TLG 1643 003 :: PTOLEMAEUS :: De differentia vocabulorum (= Περὶ διαφορᾶς λέξεων) [Sp.] (e codd. Ottobon. gr. 43 + Vat. gr. 197)

PTOLEMAEUS Gramm.
(Ascalonita: 2 B.C./A.D. 2)

De differentia vocabulorum (= Περὶ διαφορᾶς λέξεων) [Sp.] (e codd. Ottobon. gr. 43 + Vat. gr. 197)

Source: Heylbut, H. (ed.), “Ptolemaeus περὶ διαφορᾶς λέξεων” [Hermes 22] 1887: 388–410.

Dup. partim 1643 004

Citation: Page — (line)

388

(1t)

Πτολεμαίου περὶ διαφορᾶς λέξεων.
2Διαφέρει αὐχὴν καὶ δέρη· αὐχὴν μὲν γὰρ λέγεται τὸ ὄπι‐ σθεν τοῦ τραχήλου, δέρη δὲ τὸ ἔμπροσθεν, καθ’ ὅ ἐστιν ἡ φάρυγξ.
5ῥὶς μὲν λέγεται ἡ ἀπὸ τοῦ μεσοφρύου καταγωγὴ μέχρι τοῦ χείλους· μυκτῆρες δὲ αἱ τῆς ῥινὸς κατατρήσεις, δι’ ὧν ἔξεισιν τὸ ἀπομυσσόμενον. ἑστιάτωρ μέν ἐστιν ὁ ἑστιῶν, δαιτυμὼν δὲ ὁ ἑστιώμενος καθὰ Πλάτων.
10ἄρνες μὲν λέγονται οἱ νεογνοί· ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέ‐
χραον ἢ ἐρίφοισιν· ἀρνειοὶ δὲ οἱ προήκοντες τῇ ἡλικίᾳ.388

389

ἀπονίψασθαι μὲν λέγουσι τὸ μετὰ τὸ φαγεῖν· κατὰ χει‐ ρὸς δὲ ὕδωρ αἰτῆσαι πρὸ τοῦ φαγεῖν [καὶ μετὰ τὸ φαγεῖν]. φεύγει μὲν δίκην ὁ κατηγορούμενος· καὶ γὰρ ὁ κατηγορῶν
5διώκει· ἀποφεύγει δὲ ὁ νικήσας καὶ ἀπολυθεὶς τῆς κατακρίσεως. ἄγροικος βαρύτονον ὁ ἐν ἀγροῖς διατρίβων· ἀγροῖκος δὲ περισπώμενον ὁ μὴ ἥμερος, ἴσος τῷ ἄγριος. ἀσφόδελος μὲν προπαροξυτόνως ἡ βοτάνη· ὀξυτόνως δὲ ὁ
10τόπος. ἀμυγδαλῆ περισπώμενον τὸ δένδρον· ἀμυγδάλη παροξυ‐ τόνως ὁ καρπός. ἀτελὲς καὶ ἀτέλεστον διαφέρειν φασίν· ἀτελὲς μὲν γάρ ἐστιν τὸ μήπω τετελεσμένον, ἀτέλεστον δὲ τὸ ἀδύνατον
15τελεσθῆναι. ἀπολογεῖσθαι τοῦ ἀπολογίζεσθαι διαφέρει· ἀπολογί‐ ζεσθαι μὲν γὰρ τὸ ἀποδιδόναι τὸν λόγον, ἀπολογεῖσθαι δὲ ἐν τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν. ἀμφὶ περί· τὸ δὲ ἄμφις ποτὲ μὲν σημαίνει τὸ περί, ποτὲ
20δὲ χωρίς. ἀντικρὺ μὲν τὸ ἐπ’ εὐθείας· ἄντικρυς δὲ τὸ διαρρήδην καὶ φανερῶς [καὶ τὸ ἐπ’ εὐθείας τοπικόν]. ἀκταὶ μέν εἰσιν οἱ πετρώδεις τόποι παρακείμενοι τῇ θα‐ λάσσῃ ἀπὸ τοῦ ἄγνυσθαι τὰ κύματα ταῖς πέτραις προσ‐
25αρασσόμενα· θῖνες δὲ οἱ ἀμμώδεις αἰγιαλοί. ἀναβάτης μὲν ἵππου· ἐπιβάτης δὲ νεώς. ἀναστῆναι μὲν τὸ ἐπὶ πρᾶξίν τινα ὁρμῆσαι· ἐγερθῆναι δὲ τὸ ἐκ κοίτης. ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει· ἀνάμνησις μὲν γίνε‐
30ται ὅταν τις ἀφ’ ἑαυτοῦ εἰς μνήμην ἔλθῃ τῶν παρελ‐ θόντων· ὑπόμνησις δὲ ὅταν ὑφ’ ἑτέρου τινὸς ἐπὶ τοῦτο
προαχθῇ.389

390

ἀπαράσκευον καὶ ἀπαρασκεύαστον διαφέρει· ὁ μὲν γὰρ ἀφ’ ἑαυτοῦ τὴν χορηγίαν ἔχων ἀπαράσκευος, ὁ δὲ δι’ ἑτέ‐ ρου ἀπαρασκεύαστος, οἷον οἱ μονομάχοι ἀπαρασκεύαστοι. ἀνδραγαθία ἀνδρείας διαφέρει· ἀνδρεία μὲν γὰρ 〈σώμα‐
5τοσ〉 δύναμις ἐπαινουμένη· ἀνδραγαθία δὲ καὶ τὴν ψυχι‐ κὴν ἀρετὴν ἔχει μαρτυροῦσαν. ἅμα καὶ ὁμοῦ διαφέρει· ἅμα μὲν γάρ ἐστιν χρονικὸν ἐπίρ‐ ρημα, ὁμοῦ δὲ τοπικόν. ἀποκήρυκτος μέν ἐστιν ὁ ἐπὶ ἀδικήματι ὑπὸ τοῦ πατρὸς
10ἐκβληθεὶς τῆς οἰκίας· ἐκποίητος δὲ ὁ δοθεὶς ὑπὸ τοῦ πατρὸς εἰς υἱοθεσίαν ἄλλῳ, ᾧ λέγεται εἰσποίητος γε‐ γονέναι. ἄστρον μέν ἐστιν τὸ ἐκ πολλῶν ἀστέρων μεμορφωμένον ζῳ‐ δίον, οἷον Ὠρίων ἢ ἄρκτος· ἀστὴρ δὲ ὁ εἷς.
15βλέπειν ἐστὶν κυρίως μὲν τὸ ὁρᾶν τι· θεᾶσθαι δὲ τὸ ὁρᾶν τι τῶν τεχνικῶς γινομένων, οἷον πάλην παγκράτιον ἢ γραφήν. διορθοῦν μὲν καὶ ἐπὶ δοράτων καὶ ἐπὶ ὀβελίσκων καὶ ἐπὶ λόγων· ἐπανορθοῦν δὲ ἐπὶ μόνων λόγων.
20εὐθὺς ἐπὶ χρόνου καὶ ἐπὶ ὀρθοῦ, ὡς φαμὲν εὐθὺς κανών· εὐθὺ δὲ οὐκέτι ἐπὶ χρόνου, ἀλλ’ ἐπὶ τοῦ ἐπ’ εὐθείας, οἷον εὐθὺ χωρίον· τὸ δὲ εὐθέως ἀντὶ χρονικοῦ ἐπιρρή‐ ματος. ἆρα καὶ ἄρα διαφέρει· ὁ μὲν γὰρ κατὰ περισπασμὸν ἀπο‐
25ρηματικός, ὅτε ἀποροῦντες λέγομεν, ἆρά γε τέλος ἕξει τὸ πρᾶγμα; ὁ δὲ κατὰ συστολὴν συλλογιστικός· εἰ ἡμέρα ἐστί, φῶς ἐστι· ἀλλὰ μὴν ἡμέρα ἐστίν, φῶς ἄρα ἐστίν. ἐξ ὅσου μὲν χρόνου, ἐξ ὅτου δὲ ἐξ οὗ τινός. θεατὴς μὲν Ὀλυμπίων καὶ τῶν ὁμοίων λέγεται· θεωρὸς
30δὲ ὁ εἰς θεοὺς πεμπόμενος. ἰσθμὸς μέν ἐστιν γῆς στενῆς δίοδος ἑκατέρωθεν ὑπὸ θα‐ λάσσης περιεχομένη· πορθμὸς δέ τίς ἐστιν στενὸς θα‐ λάσσης πόρος ἑκατέρωθεν ὑπὸ γῆς περιεχόμενος.
λυχνοῦχον καὶ λαμπτῆρα τὸν νῦν φανόν· φανὸν δὲ τὴν390

391

λαμπάδα. καὶ οἱ μὲν κωμικοὶ διὰ τοῦ φ, οἱ δὲ τραγικοὶ διὰ τοῦ π πανόν ... λίβανος μὲν κοινῶς λέγεται τὸ δένδρον καὶ τὸ θυμιώμενον καὶ τὸ ὄρος· λιβανωτὸς δὲ μόνως τὸ θυμιώμενον.
5μάχη μέν ἐστιν ἡ ἐν τῷ πολέμῳ ἐνέργεια· πόλεμος δὲ ὁ χρόνος καὶ ἡ παρασκευὴ ἡ πρὸς τὴν μάχην. αἴθε καὶ ὄφελον διαφέρει· τὸ μὲν γάρ ἐστιν ἀπαρέμφατον προσώπων, τὸ δὲ ὄφελον ἐμφαίνει πρόσωπα. ἄλλως τε· τὸ μὲν αἴθε ἐστὶν ἐπίρρημα, τὸ δὲ ὄφελον ῥῆμα.
10ἑτερόφθαλμος μέν ἐστιν ὁ κατὰ περίπτωσιν πηρωθεὶς τὸν ἕτερον τῶν ὀφθαλμῶν, μονόφθαλμος δὲ ὁ μόνον ὀφθαλμὸν ἐσχηκὼς ὡς ὁ Κύκλωψ. τὸ μὲν οὐδέποτε καὶ ἐπὶ τοῦ παρεληλυθότος καὶ ἐπὶ τοῦ μέλλοντος λέγεται, τὸ δὲ οὐδεπώποτε ἐπὶ μόνου παρε‐
15ληλυθότος, ὥστε οἱ λέγοντες οὐδεπώποτε γενήσεται σο‐ λοικίζουσιν. σύνεργος καὶ συνεργός .... προπαροξύτονον ὁ τὸ αὐτὸ μετιὼν ἔργον, οἷον εἰ σύντεχνός ἐστιν. ὅδε μὲν ἀναφορικῶς καὶ δεικτικῶς· ὁδὶ δὲ δεικτικῶς μόνον.
20τιμωρεῖσθαι μὲν τὸ κολάζειν, τιμωρεῖν δὲ τὸ βοηθεῖν τοῖς ἀδικουμένοις. ἡ χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμουμένων ῥάβδων· ἀρρενικῶς δὲ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περι‐ πηγνυμένων ἀφ’ ὧν λέγουσι χαρακώσαντες τὸ περιφρά‐
25ξαντες καὶ χαρακώματα περιφράγματα. ἐπίκουροι μέν εἰσιν οἱ τῶν πολεμουμένων βοηθοί, ὡς οἱ Λύκιοι τῶν Τρόων· σύμμαχοι δὲ οἱ τῶν πολεμούντων ὡς τοῦ Ἀγαμέμνονος Μυρμιδόνες καὶ οἱ ἄλλοι Ἕλληνες. ὁ ἕνεκα σύνδεσμος τοῦ χάριν διαφέρει· ὁ μὲν γὰρ ἕνεκα
30ψιλὴν τὴν αἰτίαν δηλοῖ, οἷον ἕνεκα Ἀλεξάνδρου καὶ ἕνεκα Ἑλένης ἐστράτευσε Μενέλαος· ὁ δὲ χάριν μετὰ τῆς αἰτίας δηλοῖ καὶ τὴν χάριν τοῦ τὸ ἔργον ποιοῦντος, οἷον χάριν Μενελάου Ἀχιλλεὺς ἐστράτευσεν ἐπὶ Ἴλιον, τουτέστιν
χαριζόμενος Μενελάῳ.391

392

ἔμβαδες μὲν κωμικὰ ὑποδήματα· ἐμβάται δὲ τραγικά. δεσπότης μὲν ὁ τῶν ἀργυρωνήτων κύριος· κύριος δὲ καὶ πατὴρ υἱοῦ καὶ γυναικός. δικαστὴς μὲν ὁ κατὰ νόμον αἱρεθεὶς κριτής· διαιτητὴς
5δὲ ὁ κατὰ σύμφωνον. διφθέρα μὲν αἰγῶν· μηλωτὴ δὲ προβάτων—νάκος αἰγὸς δέρμα· κῶας δὲ προβάτων. δαμάλης μὲν ὁ ἄρρην μόσχος· δάμαλις δὲ ἡ θήλεια· μό‐ σχος δὲ κοινῶς ἐπ’ ἀμφοτέρων.
10διδάξω μὲν δι’ ἑαυτοῦ· διδάξομαι δὲ δι’ ἑτέρου· οἰ‐ κοδομήσω μὲν δι’ ἑαυτοῦ· οἰκοδομήσασθαι δὲ δι’ ἑτέρου. ὄφλημα μὲν καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δήμῳ ὀφει‐ λόμενον· χρέος δὲ τὸ ἰδιωτικὸν δάνειον.
15τίθησι μὲν τὸν νόμον ὁ νομοθέτης· τίθενται δὲ τὸν νό‐ μον οἱ δικάζοντες καὶ αἱρούμενοι. ἀναβάλλεσθαι μέν ἐστιν τὸ παριέναι καὶ προΐεσθαι τὸν ἐπιτήδειον καιρὸν τῆς πράξεως· ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων.
20μαρτυρία καὶ ἐκμαρτυρία διαφέρει· μαρτυρία μὲν γάρ ἐστιν ἡ τῶν ἐπιδημούντων, ἐκμαρτυρία δὲ ἡ τῶν ἀποδη‐ μούντων. βασιλεὺς ὁ πατρόθεν ἀπὸ γένους τὴν ἀρχὴν παραλαμβάνων· τύραννος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπι‐
25τελῶν· ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος. ἄβαξ καὶ ἀβάκιον διαφέρει· ἄβαξ μὲν γὰρ λέγεται ἐφ’ οὗ παρατιθέασι τὰ πράγματα· ἀβάκιον δὲ ἐφ’ οὗ ψηφίζουσιν. παρακέκρουσται καὶ παρακέκρουται διαφέρει· τὸ μὲν γὰρ σὺν τῷ ς ἐστὶν ἐνεργητικὸν καὶ σημαίνει τὸ ἐξηπά‐
30τηκε· τὸ δὲ χωρὶς τοῦ ς παθητικὸν καὶ σημαίνει τὸ ἐξη‐ πάτηται. μνημεῖα καὶ μνήματα διαφέρει· μνημεῖα γὰρ ἔλεγον τὰ
μνημόσυνα, μνήματα δὲ τοὺς τάφους.392

393

βλέφαρα καὶ βλεφαρίδες διαφέρει· βλεφαρίδες μὲν γάρ εἰσιν αἱ τρίχες αἱ ἐπὶ τῶν βλεφάρων, βλέφαρα δὲ αὐτὰ τὰ ἐπικλειόμενα δέρματα. ἐκπολεμῶσαι καὶ ἐκπολεμῆσαι διαφέρει· ἐκπολεμῶσαι
5μὲν γάρ ἐστιν τὸ εἰς πόλεμον ἐμβαλεῖν· ἐκπολεμῆσαι δὲ τῷ πολέμῳ ἐξελεῖν. κραιπάλη καὶ μέθη διαφέρει· μέθη μὲν γάρ ἐστιν ἡ τῆς αὐτῆς ἡμέρας γινομένη οἴνωσις· κραιπάλη δὲ ἡ ἐχθεσινὴ μέθη.
10ἀράχνη θηλυκῶς τὸ ὕφασμα καὶ οὐδετέρως τὸ ἀράχνιον· ἀρσενικῶς δὲ ὁ ἀράχνης τὸ ζῷον. κόπτει μὲν τὴν θύραν ὁ ἔξωθεν· ψοφεῖ δὲ ὁ ἔνδοθεν ἐξιών. ἄῤῥωστος ἀῤῥωστοῦντος διαφέρει· ἀῤῥωστεῖ μὲν γὰρ ὁ νοσῶν, ἄῤῥωστος δέ ἐστιν ὁ ἀδυνατῶν ἐπιτελεῖν τι κατὰ
15τὰς ὀρέξεις. αὖθις καὶ αὖθι διαφέρει· τὸ μὲν γὰρ αὖθις πάλιν ἢ μετὰ ταῦτα· τὸ δὲ αὖθι ὡς αὐτόθι. ἀποκριθῆναι μέν ἐστιν τὸ χωρισθῆναι· ἀποκρίνασθαι δὲ τὸν ἐρωτηθέντα λόγον.
20βοὸς πούς ἐστιν ζῶντος, βόειος δὲ ἐπὶ νεκροῦ. πρὸ μοίρας μὲν ἀπέθανεν ὁ βιαίως ἀποθανών· πρὸ ὥρας δὲ ὁ ἐν νεότητι. ἐπιστεῖλαι μὲν διὰ γραμμάτων· ἐπισκῆψαι δὲ διὰ λόγων. θέσθαι μὲν τὸ λαβεῖν ὑποθήκην· ὑποθέσθαι δὲ τὸ δοῦναι
25ὑποθήκην. τὸ ἑσπέρας τοῦ ὀψὲ διαφέρει· ἑσπέρα μὲν γάρ ἐστιν δυο‐ μένου τοῦ ἡλίου, ὀψὲ δὲ βραδέως καὶ μεθ’ ὁντινοῦν χρόνον. διὰ τοῦτο καὶ προστιθέασιν ὀψὲ τῆς ἡμέρας. ἐπαγγέλλει μὲν τὸ προστάσσει· ἐπαγγέλλεται δὲ τὸ ὑπι‐
30σχνεῖται· ὑπισχνεῖται μὲν ὁ τῷ αἰτήσαντι δώσειν ὁμολο‐ γήσας· ἐπαγγέλλεται δὲ ὁ ἀφ’ ἑαυτοῦ δώσειν ὁμολογήσας. εὐφυὴς μὲν λέγεται παρὰ τοῖς Ἀττικοῖς ὁ σκωπτικός· εὐ‐
μαθὶς δὲ ὁ μαθεῖν ταχύς.393

394

βρύκειν μὲν τὸ πρίειν τοῖς ὀδοῦσιν· βρύχειν δὲ ἐπὶ τοῦ λεόντος τὸ βρυχᾶσθαι. ἐξελεύθερος καὶ ἀπελεύθερος διαφέρει· ἐξελευθέρους μὲν λέγουσι τοὺς διὰ χρέος προσθέτους τοῖς δανισταῖς γι‐
5νομένους, ἔπειτα ἀπολυθέντας, ἀπελευθέρους δὲ συνήθως. αἶνος καὶ παροιμία διαφέρει· ὁ μὲν γὰρ αἶνός ἐστιν λόγος κατ’ ἀναπόλησιν μυθικὴν ἀναφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν καί ἐστιν ἐξηπλω‐ μένη παροιμία μετὰ διηγήσεως ἀπαρτίζουσα τὸ νοούμενον·
10παροιμία δὲ † τὰ ἀπὸ κεφαλαίου ἐπὶ τὸ χεῖρον ἀναφορὰν ἐνδέουσα τοῦ αἴνου καί τι ἔξωθεν δεχομένη. ἀνακεῖσθαι μὲν ἐπ’ ἀνδριάντων καὶ ἀναθημάτων λέγεται· κατακεῖσθαι δὲ ἐπ’ ἀνθρώπων ἐν κλίναις ὄντων. πόλις μὲν ὁ τόπος καὶ οἱ κατοικοῦντες καὶ τὸ συναμφότερον·
15ἄστυ δὲ μόνον ὁ τόπος. τήθη καὶ τηθὶς διαφέρει· τήθη μὲν γάρ ἐστιν ... τοῦ πα‐ τρὸς ἢ τῆς μητρὸς ἀδελφή, ἣν ἔνιοι θείαν καλοῦσιν. τιτθὴ καὶ τροφὸς καὶ τιθηνὸς διαφέρει· τιτθὴ μὲν γάρ ἐστιν ἡ μαστὸν παρεχομένη· τροφὸς δὲ καὶ τιθηνὸς ἡ τὴν
20ἄλλην ἐπιμέλειαν ποιουμένη τοῦ παιδὸς καὶ μετὰ τὸν ἀπογαλακτισμόν. φίλος καὶ ἑταῖρος διαφέρει· φίλοι μὲν γὰρ κοινῶς λέγον‐ ται πάντες οἱ τὰ τῆς φιλίας δίκαια πρὸς ἑαυτοὺς ἔχοντες, ἑταῖροι δὲ ἰδίως οἱ καὶ τὴν ἡλικίαν παραπλησίως ἔχοντες
25καὶ ἐν συνηθείᾳ καὶ ἐν συνεργίᾳ πολὺν χρόνον γεγονότες. ὅσιον καὶ ἱερὸν διαφέρει· ὅσια μὲν γὰρ λέγουσιν τὰ ἰδιω‐ τικὰ ὧν ἐφίεται προσάψασθαι· ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν οὐκέτι ἔξεστιν προσάψασθαι. ἕλκος χρόνιον πάθος ἐκ σιδήρου γινόμενον ἔσθ’ ὅτε καὶ αὐ‐
30τομάτως. εἴρηται δὲ παρὰ τὸ διελκῦσθαι τὴν σάρκα· ὠτειλὴ ἡ ἐκ τοῦ σύνεγγυς ὑπὸ σιδήρου πληγή· τραῦμα δὲ ἡ ὑπὸ σιδήρου τρῶσις γινομένη· πληγὴ δὲ ἡ ἐκ χει‐ ρὸς πλῆξις.
ἐοικότα τὰ ἐμφερῆ· εἰκότα δὲ τὰ πίστεως ἐχόμενα.394

395

τὸ ἐκεῖ τοῦ ἐκεῖσε διαφέρει· τὸ μὲν γὰρ ἐκεῖ δηλοῖ τὸ ἐν τόπῳ· τὸ δὲ ἐκεῖσε τὸ εἰς τόπον, ὅθεν ἐροῦμεν ἐκεῖ κατ‐ έλαβον αὐτόν κἀκεῖσε πορεύομαι. τὸ ἔνδον τοῦ ἔσω διαφέρει· τὸ μὲν γὰρ ἔνδον δηλοῖ τὸ ἐν
5τόπῳ, τὸ δὲ ἔσω τὸ εἰς τόπον· διόπερ δεῖ λέγειν ἔνδον ἤμην, ἔσω δὲ εἰσέρχομαι. ἡ ἀπὸ πρόθεσις τῆς παρὰ διαφέρει· ἡ μὲν γὰρ ἀπὸ τίθε‐ ται ἐπὶ τῶν ἀψύχων, οἷον ἀπ’ Ἀθηνῶν ἔρχεται, ἡ παρὰ ἐπὶ τῶν ἐμψύχων, οἶον παρὰ Σωκράτους ἔρχεται.
10αἰδὼς καὶ αἰσχύνη διαφέρει· ἡ μὲν γὰρ αἰδώς ἐστιν ἐν‐ τροπὴ πρὸς ἕκαστον ὧν τις σεβασμίως ἔχει, αἰσχύνη δὲ ἐφ’ οἷς ἕκαστος ἁμαρτὼν αἰσχύνεται ὡς μὴ δέον τι πρά‐ ξας· καὶ αἰδεῖται μέν τις τὸν πατέρα, αἰσχύνεται δὲ με‐ θύσκεσθαι.
15ἐπιστραφὴς ὁ προστακτικὸς καὶ ἐπιμελής· εὐστραφὴς δὲ ὁ ἐπιδέξιος ἐν ταῖς μεταβολαῖς. ἐνθύμημα ποιοῦ λόγου σχῆμα· ἐνθύμιον δὲ ἐπὶ τοῦ προσ‐ τροπαίου οἱ ἀρχαῖοι φασίν. ζώνην λέγουσι τὴν τοῦ ἀνδρός· ζώνιον δὲ τὸ τῆς γυναικός.
20κέδρος θηλυκῶς μὲν τὸ δένδρον, οὐδετέρως δὲ ὁ καρπός. τὸ ἄγειν τοῦ φέρειν διαφέρει. ἄγεται μὲν γὰρ τὰ ἔμψυχα, φέρεται δὲ τὰ ἄψυχα. χλαῖνα καὶ χλανὶς καὶ χλαμὺς διαφέρει· χλαῖνα λέγεται παχὺ ἐγκοίμητρον καὶ τετράγωνον, χλανὶς δέ ἐστιν τὸ
25φορούμενον καὶ τῇ ἐργασίᾳ μαλακώτερον, ἡ δὲ χλαμὺς Μακεδόνων ἐστὶν εὕρημα καὶ ἔχει κυκλοτερῆ τὰ κάτω. ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει· ἀποφορὰ μὲν γάρ ἐστιν τὸ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις ἢ τῶν ὑπηκόων τοῖς ἄρχουσι συντελούμενον, ὅ τινες καὶ ἀναφορὰν λέγουσιν·
30εἰσφορὰ δέ ἐστιν τὸ ὑπὸ τῶν πολιτῶν δημοσίας ἕνεκα χρείας ἐπιδιδόμενον τῇ πόλει. ζῆλος μίμησις καλοῦ, οἷον ζηλοῖ τὸν καθηγητὴν ὁ παῖς· ζη‐ λοτυπία δὲ τὸ ἐν μίσει ὑπάρχειν, οἷον ζηλοτυπεῖ ὅδε
τήνδε.395

396

ἡσυχάζειν τὸ ἀτρεμεῖν δι’ ὅλου τοῦ σώματος· σιγᾶν δὲ τὸ μὴ λαλεῖν. στρατόπεδον μέν ἐστιν ὁ τόπος, ἐν ᾧ ἡ στρατεία· στρα‐ τὸς δὲ τὸ στρατιωτικὸν πλῆθος· καὶ στρατεία ἐκτετα‐
5μένως λέγεται τὸ πρᾶγμα, στρατιὰ δὲ συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. τὸ λαχεῖν τοῦ κληρώσασθαι διαφέρει· κληροῦνται μὲν γὰρ πάντες οἱ καθιέντες εἰς τὸν κλῆρον, λαγχάνει δὲ εἰς ὃν ἂν ὁ κλῆρος ἔλθῃ.
10τὸ αἰτεῖν τοῦ αἰτεῖσθαι διαφέρει· αἰτεῖ μὲν γὰρ ὃ μη‐ κέτι ἀποδίδωσιν, αἰτεῖται δὲ τὸ ἀποδοθησόμενον πάλιν. διαβόητος καὶ ἐπιβόητος τἀναντία σημαίνει· διαβόητος μὲν γάρ ἐστιν ὁ ἐπ’ ἀγαθῷ παρὰ πᾶσιν ἐγνωσμένος· ἐπιβόητος δὲ ὁ μοχθηρὰν ἔχων τὴν φήμην.
15ἴσθι καὶ γίνου διαφέρει, ὅτι τὸ ἴσθι σημαίνει τὸ γίνωσκε· σημαίνει δὲ καὶ τὸ γίνου. ψέλιον καὶ ψάλιον διαφέρει· ψέλιον μὲν γάρ ἐστιν τὸ τοῖς ἄκροις βραχίοσι τῶν γυναικῶν περιτιθέμενον χρυσοῦν κόσμημα, ψάλιον δὲ τὸ τοῖς ἵπποις περιτιθέμενον ἐν τῷ
20στόματι. ἐπιτίμιον καὶ ἐπίτιμον διαφέρει· ἐπιτίμιον μὲν γάρ ἐστιν ἡ ζημία, ἐπίτιμον δὲ τὸ τιμῆς μετέχον· ὥστε οὐ δεῖ λέ‐ γειν ἐξέτισε τὸ ἐπίτιμον. πρεσβεύονται μὲν γὰρ οἱ τοὺς πρέσβεις χειροτονοῦντες καὶ
25πέμποντες· πρεσβεύουσιν δὲ οἱ χειροτονούμενοι καὶ πεμπόμενοι ἐπὶ τὴν πρεσβείαν. ἄγγελος καὶ ἐξάγγελος διαφέρει· ἄγγελος μὲν γὰρ λέγεται πᾶς ὁ ἀγγέλλων τὰ ἔξωθεν, ἐξάγγελος δὲ ὁ τὰ ἔνδοθεν τοῖς ἔξω διαγγέλλων.
30θὴς ὁ ἐπὶ μισθῷ δουλεύων· λάτρις δὲ ὁ κατὰ πόλεμον ἁλοὺς καὶ εἰς δουλείαν ὑπαχθείς· ἀμφίπολος κοινὸν ἄρρενος καὶ θηλείας ὄνομα δούλου· ἄτμενος δὲ οὐ μό‐
νον δοῦλος ἀλλὰ καὶ ὁ ὑποτεταγμένος ἐλεύθερος.396

397

Ἰουδαῖοι καὶ Ἰδουμαῖοι διαφέρουσιν· οἱ μὲν γὰρ Ἰουδαῖοι ἐξ ἀρχῆς, Ἰδουμαῖοι δὲ τὸ μὲν ἀρχῆθεν οὐκ Ἰουδαῖοι ἀλλὰ Φοίνικες καὶ Σύροι. ἀληθὲς μὲν ὀξυτόνως ἐναντίον τῷ ψεύδει· ἄληθες προ‐
5παροξυτόνως τὸ κατ’ ἐπερώτησιν λεγόμενον σημαίνει τὸ ὅμως καὶ τῷ ὄντι. ἀναγόμενοι καὶ ἀναχθέντες διαφέρει· ἀνήγοντο μὲν γὰρ οἱ πλέοντες ἀναγόμεναί τε αἱ νῆες, οὐκ ἀναχθεῖσαι, ἀνήχθησαν δέ τινες εἰς τὸ στρατηγεῖον.
10κατοίκησις καὶ κατοίκισις διαφέρει· κατοίκισις μὲν γὰρ ἡ ὑφ’ ἑτέρων γινομένη ἵδρυσις, κατοίκησις δὲ ὅταν αὐτοί τινες οἰκήσωσι τόπον ἢ πόλιν τινὰ καταλαβόντες κατοι‐ κήσωσιν. κίθαριν καὶ κιθάραν διαφέρει. κίθαριν γὰρ εἶναι τὴν
15λύραν καὶ τοὺς χρωμένους αὐτῇ κιθαριστάς, οὓς ἡμεῖς λυρωδούς φαμεν, κιθάραν δὲ ᾗ χρῶνται οἱ κιθαρῳδοί. ὑπαντῆσαι μὲν ἐπὶ ὁδοῦ λέγουσιν· ἀπαντῆσαι δὲ τὸ περιτυχεῖν δίκῃ, οἷον ἀπήντησε κατὰ τὴν δίκην ἀντὶ τοῦ περιέτυχεν.
20κηρῦξαι μὲν καὶ ἀποκηρῦξαι λέγουσιν ἐπὶ τοῦ ὑπὸ κή‐ ρυκα ἀποδίδοσθαί τι ... κύειν καὶ τίκτειν διαφέρει· κύειν μὲν γὰρ τὸ ἔγκυον εἶναι, τίκτειν δὲ τὸ ἀπαλλάσσεσθαι τοῦ κύειν. κομᾶν τὸ γαυριᾶν ἔλεγον οἱ ἀρχαῖοι, κουριᾶν δὲ τὸ κουρᾶς
25δεῖσθαι. ἀποστασίου μὲν δίκην ἔλεγον, ὅτε ἀπελεύθερος κρίνοιτο ὡς ἀποστὰς τοῦ δεσπότου, ἀπροστασίου δὲ ὁπότε μέτοικος ἐγκαλοῖτο ὡς μὴ ἔχων προστάτην. ἀτέχνως τὸ παροξύτονον σημαίνει τὸ χωρὶς τέχνης καὶ ἀμα‐
30θῶς, τὸ δὲ περισπώμενον τίθεται ἀντὶ τοῦ ἁπλῶς καὶ
ἀδόλως καὶ καθ’ ἅπαξ.397

398

τὸ ἀτιμοῦται τοῦ ἀτιμάζεται διαφέρει· ἀτιμοῦται μὲν γάρ τις ὑπὸ τῶν νόμων ὁλοσχερῆ ἀτιμίαν, ἀτιμάζεται δὲ ὁ ὑβριζόμενος ἔν τινι πράγματι. ἄχρι χρονικὸν ἐπίρρημα· ἄχρις δὲ ἀντὶ τοῦ ἀκριβῶς.
5βωμὸς μὲν καὶ ἑστία καὶ ἐσχάρα διαφέρει· βωμὸς μὲν γάρ ἐστιν ὁ ταῖς προσβάσεσιν ἐξέχων, ἐφ’ οὗ τοῖς οὐρανίοις θεοῖς αἱ θυσίαι ποιοῦνται, ἑστία δέ ἐστι βωμὸς περι‐ φερὴς πρόσβασιν οὐκ ἔχων, ἐσχάρας δὲ ἔλεγον τοὺς τῶν ἡρώων βωμοὺς καὶ τὰς ἐν κοινῇ χρείᾳ· διὰ τοῦτο γοῦν
10τοὺς ἱκέτας ἐπὶ τὴν ἑστίαν καταφεύγειν. γυμνασθῆναι μέν ἐστι τὸ ὑφ’ ἑτέρου, γυμνάσασθαι δὲ τὸ ὑφ’ ἑαυτοῦ. δημόσιος μέν ἐστιν ὁ ἀναιρῶν τοῦς καταδίκους, δημόκοι‐ νος δὲ ὁ βασανίζων.
15διήγησιν μὲν καὶ ποίησιν ἔλεγον τὴν ἐν μήκει τὸ τέλειον ἔχουσαν, διήγημα δὲ καὶ ποίημα τὸ βραχύτερον. διπλοῦν καὶ διπλάσιον διαφέρει· διπλοῦν μὲν γὰρ ἱμά‐ τιόν φασιν, διπλάσιον δὲ ἐπὶ τῶν ἄλλων τῶν κατὰ μέ‐ γεθος ἢ πλῆθος διαφερόντων, ἢ διάστημα, οἷον διπλα‐
20σίως ἔχει τοῦ τοσούτου, διπλάσιον ἀφέστηκεν ἥδε ἡ πόλις τῆσδε, οὐχὶ διπλοῦν. δύναμις καὶ ἰσχὺς διαφέρει ὥς φησιν Πλάτων τῷ καὶ ἀπ’ ἐπιστήμης γίνεσθαι τὴν δύναμιν καὶ ἀπὸ μανίας καὶ ἀπὸ θυμοῦ· ἰσχὺν δὲ ἀπὸ φύσεως καὶ εὐτροφίας τῶν σω‐
25μάτων. ὅτι καὶ διότι διαφέρει· τὸ μὲν γὰρ διότι αἰτίαν δηλοῖ, τὸ δὲ ὅτι ὁτὲ μὲν αἰτίαν, ὁτὲ δὲ βεβαίωσιν· αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει πάντες ἴσμεν, διότι δὲ οὐκέτι ἀλλὰ μόνοι οἱ ἔμπειροι.
30οἴκαδε τὸ εἰς τὴν ἰδίαν οἰκίαν βαδίζειν· εἰς οἶκον δὲ καὶ
ἐφ’ ἑτέρου.398

399

πελαστὴς ὁ πρόσφυξ, πενεστὴς δὲ ὁ κατὰ πόλεμον δου‐ λωθείς. πλούσιος ὁ πολυούσιος, ὁ πολλὴν ἔχων οὐσίαν, εὔπορος ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής, ἀφνειὸς
5ἀπ’ ἐνιαυτῶν τὴν οὐσίαν συλλέγων, ὄλβιος ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος, εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. πεῖ δὲ τὴν ἐπὶ τόπῳ· πῶ δὲ τὴν ἐκ τόπου. ῥέφανος ἣ καὶ παρ’ ἡμῖν· ῥάφανος ἡ κράμβη.
10δώματα μὲν κοινῶς τὰ οἰκοδομήματα· δωμάτιον δὲ τὸν θάλαμον. κτήματα καὶ ἐπικτήματα διαφέρει· τὰ μὴ ἡμέτερα ἐπι‐ κτήματα ὡς ἐν ἀλλοτρίᾳ, τὰ δὲ ἑαυτοῦ κτήματα ὡς ἐν οἰκείᾳ.
15ἐγχρίσαι μὲν ὡς ἐπὶ σκορπίου ἢ σφηκὸς ἤ τινος τοιούτου ὅταν πατάξῃ· ἐναλεῖψαι δὲ ἐπὶ ὀφθαλμῶν. εἰκὼν μέν ἐστιν ἐπὶ ἀνθρώπου, προτομὴ δὲ λέοντος καὶ ἵππου καὶ τῶν ἄλλων θηρίων. ἐκκλησίαν μὲν ἔλεγον οἱ Ἀθηναῖοι τὴν σύνοδον τῶν κατὰ
20τὴν πόλιν, κατάκλησιν δὲ ὁπότε καὶ τοὺς ἐκ τῶν ἀγρῶν συνεκάλουν πρὸς ἐπίσκεψιν μείζονα τῶν πραγμάτων. ἔνδοξος μέν ἐστιν ὁ ἐπίσημος καὶ εὐκλεής· ἐπίδοξος δὲ ὁ προσδοκώμενος καὶ ἐλπιζόμενος. τὸ εὐφραίνεσθαι τοῦ ἥδεσθαι διαφέρει. εὐφραίνεσθαι
25μὲν γάρ ἐστιν μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβά‐ νοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ ἐσθίοντα ἢ ἄλλο τι ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι. σταφυλὴ ὀξυτόνως ἡ ὀπώρα· σταφύλη δὲ βαρυτόνως ὡς Φαισύλη, ἣ δοκεῖ μία εἶναι τῶν τιθηνησαμένων τὸν Διό‐
30νυσον ... ἐπὶ τῆς καθιεμένης μολύβδου παρὰ τοῖς ἀρχι‐ τέκτοσι τίθεται. σημεῖον καὶ τεκμήριον διαφέρει ... τὰ παρῳχημένα ση‐
μείοις πιστεύεσθαι, τὰ δὲ μέλλοντα τεκμηρίοις.399

400

ἤλπισαν μὲν αὐτοί τινες ἐλπίδας ἔχοντες περί τινος· ἐπήλ‐ πισαν δὲ ἕτεροι, ἑτέρους εἰς ἐλπίδα ἤγαγον. ἱερεῖον χρηστηρίου διαφέρει. ἱερεῖον μὲν γὰρ λέγουσι κοινῶς τὸ σφαζόμενον πρὸς θυσίαν ἅπασαν, χρηστήριον
5δὲ τὸ ἱερεῖον, ᾧ χρῶνται χρηστηριαζόμενοι. σκῶμμα τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον, οἷον σκέμμα· γέλοιον δὲ οἷον τὸ ἐπὶ διαχύσει τῶν ἀκροατῶν χωρίς τινος ὕβρεως· εὐτράπελον δὲ τὸ μετὰ σεμνότητος χα‐ ριέντως λεγόμενον· γεφυρισμὸς δὲ ἀπὸ τοῦ τοῖς Ἀθή‐
10νῃσιν ἐπὶ τῶν γεφυρῶν ... συρμούς τινας περιέχοντας. στῆναι καὶ σταθῆναι διαφέρει. καὶ στῆναι μὲν ἐξ ἰδίας ὁρμῆς καὶ προαιρέσεως ὅπερ γίνεται τοῖς ζῴοις, σταθῆ‐ ναι δὲ [ὁ κατ’ ἰδίαν ὁρμὴν καὶ προαίρεσιν ἀλλ’] ἐκ τῆς ἄλλου προαιρέσεως, οἷον ἔστη ἄνθρωπος δι’ ἑαυτοῦ,
15ἐστάθη δὲ ὁ ἀνδριὰς ὑφ’ ἑτέρου. τὸ ἱππῆς τοῦ ἱππέας διαφέρει· ἱππῆς μὲν γὰρ λέγουσιν οἱ Ἀττικοὶ ἐπὶ ὀνομαστικῆς πτώσεως, ἱππέας δὲ ἐπὶ αἰ‐ τιατικῆς ἐπιτεταμένως ὁμοίως βασιλῆς καὶ βασιλέας καὶ τἆλλα προσηγορικά.
20ἴσοι καὶ κοινοὶ διαφέρει. κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή. ἔστι γὰρ οὐ ταὐτόν· κοινῇ μὲν γὰρ ἀκοῦσαι ἀμφοτέρων χρή, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ἔλαττον.
25Ἰταλιῶται μὲν λέγονται Ἕλληνες οἱ ἐν τῇ Ἰταλίᾳ, Ἰταλοὶ δὲ βάρβαροι· καὶ ὁμοίως Σικελοὶ μὲν βάρβαροι οἱ ἐν Σι‐ κελίᾳ, Σικελιῶται δὲ Ἕλληνες οἱ ἐν τῇ Σικελίᾳ. τρίετες βαρυτόνως ἐπὶ χρόνου, διὸ καὶ ὁ ποιητὴς ὡς τρίε‐ τες· τριετὲς δὲ ὀξυτόνως τριετὲς παιδίον ὡς εὐφυές.
30ὑπόσχεσις ἐπαγγελίας διέστηκεν· ὑπισχνεῖται μὲν γὰρ ὁ τὸ ἀξιωθὲν διδόναι μέλλων, ἐπαγγέλλεται δὲ ὁ δίχα παρα‐ κλήσεώς τι παρέχειν βουλόμενος. κάλλαια μὲν οἱ τῶν ἀλεκτρυόνων πώγωνες· κάλλη δὲ τὰ
ἄνθη τῶν βαμμάτων.400

401

κόρδαξ εἶδος ὀρχήσεως· ἐμμέλεια μὲν καλεῖται ἡ τραγικὴ ὄρχησις· σικιννὶς δὲ ἡ σατυρικὴ· κόρδαξ ἡ κωμική. κάρ‐ δαξ στρατιώτης ἐκαλεῖτο, βαρβαρικὴ δὲ ἡ λέξις. κάταγμα μὲν ἐκτεταμένως τὸ κατεαγὸς καὶ συντετριμμένον·
5κάταγμα δὲ βραχέως τὸ τοῦ ἐρίου ἕλκυσμα. καταχύματα καὶ καταχύσματα διαφέρει· καταχύματα μὲν γὰρ χωρὶς τοῦ ς καταχεόμενα ὕδατα ἐπὶ λουτρῶν καὶ τῶν ὁμοίων, καταχύσματα δὲ σὺν τῷ ς ἰσχάδες καὶ ἄλλα τρα‐ γήματα, ἃ τῶν νεωνήτων δούλων κατέχεον.
10κέλης μὲν πλοιάριόν τι μικρόν· ἐπακτροκέλης δὲ κα‐ κοῦργον καὶ ληστρικὸν σκάφος μεταξὺ ἐπακτρίδος καὶ κέλητος. κιβωτὸς μὲν ἡ ξυλίνη, δι’ ὃ καὶ ἀντίπηξ καλεῖται· κίστη δὲ ἡ πλεκτή.
15κλῆσις μὲν ἡ εἰς ὁτιοῦν τῶν δικαστηρίων γινομένη· πρό‐ κλησις δὲ ἡ εἰς Ἄρειον πάγον. κομᾶν τὸ ἐπί τινι σεμνύνεσθαι τῶν καλῶς αὐτῷ πεπραγμέ‐ νων καὶ τρέφειν κόμην· κουριᾶν δὲ τὸ κουρᾶς ἐπιδεῖ‐ σθαι καὶ κόμην καθιέναι.
20κόρυδος μὲν τὸ ὄρνεον· λέγεται δὲ γῆς ἱερόν· κορύδαλος δὲ δῆμος Ἀθήνησιν ἐν ᾧ Σωτείρας κόρης ἱερόν. κυβεύειν τὸ διὰ ψήφων ἢ ἀστραγάλων παίζειν· πεσσεύειν δὲ τὸ διὰ ψήφων. κύπτειν μὲν λέγεται τὸ ἐπικάμπτεσθαι τῷ σώματι· κυπτά‐
25ζειν δὲ τὸ στραγγεύεσθαι. κωμῳδὸς καὶ τραγῳδὸς λέγεται ὁ χορευτὴς καὶ ὁ ὑπο‐ κριτής· κωμῳδοποιὸς καὶ τραγῳδοποιὸς ὁ ποιη‐ τής, ἐνίοτε δὲ συγχέουσι τὴν διαφοράν. λαλεῖν καὶ λέγειν καὶ διαλέγεσθαι διαφέρει. λαλεῖν μὲν γάρ
30ἐστιν τὸ ἀτάκτως ἐκφέρειν τὰ ὑποπίπτοντα ῥήματα· λέ‐ γειν δὲ τὸ τεταγμένως προφέρεσθαι τὸν λόγον. διαλέ‐ γεσθαι δὲ τὸ ἀμείβεσθαι καὶ λόγον ἀντὶ λόγου ἀποδοῦναι πρὸς τὸν διαλεγόμενον. Πλάτων ἐν Σοφιστῇ· οἱ δὲ ἄλλοι
φιλόσοφοι διαιροῦσιν οὕτως· λαλεῖν μὲν τοὺς ἀτάκτως ἐκ‐401

402

φέροντας ὁνπεροῦν λόγον· διαλέγεσθαι καὶ λέγειν τοὺς μετ’ ἐπιμελείας λέγοντας, διαφοράν ... λῆμα μὲν δι’ ἑνὸς μ τὸ παράστημα τῆς ψυχῆς· λῆμμα δὲ διὰ δύο μ τὸ λαμβανόμενον.
5λογογράφος μὲν ὁ τοὺς δικανικοὺς λόγους γράφων· λογο‐ ποιὸς δὲ ὁ λόγους τινὰς καὶ μύθους συντιθείς. μακρολόγος μέν ἐστιν ὁ περὶ ὀλίγων πολλὰ λέγων· πολυ‐ λόγος δὲ ὁ περὶ πολλῶν καὶ πολλὰ λέγων. μαχαίρας μὲν ὁμοίως ἡμῖν λέγουσιν οἱ Ἀττικοί, μαχαι‐
10ρίδας δὲ τὰς τῶν κουρέων. μινυρίζειν μὲν λέγουσι τὸ ἠρέμα προσᾴδειν, μινύρεσθαι δὲ τὸ θρηνεῖν· τὸ δ’ αὐτὸ καὶ κινύρεσθαι. μόχθηρος καὶ πόνηρος προπαροξυτόνως. μοχθηρὸς ὀξυ‐ τόνως τὰ ἤθη πονηρός· λέγουσι δὲ καὶ ἁπλῶς τὰ φαῦλα
15καὶ μοχθηρὰ καὶ πονηρά, ὡς Θουκυδίδης πονηρὰ τὰ πράγματα τῶν Ἀθηναίων ἀντὶ τοῦ φαῦλα. ναοὶ μὲν θεῶν, σηκοὶ δὲ ἡρώων. ναύκληροι μὲν οἱ ναῦς κεκτημένοι· ναύκραροι δὲ οἱ εἰσ‐ πρασσόμενοι τὰ δημόσια κτήματα· ναυκράρια οἱ τόποι
20ἐν οἷς ἀνέκειτο τὰ κτήματα· ἐλέγοντο δὲ ὁμοίως ναύκληροι καὶ οἱ μισθωτοὶ τῶν συνοικιῶν. οἰκίζεται μὲν καὶ συνοικίζεται ... πόλις ὑπὸ τῆς πρώ‐ της τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συν‐ οικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν συναγομένη
25ὑπὲρ τοῦ πλείονα δύναμιν ἔχειν, διοικίζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς καταδιαιρου‐ μένη ὑπὸ τῶν ἐχθρῶν, ἵν’ ἀσθενὴς γένηται ὡς Λακεδαι‐ μόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῴκισαν. δυσπειθὴς ὃς δυσχερῶς παραδέχεται τὸν πιστὸν λόγον·
30ἀπειθὴς δὲ ὃς ἀποκρούεται καὶ οὐχ οἷός τέ ἐστι πεί‐ θεσθαι. δοῦλοι καὶ οἱ τῶν ἡδονῶν καὶ πάντες οἱ τεταγμένοι ὑπὸ βα‐ σιλέα, οἰκέται δὲ δεσποτῶν, θεράποντες δὲ οἱ ὑποτε‐
ταγμένοι φίλοι, ὑφ’ ὧν θεραπεύονται οἱ προσήκοντες.402

403

διχότομος βαρυτόνως ὁ εἰς δύο διῃρημένος, διχοτόμος δὲ παροξυτόνως ὁ εἰς δύο διαιρῶν ἐνεργητικῶς. οἰκότριψ μὲν ὁ ἐν τῇ οἰκίᾳ τρεφόμενος, ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος καὶ ὠνητός.
5οἴνη μὲν ἄμπελος, οἰνάνθη δὲ ἡ πρώτη τῶν βοτρύων ἐξάν‐ θησις καὶ ἔκφυσις, οἴναρα δὲ τὰ τῶν ἀμπέλων φύλλα. οὔκουν παροξυτόνως μὲν τὸ καταφατικόν, ἴσον ὂν τῷ οὐχὶ οὖν οἷον οὔκουν ἀπιστεῖν, οὐκοῦν δὲ περισπωμένως σύνδεσμος συλλογιστικὸς καὶ σημαίνει ἀπόφασιν.
10ὄχθαι μὲν ποταμοῦ χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα. παιδεία παιδεύσεως διαφέρει. Πλάτων ἐν Ὅροις. παι‐ δεία μέν ἐστι δύναμις θεραπευτικὴ ψυχῆς, παίδευσις δὲ παιδείας καὶ ἀρετῆς παράδοσις καὶ ἐκ παιδὸς ἀγωγὴ ἐπ’ ἀρετὴν ὁδηγοῦσα.
15παιδίσκη μέν ἐστιν πᾶσα ἡ τὴν παιδικὴν ἔχουσα ἡλικίαν ὡς καὶ παιδίσκος, θεράπαινα δὲ ἡ δούλη. παῖς μὲν καλεῖται ὁ ἐν τῇ παιδικῇ ἡλικία, ἀντίπαις δὲ ὁ ἐκβεβηκὼς τοῦ παιδὸς τὴν ἡλικίαν καὶ ἤδη πρόσηβος, βούπαις δὲ ὁ μέγας παῖς.
20μεταβολὴ πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνεται καὶ πρά‐ ξεων καὶ ἀφροδισίων, μεταμόρφωσις δὲ μορφῆς μετα‐ χαρακτηρισμὸς καὶ μετατύπωσις σώματος εἰς ἕτερον χα‐ ρακτῆρα, ἀλλοίωσις δὲ οὐ μόνον μεταχαρακτηρισμός, ἀλλὰ καὶ τῆς πρότερον ὑπολήψεως οἴησις ἑτέρα, ἑτεροίω‐
25σις δέ, ὅταν ἀφ’ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλλῃ. πρεσβύτης καὶ προβεβηκὼς καὶ γέρων διαφέρουσιν· βρέφος μὲν γάρ ἐστιν τὸ γεννηθὲν εὐθέως, παιδίον δὲ τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ, παιδάριον δὲ τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ
30ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων
μαθημάτων ἐρχόμενος, τὸν δὲ ἐχόμενον οἱ μὲν πάληκα,403

404

οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέ‐ φηβον· ὁ δὲ μετὰ ταῦτα ἔφηβος, ὁ δὲ μετὰ ταῦτα μειράκιον, εἶτα μεῖραξ, εἶτα νεανίσκος, εἶτα νε‐ ανίας, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὃν καὶ
5ὠμογέροντα καλοῦσιν, εἶτα γέρων, εἶτα πρεσβύ‐ της, εἶτα ἐσχατόγηρως. ἐπικήδειον τὸ ἐπὶ τῷ κήδει ποίημα, θρῆνος δὲ τὸ ἐν οἱῳδήποτε χρόνῳ. παραβολὴ μέν ἐστιν ἡ καὶ οἵα τε γενέσθαι ἐπὶ πράγματος·
10ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδών· παράδειγμα δὲ γε‐ γονότος πράγματος ἀντιπαράθεσις, οἶνος καὶ Κένταυρον ἀπώλεσεν. παρειαὶ ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερι‐ σπωμένως ὄφεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες.
15πάσασθαι βραχέως μὲν γεύσασθαι· πάσασθαι καὶ τὸ κτήσασθαι. πένης μέν ἐστιν ὁ ἐκ τοῦ πονεῖν καὶ ἐργάζεσθαι ζῶν, πτω‐ χὸς δὲ κατεπτηχὼς καὶ προσαιτῶν. ἦλθε δ’ ἐπὶ πτωχὸς πανδήμιος ὃς κατὰ ἄστυ πτωχεύεσκ’ Ἰθάκης.
20†ναι πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δὲ μετὰ τοῦ ν αἱ τῶν τροχῶν σύριγγες. διαπολιτεύεσθαι μὲν λέγουσι τοὺς ἐκ τῆς αὐτῆς πόλεως, ἀντιπολιτεύεσθαι δὲ τοὺς ἐξ [ἑκατέρας καὶ] ἑτέρας ἀντιστατοῦντας ἀλλήλοις.
25πομπή, ἣν τοῖς θεοῖς πομπεύουσιν, πομπεία δὲ ἡ λοιδορία. μετρεῖσθαι μέτρῳ σῖτον λαμβάνειν ἤ τι τῶν τοιούτων ἐν δάνει, ἵνα ἀποδῷ τις· χρήσασθαι δὲ ἔλεγον ἱμάτιον ἢ σκεῦος. νεαρὸν νεωστὶ ὕδωρ ἐνεχθέν· ἔγκειται γὰρ τὸ ἀρύειν, πρόσ‐
30φατον δὲ τὸ κρέας, πεποίηται γὰρ ἀπὸ τοῦ φάσαι, ὅ
ἐστι φονεῦσαι, ὅθεν καὶ φάσγανον, νεαλὲς δὲ τὸ νεωστὶ404

405

ἑαλωκὸς οἷον ἰχθύς· δύναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πε‐ πασμένον. νῆες αἱ στρογγύλαι, πλοῖα δὲ τὰ κωπήρη καὶ στρατιωτικὰ καθὼς Ἀριστοτέλης.
5προτέρα ἐπὶ τάξεως, προτεραία δὲ ἐπὶ ἡμέρας μόνης. ἐπὶ ἀνθρώπου ῥὶς, ῥύγχος ἐπὶ ἀλόγου ζῴου. πρυτανεῖα τὰ καταβαλλόμενα ὑπὸ τῶν διωκόντων δίκην. ἦν δὲ ταῦτα ἐπιδέκατα τοῦ τιμήματος τῆς δίκης· πρυ‐ τανεία δὲ θηλυκῶς ὁ χρόνος· διῄρητο γὰρ παρὰ τοῖς
10Ἀθηναίοις ὁ χρόνος εἰς ιβ πρυτανείας, ὅσαι καὶ φυλαὶ ἦσαν. πρῶτος μὲν ἐπὶ πολλῶν, πρότερος δὲ ἐπὶ δύο· καὶ τῷ πρώτῳ μὲν ἀκόλουθός ἐστιν ὁ ὕστατος, τὸ δὲ πρότε‐ ρος ἐπὶ τάξεως· πρῶτος ἐπὶ ἀγάλματος, οἷον πρώτως
15ἔχειν φασὶ τῇ τέχνῃ, οἷον ἐξόχως. Πλάτων γοῦν ὁ φιλό‐ σοφος διαιρούμενος τὰς πολιτείας τὴν μὲν πρώτως ἔχειν φησίν, τὴν δὲ δευτέρως, δῆλον ὅτι ἡ μὲν πρωτεύει, ἡ δὲ ἕπεται. εἰ δέ τις εἴποι πρώτως ἦλθεν εἰς Ἀθήνας, ἁμαρτάνει· ἐχρῆν γὰρ εἰπεῖν πρῶτον.
20... Νηρηΐδας καὶ Νηρέως θυγατέρας ... καὶ οὔσας γνησίας αὐτοῦ θυγατέρας. τὰς ἐξ ἄλλων κοινότερον Νηρηΐδας κα‐ λεῖσθαι· ὁμοίως καὶ ἐν τοῖς περὶ Εὐρώπης. ξόανον τὸ ἐξεσμένον λίθινον ἢ ἐλεφάντινον, βρέτας δὲ τὸ βροτῷ ὅμοιον ἤτοι χάλκεον ἢ ἐκ γένους ἐμφεροῦς ὕλης
25πεποιημένον, ἄγαλμα δὲ τὸ Πάριον ἢ καὶ ἐκ τινος ἑτέρου λίθου κατεσκευασμένον. οἰκεῖοι οἱ κατ’ ἐπιγαμίαν προσήκοντες, οἰκῆες δὲ πάντες οἱ ἐν τῇ αὐτῇ οἰκίᾳ δοῦλοι καὶ ἐλεύθεροι. ὀλίγον ἐπ’ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους.
30ὄρθρος ἡ πρὸ ἀνατολῆς ἡλίου ὥρα, καθ’ ἣν ἐξ ὕπνου ἀνα‐
στὰς ... πρωῒ δὲ τὸ πρὸ τοῦ καθήκοντος καιροῦ.405

406

ὀψὲ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου τὸ μετὰ πολὺν χρό‐ νον· ὀψὲ δέ μιν μετέειπε· ὅθεν καὶ ὀψαρότης ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ... ἑσπέρα δὲ ἡ μετὰ δύσιν τοῦ ἡλίου ὥρα, ὅτε εἰς πέρας ἦλθεν ἡ ἡμέρα δύνοντος
5ἡλίου. οὕνεκα σημαίνει τὸ ὅτι, εἵνεκα χάριν. παρέχειν τὰ διὰ χειρῶν διδόμενα, οἷον ἐσθῆτα ἐκπώματα, παρέχεσθαι δὲ ἐπὶ τῶν τῆς ψυχῆς διαθέσεων, οἷον προθυμίαν εὔνοιαν.
10πηδάλιον νηός, πλήθριον δὲ σχεδίας. Πυθὼν ὀξυτόνως μὲν ὁ τόπος καὶ θηλυκῶς, βαρυτόνως δὲ καὶ ἀρρενικῶς ὁ δράκων. ῥοιὰ μὲν σὺν τῷ ι τὸ δένδρον, ῥοὰ δὲ ὁ καρπός. ῥόδον μὲν τὸ ἄνθος, ῥοδῆ δὲ τὸ φυτόν.
15στάχυς βραχέως τὸ ἑνικόν, ἐκτεταμένως τὸ πληθυντικόν. σχισταὶ τὰ ὑποδήματα. σχιστὰς ἐνεργεῖν· σχιστὸς δὲ ἀρ‐ ρενικῶς χιτὼν γυναικεῖος. τάλαν τὸ ἐπίρρημα, τάλας ὁ ταλαίπωρος. τείχη μὲν τὰ τῶν πόλεων, τειχία δὲ τὰ τῶν οἰκιῶν.
20τέτραχμον μὲν τὸ νόμισμα Ἀττικοὶ λέγουσιν· τετράδραχ‐ μον δὲ τῶν Δ δραχμῶν. φάκελος φορτίον ξύλων, σφάκελος σπασμὸς μετὰ φλεγ‐ μονῆς. φάσκωλος ἱματιοφορίς, φασκώλιον δερμάτιον.
25φράσον τὸ εἰπέ, φράσαι ἀντὶ τοῦ διανοήθητι. σὺ δὲ φράσαι εἴ με σαώσεις. χιτώνιον τὸ τῆς γυναικὸς ἔνδυμα· ἐστὶ δὲ τοῦτο λεπτόν· χιτὼν δὲ καὶ χιτωνίσκος ὁ τοῦ ἀνδρός. χορηγεῖον τὸ διδασκαλεῖον καὶ χορηγὸς ὁ διδάσκαλος· χορὸς
30δὲ τὸ σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων.406

407

πλῆθος σύστημά τινων, ὄχλος δὲ κυρίως ἡ ὄχλησις. πῆ καὶ ποῖ εἰς τόπον, πῆ ἔβη Ἀνδρομάχη, ποῦ δ’ ἐν τόπῳ· ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα, ὥστε ἁμαρτάνουσιν οἱ λέγοντες ποῦ πορεύῃ.
5πολεμικὸς ὁ ἔμπειρος πολέμων, αἰχμητὴς δὲ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος. χύτραι καὶ αὐτὰ τὰ σκεύη καὶ χυτροπώλια ὃ ἔλεγον, χυ‐ τρεῖα δὲ τὰ τῶν χυτρῶν ὄστρακα. ὥρα δασέως μὲν ἡ τοῦ ἔτους καὶ τῆς ἡμέρας καὶ ἡ τοῦ σώ‐
10ματος, ὤρα δὲ ψιλῶς ἡ φροντίς. ἀγχιστεῖς μὲν γάρ εἰσιν οἷς, ἐπειδάν τις ἐκ τοῦ γένους ἀπο‐ θάνῃ, συγχωρήσει ὁ νόμος ἀντιποιεῖσθαι τῶν τούτου δι‐ καίων, συγγενεῖς δέ εἰσιν οἱ ὄντες ἐκ τοῦ αὐτοῦ γένους, οὐ καλούμενοι δὲ ὑπὸ τῶν νόμων ἐπὶ τἄγχιστα δίκαια,
15οἰκεῖοι δὲ οἱ κατ’ ἐπιγαμίαν ἐπιμιχθέντες τῷ οἴκῳ. σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν· σπονδαὶ μὲν γάρ εἰσιν ἃς ἐκ πολέμου συντίθενται πρὸς ἀλλήλους ἀναγράφοντες, ἐφ’ οἷς διακρίνονται συντιθέμενοι μὴ πολεμήσειν μηδὲ ἀδικήσειν ἀλλήλους· συντίθενται δὲ εἰρήνην καὶ φιλίαν
20πρὸς ἀλλήλους καὶ τὸ παρὰ ταῦτας πραχθὲν ἀρχὴ γίνεται πολέμου· ἀνοχὰς δὲ λέγουσιν τὰς ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὰς τῆς μάχης κατὰ συνθήκην κοινὴν τοῦ μὴ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκία δέ ἐστιν, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς καὶ σπονδὰς ἢ εἰρήνην.
25ἀπελεύθερος μέν ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος, ἐξε‐ λεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προσήλυτος ἢ κατ’ ἄλλην τινὰ αἰτίαν δουλεύσας εἶτα ἐλευθερωθείς· ἤδη μέντοι καὶ ἀδιαφόρως χρῶνται τοῖς ὀνόμασιν. ἀμφότεροι καὶ ἑκάτεροι διαφέρει. ἀμφότεροι μὲν γὰρ
30ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν· ἀμ‐ φότεροι τὴν δοκὸν μίαν οὖσαν φέρουσιν· ἑκάτεροι δὲ ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον ἑκάτερος αὐτῶν δόκον φέρει, ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’
ἰδίαν.407

408

ὑποψία ὑφοράσεως διαφέρει· ὑποψία μέν ἐστιν κακοῦ τινὸς ὑπόνοια, ὑφόρασις δὲ δόξα ἐπὶ τὸ χεῖρον. φιλεῖν μὲν τὸ ἀγαπᾶν καὶ ξενίζειν, κυνεῖν τοῖς χείλεσιν ἀσπάζεσθαι.
5χροῦς καὶ χρῶς διαφέρει· χροῦς μὲν γὰρ ἡ χροιὰ καὶ τὸ χρῶμα τῆς γαστρός· φαμὲν οὖν εὔχρουν καὶ ἄχρουν· χρῶς δὲ τὸ σῶμα. ψάμμον καὶ ἄμαθον διαφέρει· ψάμμον εἶναι θαλάσσιον ἄμμον, ἄμαθον δὲ τὴν κόνιν· τύχε γὰρ ἀμάθοιο βα‐
10θείης. ὠνήσασθαι μὲν τὸ πρίασθαί τι τῶν πωλουμένων· ἀγο‐ ράσαι δὲ τὸ ἐν ἀγορᾷ διατρίψαι. ἀδεὴς μὲν ἄφοβος, ἀδαιὴς δὲ διὰ τοῦ αι ἀμαθής. ἀναλγὴς μὲν ὁ μὴ ἀλγῶν, ἀνάλγητος δὲ ὁ ἀνεπίστρεπτος
15τοῦ καθήκοντος. περιμάξαι καὶ ἐκμάξαι τὸ τοὺς οἰομένους πεφαρμάχθαι δι’ ἐπῳδῶν καὶ καθαρμῶν προσποιεῖσθαι ἀπολύειν. ἁλοᾶν μὲν δασέως τὸ ἐπὶ τῆς ἅλω πατεῖν ... ἄττα ψιλούμενον σημαίνει τὸ τινά, δασυνόμενον δὲ τὸ ἅτινα.
20ἀποδρᾶναι καὶ ἀποφυγεῖν διαφέρει· ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν, ἀποφυγεῖν δὲ τὸ μὴ δύνασθαι ἔτι ληφθῆναι. μέτοικος καὶ ἰσοτελὴς διαφέρει· μέτοικος μὲν γάρ ἐστιν ὁ μετοικήσας εἰς ἑτέραν πόλιν ἐκ τῆς ἑαυτοῦ πατρίδος
25καὶ τοῦ μὲν ξένου πλέον τι ἔχων, τοῦ δὲ πολίτου ἔλαττον· ἐτέλει δὲ ὁ μέτοικος κατ’ ἐνιαυτόν. ἰσοτελὴς δέ ἐστιν μέτ‐ οικος τετιμημένος ἐν τῷ ἴσῳ τάγματι τοῖς πολίταις καὶ τὸ μετοίκιον μὴ τελῶν· πάντα δὲ ἔχων τὰ αὐτὰ τοῖς πολίταις πλὴν τοῦ ἄρχειν.
30βιοῦν καὶ ζῆν διαφέρει· βιοῦν γὰρ ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ ἐπί τε ἀνθρώπων καὶ ἀλόγων ζῴων, ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆ‐ σις ψυχῆς, βίος δὲ λογικὴ ζωή.
βεβλῆσθαι μὲν τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναν‐408

409

τίων, οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι. βεβλῆσθαι δὲ τὸ τὴν βουλὴν ἠπορῆσθαι καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσθυμίας. βάραθρος μὲν ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον
5δὲ ὄρυγμά τι Ἀθήνησιν, εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι τοὺς καταδικαζομένους ἐνέβαλλον εἰς τὸν Κεάδα. γέλοιος μὲν ὡς μέτοικος ὁ καταγέλαστος, γελοῖος δὲ ὡς ἀλλοῖος ὁ γελωτοποιός.
10δὲ σύνδεσμος συμπλεκτικός, δαὶ ἐκτεταμένως σύνδεσμος ἐρω‐ τηματικός· τίς δαὶ τίς δὲ ὅμιλος ὅδ’ ἔπλετο. θύρα τὸ ἐκ τῶν σανίδων, θύραι τὸ ἄνοιγμα αὐτὸ καὶ χά‐ λασμα τῆς θύρας. κομιδῆ μὲν περισπωμένως ἐπίῤῥημα σημαῖνον τὸ παντελῶς·
15κομιδὴ δ’ ὀξυτόνως ὄνομά ἐστι καὶ σημαίνει τὴν ἐπι‐ μέλειαν, οἷον οὐ σφῶιν κομιδή· λέγεται δὲ καὶ ἡ ἀπό‐ ληψίς τινος κομιδὴ παρὰ τὸ κομίσασθαι καὶ ἀπολα‐ βεῖν. λεία διὰ μὲν τοῦ ε γραφόμενον σημαίνει τὴν ἀπελασίαν τῶν
20τετραπόδων. ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλήν· διὰ δὲ τοῦ ι γραφόμενον ἐπίρρημά ἐστιν ἐπι‐ τάσεως δηλωτικόν ... ἐάν τε συστέλληται ὡς παρὰ Ἀνα‐ κρέοντι λίην δὲ δειλιάζεις. πολίτης πατριώτου διαφέρει· πολίτης μὲν γὰρ λέγεταί
25τινος ὁ ἐκ τῆς αὐτῆς πόλεως ἐλεύθερος ἐλευθέρου, πα‐ τριώτης δὲ ὁ τῆς αὐτῆς χώρας δοῦλος δούλῳ· ἡ γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας λέγεται· τοῖσι δ’ ἄφαρ πόλε‐ μος γλυκίων γένετ’ ἠὲ νεέσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην
ἐς πατρίδα γαῖαν.409

410

χρῆναι δεῖν. Ἰσαῖος πρὸς Τληπόλεμον· ἐπειδὴ γοῦν οὐκ ἐδόκει χρῆναι πλέον δανείζεσθαι. χρὴ δεῖ, ἐχρῆν ἔδει. χολάδες μὲν τὰ ἔντερα· χύντο χαμαὶ χολάδες· χόλικες δὲ αἱ τῶν βοῶν κοιλίαι· Ἀριστοφάνης Βαβυλωνίοις· ἢ βοϊ‐
5δαρίων τις ἀπέκτεινε ζεῦγος χολικῶν ἐπιθυμῶν. φαυλία μὲν εἶ〈δος ...〉 φριμάττεσθαι μὲν τὸν τράγον φαμὲν καὶ φριμαγμὸς ἡ τοῦ τράγου φωνὴ ὥσπερ πταρνυμένου· φρυάττεσθαι δὲ τὸν ἵππον τὸν φυσῶντα καὶ γαυρούμενον.
10καθαρίζειν μὲν λέγουσιν οἱ Ἀττικοὶ τὸ τρέμειν, τονθο‐ ρύζειν δὲ τὸ ψιθυρίζειν καὶ γογγύζειν. ἔρως μὲν τῶν παρόντων λέγεται, πόθος δὲ τῶν ἀπόντων. ἄρχειν καὶ κρατεῖν διαφέρει· ἄρχειν μὲν γάρ ἐστιν τὸ τι‐ νῶν ἐπ’ ὠφελείᾳ προΐστασθαι, κρατεῖν δὲ τὸ βίᾳ τινὰς
15ἄγειν ὑπακουομένους ἐπὶ δουλείᾳ, καθὸ καὶ τῶν θηρίων κρατεῖν τις ἀλλ’ οὐκ ἄρχειν λέγεται. ἀστεῖος ὁ πιθανὸς καὶ χαρίεις ἢ καθόλου ἐπιδέξιος ἐν πο‐ λιτικῇ ὁμιλίᾳ, ἀστικὸς δὲ ὁ ἐν ἄστει διατρίβων. ἱστοδόκη μὲν γάρ ἐστιν, ἐφ’ ἧς ὁ ἱστὸς κατακλίνεται· Ὅμη‐
20ρος ἱστὸν δ’ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες. ἱστοπέδη δὲ ἐν μέσῃ τῇ νηὶ κοῖλος τόπος, ὅντινες λη‐ νίδα καλοῦσιν, εἰς ὃν ἐντίθεται ὁ ἱστός· ἀλλά με δεσμῷ δῆσαν ἐν ἀργαλέῳ, ὄφρ’ ἔμπεδον αὐτόθι μίμνω ὀρθὸν
ἐν ἱστοπέδῃ.410