆ.

mu

98

μορφὴ καὶ σχῆμα διαφέρει. μορφὴ μὲν λέγεται ἐπὶ τῶν ἐμψύχων, σχῆμα δὲ ἐπὶ ἀψύχων. καὶ σχῆμα μέν ἐστιν ἡ παντὸς ὄγκου ἀποπεράτωσις, μορφὴ δὲ ἡ τοῦ ζῴου ὅλου ἀποπεράτωσις.

mu

99

μώλωψ στίγματος διαφέρει. μώλωψ μὲν ἡ ἐκ πολέμου γινομένη 〈πληγή〉, στίγμα δὲ ἡ ἀπὸ δαρμοῦ.

nu

t

ἀρχὴ τοῦ ν

nu

100

νεαρὸν καὶ πρόσφατον καὶ νεαλὲς διαφέρει. νεαρὸν μὲν γάρ ἐστι τὸ νεωστὶ γεμισθὲν ὕδωρ, πρόσφατον δὲ τὸ κρέας, νεαλὲς δὲ τὸ νεωστὶ ἑαλωκός, οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον.

nu

101

νῆες πλοίων διαφέρει. τὰ μὲν γὰρ πλοῖά εἰσι στρογ‐
γύλα, αἱ δὲ νῆες κωπήρεις καὶ στρατιώτιδες, ὥς φησιν Ἀριστοτέλης (fr. 614 Rose)· ‘ναυσὶ μὲν ιεʹ, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς στρα‐ τιωτ〈ικ〉οῖσ‘.210

nu

102

νῦν καὶ νυνὶ διαφέρει. τὸ μὲν γὰρ νῦν χρονικόν ἐστιν ἐπίρρημα, τάσσεται δὲ ἐπὶ τῶν τριῶν χρόνων, ἐνεστῶτος, παρῳχημένου καὶ μέλλοντος, οἷον· «νῦν ὁ ἀγὼν διῆλθε· νῦν ὁ γάμος γίνεται· νῦν εἰρήνη γενήσεται». τὸ δὲ νυνὶ ἐπὶ μόνου τοῦ ἐνεστῶτος.

xi

t

ἀρχὴ τοῦ ξ

xi

103

ξόανον, βρέτας καὶ ἄγαλμα διαφέρει. ξόανον μὲν γάρ ἐστι τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, β〈ρ〉έτας δὲ τὸ βροτοῖς ὅμοιον ἤτοι χαλκοῦν ἢ ἐμφεροῦς ὕλης πεποιημένον, ἄγαλμα δὲ τὸ ἔκ τινος λίθου κατεσκευασμένον.

omicron

t

ἀρχὴ τοῦ ο

omicron

104

ὀλίγον τοῦ μικροῦ διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπὶ
ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ τοῦ μεγέθους.211

omicron

105

ὄρθρος τοῦ πρωῒ διαφέρει. ὄρθρος μὲν γάρ ἐστιν ἡ πρὸ ἀνατολῆς ὥρα, πρωῒ δὲ ἡ μετὰ τὴν ἀνατολήν.

omicron

106

ὄχθοι καὶ ὄχθαι διαφέρει. ὄχθοι μὲν γάρ εἰσι γῆς ἐπάρματα, ὄχθαι δὲ ποταμοῦ χείλη.

omicron

107

ὅδε καὶ ὁδὶ διαφέρει. ὅδε μὲν γὰρ ἀναφορικῶς καὶ δεικ‐ τικῶς, 〈ὁ〉δὶ δὲ δεικτικῶς μόνον κατ’ ἐπέκτασιν.

omicron

108

οἰκεῖοι καὶ οἰκῆες διαφέρει. οἰκεῖοι μὲν γὰρ οἱ κατ’ ἐ‐ πιγαμίαν προσήκοντες, οἰκῆες δὲ πάντες οἱ ἐν τῇ οἰκίᾳ τυγχάνοντες τῇ αὐτῇ, εἴτε οἰκέται εἴτε ἐλεύθεροι.

omicron

109

οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή.

omicron

110

οἶκτος καὶ οἰκτισμὸς διαφέρει. οἶκτος μὲν γάρ ἐστιν ο〈ἰ〉κτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος τοῦ οἰκτείροντος.

omicron

111

οἴκαδε καὶ εἰς οἶκον διαφέρει. οἴκαδε μὲν γάρ ἐστι
τὸ εἰς τὴν οἰκίαν τὴν ἰδίαν βαδίζειν, εἰς οἶκον δὲ ἐφ’ ἕτερον.212

omicron

112

ὁμόδουλος συνδούλου διαφέρει. ὁμόδουλοι γάρ εἰσιν οἱ μετέχοντες ὁμοίας τύχης δουλικῆς, σύνδουλοι δὲ οἱ ἀλλήλοις δουλεύοντες.

omicron

113

ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν.

omicron

114

ὅτι τοῦ διότι διαφέρει. τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν· τὸ δὲ διότι 〈αἰτίαν δηλοῖ〉. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πά〈ντεσ〉 ἴσμεν, διότι δὲ οὐκέτι.

omicron

115

οὔκουν καὶ οὐκοῦν διαφέρει. οὔκουν μὲν ἀποφατικῶς ἀντὶ τοῦ οὐδαμῶς, περισπωμένως δὲ συλλογιστικὸς σύνδεσμος καὶ σημαί‐ νει ἀπόφα〈ν〉σιν.

omicron

116

οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν
γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν· «οὐδὲν ἐν κόσμῳ κενόν». 〈 〉213

omicron

117

οὕνεκα τοῦ ἕνεκα διαφέρει χρήσει καὶ συντάξει, ὅτι ὁ μὲν οὕνεκα ποιητικός, ὁ δὲ ἕνεκα συνήθης.

omicron

118

ὀψὲ καὶ ἑσπέρα διαφέρει. ὀψὲ μὲν 〈τ〉ὸ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον· καὶ ὀψαρότης ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν. ἑσπέρα δὲ 〈ἡ〉 μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα.

pi

t

ἀρχὴ τοῦ π

pi

119

πονηρὸν καὶ πόνηρον διαφέρει. πονηρὸν μὲν γάρ ἐστι τὸ κακόηθες, πόνηρον δὲ τὸ ἐπίπονον.

pi

120

πανοῦργος σημαίνει δύο· τὸν φρόνιμον καὶ νοήμονα ἐπὶ καλοῦ· σημαίνει δὲ καὶ τὸν κακοποιεῖν δυνάμενον διὰ τῆς ἑαυτοῦ σοφιστικῆς κακίας. ἐτυμολογεῖται δὲ παρὰ 〈τὸ〉 εἰς πᾶν ἐνεργεῖν καὶ
πράττειν.214

pi

121

πρόβλημα προτάσεως καὶ παραβολὴ παρα‐ δείγματος διαφέρει. πρόβλημα μὲν γὰρ λέγεται ἡ ἑκατέρωθεν ἀμφισ‐ βητουμένη ζήτησις, πρότασις δὲ λέγεται ἡ ἐρώτησις. ἡ δὲ παραβολὴ ἀπὸ ἀψύχων καὶ ζῴων ἀλόγων λαμβάνεται, τὸ δὲ παράδειγμα ἀπὸ ἐμψύχων ἢ
5γεγονότων πραγμάτων. σημαίνει δὲ παραβολὴ καὶ αἴνιγμα 〈καὶ〉 τὸν σκοτεινὸν καὶ δυσκατάληπτον λόγον τὸν μετὰ πολλῆς ἀγχινοίας καὶ νήψεως νοεῖσθαι δυνάμενον.

pi

122

πρωτότοκος καὶ πρωτοτόκος διαφέρει. πρωτό‐ τοκος μὲν λέγεται ὁ πρῶτος γεννηθείς, πρωτοτόκος δὲ ἡ 〈πρώτωσ〉 γεννήσασα.

pi

123

πάλτον καὶ πέλτη διαφέρει. πάλτον μὲν γάρ ἐστι τὸ δόρυ, πέλτη δὲ ἡ ἀσπίς.

pi

124

πάσχειν καὶ συμπάσχειν διαφέρει. ὁ μὲν γὰρ πά‐ σχων ἀλγεῖ, ὁ δὲ συμπάσχων λυπεῖται μὲν ἐπὶ τῷ τοῦ πάσχοντος πάθει, οὐ μέντοι ἀλγεῖ καθάπερ ὁ πάσχων, οἷον· πυρέττει τις τῶν φίλων σφόδρα, συμπάσχομεν τούτῳ πυρέττοντι, οὐ μὴν καὶ πυρέττομεν.215

pi

125

πεῖρα καὶ πήρα διαφέρει. πεῖρα μὲν ἡ ἐπιστήμη καὶ ἐμπειρία· πήρα δὲ τὸ ἰατρικὸν ἐγχειρίδιον καὶ 〈τὸ〉 δερμάτι〈ν〉ον ἀρτοφόρον, ὃ ἐπὶ τῶν ὤμων φέρουσιν οἱ πένητες.

pi

126

πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μὲν πῆ καὶ τὸ ποῖ εἰς τόπον, οἷον·.
‘πῆ—ἔφη—ἀπῆλθε Ἀνδρομάχη;‘ (cf. hom. il. vi 377) τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον·
5
‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;‘ (hom. il. x 406). ὥστε ἁμαρτάνουσιν οἱ λέγοντες «ποῦ ἀπέρχεται;» δέον «πῆ» φάναι.

pi

127

περιεκτικὸν περιληπτικοῦ διαφέρει. ὅτι ἐν τῷ πε‐ ριληπτικῷ αὐτὸ τὸ περιέχον 〈καὶ〉 αὐτὸ τὸ περιεχόμενον καὶ τοῦ ἑνὸς διαλυομένου διαφορὰ γίνεται. τὸ δὲ περιεκτικὸν οὐχ οὕτως· εἰ γὰρ ἀφέλῃς τὰ περιεχόμενα, οὐκ 〈ἂν〉 ἀπώλετο τὸ περιεκτικόν, ἐπειδὴ τόπος, εἰ μή τις εἴπῃ,
5ἀλλ’ οὐκέτι ὁ τοιόσδε τόπος.

pi

128

πλούσιος εὐπόρου καὶ ἀφνειὸς ὀλβίου καὶ
εὐτυχοῦς διαφέρει. πλούσιος μὲν γάρ ἐστιν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐ‐ νιαυτοῦ τὴν τροφὴν συλλέγων—ἔνος γὰρ ὁ ἐνιαυτός—. ὄλβιος δὲ ὁ216
5τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

pi

129

πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μὲν γάρ ἐστι σύ‐ στημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις.

pi

130

πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μὲν ὁ ἔμπειρος πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς ὅπλοις χρώμενος.

pi

131

πόλις καὶ ἄστυ διαφέρει. πόλις μὲν τὸ οἰκοδόμημα, ἄστυ δὲ ἡ κατασκευὴ τῆς πόλεως.

pi

132

ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μὲν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν.

pi

133

πρεσβεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύε‐ σθαι γὰρ τὸ πέμπειν 〈πρέσβεισ〉 οἱ Ἀττικοὶ λέγουσιν· πρεσβεύονται γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες, 〈πρεσβεύουσι δὲ οἱ χειροτονούμενοι〉.217

rho

t

ἀρχὴ τοῦ ῥ

rho

134

ῥεῖθρον καὶ ῥεῦμα διαφέρει. ῥεῖθρον μὲν γὰρ ὁ τό‐ πος δι’ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δὲ αὐτὸ τὸ ὕδωρ.

rho

135

〈ῥ〉οιὰ σὺν τῷ ι τὸ δένδρον, ῥόα δὲ ὁ καρπός.

sigma

t

ἀρχὴ τοῦ ς

sigma

136

σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μὲν γάρ ἐ‐ στι τὸ ὑφ’ ἑτέρου, στῆναι δὲ τὸ κατ’ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν, οἷον· ἐστάθη ὁ ἀνδριάς, ἐστάθη ὁ νοσῶν δι’ ἑτέρου, ἔστη δὲ ὁ ἄνθρωπος δι’ ἑαυτοῦ.

sigma

137

σημεῖον καὶ τεκμήριον διαφέρει. 〈 〉

sigma

138

σορὸς καὶ σωρὸς διαφέρει. σορὸς μὲν ἡ τῶν λειψάνων,
ἐν ᾧ καὶ τὸ σῶμα ῥεῖ ἤτοι καταρρεῖ. σωρὸς δὲ καὶ τοῦ σίτου ἤ τινος ἄλλου.218

sigma

139

σκῶμ〈μ〉α γελοίου καὶ εὐτραπέλου διαφέρει. σκῶμ〈μ〉α μὲν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον· γελοῖον δὲ τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν· εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον.

sigma

140

στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος.

sigma

141

συνεργὸς καὶ σύνεργος διαφέρει. συνεργὸς μὲν γὰρ λέγεται ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δὲ ὁ περὶ αὐτὸ μετιὼν οἷον σύντεχνος.

sigma

142

σύνθεσις καὶ σύνταξις διαφέρει. σύνθεσις μὲν γὰρ ὁ λόγος ὁ ἔμμετρος, 〈σύν〉ταξις δὲ ὁ λόγος ὁ πεζός.

sigma

143

σύνθετον διπλοῦ διαφέρει. σύνθετον μὲν γὰρ τὸ ἐξ ἑτε‐ ροειδῶν συντιθέμενον, ὥσπερ τὸ ζ ἐκ τοῦ δ καὶ ς. διπλοῦν δὲ τὸ αὐτὸ εἰς
αὐτὸ συναγόμενον.219

sigma

144

σὴς καὶ ἲψ καὶ θρὶψ διαφέρει. σὴς μὲν γάρ ἐστιν ὁ τὰ ἱμάτια ἐσθίων, ἲψ δὲ ὁ τὰ κέρατα καὶ τὰς ἀμπέλους βλάπτων, θρὶψ δὲ τὰ ξύλα.

sigma

145

σῆμα τέρατος διαφέρει. σῆμα μὲν τὸ ἐπὶ γῆς γινόμενον, τέρας δὲ τὸ ἐν τῷ ἀέρι.

sigma

146

σῶσον 〈τοῦ〉 ῥῦσαι διαφέρει. σῶσον νόσων καὶ πειρα‐ σμῶν, ῥῦσαι αἰχμαλωσίας καὶ τῶν δαιμόνων.

tau

t

〈ἀρχὴ τοῦ τ〉

tau

147

τάπητες καὶ ἀμφιτάπητες διαφέρει. τάπητες μὲν γὰρ λέγονται οἱ ἐκ τοῦ ἑνὸς μέρους μαλλὸν ἔχοντες, ἀμφιτάπητες δὲ οἱ ἐξ ἀμφοτέρων.

tau

148

τέρας καὶ σῆμα διαφέρει. τὸ μὲν γὰρ τέρας παρὰ φύσιν γίνεται, τὸ δὲ σῆμα παρὰ σύνηθες.

tau

149

τέχνη ἐπιτηδεύματος διαφέρει. τέχνη μὲν γάρ ἐστιν ἡ ἄνευ λόγου μὴ δυναμένη εἶναι, οἷον γραμματική, ῥητορική· ἐπιτήδευμα δὲ
〈τὸ λόγου χηρεῦον〉, οἷον τεκτονική, χαλκευτικὴ καὶ τούτων παραπλήσιοι.220

tau

150

τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει. τιτθὴ μὲν ἡ μαστὸν παρέχουσα, τροφὸς 〈δὲ〉 καὶ τιθηνὸς ἡ τὴν ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς μετὰ τὸν ἀπογαλακτισμόν.

tau

151

τοὔνεκα καὶ οὕνεκα διαφέρει. τὸ μὲν τοὔνεκά ἐστι τού‐ του ἕνεκα 〈 〉

tau

152

〈τ〉ρίετες καὶ τριετές διαφέρει. ἐὰν μὲν γὰρ βαρυ‐ τόνως, ἔσται ἐπὶ χρόνου· ἐὰν δὲ ὀξυτόνως τριετές, ἔσται ἐπὶ ἡλικίας, οἷον «τριετὲς τὸ παιδίον».

tau

153

τρόχοι βαρυτόνως καὶ τροχοὶ ὀξυτόνως διαφέρει. τρό‐ χοι μὲν βαρυτόνως τοὺς δρόμους· Εὐριπίδης (fr. 105, 1 nauck2)·
‘ὁρῶ μὲν ἀνδρῶν τόνδε γυμνάδα στόλον
〈στίχοντα θεωρὸν ἐκ τρόχων πεπαυμένον〉‘.
5τοὺς δὲ περιφερεῖς τροχοὺς ἡμῖν ὁμοίως λέγουσιν οἱ Ἀττικοὶ ὀξυτονοῦντες.

upsilon

t

ἀρχὴ τοῦ υ

upsilon

154

ὕμνος ἐγκωμίου διαφέρει. ὕμνος μὲν ἐπὶ θεοῦ λέγεται,
ἐγκώμιον δὲ ἐπὶ ἀνθρώπων.221

upsilon

155

ὑπαντῆσαι καὶ ἀπαντῆσαι διαφέρει. ὑπαντῆσαι μὲν γὰρ ἐπὶ ὁδῶν λέγεται, ἀπαντῆσαι δὲ τὸ περιτυχεῖν δίκῃ, οἷον «ἀπήντησε κατὰ δίκην», ἀντὶ τοῦ περιέτυχεν.

upsilon

156

ὑπόσχεσις καὶ ἐπαγγελία διαφέρει. ὑπισχνεῖται γάρ τις διδόναι μέλλων· ἐπαγγέλλεται δὲ ὁ δίχα παρακλήσεως παρέχειν τι βουλόμενος.

upsilon

157

ὕπα〈ι〉θρος καὶ ὑπαίθρ〈ι〉ος διαφέρει. ὕπα〈ι〉θρος μὲν γὰρ ὁ ὑπὸ τὸν ἀέρα διάγων, οἷον ἄοικος· ὑπαίθρ〈ι〉ος δὲ ὁ ἀπόσκεπος οἷκος.

upsilon

158

ὑπερῴα καὶ ὑπερῷον καὶ ὑπέρροον διαφέρει. ὑ‐ περῴα μὲν οὖν ἐστιν ὁ οὐρανίσκος, θηλυκῶς· ὑπερῷον δὲ τὸ ἀνώγαιον, παρὰ τὸ ἄνω ὁρᾶσθαι· ὑπέρροον δὲ τὸ ἄνωθεν ῥέον ὕδωρ.

upsilon

159

ὕπαρ ὀνείρατος διαφέρει. ὕπαρ μέν ἐστιν ἡ ἐναργὴς ὄψις, ὄνειρον δὲ ἡ ἐν τῷ καθεύδειν φαντασία.

upsilon

160

ὑπερορᾷ 〈καὶ〉 παραβλέπει διαφέρει. 〈 〉222

phi

t

ἀρχὴ τοῦ φ

phi

161

(2)

φάκελλος καὶ σφάκελος διαφέρει. φάκελλος μέν ἐστι φόρτος ξύλων, σφάκελος δὲ ὁ κατὰ φλεγμονὴν σπασμός.

phi

162

〈φ〉αρμακία γοητείας διαφέρει. φαρμακία μὲν γάρ ἐστι κυρίως ἡ βλάβη 〈ἡ διὰ δηλητηρίου γινομένη〉, γοητεία δὲ ἐπίκλησις δαιμόνων.

phi

163

φιλεῖν καὶ κυνεῖν διαφέρει. φιλεῖν μέν ἐστι τὸ ἀγα‐ πᾶν καὶ ξενίζειν, κυνεῖν δὲ τὸ τοῖς χείλεσιν ἀσπάζεσθαι.

phi

164

φάρμακον καὶ δηλητήριον διαφέρει. ὅτι τὸ μὲν φάρμα‐ κον ἐπὶ ζωῆς, τὸ δὲ δηλητήριον ἐπὶ θανασίμου.

phi

165

φράσον καὶ φράσαι διαφέρει. φράσον μὲν τὸ εἰπέ, φρά‐ σαι δὲ ἀντὶ τοῦ διανοήθητι.

phi

166

φρονεῖν καὶ καταφρονεῖν διαφέρει. φρονεῖν μὲν τὸ
λογίζεσθαι καὶ τὸ ἐνθυμεῖσθαι, καταφρονεῖν δὲ τὸ ὑπερορᾶν.223

phi

167

φύλλον καὶ φῦλον διαφέρει. φύλλον μὲν τὸ τοῦ δέν‐ δρου, φῦλον δὲ τὸ γένος.

chi

t

ἀρχὴ τοῦ χ

chi

168

χαρά, εὐφροσύνη, τέρψις, εὐθυμία, ἡδονὴ καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μέν ἐστι ψυχῆς πρόσφατος ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη 〈δὲ〉 πόθος χρόνιος μετὰ σωφροσύνης γινόμενος, τέρψις δὲ οἱονεὶ ψυχαγωγία ἀπὸ ἀηδοῦς τινος ἐπὶ τὸ κρεῖττον, εὐθυμία δὲ
5ψυχῆς βραχεῖα χαρά, ἡδονὴ δὲ ψυχῆς ἀρέσκεια, ἀπόλαυσις δὲ ἕξις κοινὸν ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης.

chi

169

χλαῖνα καὶ χλανὶς καὶ χλαμὺς καὶ χιτὼν δια‐ φέρει. χλαῖνα μὲν γὰρ λέγεται τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον, χλανὶς δὲ τὸ ἁπαλὸν καὶ λεπτόν, χλαμὺς δὲ τὸ παρ’ ἡμῖν λεγόμενον κυκλομάνδιον, χιτὼν δὲ τὸ μέγα καὶ διῆκον.

psi

t

ἀρχὴ τοῦ ψ

psi

170

ψιλοκάρσης ψιλοκόρσου διαφέρει. ψιλοκάρσης μὲν
γάρ ἐστιν ὁ φαλακρός, ψιλοκόρσης δὲ ὁ σπανός.224

omega

t

ἀρχὴ τοῦ ω

omega

171

ὠνήσασθαι τοῦ ἀγοράσαι διαφέρει. ὤνησις μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ ἐν ἀγορᾷ διατρῖψαι.
3tτέλος225