TLG 1638 002 :: PROXENUS :: Fragmenta PROXENUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 462–463. Frr. 2–8 Citation: Fragment — (line) | ||
t2-5 | ΗΠΕΙΡΩΤΙΚΑ. | |
2 | Schol. vulg. Hom. Odyss. ξ, 327: Ποιμὴν νέμων πρόβατα ἐν τοῖς τῆς Δωδώνης ἕλεσι τοῦ πέλας ὑφείλατο νομὴν καλλίστην, καὶ εἵρξας εἰς τὴν σφετέραν αὐλὴν ἐφύλασσεν. Ὅθεν τὸν δεσπότην | |
5 | φασὶ ζητεῖν παρὰ τοῖς ποιμέσι τὰ κεκλεμμένα πρόβατα, μὴ εὑρόντα δὲ ἐρωτᾶν τὸν θεὸν τίς ἐστιν ὁ κλέψας. Τότε πρῶτον, φασὶ, τὴν δρῦν φωνὴν ἀφεῖναι, ὅτι τῶν ἀκολουθούντων ὁ νεώτατος. Ἐξετάσαντα δὲ τὸ λόγιον εὑρεῖν παρὰ τῷ ποιμένι νεωστὶ βοσκήσαντι ἐν τῷ χω‐ | |
---|---|---|
10 | ρίῳ· ἀκόλουθοι δὲ λέγονται οἱ ποίμενες. Ἦν δὲ τὸ ὄνομα Μαρδύλας ὁ κλέψας. Τοῦτον λέ‐ γεται προσοργισθέντα τῇ δρυῒ θελῆσαι αὐτὴν ἐκκόψαι νύκτωρ· πελειάδα δὲ ἐκ τοῦ στελέχους ἀνακύψασαν ἐπιτάξαι μὴ τοῦτο δρᾶν· τὸν δὲ δειματωθέντα μηκέτι | |
15 | τοῦτο τολμῆσαι, μὴ θιγεῖν τοῦ ἱεροῦ τούτου δένδρου. Οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ τόλμημα μηνίσαι αὐτῷ τοὺς Ἠπειρώτας· ὅθεν καὶ λαβόντας δίκην ταύτην εἰσπρά‐ ξασθαι τῆς ἀπ’ αὐτοῦ ὑπομενῆς τὸν μάντιν προάγει. | |
20 | Ἡ ἱστορία παρὰ τῷ Προξένῳ. | |
3 | Schol. Hom. Odyss. α, 259 [παρ’ Ἴλου] Τινὲς Ἴρου γράφουσι ... Καὶ Πρόξενος ἐν Ἠπειρωτικοῖς Ἶρόν φησι Μερμέρου παῖδα. | |
4 | Steph. Byz.: Χαονία, μέση τῆς Ἠπείρου. Οἱ οἰκή‐ τορες Χάονες. Ἑλλάνικος Ἱερειῶν Ἥρας τρίτῳ· «Ἀμ‐ βρακιῶται καὶ οἱ μετ’ αὐτῶν Χάονες καὶ Ἠπειρῶται.» Καὶ ὁ Πρόξενος δὲ καταλέγων αὐτούς φησι· «Χάονες, | |
5 | Θεσπρωτοί, Τυμφαῖοι, Παραύαιοι, Ἀμύμονες, Ἄβαν‐ τες, Κασωποί.» | |
5 | Schol. Apoll. Rh. I, 97: Ἄλκωνα τὸν Φαλήρου πατέρα Πρόξενος φησὶν υἱὸν Ἐρεχθέως. Φυγεῖν δ’ αὐτὸν λέγει ἀπὸ τῆς Ἀττικῆς μετὰ τῆς θυγατρὸς Χαλκιόπης εἰς Εὔβοιαν· ἐξαιτοῦντος δὲ τοῦ πατρὸς οὐκ ἐκδοῦναι | |
5 | τοὺς Χαλκιδέας. | |
t7 | ΠΕΡΙ ΠΟΡΘΜΩΝ ΣΙΚΕΔΙΚΩΝ. E LIBRO PRIMO. | |
7 | Stephan. Byz.: Γέλα, πόλις Σικελίας .... καλεῖται δὲ ἀπὸ τοῦ ποταμοῦ Γέλα· ὁ δὲ ποταμὸς, ὅτι πολλὴν πάχνην γεννᾷ· ταύτην γὰρ τῇ Ὀπικῶν φωνῇ καὶ Σι‐ κελῶν γέλαν λέγεσθαι. Πρόξενος δ’ ἐν πρώτῃ τῶν Περὶ | 462 |
5 | πόρθμων Σικελικῶν καὶ Ἑλλάνικος ἀπὸ Γέλωνος, τοῦ Αἴτνης καὶ Ὑμάρου. | |
t8 | ΛΑΚΩΝΙΚΗ ΠΟΛΙΤΕΙΑ. E LIBRO SECUNDO. | |
8 | Athenaeus VI: Πρόξενος δ’ ἐν δευτέρῳ Λακωνικῆς πολιτείας ἐπικαλεῖσθαί φησι χαλκίδας παρὰ | |
Λακεδαιμονίοις τὰς θεραπαίνας. | 463 |