TLG 1636 003 :: PROTAGORIDES :: Fragmenta PROTAGORIDES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 484–485. frr. 1–4 Citation: Fragment — (line) | ||
t1-3 | ΠΕΡΙ ΤΩΝ ΕΠΙ ΔΑΦΝῌ ΠΑΝΗΓΥΡΕΩΝ. | |
t1 | E LIBRO PRIMO. | |
1 | Athenaeus IV: Τίνα δ’ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ πρώτῳ Περὶ Δαφνικῶν ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως· «Τρίτη δ’ ἐστὶν ἰδέα δείπνων Αἰγυπτιακὴ, τραπεζῶν μὲν οὐ παρατιθε‐ | |
5 | μένων, πινάκων δὲ περιφερομένων.» | |
---|---|---|
t2-3 | E LIBRO SECUNDO. | |
2 | Idem IV: Πρωταγορίδης δ’ ὁ Κυζικη‐ νὸς ἐν δευτέρῳ Περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησι· «Παντὸς δ’ ὀργάνου καταμίτου ἧπται, κροτάλων, ὑπο‐ φανοῦ (?) πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας | |
5 | ἁρμονίας ἀναμινυρίζει.» | |
3 | Idem IV: Τοῦ δὲ καλουμένου πανδού‐ ρου Εὐφορίων μὲν, ὡς προείρηται, καὶ Πρωταγορίδης | |
ἐν δευτέρῳ Περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεων. | 484 | |
t4 | ΚΩΜΙΚΑΙ ΙΣΤΟΡΙΑΙ. E LIBRO SECUNDO. | |
4 | Athenaeus III: Πρωταγορίδης δ’ ἐν δευ‐ τέρῳ τῶν Κωμικῶν ἱστοριῶν, τὸν Ἀντιόχου τοῦ βασι‐ λέως κατὰ τὸν ποταμὸν διηγούμενος πλοῦν, λέγει τι καὶ περὶ ἐπιτεχνήσεως ψυχρῶν ὑδάτων, ἐν τούτοις· | |
5 | «Τὴν γὰρ ἡμέραν ἀνηλιάζοντες αὐτὸ, τῆς νυκτὸς ἀπη‐ θοῦντες τὸ παχύτατον, τὸ λοιπὸν ἐξαιθριάζουσιν ἐν ὑδρίαις κεραμέαις ἐπὶ τῶν μετεωροτάτων μερῶν τῆς οἰκήσεως, δι’ ὅλης τε τῆς νυκτὸς δύο παῖδες ὕδατι τὰ τεύχη καταρραίνουσιν. Ὄρθρου δὲ καθαιροῦντες, καὶ | |
10 | τὴν ὑποστάθμην πάλιν ὑποσπῶντες, λεπτόν τε ποιοῦντες αὐτὸ καὶ πρὸς ὑγίειαν οἷον ἄριστον, ἐν ἀχύροις τιθέασι τὰς ὑδρίας, εἶθ’ οὕτως χρῶνται, χιόνος οὐδ’ ἡντινοῦν | |
χρείαν ἔχοντες.» | 485 |