TLG 1639 001 :: PSEUDO–AUCTORES HELLENISTAE (PsVTGr) :: Fragmenta PSEUDO–AUCTORES HELLENISTAE (PsVTGr) Fragmenta
Citation: Page — (line) | ||
a1_a2 | Aeschylus | |
a1 | Ps. Just., de Mon., 2: Πρῶ‐ τος μὲν γὰρ Αἰσχύλος, τὴν τῶν καθ’ ἑαυτὸν λόγων σύνταξιν ἐκ‐ θείς, καὶ τὴν περὶ θεοῦ τοῦ μόνου | |
5 | ἐξήνεγκε φωνήν, ὡς λέγει· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ [δὲ] γνόφος· | |
---|---|---|
10 | καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι, καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα. τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος | |
15 | βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. πάντα δυνατὴ γὰρ δόξα ὑψίστου 〈θεοῦ〉. | |
a2 | Clem. Alex., Strom. 5, 14.131, 2—3: Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳ‐ δοποιός, τὴν δύναμιν τοῦ θεοῦ παρα‐ τιθέμενος, οὐκ ὀκνεῖ καὶ ὕψιστον | |
5 | αὐτὸν προσαγορεύειν διὰ τούτων· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον σαυτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθα δ’ αὐτόν· ποτὲ μὲν ὡς πῦρ φαίνεται ἄπλατος ὁρμή, ποτὲ δὲ ὕδωρ, ποτὲ [δὲ] γνόφος· | 161 |
10 | καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δὲ αὐτῷ θάλασσα καὶ πέτραι, καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα. τρέμει δ’ ὄρη καὶ γαῖα καὶ πελώριος | |
15 | βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου. πάντα δυνατὴ γὰρ δόξα ὑψίστου 〈θεοῦ〉. | |
b1_b2 | Sophocles | |
b1 | Ps. Just., de Mon., 2: Οὐ μόνον δὲ οὗτος (Αἰσχύλος) τὴν περὶ θεοῦ ἐμυήθη γνῶσιν, ἀλλὰ καὶ Σοφοκλῆς τὴν τοῦ μόνου | |
5 | ποιητοῦ τῶν ὅλων καὶ ἑνὸς θεοῦ ἱστορεῖ τάξιν οὕτως· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστι〈ν〉 θεός, ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν. | |
10 | θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις | |
15 | στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν. | |
b2 | Clem. Alex., Strom., 5, 14.113, 2: (113, 1:) Ὁ μὲν Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξά‐ μενος ἐν τῷ Κατ’ Ἄβραμον καὶ | |
5 | τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· Clem. Alex., Protr., 7, 74, 2: ὁ δὲ τοῦ Σοφίλλου Σοφοκλῆς· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστι〈ν〉 θεός, | |
10 | ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι, | |
ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων | 162 | |
15 | ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν. | |
c1_c2 | Euripides | |
c1 | Ps. Just., de Mon., 2:Ἀλλὰ καὶ Φιλήμων, τὰ ἀρχαῖα εὐπορήσας φρά‐ σαι, κοινωνεῖ τῇ περὶ τῶν ὄντων γνώσει, ὡς γράφει· | |
5 | θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον; τὸν πάνθ’ ὀρῶντα καὐτὸν οὐχ ὁρώμενον, Εὐριπίδης λέγει. | |
c2 | Clem. Alex., Protr., 6, 68, 3: καὶ ἄκοντες μὲν ὁμολογοῦσιν ἕνα γε εἶναι θεόν, ἀνώλεθρον καὶ ἀγένητον ... | |
5 | θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον; τὸν πάνθ’ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον, Εὐριπίδης λέγει. | |
td | Orpheus | |
d | Ps. Just., Cohort., 15: Ὀρφεὺς γοῦν, ὁ τῆς πολυθεότητος ὑμῶν, ὡς ἂν εἴποι τις, πρῶτος διδάσκαλος γεγονώς, οἷα πρὸς τὸν υἱὸν αὐτοῦ Μουσαῖον καὶ τοὺς λοιποὺς γνησίους ἀκροατὰς ὕστερον περὶ ἑνὸς καὶ μόνου θεοῦ κηρύττει λέγων, ἀναγκαῖον ὑπομνῆσαι ὑμᾶς. Ἔφη δὲ οὕτως. | |
5 | Ps. Just., de Mon., 2: Μαρτυρήσει δέ μοι καὶ Ὀρφεύς, ὁ παρεισαγαγὼν τοὺς τριακοσίους ἑξήκοντα θεούς, ἐν τῷ Διαθῆκαι ἐπιγραφομένῳ βιβλίῳ, ὁπότε μετανοῶν ἐπὶ τούτῳ φαίνεται ἐξ ὧν γράφει. Clem. Alex., Protr., 7, 74, 4 (74, 3:) ὁ δὲ Θρᾴκιος ἱεροφάντης καὶ ποιητὴς ἅμα, ὁ τοῦ Οἰάγρου Ὀρφεύς, μετὰ τὴν τῶν ὀργίων ἱεροφαντίαν καὶ τῶν εἰδώλων τὴν θεο‐ | |
10 | λογίαν, παλινῳδίαν ἀληθείας εἰσάγει, τὸν ἱερὸν ὄντως ὀψέ ποτε, ὅμως δ’ οὖν ᾄδων λόγον. Eus., Praep. Ev., 13, 12, 5 (12, 4:) ἔτι δὲ καὶ Ὀρφεὺς ἐν ποιήμασι τῶν κατὰ τὸν Ἱερὸν Λόγον αὐτῷ λεγομένων οὕτως ἐκτίθεται περὶ τοῦ διακρατεῖσθαι θείᾳ δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν καὶ ἐπὶ πάντων εἶναι τὸν θεόν. λέγει δ’ οὕτως. Theos. Tub., (Χρησμοὶ τῶν Ἑλληνικῶν θεῶν) 56 (§ 55:) Ὅτι Ὀρφεύς, ὁ Οἰάγρου | 163 |
15 | τοῦ Θρακός, πρότερον μὲν ὕμνους τινὰς εἰς τοὺς ἐξαγίστους θεοὺς ἐξυφάνας καὶ τὰς μιαρὰς γενέσεις αὐτῶν διηγησάμενος, εἶτα, συνεὶς ὥσπερ τὸ δυσσεβὲς τοῦ πράγματος, μετέθηκεν ἑαυτὸν ἐπὶ τὸ μόνον καλὸν καὶ τὸν ὄντως ὑμνῶν θεὸν καὶ τὴν τῶν πάλαι Χαλ‐ δαίων σοφίαν, δηλαδὴ τὴν τοῦ Ἀβραάμ, ἐπαινῶν, παραινεῖ τῷ ἰδίῳ παιδὶ Μουσαίῳ τοῖς μὲν φθάσασι μυθευθῆναι μὴ πείθεσθαι, τοῖς δὲ ῥηθήσεσθαι μέλλουσι προσέχειν τὸν | |
20 | νοῦν. ἔστι δὲ τὰ ἔπη ταῦτα. φθέγξομαι οἷς θέμις ἐστί· θύρας δ’ ἐπίθεσθε βέβηλοι, φεύγοντες δικαίων θεσμούς, θείοιο τιθέντος (Τ: θεῖόν τε νόημα) πάντες ὁμῶς (Ε: πᾶσιν ὁμοῦ)· σὺ δ’ ἄκουε, φαεσφόρου ἔκγονε Μήνης, | |
25 | Μουσαῖ’. ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ, εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ’ ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ’ ἐσόρα κόσμοιο ἄνακτα (ΕΤ: τυπωτὴν) | |
30 | ἀθάνατον. παλαιὸς δὲ λόγος περὶ τοῦδε φαείνει· εἷς ἔστ’, αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται, (Ε: αὐτοτελής, αὐτοῦ δ’ ὕπο πάντα τελεῖται,) ἐν δ’ αὐτοῖς αὐτὸς περινίσσεται (J: περιγίνεται), οὐδέ τις αὐτὸν | 164 |
35 | εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. (Ε: ψυχὴν θνητῶν, νῷ δ’ εἰσοράαται.) αὐτὸν δ’ οὐχ ὁρόωσι· περὶ γὰρ νέφος ἐστήρικται· οὗτος δ’ ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι δίδωσι (C1: φυτεύει) (ΕΤ: αὐτὸς δ’ ἐξ ἀγαθῶν θνητοῖς κακὸν οὐκ ἐπιτέλλει) | |
40 | ἀνθρώποις· αὐτῷ δὲ χάρις καὶ μῖσος ὀπηδεῖ· καὶ πόλεμον κρυόεντα καὶ ἄλγεα δακρυόεντα. (ΕΤ: καὶ πόλεμος καὶ λοιμὸς ἰδ’ ἄλγεα δακρυόεντα·) οὐδέ τις ἔσθ’ ἕτερος χωρὶς μεγάλου βασιλῆος. (Ε: σὺ δέ κεν ῥέα πάντ’ ἐσορήσω,) | |
45 | (Τ: οὐδεὶς ἔσθ’ ἕτερος, τῷ κεν ῥέα πάντ’ ἐσορῆται.) αἴ κεν ἴδῃς αὐτόν· πρὶν δή ποτε δεῦρ’ ἐπὶ γαῖαν τέκνον ἐμόν, δείξω σοι, ὁπηνίκα δέρκομαι αὐτοῦ ἴχνια καὶ χεῖρα στιβαρὴν κρατεροῖο θεοῖο. αὐτὸν δ’ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται. | |
d(50) | πᾶσιν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα (C1 + ἐμπεφυῖα) ἐμπε‐ φύασιν, ἀσθενέες δ’ ἰδέειν Δία τὸν πάντων μεδέοντα. λοιπὸν ἐμοί· ’στᾶσιν δὲ δεκάπτυχον ἀνθρώποισιν. | |
55 | οὐ γάρ κέν τις ἴδοι θνητῶν μερόπων κραίνοντα (Τ: κρείοντα), εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης καὶ σφαίρης κίνημ’ ἀμφὶ χθόνα ὡς περιτέλλει (Τ:, ἥτ’ ἀμφὶς ὀχῆος ἀεὶ περιτέλλει) | 165 |
60 | κυκλοτερὲς ἐν ἴσῳ τε κατὰ σφέτερον κνώδακα πνεύματα δ’ ἡνιοχεῖ περί τ’ ἠέρα καὶ περὶ χεῦμα νάματος· ἐκφαίνει δὲ πυρὸς σέλας ἰφιγενήτου. (Τ: ἐκφαίνει δὲ πυρὸς σέλατα, διαφεγγέα πάντῃ.) οὗτος γὰρ χάλκειον ἐς οὐρανὸν ἐστήρικται | |
65 | (C2ET: αὐτὸς δὴ μέγαν αὖθις ἐπ’ οὐρανὸν ἐστήρικται) χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ’ ὑπὸ ποσσὶ βέβηκε, χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος ὠκεανοῖο πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρὰ (C2E: ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ) | |
70 | (Τ: πάντοθεν ἐκτέτακεν, ὀρέων δὲ τρέμει βάσις αὐτὸν) καὶ ποταμοὶ πολιῆς τε βάθος χαροποῖο θαλάσσης, οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν, | |
75 | (Τ: ᾗ δ’ αὖ μέσον, ᾗ δὲ τελευτὴν) ὡς λόγος ἀρχαίων, ὡς ὑδογενὴς διέταξεν, | |
ἐκ θεόθεν γνώμῃσι λαβὼν κατὰ δίπλακα θεσμόν. ἄλλως οὐ θεμιτὸν δὲ λέγειν· τρομέω δέ γε γυῖα, (Τ: ἀλλ’—ὡς οὐ θεμιτόν με λέγειν, τρομέω δὲ τελίην—) | 166 | |
80 | ἐν νόῳ· ἐξ ὑπάτου κραίνει περὶ πάντ’ ἐνὶ τάξει. ὦ τέκνον, σὺ δὲ τοῖσι νόοισι πελάζευ, γλώσσης (Τ: σοῖσι νόοις πέλας ἴσθι ἐς αὐτόν,) εὖ μάλ’ ἐπικρατέων, στέρνοισι δὲ ἔνθεο φήμην. (Τ: μηδ’ ἀπόδος, μάλ’ ἐπικρατέων στέρνοις θεοφήμην.) | |
te | Pythagoras | |
e | Κοινωνεῖ δ’ αὐτῷ (= Ὀρφεύς) καὶ Πυθαγόρας ἐν οἷς γράφει· Εἴ τις ἐρεῖ· Θεός εἰμι πάρεξ ἑνός, οὗτος ὀφείλει Κόσμον ἴσον τούτῳ στήσας εἰπεῖν· Ἐμὸς οὗτος, Κοὐχὶ μόνον στήσας εἰπεῖν ἐμός, ἀλλὰ κατοικεῖν | |
5 | Αὐτὸς ἐν ᾧ πεποίηκε· πεποίηται δ’ ὑπὸ τούτου. | |
tf1_f2 | Sophocles | |
f1 | Ps. Just., de Mon., 3: Καὶ περὶ τοῦδε ὅτι μόνος δυνατός ἐστι καὶ τῶν ἐν τῷ βίῳ συντελουμένων πράξεων καὶ τῆς περὶ τὸ θεῖον | |
5 | ἀγνωσίας κρίσιν ἐνστήσασθαι, οἰκείους μάρτυρας παραστῆσαι ἔχω· καὶ πρῶτόν γε Σοφοκλέα, καὶ περὶ τούτου λέγοντα· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, | |
10 | ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα. καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει· | |
15 | ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐδ’ ἀὴρ ἔτι πτερωτὰ φῦλα βαστάσει πυρουμένη, Ju.: + Καὶ γὰρ καθ’ ᾅδην δύο τρίβους νομίζομεν, | |
20 | Μίαν δικαίων χἀτέραν τῶν ἀδίκων. κἄπειτα σώσει πάντα ἃ πρόσθ[εν] ἀπώλεσεν. | |
f2 | Clem. Alex., Strom., 5, 14.121, 4: (121, 1:) (Δίφιλος πάλιν ὁ κωμωι‐ κὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται) ... συνᾴδει δὲ τούτοις ἡ | |
5 | ταγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ, ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια | 167 |
10 | φλέξει μανεῖσα. καὶ μετ’ ὀλίγα αὖθις ἐπιφέρει· ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐδ’ ἀὴρ ἔτι | |
15 | πτερωτὰ φῦλα βαστάσει πυρουμένη, Ju.: + Καὶ γὰρ καθ’ ᾅδην δύο τρίβους νομίζομεν, Μίαν δικαίων χἀτέραν τῶν ἀδίκων. κἄπειτα σώσει πάντα ἃ πρόσθ[εν] ἀπώλεσεν. | |
tg1_g2 | Diphilus | |
g1 | Ps. Just., de Mon., 3: Ἀλλὰ καὶ Φιλήμων πάλιν· Οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, | |
5 | Ju.: + Καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς χρόνον πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ. καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν· μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν. | |
10 | καί· εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησι) τῷ παντὶ χρόνῳ, Ju. + Εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις, | |
15 | ἥνπερ ποιήσει [ὁ] θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερόν [ἐστιν] οὐδ’ ἂν ὀνομάσαιμι ἐγώ· Καὶ Εὐριπίδης· ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. | |
20 | Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ’ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. | |
25 | Ju. + Δὶς ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως· ἔστι〈ν〉 γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. | |
g2 | Clem. Alex., Strom., 5, 14.121, 1—3: Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· Οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, | |
5 | τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, Ju.: + Καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ’ εἰς χρόνον πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; | |
ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάντα ὁρᾷ. καὶ γὰρ καθ’ Ἅιδην δύο τρίβους νομίζομεν· | 168 | |
10 | μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὁδόν. καί· εἰ τοὺς δύω καλύψει ἡ γῆ (φησι) τῷ παντὶ χρόνῳ, Ju. + Εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν, ἅρπαζε ἀπελθών, κλέπτε, ἀποστέρει, κύκα· | |
15 | μηδὲν πλανηθῇς· ἔστι καὶ ἐν Ἅιδου κρίσις, ἥνπερ ποιήσει [ὁ] θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερόν [ἐστιν] οὐδ’ ἂν ὀνομάσαιμι ἐγώ· Καὶ Εὐριπίδης· ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον | |
20 | δίδωσιν. Εἴ τις δὲ θνητῶν οἴεται τὸ ὑφ’ ἡμέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. | |
25 | Ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. Ju. + Δὶς ἐξαμαρτάνοντες οὐκ εὐγνωμόνως· ἔστι〈ν〉 γάρ, ἔστιν· εἰ δέ τις πράττει καλῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω· χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην. | |
th1_h2 | Menander | |
h1 | Ps. Just., de Mon., 4: Καὶ ὅτι οὐ σπονδῇ καὶ θυμιάματι κα‐ κούργων προσφέρεται ὁ θεός, ἀλλ’ εὐθύτητι τὰς τιμωρίας προσνέμει | |
5 | ἑκάστω, μαρτυρήσει μοι Φιλήμων πάλιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, | |
10 | χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, ἢ δι’ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, | |
15 | μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν· Ju. + Τἀλλότρια βλέποντα, κἀπιθυμοῦντα Ἤτοι γυναικὸς πολυτελοῦς ἢ δώματος Ἢ κτήσεως παιδός τε παιδίσκης θ’ ἁπλῶς, | |
20 | Ἵππων, βοῶν τὸ σύνολον ἢ κτηνῶν. Τί δή; μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, [Πάμ]φιλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς | |
25 | δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. | |
30 | † βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μη〈δὲν〉 συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. | |
h2 | Clem. Alex., Strom., 5, 14.119, 2: (119, 1:) Ναὶ μὴν διὰ τοῦ Ἡσαΐου ... «τί μοι πλῆθος τῶν θυσίων;» ... | |
καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ | 169 | |
5 | κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων, ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς, | |
10 | ἢ δι’ ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθιστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, | |
15 | κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν· Ju. + Τἀλλότρια βλέποντα, κἀπιθυμοῦντα Ἤτοι γυναικὸς πολυτελοῦς ἢ δώματος Ἢ κτήσεως παιδός τε παιδίσκης θ’ ἁπλῶς, Ἵππων, βοῶν τὸ σύνολον ἢ κτηνῶν. Τί δή; | |
20 | μηδὲ βελόνης ἔναμμα ἐπιθυμήσῃς, [Πάμ]φιλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. Καὶ πάλιν ὁ Μένανδρος παραφρά‐ ζων τὴν γραφὴν ἐκείνην» θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ | |
25 | κύριον» ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ποτὲ ἀλλοτρίας· ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις, πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, | |
30 | τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὤν, μὴ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. † βροντῆς ἐὰν † ἀκούσῃς, μὴ φύγῃς, μη〈δὲν〉 συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα· | |
35 | ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών. | 170 |
tj1_j2 | Diphilus | |
j1 | Ps. Just., de Mon., 5: Καὶ Μένανδρος ἐν Διφίλῳ· Διότι τὸν κύριον πάντων ἀεὶ Καὶ πατέρα τοῦτον διὰ τέλους τιμᾶν μόνον, | |
5 | Ἀγατθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. | |
j2 | Clem. Alex., Strom., 5, 14. 133, 3—4: (Ὀρφεὺς λέγει: cf. d, v. 17): ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα· | |
5 | Διότι τὸν ὄντα κύριον πάντων ἀεὶ Καὶ πατέρα τοῦτον διὰ τέλους τιμᾶν μόνον, Ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα. | |
tk | Euripides | |
k | (περί τε τῶν θυσιῶν: Is., 1, 113). παγκάλως τοίνυν καὶ ὁ Εὐριπίδης συνᾴδει τούτοις γράφων· ποῖος δ’ ἂν οἶκος τεκτόνων πλασθεὶς ὕπο δέμας τὸ θεῖον περιβάλοι τοίχων πτυχαῖς; | |
tl1_l2 | (Hesiodus), Homerus, Callimachus / Linus | |
l1 | Clem. Alex., Strom., 5, 14. 107, 2—4: Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ | |
5 | πᾶς κόσμος κυκλεῖται τῶν ζωο‐ γονουμένων καὶ φυομένων ἁπάν‐ των. Ἡσίοδος μὲν 〈οὖν〉 οὕτως περὶ αὐτῆς λέγει· πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ. | |
10 | καὶ πάλιν· ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ. καί· | |
15 | ἑβδόμη ἦν ἱερή. καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. καὶ αὖθις· ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. | |
20 | ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιη‐ τὴς γράφει· ἑβδομάτῃ δ’ ἠοῖ καὶ οἱ τετύκοντο ἅπαντα. καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖσ〈ι〉 καὶ ἑβδόμη ἐστὶ γενέθλη. | |
25 | καί· ἑβδόμη ἐν πρώτοισι[ν] καὶ ἑβδόμη ἐστὶ τελείη. καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς. | |
30 | ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδόμαδα ἐκθειάζου‐ σιν. | |
l2 | Eus, Praep. Ev., 13, 12, 13: δι’ ἑβδομάδων δὲ καὶ πᾶς ὁ κόσμος κυ‐ κλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων· τῷ δὲ σάββατον | |
5 | αὐτὴν προσαγορεύεσθαι διερμηνεύε‐ ται ἀνάπαυσις οὖσα. διασάφει δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες ἐκ τῶν ἡμετέρων βιβλίων ἱερὰν εἶναι. | |
Ἡσίοδος μὲν οὕτως· | 171 | |
10 | πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ. καὶ πάλιν λέγει· ἑβδομάτῃ δ’ αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δὲ οὕτω λέγει· ἑβδομάτῃ δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ. | |
15 | καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα. καί· ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς κατὰ | |
20 | ψυχὴν λήθης καὶ κακίας ἐν τῷ κατὰ ἀλήθειαν ἑβδόμῳ λόγῳ καταλιμπά‐ νεται τὰ προειρημένα καὶ γνῶσιν ἀληθείας λαμβάνομεν, καθὼς προείρηται. Λίνος δέ φησιν οὕτως· | |
25 | ἑβδομάτῃ δ’ ἠοῖ καὶ οἱ τετύκοντο ἅπαντα. καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖσ〈ι〉 καὶ ἑβδόμη ἐστὶ γενέθλη. καί· ἑβδόμη ἐν πρώτοισι[ν] καὶ ἑβδόμη ἐστὶ τελείη. | |
30 | 〈καί·〉 ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι, | |
ἐν κύκλοισι φανέντα ἐπιτελλομένοις ἐνιαυτοῖς. | 172 | |
tm | Sophocles | |
m | ὁ Σοφοκλῆς δὲ εὐθυρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ’ ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν | |
5 | ὑπημβρύωσεν, ἀλλ’ ὁλοσχερὴς ἀνήρ. εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγεν· ταχὺς δὲ βαθμοῖς νυμφικοῖς ἐπεστάθη ὁ μοιχός. ἐφ’ οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου· Διὸς ὧδέ πως | |
10 | ἐκδιηγεῖται· ὃ δ’ οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος· ὅλην δ’ ἐκείνην εὐφρόνην ἐθόρνυτο. | |
tn1_n2 | Hesiodus | |
n1 | Strom., 5, 14.112, 3: (περὶ τοῦ θείου γράφει) ... ἀλλὰ καὶ ὁ Ἡσίοδος· αὐτὸς γὰρ πάντων | |
5 | ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος. | |
n2 | Protr., 6, 73, 3. (Ἄρατος ... τὴν δύναμιν τοῦ θεοῦ ...) ταύτῃ τοι καὶ ὁ Ἀσκραῖος αἰνίττεται Ἡσίοδος τὸν θεόν· | |
5 | βασιλεὺς καὶ κοίρανός ἐστιν | |
ἀθανάτων· σέο δ’ οὔτις ἐρήρισται κράτος ἄλλος. | 173 |